Ἔργον
Νικήτας Στηθᾶτος – Λόγοι
Λόγος περί του παραδείσου
Ερμηνεία του αισθητού και του νοητού παραδείσου, η αλληγορία του δέντρου της γνώσης και της ζωής, και η πνευματική πορεία από την πράξη στη θεωρία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος περί του παραδείσου
Ερμηνεία του αισθητού και του νοητού παραδείσου, η αλληγορία του δέντρου της γνώσης και της ζωής, και η πνευματική πορεία από την πράξη στη θεωρία.
ΤΟΥ ΑΥΤΟΥ ΘΕΩΡΙΑ ΕΙΣ ΤΟΝ ΠΑΡΑΔΕΙΣΟΝ Ἄγε δὴ καὶ περὶ παραδείσου φιλοσοφήσωμεν· οὗτος γὰρ ὁ σκοπὸς ἡμῖν τοῦ λόγου, δι’ ὃν καὶ τὸν ἀγῶνα τούτου μετὰ τὸν περὶ ψυχῆς μοι πονηθέντα λόγον ὑπεδυσάμην. Ἀλλ’ εἰ δοκεῖ, κατὰ πρώτην θεωρίαν, οὕτω τὰ τοῦ σκοποῦ ἐξετάσωμεν· χρεὼν γὰρ ἐξετάσαι ἡμᾶς πρῶτον, τίνα τρόπον αἰσθητὸς ἡμῖν ἐν ταὐτῷ καὶ νοητὸς ὁ θεῖος ἐκτίσθη παράδεισος, τίνες οἱ καρποὶ τῶν ἀμφοτέρων τοῦ νοητοῦ παραδείσου θείων φυτῶν, τίς ἡ τοῦ νοητοῦ παραδείσου ἐργασία καὶ φυλακὴ καὶ τίνων γίνεται πρόξενος τοῖς ἐν αὐτῷ διαφόρως ἐργαζομένοις ἡ μετουσία τῶν τούτου καρπῶν, τίνα τρόπον δύο πύλας καὶ οὐ πολλὰς ἐν τούτῳ τῷ παραδείσῳ, οἷα δὴ στρεφομένας ὡς Χερουβίμ, ὁ Λόγος ἐτάξατο καὶ τίς τούτων ἑκάστης ἡ διαφορὰ τῆς ἐνεργείας· εἶθ’ οὕτω περὶ τοῦ ξύλου τῆς ζωῆς θεωρῆσαι καὶ περὶ τοῦ ξύλου ὡσαύτως τῆς γνώσεως, ὃ καλεῖται γνωστὸν καλοῦ τε καὶ πονηροῦ. Οὕτω γάρ, ὅσον ἡμῖν ἐφικτόν, γνωσόμεθα καὶ αὐτοὶ κατὰ τὸν θεῖον ἀπόστολον «τίς ὁ πλοῦτος τῆς τοῦ Θεοῦ χρηστότητος ἐφ’ ἡμᾶς» καὶ τίνα τὰ χαρισθέντα. ἡμῖν ἄνωθεν πρὸς αὐτοῦ καὶ πῶς ἡμεῖς φαυλότητι γνώμης τῶν θείων ἐκπεπτώκαμεν καὶ ἐκπίπτομεν δωρεῶν.
Ἀλλ’ ἀναπεπταμένην μοι δότε τὴν ἀκοήν, ἀξιῶ, εἰς τὴν τοῦ λόγου ὑποδοχὴν καὶ τὸν νοῦν ἐπιστήσατε τοῖς λεγομένοις προσέχοντα, ὡς ἂν αὐτοί τε τῆς ἀληθείας συνίστορες ἔσεσθε καὶ ἡμῖν ἡ πραγματεία τοῦ λόγου ἐπικερδεστέρα γένηται, οἷα δὴ μισθόν τινα τὴν εὐλογίαν καὶ χάριν ἐπικομιζομένη τοῦ Πνεύματος, διὰ τὸ παρέχειν τοῖς ἐπαΐουσι τὴν ὠφέλειαν. Ἔχει δὲ οὕτω.
