Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Κατὰ ἁγιοκατηγόρων

Νικήτας Στηθᾶτος

Αναίρεση των θέσεων των αγιοκατηγόρων και τεκμηρίωση της διαχρονικής αγιότητας

Απόρριψη του ισχυρισμού ότι η αγιότητα είναι ανέφικτη στο παρόν. Προβάλλεται, βάσει αγιογραφικών μαρτυριών, η αδιάκοπη ενοίκηση του Θεού στους πιστούς και η συνεχής ενέργεια της Θείας Οικονομίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 2 από 3

Ταῦτα τῆς ἐμῆς εὐηθείας τὰ τραύματα· ταῦτα τῆς ἐμῆς ῥαθυμίας τὰ ἐπιτρίμματα· αὕτη τῆς ἐμῆς διανοίας ἡ ἀμορφία καὶ τὸ μὴ σχολὴν ἄγειν ποτὲ τῆς ἐπὶ τὰ ῥέοντα πλάνης ἐν ἐπισκοπῇ καὶ ἐπιμελείᾳ τοῦ κρείττονος. Ἀλλὰ τί μοι τὸ προοίμιον οὕτω προφητικαῖς καταπυκνούμενον χρήσεσι βούλεται; Ἐπειδή τινες, καὶ αὐτοὶ τῶν δοκούντων εἶναί τι, δόξαν ἀπᾴδουσαν τοῖς ἀποστολικοῖς δόγμασιν ἐν πολλαῖς ἀκοαῖς παρενείρουσι καὶ φασὶ μὴ δύνασθαι τινὰ τοῦ λοιποῦ πρὸς ὕψος ἀναδραμεῖν ἁγιότητος κατὰ τοὺς πάλαι ἁγίους ἐν τῇ παρούσῃ γενεᾷ τῶν ἀνθρώπων καὶ τὸ μὲν παρὰ Θεοῦ ἀγαθὸν πάλαι τὸ ἔξωθεν παθῶν καὶ τῆς κατ’ αἴσθησιν γενέσθαι ζωῆς καὶ τὸ νέον ἀγαθὸν κτήσασθαι σοφίαν τὴν ἀδίδακτον μὲν αἰσθήσει, νῷ δὲ εἰλικρινεστάτῳ καταλαμβανομένην, δι’ ἧς ἄρα ἡ ἀρίστη τῶν ἀποικιῶν βεβαιοῦται, μετανισταμένης τῆς ψυχῆς ἀπὸ ἀβεβαίου εἰκασίας ἐπὶ πάγιον κατάληψιν καὶ κυρίως εἰπεῖν ἀπὸ τοῦ γεγονότος πρὸς τὸ ἀγένητον καὶ ἀπὸ τοῦ κόσμου πρὸς τὸν ἴδιον πατέρα καὶ ποιητὴν τοῦ παντός.

Τὸ δὲ νῦν πρὸς ἡμῶν διωκόμενον, τὸ πάντων ἐν κακίᾳ κρατεῖν καὶ εἶναι ὑπερκειμένους ἁπάντων τῶν ἐν σοφίᾳ Θεοῦ, κἂν ζόφος ἀγνωσίας κατακαλύπτει ἡμᾶς· καὶ τὸ δὴ χεῖρον, μηδὲ ἀρετὴν τὴν ἀρετὴν ὀνομάζεσθαι, μηδὲ καλὸν τὸ καλὸν ἢ τὸν ἥλιον φῶς, δι’ ὧν οἰκειούμεθα τοῖς καλοῖς καὶ Θεῷ περιόντες καὶ τῶν ἐντεῦθεν ἀπαλλαττόμενοι, ἀλλ’ ἀφροσύνην ταῦτα καὶ ἔκστασιν καὶ παρακοπὴν λογισμοῦ. Διὰ γὰρ τοῦτο λαλήσω, φησί, ἵνα ἀναπαύσωμαι, ἀνοίξας τὰ χείλη· πλήρης γάρ εἰμι ῥημάτων καὶ ὠλέκει με τὸ πνεῦμα τῆς γαστρός, ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς. Ἄνθρωπον γὰρ καὶ αὐτὸς οὐ μὴ αἰσχυνθῶ, τοῦ δικαίου ἕνεκα, οὐδ’ οὐ μὴ βροτὸν ἐντραπῶ· οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον· εἰ δὲ μὴ καὶ ἐμὲ σῆτες ἔδονται. Εἴ γε ὁ Θεὸς καὶ Πατὴρ ἕως ἄρτι ἐργάζεται τὴν τῶν βροτῶν σωτηρίαν καὶ ὁ Υἱὸς τοῦτο βούλεται, δεξιᾷ χειρὶ τοὺς πεφιληκότας αὐτὸν ἀπὸ γῆς ἀνυψῶν, τίς ὁ λέγων μὴ ἀνέρχεσθαι εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, τὸν πονεῖν αἱρούμενον ὑπὲρ ἀρετῆς; Εἰ δὲ τοῦτο, πῶς οὐχὶ τέλος; Εἰ δὲ οὐ τοῦτο, τί βεβαπτίσμεθα; Τί τῶν ἁγίων ὡς ἅγιοι πρὸς τοῦ ἱερουργοῦντος καλούμενοι;

Τί δὲ Παῦλος γράφει, εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ, καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἀμώμους καὶ ἁγίους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ· προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ, εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ;

Τί δὲ τῆς οἰκονομίας τὸ φρικτὸν εἴργασαι μυστήριον οὐχ ἡγίασαι; Πιπτέτω φθόνος τοῖς καλοῖς ἀεὶ νεμεσῶν· πιπτέτω ζῆλος τοῦ παλαιοῦ ἀποστάτου καὶ δράκοντος τὰ νοσήματα. Καὶ ζῆλος ἴτω ἐξ αὐτῆς τοῦ καλοῦ καὶ οὐδὲν οὐδαμῶς ἐμποδὼν ἔσται τοῦ μὴ πάντας ἐξ ἴσου καθυποβληθῆναι, χαρὰ καὶ εἰρήνη τοῖς ἐκγόνοις τοῦ πνεύματος ἐπὶ ἀνδρὶ πιστοτάτῳ, ἄρτι μὲν κατευθυνουμένῳ πρὸς ἀρετὴν ἄρτι δὲ καὶ τελειουμένῳ. Καὶ ὡς ὁ Θεὸς ἦν καὶ ἔστι καὶ ἔσται, οὕτω καὶ αἱ δωρεαὶ καὶ τὰ χαρίσματα αὐτοῦ ἀμεταμέλητα ἔσται· μία γὰρ οὖσα ἡ πάλαι τε καὶ νῦν ἀεὶ ἐνεργουμένη μεγαλειότης αὐτοῦ. Εἰ γὰρ Χριστὸς Θεὸς καὶ Ἅγιος, καὶ οἱ τοῦτον φοροῦντες ἅγιοι· ἐν ἐκείνῃ γάρ, φησί, τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ Πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ καὶ ἐγὼ ἐν ὑμῖν. Ἔσομαι τοίνυν ἀψευδὴς εἰ τὴν εἰκόνα τηρήσας φυλάξω· φησὶ γάρ· οὐ περὶ τούτων ἐρωτῶ μόνον ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, ἵνα πάντες ἓν ὦσι, καθὼς σύ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι. Τίνος ἕνεκεν καὶ διατί; ὅτι ἐγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἓν ἐσμέν, ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν· καὶ πάλιν, πάτερ, οὓς δέδωκάς μοι θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσι μετ’ ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν, ἣν δέδωκάς μοι.