Ἔργον
Νικήτας Στηθᾶτος – Ἐπιστολαί
Πνευματική ερμηνεία της λατρείας και της Αγίας Γραφής
Πνευματική προσέγγιση των λειτουργικών παραγγελμάτων, αναζήτηση του βαθυτέρου νοήματος των αγιογραφικών χωρίων και κατακλείδα της επιστολής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Πνευματική ερμηνεία της λατρείας και της Αγίας Γραφής
Πνευματική προσέγγιση των λειτουργικών παραγγελμάτων, αναζήτηση του βαθυτέρου νοήματος των αγιογραφικών χωρίων και κατακλείδα της επιστολής.
Ὅτι δὲ κυρίως κατὰ τὸν καιρὸν τῆς ἀναιμάκτου θυσίας ὁ λόγος τοὺς ὑποδιακόνους προτρέπεται τὸ ταῖς θύραις παρίστασθαι τοῦ ναοῦ καὶ εἴργειν, ὡς εἴρηται, τῆς εἰσόδου τοὺς ἀπίστους καὶ κατηχουμένους, λέγων «τὰς θύρας, τὰς θύρας, πρόσχωμεν», οὐ μόνον δέ, ἀλλὰ καὶ τοὺς πιστοὺς ἅπαντας τὸ τὰς θύρας τῶν αἰσθήσεων ἀποκλείειν ἀπὸ τῆς ἔξωθεν περιπλανήσεως καὶ μὴ ἀδεῶς κατανοεῖν εἰς τὰ φρικτῶς παρὰ τῶν ἱερέων τελούμενα ἐν τῷ βήματι, οἶδα κἀγώ. Ἀλλ’ οὐκ ἐν τούτοις μόνον τὸ λόγιον ἵσταται τοῦτο, ὥσπερ οὐδὲ τὸ «εὐχαριστήσωμεν τῷ Κυρίῳ»· οὐδὲ γὰρ διὰ μόνην τὴν ὑπὲρ ἡμῶν ἀναφερομένην θυσίαν εὐχαριστεῖν ὀφείλομεν τῷ Κυρίῳ, ἀλλὰ καὶ διὰ πᾶσαν τὴν εἰς ἡμᾶς τοῦ Θεοῦ ἄφατον εὐσπλαγχνίαν καὶ ἀγαθότητα καὶ ὑπὲρ τῶν ἄλλως παρὰ τῆς Προνοίας οἰκονομουμένων εἰς τὸν βίον ἡμῶν δεξιῶν τε καὶ ἀριστερῶν, ἢ καὶ ὑπὲρ τῶν λεγομένων, ἢ καὶ πραττομένων παρ’ ἡμῶν, ἐπιτροπὴν ἔχομεν παρὰ τοῦ ἀποστόλου εὐχαριστεῖν ἐν πάσῃ τῇ ζωῇ ἡμῶν, οὕτω λέγοντος· «Καὶ πᾶν ὅ, τι ἂν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ Χριστοῦ, εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ δι’ αὐτοῦ», καὶ πάλιν· «Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ εἰς ὑμᾶς».
Εἰ γὰρ ἐκεῖ μέν, τελουμένης τῆς ἁγίας ἀναφορᾶς, τὰς αἰσθήσεις ἡμῶν οἷα δὴ ἀποκλείομεν θύρας τῆς τε τῶν φρικτῶν καὶ ἁγίων κατανοήσεως καὶ ἀπὸ πάσης τῆς ἔξωθεν περιπλανήσεως τοῦ νοός, ὡς μὴ διὰ τῶν τοιούτων θυρίδων πάροδον διδόναι ξένον τι τῆς. εὐσεβείας εἰσδῦναι καὶ καθαρότητος εἰς τὰς καρδίας ἡμῶν, μετὰ δὲ ταῦτα ἀνέτους καὶ πεπετασμένας ἐῶμεν αὐτάς, εἴσοδον διδόντες παντὶ θηρίῳ, ἑρπετῷ τε ἀκαθάρτῳ καὶ ἰοβόλῳ, κτήνεσί τε καὶ πετεινοῖς τῶν παθῶν εἰς τὸ ἐντὸς ἡμῶν θυσιαστήριον τοῦ Θεοῦ τῆς νοερᾶς ἐργασίας, τί διενηνόχαμεν ἵππων καὶ ἡμιόνων δεδεμένων ἐν φάτνῃ πρὸς γνῶσιν αὐτῆς τε καὶ τῶν ἐν αὐτῇ χορτασμάτων; Ἐκεῖνα γάρ, ἕως μὲν ὑπὸ φάτνην δεσμοῦνται, ἡσυχάζειν δοκοῦσι μόνων τῶν ἰδίων ἐμφορούμενα χορτασμάτων· ἐπὰν δὲ λυθῶσιν αὐτῆς τὰ δεσμὰ τυραννήσαντα κροαίνουσί τε κατὰ πεδίων καὶ πόαις καὶ ποταμοῖς ὡραΐζονται καὶ ἀκρατῶς εἰς ὀχείας ὁρμῶσι, μὴ δυνάμενα τὴν ἐν τῇ φάτνῃ τηρεῖν ἡσυχίαν.
Ἀλλὰ μάθε μοι τρόπους ψυχῶν ἐρευνᾶν καὶ μὴ σωμάτων μορφάς, τῆς θείας Γραφῆς ἀεί τε τῆς διανοίας καὶ μὴ τοῦ ῥητοῦ τῶν λόγων ἀντέχεσθαι, ὡς αὐτοῖς τε τοῖς ἀποστόλοις καὶ τοῖς πατράσι δοκεῖ, ἀλλὰ μὴν καὶ τοῖς ἔξωθεν, ἐπεί, ὡς ἄνωθεν ἔφθημεν εἰπόντες, πίπτειν ἐθίσεις σαὐτὸν καὶ ἀεὶ ἐξαμαρτάνειν τῆς ἀληθείας. Εἰ δὲ τοῦ γράμματος διηνεκῶς ἔχεσθαι καὶ αὐτὸς κατὰ τοὺς Ἰουδαίους βούλει, πῶς, εἰπέ μοι, κατὰ τὸ ῥητὸν ταύτας δὴ τὰς τοῦ Κυρίου ἀποφάσεις ἐκλάβοις; Φησὶ γάρ· «Ἐὰν ὁ δεξιός σου ὀφθαλμὸς σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν. Συμφέρει γὰρ μονόφθαλμον εἰσελθεῖν σε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ἢ δύο ἔχοντα ὀφθαλμοὺς εἰς τὴν γέενναν τοῦ πυρός.» «Καὶ ἐὰν ἡ δεξιά σου χεὶρ σκανδαλίζῃ σε, ἔκκοψον αὐτὴν» καὶ τὰ ἑξῆς. Μὴ οὐχὶ πάντες ἄνθρωποι διὰ τῶν τοιούτων τὰ σκάνδαλα εἰσδεχόμεθα εἰς ψυχήν, ἀφυλάκτως ὁρῶντες καὶ ὧν οὐ χρὴ ἀδεῶς ἐφαπτόμενοι;
Τί οὖν κατὰ τὸ ῥητόν; Ἆρα τεμοῦμεν καὶ ἐκκόψομεν αὐτὰ ἐξ ἡμῶν; Καὶ ποῖος τοῦτο πέπραχέ ποτε τῶν ἁγίων ἢ ἐδίδαξε γίνεσθαι; Οὕτω τοίνυν καλὸν τὰ τῆς θείας Γραφῆς μὴ κατὰ τὸ ῥητόν, ἀλλὰ κατὰ τὸν ἐγκείμενον ἐν τούτῳ νοῦν ἀνιχνεύοντας θεοπρεπῶς τε καὶ εὐσεβῶς νοεῖν καὶ μὴ ἀβασανίστως καὶ ἀγυμνάστως, ὡς εἰς σκανδάλου πέτραν, προσπταίειν αὐτοῖς τε τοῖς λόγοις τῶν θείων Γραφῶν καὶ τοῖς τῶν λαβόντων ῥῆμα δυνάμει πολλῇ Πνεύματος ἁγίου εἰς τὸ τὴν δικαιοσύνην τοῦ Θεοῦ καὶ τὸ κρῖμα τοῖς ἀνθρώποις εὐαγγελίζεσθαι.
Εἰρήνη σοι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.