Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Ἐπιστολαί

Νικήτας Στηθᾶτος

Ο επουράνιος παράδεισος και η εσχατολογική κατάσταση των ψυχών

Ερμηνεία της αρπαγής του αποστόλου Παύλου στον τρίτο ουρανό και έλεγχος των πεπλανημένων απόψεων σχετικά με την παρουσία του Χριστού και την κατάσταση των ψυχών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 6 από 8

Τὸ δὲ καὶ τὸν θεῖον εἰπεῖν ἐν θεολογίᾳ βεβοημένον Γρηγόριον, ὡς ἐπέστειλας, περὶ τοῦ μεγάλου πατρὸς ἡμῶν Βασιλείου· «Καὶ τὴν φλογίνην ῥομφαίαν διελθών, εὖ οἶδ’ ὅτι τοῦ παραδείσου τετύχηκε», τὸν εἰς ὃν ὁ Παῦλος ἁρπαγεὶς καὶ εἰσελθὼν ἤκουσεν ἄρρητα ῥήματα ἐμφαίνει παράδεισον, ὃν σὺ κατὰ τὸ γράμμα νοῶν τὴν θείαν Γραφὴν οὐ νενόηκας. Ἀλλὰ σκόπει μοι καὶ περὶ τούτου τὸν Παῦλον οὕτω διηγούμενον Κορινθίοις· «Οἶδα, φησίν, ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων—εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν— ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον—εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν—ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι». Τούτου οὖν, γνῶθι, τοῦ παραδείσου τετύχηκεν ὁ μέγας Βασίλειος, εἰς ὃν ἁρπαγεὶς ὁ Παῦλος ἤκουσεν, ἅπερ ἤκουσεν. Ὁ δέ ἐστιν ὑπεράνω τοῦ οὐρανοῦ τῶν οὐρανῶν, ἔνθα κάθηται ὁ Υἱός, τὴν ἡμετέραν φύσιν ἐν τῇ ἑαυτοῦ ὑποστησάμενος ὑποστάσει, ἐν δεξιᾷ τοῦ Πατρός.

Ὅτι δὲ περὶ τούτου καὶ οὐ περὶ τοῦ ἐπιγείου ὁ λόγος τῷ Παύλῳ, δι’ ὧν ἐπάγει, ἐπιβεβαιοῖ τὸν λόγον αὐτὸς ἑαυτοῦ. Μετὰ γὰρ τὸ εἰπεῖν, «οἶδα ἄνθρωπον ἕως τρίτου ἁρπαγέντα οὐρανοῦ», ἐπήγαγεν οὕτως εἰπών· «Καὶ οἶδα τὸν τοιοῦτον ὅτι ἡρπάγη εἰς τὸν παράδεισον». Εἰ γὰρ περὶ τοῦ ἐπὶ γῆς ἦν παραδείσου ὁ λόγος αὐτοῦ, εἶπεν ἄν· «Καὶ οἶδα τὸν τοιοῦτον ὅτι κατῆλθεν ἐκεῖθεν εἰς τὸν παράδεισον», καὶ ἀνακόλουθον οὐκ ἄν ποτε τὴν ἐπαγωγὴν ἐποιήσατο.

Ἐπεὶ δὲ μετὰ τὴν εἰς τὸν τρίτον οὐρανὸν ἁρπαγὴν αὐτοῦ ἐπάγει λέγων· «Καὶ οἶδα τὸν τοιοῦτον ὅτι ἡρπάγη εἰς τὸν παράδεισον», ἔδειξεν ὅτι καὶ αὐτὸν τὸν τρίτον οὐρανὸν διελθὼν εἰς ὕψος ἔτι μέγα ἡρπάγη, ἐν ᾧ ἐστιν αὐτὸς ὁ Θεὸς ἐπὶ θρόνου τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς καθήμενος, ὡς τῷ μεγέθει τῆς ἀρετῆς διελάσας καὶ αὐτῶν εἰπεῖν τῶν Χερουβὶμ τὴν ἀξίαν, καὶ παρέστη τῷ θρόνῳ τῆς ἁγίας καὶ ἀκαταλήπτου Τριάδος, ἔνθα πρόδρομος ὑπὲρ ἡμῶν ἀνῆλθε Χριστὸς εἰς θυσίαν ἑαυτὸν ἀνενέγκας καὶ ἔνθα τὸ νοερὸν καὶ θεῖον καὶ ὑπερουράνιον τοῦ Θεοῦ ὑπάρχει θυσιαστήριον.

