Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Ἐπιστολαί

Νικήτας Στηθᾶτος

Πιστότητα στην παράδοση και νοητή προσέγγιση του θείου θρόνου

Τονισμός της ακριβούς τήρησης της αποστολικής και πατερικής παράδοσης και προτροπή για νοητή κατανόηση του θείου θρόνου, αποφεύγοντας τις υλικές αντιλήψεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 4 από 8

Οὐ γὰρ ἐφ’ ἑαυτῶν τι λέγειν τολμῶμεν, ἀλλ’ ἐν πᾶσι θείοις καὶ ἀνθρωπίνοις πράγμασι τοῖς πρὸ ἡμῶν πατράσι καὶ διδασκάλοις ἰσοφωνοῦμεν, τὰ αὐτὰ ἐκείνοις ὁμοίως διδάσκοντες, τηροῦντες ἐν τῷ πράγματι τούτῳ τὴν τοῦ Κυρίου πρὸς τοὺς ἀποστόλους διάταξιν οὕτω λέγοντος· «διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν», καὶ ἄλλως εἰδότες ὅτι φοβερόν ἐστι τὸ ἢ ἀφ’ ἑαυτῶν ἕτερόν τι προσθῆναι τῇ εὐαγγελικῇ διδασκαλίᾳ καὶ εἰπεῖν ὃ οἱ αὐτόπται οὐκ εἶπον τοῦ Λόγου διδάσκοντες τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, ἢ ἀφελεῖν ἀπὸ τῆς διδασκαλίας τοῦ εὐαγγελίου καὶ τῶν ἀποστόλων καὶ λῦσαι μίαν καὶ τὴν τυχοῦσαν ἐντολὴν τοῦ Χριστοῦ καὶ διδάξαι ἄλλως ἢ ὡς ἐκεῖνοι ἐδίδαξαν τοὺς πιστούς, τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν εἰπόντος· «Ὁ λύων μίαν τούτων τῶν ἐντολῶν μου τῶν ἐλαχίστων ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν», καὶ τοῦ ἠγαπημένου αὖθις αὐτοῦ μαθητοῦ· «Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ἐάν τις ἐπιθῇ ἐπ’ αὐτά, ἐπιθήσαι ὁ Θεὸς ἐπ’ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ· καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφέλοι ὁ Θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.»

Οὐ γὰρ ἐν τῷ περιγραπτοὺς εἶναι τοὺς ἀγγέλους ἐκτὸς ἢ μακρὰν αὐτοὺς εἶναι φαμεν τῆς τοῦ δεσποτικοῦ θρόνου παραστάσεως, ἀλλ’ ἐπεὶ θρόνον ἑαυτοῦ ὁ Θεὸς ἔφη τὸν οὐρανόν, τὴν δὲ γῆν ὑποπόδιον—ὁ οὐρανὸς γάρ, φησί, θρόνος, ἡ δὲ γῆ ὑποπόδιον—, θρόνος δὲ Θεῷ καὶ αἱ περὶ αὐτὸν θεῖαι δυνάμεις, ἐφ’ αἷς αὐτὸν ἐπαναπαύεσθαί φησιν ἡ θεία Γραφή, καὶ οὕτω καλοῦνται Θρόνοι, Χερουβίμ, Σεραφίμ, καὶ ὁ Θεὸς αὐτὸς ἐκτός ἐστιν, ὡς εἴρηται, καὶ ἐντὸς τοῦ παντός, ἀεὶ παρίστανται αὐτῷ μετὰ φόβου καὶ τρόμου οἱ ἄγγελοι κατὰ τὰς ἰδίας ἀρχάς, ὡς τὸν διάκοσμον αὐτῆς ἔχει ἡ οὐρανία ἱεραρχία καὶ ὁ πολὺς τὰ θεῖα Διονύσιος ἀναγράφεται τὰς στάσεις αὐτῶν εἰς τὸ ὑπερουράνιον καὶ νοερὸν θυσιαστήριον τοῦ Θεοῦ μὴ καθυστερούσας τῆς λειτουργίας αὐτοῦ.

Τοίνυν καὶ θρόνον ἀκούων Θεοῦ θεοπρεπῶς μοι τοῦτον νόει τοῦ κατ’ αἴσθησιν ἀπανιστάμενος λόγου. Νοητῶς γὰρ καὶ θεοπρεπῶς τὰ θεῖα νοοῦντός σου, τῆς ἀπταίστου καταλήψεως οὐκ ἐκπεσεῖταί σού ποτε ὁ ἐρευνητικώτατος νοῦς. Οὕτω δὲ νοῶν οὐ μόνον θρόνον Θεοῦ τὰς περὶ αὐτὸν θείας δυνάμεις νοήσεις, ἀλλὰ καὶ πάντας τοὺς θεράποντας καὶ ἁγίους αὐτοῦ, ἐν οἷς ἐμπεριπατεῖν λέγεται πρὸς τοῦ Λόγου καὶ μονὴν ποιεῖσθαι αὐτοῦ καὶ ἀνάπαυσιν.

Διὰ δὴ τοῦτο μετανίστασθαι χρὴ τοῦ κατ’ αἴσθησιν λόγου, ὡς εἰπόντες ἔφθημεν ἄνωθεν, ἡνίκα πολλὴν ἀλογίαν αὐτοῦ καταγινώσκομεν μετεωριζομένου καὶ φυσῶντος αὑτόν· τολμᾷ γὰρ τόλμημα οὐ μικρόν, χοϊκὸς ὤν, δεικνύων εἰς ἐξαπάτησιν τοῦ νοὸς διὰ τῶν ῥημάτων πράγματα, ἃ παραστῆσαι τρανῇ ἐμφάσει ἀδυνατεῖ.

Ἀλλὰ περὶ μὲν τοῦ πρώτου ζητήματος τῶν ἀγγέλων τοιαύτην σοι τὴν λύσιν καὶ ἐν τοσούτοις πεποιήμεθα. Περὶ δὲ τῶν ἄλλων σου ζητημάτων καιρῷ τῷ προσήκοντι μετὰ ταῦτα σκεψάμενοι ποιησόμεθά σοι τὴν λύσιν ὡς μηδὲ ἐν ἐκείνοις ἀμφιβάλλειν σου τὴν ψυχήν.

Εἰρήνη σοι.