Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Ἐπιστολαί

Νικήτας Στηθᾶτος

Η πολυσημία του παραδείσου και το γεγονός της Αναλήψεως

Διάκριση μεταξύ του αισθητού παραδείσου και των πνευματικών του διαστάσεων, με παράθεση αγιογραφικών μαρτυριών για την άνοδο και καθέδρα του Χριστού στους ουρανούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 5 από 8

Τῷ Αὐτῷ. Τί σοι προσέστη καὶ ὁ περὶ παραδείσου λόγος ἐξεταστικῷ ὄντι καὶ σοφωτάτῳ, ὡς ἐναντίον εἶναι ὑποτοπᾶσαι τοῦ καὶ τὴν ὁρωμένην κτίσιν παράδεισον ὀνομάζεσθαι; Παράδεισον αἰσθητὸν ἐκεῖνον κυρίως καὶ φύσει καλοῦμεν τὸν πρὸς Θεοῦ φυτευθέντα ἐν τῇ Ἐδέμ, ἐν ᾧ καὶ τὸν Ἀδὰμ ὁ Θεὸς ἔθετο ὡς εἰς θεῖόν τι χωρίον τρυφὴν ἔχον ἀδάπανον καὶ ἄρρευστον, εἰς ὃν καὶ ἡ παράβασις γέγονε καὶ ἀφ’ οὗ σὺν τῇ Εὔᾳ τῆς θείας δόξης ἐκπεσὼν ὁ Ἀδὰμ ἐξωρίσθη. Ἀλλ’ ἡ σημασία καὶ φωνὴ αὕτη τοῦ παραδείσου οὐκ ἐν ἐκείνῳ μόνῳ, ἀλλά, πολυσήμαντος οὖσα, καὶ ἐν ἄλλοις πολλοῖς διαβαίνειν οἶδε καὶ ἵστασθαι. Καὶ ἵνα σοι ταύτην δὴ τὴν φωνὴν καταμερίζεσθαι δείξω καὶ εἰς ἄλλας ὑποθέσεις τοῦ λόγου, αὐτόθεν μοι συνετῶς πρόσεχε.

Πρῶτον μὲν παράδεισος αὐτὸς ὁ Θεὸς καλεῖται καὶ ὀνομάζεται, πρὸς ὃν ὁ Παῦλος ἁρπαγεὶς ἤρθη καὶ παρ’ οὗ ῥήματα ἄρρητα ἤκουσεν, ὡς ἐκεῖνός φησιν, «ἃ οὐκ ἐξὸν ἀνθρώπῳ ἀκοῦσαι». Εἶτα ἡ τῶν πιστῶν Ἐκκλησία, ὡς φυτὰ ζωῆς ἔχουσα τοὺς ἁγίους, τρέφοντα διὰ βίου καὶ λόγου τοὺς πεινῶντας καὶ διψῶντας τὴν τοῦ Θεοῦ δικαιοσύνην.

Ἔπειτα ἡ κτίσις ἅπασα, τὴν μεγαλουργίαν τοῦ Θεοῦ καὶ τὴν δόξαν αὐτοῦ ἡμῖν τοῖς ἀνθρώποις διηγουμένη, ὡς ἐκ τῆς καλλονῆς αὐτῆς ἀνάγεσθαι ἡμᾶς πρὸς τὸν γενεσιουργόν, ὡς καὶ τῷ Σολομῶντι δοκεῖ. Πρὸς τούτοις ἡ θεία τε Γραφή, αὐτὸς ὅλος ὁ ἄνθρωπος καὶ ὁ κατὰ Θεὸν φιλόσοφος βίος.

Τί οὖν ἐναντίον ἔσται τοῖς εὐσεβῶς νοοῦσιν ἐκ τούτων, θεωρουμένων κατὰ τὴν κρείττω σοφίαν, φιλοσοφουμένων τε καὶ ἐξαπλουμένων τούτων ἁπάντων εἰς παραδείσου λόγον; Οὐδὲν οὐδαμῶς, οἶμαι, ὥς γε τῇ ἀληθείᾳ καὶ τοῖς πατράσι δοκεῖ, ἐπεὶ καὶ Ἰωάννῃ τῷ Δαμασκηνῷ καὶ θείῳ πατρὶ κατὰ τὸ μεʹ κεφάλαιον τῶν αὐτοῦ ἐξηγήσεων, ἐν ᾧ περὶ παραδείσου φιλοσοφεῖ, παραπλησίως ἃ περὶ παραδείσου εἴπομεν εἴληπται.