Οὗτός ἐστιν ὁ παράδεισος, ὦ Γρηγόριε, εἰς ὃν ὁ Παῦλος ἡρπάγη καὶ ὁ μέγας μετὰ τῶν λοιπῶν ἁγίων εἰσῆλθε Βασίλειος, καὶ εἰς ὃν εἴσοδον ἤνοιξε τοῖς ἁγίοις πᾶσιν αὐτοῦ ὁ Χριστός, καθὰ τὴν αὐτοῦ Ἐκκλησίαν ὁ θεῖος Παῦλος οὕτω λέγων διδάσκει. «Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ, καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως», καὶ μετ’ ὀλίγα· «Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ σκότῳ καὶ θυέλλῃ καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον», καὶ μεθ’ ἕτερα· «Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων καὶ κριτῇ Θεῷ πάντων καὶ πνεύμασι δικαίων τετελειωμένων καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ.» Οὗτός ἐστιν ὁ παράδεισος, ἡ νέα ἐν οὐρανοῖς Ἱερουσαλήμ, εἰς ὃν καὶ τὴν φλογίνην οἶδα ῥομφαίαν ἵστασθαι, τὴν εἰς αὐτὸν εἴσοδον τοῖς μὲν ἁγίοις στρεφομένην καὶ συγχωροῦσαν, τοῖς δ’ ἀναξίοις φοβερῶς ἀποκλείουσαν.

Καὶ αὕτη μὲν περὶ τοῦ θείου παραδείσου, οὗ νῦν πολλὴν χρείαν ἔχομεν οἱ πιστοί, πάντων ἁγίων ἡ δόξα καὶ ἡ βεβαία ἐλπίς, δι’ ἣν οἱ ἀπόστολοι εἰς μαστίγας καὶ κινδύνους ἐξέδωκαν ἑαυτούς, οἱ μάρτυρες εἰς κολάσεις πικρὰς καὶ ἐξαισίους θανάτους, οἱ ὅσιοι καὶ δίκαιοι πάντες τοὺς ἱδρῶτας ἑαυτῶν ἐν τοῖς πόνοις τῶν ἀρετῶν ἐκένωσαν, ὡς δὲ καὶ τὰ αἵματα, τὸ βάρος τῆς νυκτὸς καὶ τὸν καύσωνα τῆς ἡμέρας βαστάσαντες. Ὃν καὶ αὐτὸς τηνικαῦτα πιστεύσεις εἶναι, ὁπότε, τὸ γεῶδες καὶ χοϊκὸν ἀπεκδυσάμενος φρόνημα, τὴν καταστολὴν τοῦ ἁγίου Πνεύματος ἐν θείῳ ἐπενδύσῃ φρονήματι.

Εἰρήνη σοι.

Τῷ αὐτῷ. Τὸ τρίτον τῶν δύο σου προβλημάτων πολὺ χαλεπώτερον. Ἔφης γάρ· «Ἐγὼ νῦν οἶμαι τὰς ἁγίας ψυχὰς ἐν τῷ παραδείσῳ συναθροίζεσθαι καὶ μένειν τῆς τοῦ Θεοῦ δόξης ἀπολαυούσας γυμνότερον καὶ σὺν Χριστῷ καθαρώτερον οὔσας, καθάπερ κἀκεῖνος τῷ λῃστῇ ἔφησε· «Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ», τὴν δὲ τῆς σὺν αὐτῷ ἐν οὐρανοῖς βασιλείας τελείωσιν ἐν τῷ αἰῶνι αὐταῖς· δοθήσεσθαι τῷ μέλλοντι.» Ταῦτα τὰ ἐν τῇ ἐπιστολῇ σου, σοφώτατε, ἐμφερόμενα.

Ἐγὼ δὲ λήθης βυθοῖς ἐβουλήθην καλύψαι αὐτά· ἀλλ’ ἵνα μὴ δόξῃς ἔχειν τὸ φρόνημα περὶ τούτων ὀρθῶς, ἐμοῦ σιωπήσαντος καὶ οἷον τῇ σιωπῇ δοκοῦντος κατανεύειν, ἐφ’ οἷς πρὸ βραχέος ἐπέστειλας, τούτου χάριν κατὰ μίαν πρότασιν τῆς σῆς ἐπιστολῆς τὴν γραφίδα κινῶ, γνωρίσαι σοι βουλόμενος τὰς ἀτοπίας αὐτῶν. Ἀλλὰ σύνες ἐντεῦθεν, εἰ βούλει.

Εἰ ὁ Χριστὸς ἔτι, κατὰ σέ, καὶ τῶν δικαίων αἱ ψυχαὶ μετ’ αὐτοῦ ἐν τῷ παραδείσῳ εἰσὶν ἀπολαύουσαι τῆς τοῦ Θεοῦ καθαρώτερον δόξης, ἡ δὲ θεία Γραφὴ μαρτυρεῖ, ὡς ἀπεδείξαμεν ἐν τῇ πρὸ ταύτης ἐπιστολῇ, ὅτι ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρὸς κάθηται ὁ Υἱὸς καὶ Λόγος αὐτοῦ, τὴν ἡμετέραν φύσιν ἀναλαβόμενος, ἄρα ἄλλος ἐστὶν ὁ ἐν τῷ παραδείσῳ συνὼν ταῖς ψυχαῖς τῶν ἁγίων Χριστὸς καὶ ἕτερος ὁ ἐκ δεξιῶν καθήμενος Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς ἐν τοῖς οὐρανοῖς. Καὶ οὕτω τὸ τοῦ δυσσεβοῦς ἔσται Νεστορίου δόγμα βέβαιον, οὕτω κἀκείνου δυσσεβῶς δογματίσαντος ἄλλον τὸν Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ εἶναι καὶ ἕτερον τὸν ἐκ τῆς Παρθένου Μαρίας γεννηθέντα Χριστόν, δι’ ἣν αἰτίαν καὶ Χριστοτόκον ὁ δύστηνος ἀλλ’ οὐ Θεοτόκον ταύτην ὠνόμασεν. Ὁρᾷς εἰς ὅσας καὶ οἵας βλασφημίας τὰ τῆς ἐπιστολῆς σου ἐκτρέπονται.

Εἰ δὲ καὶ οὔπω Χριστὸς ἐβασίλευσεν, ἔτι ὤν, ὡς σὺ διαμαρτύρῃ, ἐν τῷ παραδείσῳ, μέλλει δὲ βασιλεύειν ἐν τῷ αἰῶνι τῷ μέλλοντι, ὅτε, ὡς ἐπέστειλας, καὶ αἱ ψυχαὶ τῶν δικαίων τούτῳ συμβασιλεύσουσι, ψεύδεται λέγων ὁ Δαβίδ· «Ὁ Θεὸς ἐβασίλευσεν ἐπὶ τὰ ἔθνη», καὶ πάλιν· «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ» οὐ μόνον δὲ ὁ Δαβίδ, ἀλλὰ καὶ πᾶσα ἡ θεία Γραφή. Σὺ δὲ ὡς ἄλλος ἔσῃ διδάσκαλος νῦν ἡμῖν διατρανῶν τοῖς σοῖς μαθηταῖς ἐκδηλότερον τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν ἢ ὡς οἱ προλαβόντες τῆς Ἐκκλησίας διδάσκαλοι, ὑπερνικῶν τῇ θείᾳ σοφίᾳ ἐκείνους καὶ τῇ γνώσει τῶν ὄντων.