Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Ἐπιστολαί

Νικήτας Στηθᾶτος

Εισαγωγή και ανάλυση της αγγελικής ιεραρχίας

Εισαγωγική επιστολή προς τον Νικήτα Χαρτοφύλακα και θεολογική ανάλυση της συμμετοχής των αγγέλων στον θείο φωτισμό σύμφωνα με τον Διονύσιο Αρεοπαγίτη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 1 από 8

[ΕΠΙΣΤΟΛΑΙ] Νικήτᾳ χαρτοφύλακι καὶ συγκέλλῳ τῆς Κορωνίδος Νικήτας εὐτελὴς μοναχὸς καὶ πρεσβύτερος μονῆς τῶν Στουδίου ὁ καὶ Στηθᾶτος. Προσέκοψέ τις τῶν σοφῶν τῷ περὶ ψυχῆς καὶ παραδείσου μοι λόγῳ, πρὸς ὃν ἐπιστείλας τάς τε προτάσεις αὐτοῦ καὶ τὰ ζητήματα, τὰς μέν, ἀγνωσίας καὶ ἀτοπίας οὔσας ἐσχάτης, ὡς εἰκός, ἀνεσκεύασα· τὰ δέ, ἀμφιβόλου διανοίας ὑπάρχοντα, λέλυκά τε καὶ τῶν οἰκείων μέτρων μὴ ἐπιλανθάνεσθαι, ἀλλ’ ἐπιγνώμονα εἶναι παρῄνεσα, ὡς ἂν μὴ ἀπὸ τῆς τῶν τοιούτων λήθης ὑπὲρ τὰ ἐσκαμμένα πηδᾷ.

Δεῖν οὖν ἔγνων τὰς πρὸς τὸν τοιοῦτον ἐπιστολὰς πέμψαι σοι, ἐπεὶ τῶν ῥηθέντων λόγων ποιῇ τὴν ἀνάγνωσιν, ἵν’ εἰδῇς καὶ αὐτόθεν τὴν τῶν λόγων πυκνότητα καὶ ἀκρίβειαν, ὅπως τε σῶοι τῇ σοφίᾳ τοῦ Λόγου εἰσὶ καὶ ὅπως τῇ γνώσει, ὡς οἶμαι, τοῦ Λόγου ἐν οὐδενὶ λείπονται, καὶ γράψῃς τοῖς σοῖς ἡμῖν, ὡς ἐκ περιωπῆς ὑψηλῆς, τὴν σὴν περὶ τούτων γνώμην, ὅπως βεβαιοτέραν ἔχωμεν οἱ ἀγαπῶντές σε τὴν ἐν τοῖς λόγοις ὑπόληψιν.

Εἰρήνη σοι τῷ εὐλογημένῳ δεσπότῃ μου.

Νικήτᾳ χαρτοφυλάκι καὶ συγκέλλῳ τῆς Κορωνίδος Νικήτας μονάζων καὶ πρεσβύτερος μονῆς τῶν Στουδίου ὁ καὶ Στηθᾶτος (in marg. Ἀντίγραφος). Ἀεί μοι τὰ σὰ πάντα φίλα, δέσποτε φίλε, καὶ ἐκθύμως κατασπαζόμενα, ἐκ φίλης γὰρ ὅτι ταῦτα μάλιστα καὶ ἀφθόνου ψυχῆς ἀθόλωτον φερούσης τὴν ἀγάπην ἡμῖν τοῖς ἐκθύμως φιλοῦσί σε. Διὸ καὶ τὰ ἐν τοῖς λόγοις ζητηθέντα μετὰ τοῦ λόγου καὶ σκοπηθέντα καλῶς δεξάμενος, δεῖν ἔγνων ἀπολογήσασθαι ὑπὲρ ὧν ἐζήτησας μαθεῖν ὁ φίλος ἐμὸς καὶ δεσπότης μου.

Μαθεῖν ἐρωτᾷς πῶς τοῦ φωτισμοῦ μετέχειν τοὺς ἀγγέλους καὶ τῆς χάριτος κατ’ ἀναλογίαν καὶ τῆς τάξεως εἴπομεν, τοῦ θεολόγου πατρὸς Γρηγορίου περὶ αὐτῶν ἀμφιβάλλοντος; Ὡς ἐκ τῶν ἐποπτευσάντων τὰς τάξεις καὶ τὰς δυνάμεις καὶ τὰς ἐλλάμψεις αὐτῶν ἐμάθομεν ἀκριβῶς, οἷς καὶ χρὴ πάντως ἡμᾶς ἀρχαιοτέροις οὖσι καὶ ὑπηρέταις Χριστοῦ προστεθήσεσθαι ἢ τῷ θείῳ πατρὶ Γρηγορίῳ. Τίνες δέ εἰσιν οὗτοι; Παῦλος ὁ εἰς τρίτον οὐρανὸν ἀναβὰς καὶ κατοπτεύσας τὰ ἐκεῖσε πάντα θεάματα καὶ ἀκούσας ἄρρητα ῥήματα, καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης καὶ αὐτοῦ μαθητής, ᾧ καὶ Παῦλος, ἅ τε εἶδε καὶ ἃ ἤκουσεν ἄρρητα μυσταγωγῶν ἀποκαλύψας, γράψαι παρεκελεύσατο, ὡς ἐκεῖνος πρὸς Τιμόθεον γράφων ἐμφαίνει. Τί δέ φησι Διονύσιος περὶ ἀγγέλων καὶ τῆς τάξεως καὶ τοῦ φωτισμοῦ αὐτῶν; Ἐντεῦθεν συνετῶς πρόσεχε.

Ἐν μὲν γὰρ τῷ δ’ κεφαλαίῳ, ἐν ᾧ γέγραπται. «Τί σημαίνει ἡ τῶν ἀγγέλων ἐπωνυμία», φησὶν οὕτως· «Ἀλλὰ κἀν τοῖς ὁμοταγέσιν οὗτος ὁ θεσμὸς ὥρισται παρὰ τῆς πάντων ὑπερουσίου ταξιαρχίας, τὸ καθ’ ἑκάστην ἱεραρχίαν πρώτας καὶ μέσας καὶ τελευταίας εἶναι τάξεις τε καὶ δυνάμεις, καὶ τῶν ἡττόνων εἶναι τοὺς θειοτέρους μύστας καὶ χειραγωγοὺς ἐπὶ τὴν θείαν προσαγωγὴν καὶ ἔλλαμψιν καὶ κοινωνίαν.» Ἐν δὲ τῷ ιʹ κεφαλαίῳ, ἐν ᾧ ποιεῖται τὴν ἐπανάληψιν τῆς ἀγγελικῆς εὐταξίας· «Τοσοῦτον γάρ, φησίν, ἡ πάντων ὑπερούσιος ἁρμονία τῆς ἑκάστου τῶν λογικῶν τε καὶ νοερῶν ἱερᾶς εὐκοσμίας καὶ τεταγμένης ἀγωγῆς προενόησεν, ὅτι καὶ αὐτῇ τῶν ἱεραρχιῶν ἑκάστῃ τάξεις ἱεροπρεπεῖς ἔθετο· καὶ πᾶσαν ἱεραρχίαν ὁρῶμεν εἰς πρώτας καὶ μέσας καὶ τελευταίας δυνάμεις διῃρημένην.

Ἀλλὰ καὶ αὐτὴν ἑκάστην ἰδικῶς εἰπεῖν διακόσμησιν ταῖς αὐταῖς ἐνθέοις ἁρμονίαις διέκρινε. Διὸ καὶ αὐτοὺς τοὺς θειοτάτους Σεραφὶμ οἱ θεολόγοι φασὶν ἕτερον πρὸς τὸν ἕτερον κεκραγέναι, σαφῶς ἐν τούτῳ, καθάπερ οἶμαι, δηλοῦντες, ὅτι τῶν θεολογικῶν γνώσεων οἱ πρῶτοι τοῖς δευτέροις μεταδιδόασι.

Προσθείην δ’ ἂν καὶ τοῦτο οὐκ ἀπεικότως, ὅτι καὶ καθ’ αὑτὸν ἕκαστος οὐράνιός τε καὶ ἀνθρώπινος νοῦς ἰδικὰς ἔχει καὶ πρώτας καὶ μέσας καὶ τελευταίας τάξεις τε καὶ δυνάμεις πρὸς τὰς εἰρημένας τῶν καθ’ ἕκαστον ἱεραρχικῶν ἐλλάμψεων οἰκείας ἀναγωγὰς ἀναλόγως ἐκφαινομένας, καθ’ ἃς ἕκαστος ἐν μετουσίᾳ γίνεται κατὰ τὸ αὐτῷ θεμιτόν τε καὶ ἐφικτὸν τῆς ὑπεραγνοτάτης καθάρσεως, τοῦ ὑπερπλήρους φωτός, τῆς προτελείου τελειώσεως. Ἔστι γὰρ οὐδὲν αὐτοτελὲς ἢ ἀπροσδεὲς καθόλου τελειότητος, εἰ μὴ τὸ ὄντως αὐτοτελὲς καὶ προτέλειον».

Τοῖς ὑπηρέταις οὖν τοῦ Λόγου οὐδαμῶς ἀμφιβάλλουσιν, ὡς ὁρᾷς, περὶ τούτων, προστεθησόμεθα, οὐχ ὡς τοῦ θείου καταφρονοῦντες πατρὸς Γρηγορίου—ἄπαγε, μὴ οὕτω φρενῶν σχοίημεν! —, ἀλλ’ ὡς τὰ πρεσβεῖα φέρουσι τῆς θεολογίας ἐκείνοις καὶ τῷ Λόγῳ μαθητευθεῖσι Θεοῦ καὶ μυσταγωγηθεῖσι τρανότερον ἐξ αὐτοῦ τὰ θεῖά τε καὶ ἀνθρώπινα.