Ὅτι δὲ χρεία τοῖς πιστοῖς ἡμῖν ἀπό γε τοῦ νῦν ἐκείνου τοῦ παραδείσου, ἐν ᾧ ἐργάζεσθαι καὶ φυλάσσειν ἐδόθη τῷ Ἀδὰμ ἐντολή, οὐκ ἔστι, μαρτυρήσει ὁ τὴν ἡμετέραν φύσιν εἰς ἀπαρχὴν φυράματος ἀναλαβόμενος Λόγος Θεοῦ καὶ γενόμενος αὐτῇ τῇ σαρκὶ ἡμῶν ὑπόστασις, ἣν ἐκ τῶν ἁγνῶν αἱμάτων τῆς Θεοτόκου ἀνέλαβε καὶ ἐξ δεξιῶν τοῦ Πατρὸς αὐτοῦ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς ἐκάθισεν, οὕτως εἰπών· «Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, ἵνα πάντες ἓν ὦσι καθὼς σύ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι», καὶ πάλιν· «Καὶ ἐὰν πορευθῶ ἑτοιμάσαι ὑμῖν τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε.» Εἰ οὖν ἐν τῷ ἐπὶ γῆς παραδείσῳ ἐκείνῳ, ἐν ᾧ γέγονεν ἡ παράβασις, καθὼς ἐπέστειλας, ἐστὶν ὁ Χριστὸς ἔτι μετὰ τοῦ λῃστοῦ διὰ τὸ εἰπεῖν πρὸς αὐτὸν τηνικαῦτα· «Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ», τίς ἡ χρεία εἰπεῖν αὐτὸν πρὸς ἡμᾶς τοὺς πιστεύοντας εἰς αὐτόν, «καὶ ἐὰν πορευθῶ ἑτοιμάσαι ὑμῖν τόπον», ἡτοιμασμένου ὄντος ἀπὸ καταβολῆς κόσμου τοῦ παραδείσου;

Ἄρα δὲ ψεύδεται κατὰ σὲ καὶ ἡ θεία Γραφὴ λέγουσα ἐν τοῖς οὐρανοῖς ἀναληφθῆναι αὐτόν· φησὶ γάρ· «Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.» Ναὶ δὴ καὶ Πέτρος ὁ κορυφαῖος οὕτω λέγων· «Ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων·» «Οὕτω γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ.»

Ἀλλὰ καὶ Παῦλος ὁ θεῖος οὕτω διδάσκων τὴν Ἐκκλησίαν Χριστοῦ· «Ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ», καὶ μετ’ ὀλίγα· «Κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου», καὶ πάλιν· «Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος, τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ γῆς· ἀπεθάνετε γὰρ καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ», καὶ αὖθις· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι’ ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς», καὶ πάλιν· «Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας», καὶ μετ’ ὀλίγα· «Ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν ὁ Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα», καὶ πάλιν· «Τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς», καὶ αὖθις· «Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν», καὶ πάλιν· «Οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ.»

Εἰ δὲ οὗτοι ἀληθεύουσιν, ὥσπερ οὖν καὶ ἀληθεύουσι, μαρτυροῦντες ἀνελθεῖν εἰς οὐρανοὺς τὸν Χριστὸν καὶ ἐν δεξιᾷ καθέζεσθαι τοῦτον τοῦ Θεοῦ καὶ Πατρός, ἀνάγκη σε καὶ τοὺς εἰς τὸν παράδεισον ἔτι λέγοντας εἶναι τὸν Χριστὸν μετὰ λῃστοῦ ψεύδεσθαι. Οὐδαμοῦ γάρ, ὡς ὁρᾷς, ἡ θεία Γραφὴ ἐμνημόνευσεν εἰσελθεῖν τὸν Χριστὸν ἐν τῷ αἰσθητῷ παραδείσῳ. Τί δὲ καὶ τὸ τοῦ Δαμασκηνοῦ φέρεις, εἰς συνηγορίαν τῆς σῆς ὑπολήψεως, «ἐν τάφῳ, λέγοντος, σωματικῶς, ἐν ᾅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν παραδείσῳ δὲ μετὰ λῃστοῦ»; Εἰ γὰρ καὶ λέγει ἐν τούτοις πᾶσι γενέσθαι τὸν Χριστόν, ἀλλὰ τῇ θεότητι μόνῃ ὡς πάντα πληροῦντα, τῷ δὲ ἡμετέρῳ φυράματι τῆς σαρκός, αὐτὸς ὑπόστασις ὅλος γεγονώς, ἀνῆλθεν εἰς οὐρανοὺς καὶ ὁδὸν ἡμῖν ἐνεκαίνισεν εἰς αὐτούς, ἵνα κατὰ τὸ θεῖον τούτου ἐπάγγελμα, ὅπου ἐστὶν αὐτός, καὶ ἡμεῖς ὦμεν. Ἔφη γάρ. «Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οἴδατε καὶ τὴν ὁδὸν οἴδατε, ἵνα, ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε».