Ἔργον
Νικήτας Στηθᾶτος – Λόγοι
Εισαγωγικές επιστολές
Αφιερωματική επιστολή και λόγος περί πνευματικής αγάπης, μέσω των οποίων ο συγγραφέας παραδίδει τα έργα του προς θεολογική εξέταση.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εισαγωγικές επιστολές
Αφιερωματική επιστολή και λόγος περί πνευματικής αγάπης, μέσω των οποίων ο συγγραφέας παραδίδει τα έργα του προς θεολογική εξέταση.
ΠΕΡΙ ΨΥΧΗΣ Νικήτᾳ συγκέλλῳ καὶ Χαρτοφύλακι τῆς Κορωνίδος Νικήτας εὐτελὴς μοναχὸς καὶ πρεσβύτερος μονῆς τῶν Στουδίου ὁ καὶ Στηθᾶτος.
Τῶν θείων πραγμάτων ἀκριβῆ σε γινώσκων ἐξεταστήν, ὡς ὑπεράνω γεγονότα τῶν ὁρωμένων, καὶ τὰς ἀρχὰς καὶ κινήσεις τῶν παθῶν, ἔτι δὲ καὶ τὰ τέλη καὶ τὰς θεραπείας αὐτῶν εὖ εἰδότα, πέπομφά σοι, φίλε καὶ θεοτίμητε πάτερ, οὓς ἐσκεψάμην λόγους, τὸν περὶ ψυχῆς λέγω καὶ περὶ παραδείσου καὶ περὶ τῆς ἄνω καὶ κάτω ἱεραρχίας, ἵν’ ὡς λίθος λυδία δοκιμάσῃς αὐτοὺς καὶ γνῷς ἐντεῦθεν, ὅπως τούτων ἕκαστος ἔχει δυνάμεώς τε καὶ φύσεως, καὶ τοῖς φίλοις σου τέκνοις γνωρίσῃς ἡμῖν τῆς ἀτελοῦς διανοίας ἡμῶν τὰ ἁμαρτήματα, ὡς ἂν γνῶμεν, ὅσον τῆς ἀληθινῆς τῶν θείων καὶ ἀνθρωπίνων πραγμάτων ἐκπίπτουσι καταλήψεως, καὶ πρὸς τούτοις ὑπερεύξῃ θερμῶς ἡμῶν, οὕτω γνῶναι καλῶς ἑαυτοὺς ὡς οἱ λόγοι διδάσκουσι, καὶ πρὸς τὰ μένοντα ἰθύνειν τῆς ψυχῆς τὰς δυνάμεις, ὡς εὑρεθῆναι καὶ αὐτοὺς ἡμᾶς περὶ τὴν ἔξοδον ἐν τοιαύταις μελέταις τῆς νοερᾶς ἐργασίας, ἧς φίλον ὑπάρχει τὸ θεῖον Πνεῦμα, καθαῖρον τοῦ γεώδους τὸν νοῦν καὶ ἓν μετ’ αὐτοῦ γινόμενον πνεῦμα, καὶ τὴν σκηνὴν καταλύσαντας ἐν τῇ ὁράσει τούτων γενέσθαι καὶ ἐπιγνώσει τρανότερον, ὅτε τὸ τέλειον ἕξει χώραν, τοῦ ἐκ μέρους καταργουμένου, καὶ ὁ Θεὸς ὀφθήσεται τοῖς ὡς ἐνὸν ὁρῶσιν ἐν τῷ φωτὶ τὸ φῶς νῦν τῶν αὐτοῦ χαρισμάτων, λάμπον ἐν τῇ σκοτίᾳ καὶ μὴ καταλαμβανόμενον ὑπ’ αὐτῆς.
Εἰρήνη σοι τῷ εὐλογημένῳ δεσπότῃ μου.
Ὁ αὐτός. Τῷ φίλῳ πλησίον. Πῶς καὶ τίνα τρόπον, ὦ φίλε καλέ, τὴν εἰς τὸν πλησίον ἀγάπην ἐπιδειξόμεθα; Πράγματι ἆρα ἢ ἐπινοίᾳ καὶ λόγῳ; Πράγματι πάντως ἄν, ἐπεὶ καὶ τὰ τοῦ λόγου δυνάμει τούτῳ ἐφέπονται. Πῶς δὲ τοῦτο ἔσται; Εἰ ὡς τὰ ἑαυτῶν τὰ ἐκείνου οἰκειούμεθά τε καὶ ἀσπαζόμεθα. Ἀσπαζόμεθα δέ, ἐὰν τὰ εἰς ἀεὶ μένοντα ἑαυτοῖς τε κἀκείνῳ περιποιούμεθα.
Τί δὲ τῶν ἄλλων οὕτως ἁπάντων μένει πᾶσιν ἡμῖν ἄρρευστον ὡς ψυχῆς ἀθανασία τε καὶ ὠφέλεια καὶ γνῶσις θείων καὶ ἀνθρωπίνων πραγμάτων, εἰπεῖν δὲ καὶ τῶν ὄντων αὐτῶν ᾗ ὄντα ἐστί, δι’ ἧς ἑνούμεθά τε τῷ ἀθανάτῳ καὶ μεθ’ ἧς τῶν ἀγαθῶν ἐκείνου κατὰ τὸ τῆς καθάρσεως μέτρον ἐπαπολαύομεν;
Εἰ δὲ τὸ τῆς ἀγάπης τέλειον πρὸς Θεόν τε καὶ τὸν πλησίον ἐν τούτοις καὶ τῷ τρόπῳ τούτῳ χαρακτηρίζεται, γνῶθί με, φίλε, φιλοῦντά σε τὴν φιλίαν τοῦ Πνεύματος καὶ τὰ σὰ οἰκειούμενον ἐν τῷ δεξιοῦσθαί σε λόγοις ἤδη φίλοις καὶ ἀθανάτοις ψυχῆς τε καὶ παραδείσου καὶ παρατιθέναι σοι οὐρανίην τράπεζαν ἀθανασίας ἐν ἐδέσμασιν ἀκηράτοις εἰς πανδαισίαν ἄφθονόν τε καὶ ἄρρευστον. Οὓς γὰρ ἐπόνησα λόγους ἐγὼ περὶ ψυχῆς τε καὶ παραδείσου καὶ περὶ τῆς ἄνω καὶ κάτω ἱεραρχίας—καὶ τοῖς πλησίον φίλοις οἷα δὴ δαιτυμόσι τράπεζαν ἀρρεύστων βρωμάτων ἥπλωσα καὶ φύτων ἀθανάτων πεδίον ἐφύτευσα εἰς ψυχαγωγίαν καὶ μετουσίαν, ὧν ἀπέλαυσάν τε οἱ τὰ τοιαῦτα πεινῶντες καὶ ἀεὶ ἀπολαύουσι, —τούτους δὴ καὶ σοί, τῷ τὰ πάντα οἰκείῳ, βασιλικωτάτην ὥσπερ καὶ βρίθουσαν τοῖς ἐδέσμασι τήμερον, ὡς ὁρᾷς, προτίθημι τράπεζαν.
Ἔδοξα καὶ γὰρ ἀδικεῖν σε τὴν μεγίστην ἀδικίαν, εἰ μὴ καί σοι τῷ φίλῳ πλησίον εἰς εὐωχίαν ταύτην ἐφήπλωσα. Ἀλλ’ ἐμφορήθητι πλουσίως διὰ πασῶν τῶν αἰσθήσεων. Ἔχεις καὶ γὰρ ἐκ τῆς τραπέζης τῶν τῆς ψυχῆς λόγων νοημάτων θείων ποικίλα καὶ θεῖα ἐδέσματα, ἡτοιμασμένα σοι διὰ πυρός, δηλαδὴ ἔκ τε τῶν ἐν ἀέρι καὶ ὕδατι νηχομένων ζώων καὶ τῶν ἐν γῇ πεζῶν, τῶν τὰς σωτηρίους νομὰς ἐνδιαίτημα ποιουμένων. Τράφηθι δαψιλῶς ἐκ τούτων, εἰ βούλει, —βούλει καὶ γάρ, ὁ ἐκ τεσσάρων συντεθειμένος εἰς ἕν—καὶ τὴν τετρακτὺν τῶν γενικῶν ἀρετῶν, καθὰ δὴ στοιχεῖα ψυχῆς, ἐπιρρώσας ἀγάθυνον.
Ἐκ δὲ τῆς ἐποπτείας τοῦ παραδείσου, ὅν σοι κατ’ ἀνατολὰς ἐφύτευσα τῶν ἀκτίνων τοῦ Πνεύματος, πλήρωσον παντοίων τὰς αἰσθήσεις σου ἀγαθῶν. Ἔχεις γὰρ κἀκεῖθεν τὴν μὲν ὅρασιν διὰ θεωρίας τῶν ἀθανάτων φυτῶν, φημὶ δὴ τῶν τῆς ψυχῆς λόγων, φωτοχυσίας πληρῶσαι καὶ τέρψεως· τὴν δὲ ἀκοὴν διὰ τοῦ ἤχου τῶν περϊπταμένων σε καὶ κελαδουσῶν σειρήνων τῆς γνώσεως, ἡδονῆς· τὴν δὲ ὄσφρησιν, διὰ τῆς εὐωδίας τῶν ἀνθέων, τῆς τροπῆς τε καὶ διανοίας τοῦ γράμματος, ἀναψυχῆς τε καὶ ῥώσεως· τὴν δὲ γεῦσιν καὶ τὴν ἁφήν, διὰ τῆς τῶν ἀρρεύστων ἐκείνων καρπῶν τοῦ ἁγίου Πνεύματος ἁφῆς καὶ μεθέξεως, γλυκύτητός τε καὶ νοερᾶς τῷ ὄντι αἰσθήσεως.
Ἐκ δὲ τῆς οὐρανίου καὶ ἐπιγείου ἱεραρχίας καὶ τῆς τούτων κοινῆς συνόδου καὶ ὁμοταγοῦς θεωρίας, εἰς μέθην τὸν νεκταρώδη κρατῆρα πιὼν τῆς οὐρανίου σοφίας, πάσης ἄλλης γλυκυθυμίας τε καὶ αἰσθήσεως ἔκστηθι.
Ἐμφορηθέντος δὲ τοσούτων ἀγαθῶν διὰ πασῶν τῶν αἰσθήσεων ἔσται σοι—καὶ γενήσεται πάντως, εἴ τις αἴσθησις—ἀνάδοσις εὐφροσύνης ἐπίμονος εἰς αἰῶνα αἰώνων. Καὶ τῆς ἡδίστης τρυφῆς ὧν ἀκούεις γε καὶ πιστεύεις ἀγαθῶν ἐκείνων, ἃ ὀφθαλμὸς οὐκ εἶδε τεθολωμένος τοῖς πάθεσι καὶ οὖς βεβυσμένον ἐξ ἀπιστίας οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν οὐκ ἀνέβη ῥυπαρὰν καὶ γεώδη, ἐκ μέρους ἐντεῦθεν ἀπογευσάμενος, εὖ οἶδα, γνώσεις ἀναγνούς με τρανότερον, τὸν μηδενὸς ἄξιον, ὡς μάταιόν τε καὶ περιττόν, ναὶ δὴ καὶ τὴν πρὸς σὲ φιλίαν ἡμῶν ὅση τέ ἐστι καὶ ὅσων σοι τῶν καλῶν ἐγένετο πρόξενος, καὶ εἰς φίλους ἀψευδεῖς ὡς φίλος τὸν φίλον ἕξεις ἐμέ, ἀψευδῶς εἰδότα μᾶλλον φιλεῖν καὶ οὐ καταψευδόμενον τῆς ἀληθείας ἐν τῷ δοκεῖν.
Εἰρήνη σοι ἀπὸ φιλημάτων στόματός μου τῷ φίλῳ πλησίον, εἰρήνη· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.