Πλάσας ἄνωθεν τὸν ἄνθρωπον διπλοῦν ὁ Θεός, ἐξ ὁρατῆς λέγω καὶ ἀοράτου φύσεως, ὁρατὸν καὶ ἀόρατον, αἰσθητὸν καὶ νοούμενον, τοιοῦτον ἄρα πεποίηκε κατάλληλον τῶν αὐτοῦ φύσεων καὶ τὸ τούτου σαφῶς ἐνδιαίτημα, τὸν παράδεισον, αἰσθητὸν καὶ νοούμενον, ὁρατὸν καὶ ἀόρατον, τὸ τῆς ζωῆς ξύλον καὶ τὸ ξύλον τῆς γνώσεως, ὃ καλεῖται γνωστὸν καλοῦ τε καὶ πονηροῦ, ἐν μέσῳ φυτεύσας αὐτοῦ.
Τούτων τὸν μὲν ἐφύτευσεν ἐν Ἐδὲμ κατὰ τὸν ὁρατὸν κόσμον τοῦτον, «ἐν ἀνατολῇ κείμενον», ὑψηλότερον πάσης τῆς γῆς εἰς τρυφὴν τοῦ Ἀδάμ—τρυφὴ γὰρ ἡ Ἐδὲμ ἑρμηνεύεται—, περιλαμπόμενον ἀέρι λεπτῷ εὐκραεῖ τε καὶ καθαρωτάτῳ, φυτοῖς ἀειθαλέσι κομῶντα, πλήρη φωτὸς καὶ εὐωδίας ἀρρήτου, ὥρας τε πάσης αἰσθητῆς καὶ παντὸς κάλλους ὑπερβαίνοντα ἐπίνοιαν, οἷον ἄρα καὶ ἔδει τῷ κατ’ εἰκόνα πλασθέντι Θεοῦ εἰς ἐνδιαίτημα εἶναι· τὸν δέ, κατὰ τὸν νοητὸν καὶ ἀόρατον, ἐντὸς ὄντα καὶ κείμενον τοῦ ἀνθρώπου, ἀνθρώπου τοῦ ἐπὶ μικρῷ τῷ ὁρωμένῳ εἰς μέγαν κόσμον κτισθέντος καὶ πρὸς Θεοῦ τεθέντος ἐπὶ τῆς γῆς.
Περὶ τούτου οὖν τοῦ νοητοῦ, οὗ καὶ χρείαν νῦν ἔχομεν εἰδέναι, τὸν λόγον φιλοσοφήσωμεν. Ἐπειδὴ ὁ μὲν ἐκλείσθη ἀπό γε τῆς παραβάσεως τῷ Ἀδάμ, ἢ καὶ ἡ φλογίνη ῥομφαία τὰ νῶτά μοι δίδωσιν ἄρτι, Χριστοῦ σταυρωθέντος καὶ ἀναστάντος, καὶ τοῖς πιστοῖς ἡμῖν ἀπό γε τοῦ παρόντος χρεία οὐκ ἔστιν αὐτοῦ, τῆς εἰς οὐρανοὺς εἰσόδου πᾶσιν ἀνοιγείσης καὶ τῆς μετὰ Χριστοῦ βασιλείας ἐπαγγελλομένης ἀεὶ παρ’ αὐτοῦ, ἵνα καὶ ἡμεῖς ὦμεν ὅπου αὐτός ἐστιν, ὥς φησιν ἐν τοῖς εὐαγγελίοις αὐτοῦ· «ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε». Χρεία δὲ πολλή τις ἐν ἡμῖν ἐστι τοῦ νοητοῦ καὶ ἀοράτου, ὡς εἴρηται, τὴν φύσιν ἀκριβῶς εἰδέναι τούτου καὶ τὸ χωρίον καὶ τὰ ἐν αὐτῷ παρὰ Θεοῦ πεφυτευμένα θεῖα φυτά, ἐξ ὧν εὐκαίρως μεταλαμβάνειν ὀφείλομεν καὶ εἰς ὃν «ἐργάζεσθαι καὶ φυλάττειν» ἐτέθημεν.
Ἀλλὰ τὴν ἀρχὴν τῆς αὐτοῦ ἐξηγήσεως, θεωρίαν οὖσαν μάλα δὴ ἀγαθήν, πρόξενόν τε ὠφελείας τοῖς ἐπὶ θεωρίαν ἄρτι προκόπτουσι καὶ γνώσεως τελεωτέρας προσθήκην τοῖς τὰ βάθη τοῦ Πνεύματος ἐξετάζουσιν, οὕτως ἄνωθεν ποιησώμεθα.
Ἐπειδὴ γὰρ φθόνῳ διαβόλου καὶ γυναικὸς ἐπηρείᾳ τοῦ ἀφθάρτου ἐκείνου ἐνδιαιτήματος ἐκπεπτώκαμεν καὶ τοῦ παραδείσου τῆς τρυφῆς διὰ τὴν τῶν προγόνων παράβασιν ἐξωρίσθημεν καὶ εἰς ταύτην ἀπερρίφημεν τὴν γῆν ἐργάζεσθαι αὐτὴν καὶ τὸν ἄρτον ἡμῶν ἐν ἱδρῶτι καὶ μόχθῳ ἐσθίειν ἐξ αὐτῆς κατεκρίθημεν, ἀκάνθας καὶ τριβόλους ὡς ἐπὶ τὸ πλεῖστον ἡμῖν ἀνατέλλουσαν ἢ τὰ σπέρματα, φέρε καὶ ὡς εἰς δεύτερον ἄλλον παράδεισον εἰσελθόντες, τοῦτον δὴ τὸν ὁρώμενον κόσμον, τὰ τῆς κτίσεως αὐτοῦ ὡς ἐνὸν θεωρήσωμεν, ἵνα ἀπὸ τῆς καλλονῆς κἂν τῶν ὄντων ἐπὶ τὸν γενεσιουργόν, κατὰ τὴν θείαν Γραφήν, ἀναγομένων ἡμῶν, ἡ γνῶσις ἡμῖν τῶν θείων καὶ ἀνθρωπίνων πραγμάτων ἐγγένηται, φωτιζομένοις ὑπὸ τοῦ Πνεύματος. Οὕτω γὰρ ἐν λόγῳ καὶ σοφίᾳ τῆς τοῦ Θεοῦ χάριτος οὐ μόνον εἰς τὸν νοητὸν παράδεισον εἰσέλθωμεν καὶ τὰς φύσεις τῶν ἐν αὐτῷ καὶ τὰς κινήσεις καὶ τοὺς λόγους ἀκριβῶς ἐξετάσομεν, ἀλλὰ καὶ τῶν ἀνθέων τούτου κατατρυφήσομεν καὶ τὴν τῶν ἀθανάτων γεωργίαν εὐσεβῶς γεωργήσομεν.
Ἔστι δὲ διπλοῦς καὶ αὐτὸς αὖθις κατέναντι ἡμῶν τῶν ἐκ δύο φύσεων συγκειμένων ἑστώς· ὁποῖος δέ ἐστιν οὗτος; Ἡ ὁρωμένη ἅπασα κτίσις καὶ ἡ ἐν ἡμῖν φημι ἀφανής, περὶ ὧν ἄρα καὶ ὁ θεῖος Παῦλός φησι μετὰ τοῦ προφήτου Δαβίδ· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται», καὶ ὁ Δαβίδ· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, οὐ μὴ δύνωμαι πρὸς αὐτήν»· τουτέστιν ἐκ τῆς ἐμῆς κατασκευῆς τε καὶ πλάσεως, ἥτις καὶ ἐπισφαλὴς τηνικαῦτα ἐγένετο νεοπαγεῖ τῷ Ἀδὰμ ὄντι καὶ μήπω πρὸς τὴν ταύτης θεωρίαν καὶ κατανόησιν ἐλθεῖν ἐξισχύοντι.
Ἀλλὰ γὰρ εἴπωμεν, εἰ δοκεῖ, πρῶτον περὶ τοῦ ὁρωμένου τούτου καὶ αἰσθητοῦ παραδείσου, εἰς ὃν μετὰ τὴν ἐκ τοῦ παραδείσου ἔκπτωσιν τοῦ Ἀδὰμ οἰκεῖν ἡμεῖς τὸ γένος αὐτοῦ ἐτέθημεν, ὥσπερ εἴρηται, πρὸς Θεοῦ. Εἶθ’ οὕτω καὶ περὶ τοῦ νοητοῦ τὴν θεωρίαν ποιήσωμεν κατὰ δύναμιν· οὐδὲν γὰρ ἡμῖν καὶ οὕτω περὶ παραδείσου φιλοσοφοῦσιν εὐσεβῶς τὸ προσιστάμενον ἔσται, ἅτε δὴ πᾶν νόημα εἰς τὴν ὑπακοὴν ὀφείλουσιν αἰχμαλωτίζειν Χριστοῦ, κατὰ τὸν θεῖον ἀπόστολον, καὶ νοητῶς κατὰ τὸν Σολομῶντα τὰ τῆς θείας Γραφῆς ἐκλαμβάνεσθαι, οὕτω λέγοντα· «Ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυνατῶν, νοητῶς νόει τὰ παρατιθέμενά σοι καὶ ἐπίβαλλε τὴν χεῖρά σου, εἰδὼς ὅτι τοιαῦτά σε δεῖ παρασκευάσαι».
αʹ. Κατὰ πόσους τρόπους ὁ θεῖος παράδεισος αἰσθητὸς ὁρᾶται ἡμῖν εὐσεβεῖ θεωρίᾳ. Ἅπασα μὲν οὖν ἡ κτίσις τοῦ ὁρωμένου τούτου καὶ αἰσθητοῦ, οὐρανός, φημί, καὶ γῆ καὶ ἐν τούτοις ἅπαντα, ὡς εἰς παράδεισον μέγαν καὶ πρὸ τοῦ ἑτοιμασθέντος καὶ φυτευθέντος ἐν Ἐδὲμ τῷ Ἀδὰμ πᾶσιν ἀνθρώποις ἐγένετο.
Μετὰ γὰρ τὸ κτισθῆναι πᾶσαν τῶν ἐκ μὴ ὄντων τὴν κτίσιν ἐποίησεν ὁ Θεὸς κατὰ ἀνατολὰς τὸν παράδεισον. Εἰδὼς γάρ, οἷα δὴ προγνώστης, τὴν ἐκείνου παράβασιν καὶ ὅτι κλεισθήσεται αὐτῷ ἐκεῖθεν ἐξορισθέντι ὁ θεῖος παράδεισος, προητοιμάσατο, οἷον καὶ ἡμῖν εἰς πανδαισίαν ἀδάπανον τοῖς γεννηθῆναι μέλλουσιν ἐξ αὐτοῦ, τὸν ὁρώμενον τοῦτον κόσμον ὡς δεύτερον ἄλλον παράδεισον, ἐκείνου μὲν οὐ μείζω τῷ μεγαλείῳ τῆς χάριτος, θεωρίας ὅμως δὲ πάσης, ναὶ δὴ καὶ τρυφῆς ἔμπλεων, ὡς ἂν διπλῶν ὄντων ἡμῶν διπλῆ καὶ ἡ πανδαισία ἡμῖν ἐξ αὐτοῦ γίνηται, αἰσθητῶς τε ἅμα καὶ νοητῶς· αἰσθητῶς μέν, ἀπὸ τῶν σπερμάτων καὶ καρπῶν αὐτοῦ καὶ τετραπόδων καὶ πετεινῶν, νοητῶς δέ, ἀπὸ τῶν ὁρωμένων πάντων αὐτοῦ ποιημάτων, κατὰ τὸν σοφὸν Σολομῶντα· «Ἐκ γὰρ τῆς καλλονῆς, φησί, τῶν κτισμάτων ἀναλόγως πρὸς τὸν γενεσιουργὸν ἀναγόμεθα».
Τούτου τοίνυν ἐν μέσῳ τὸ ξύλον πεφύτευται τῆς ζωῆς καὶ φυτὸν ἕτερον ὃ καλεῖται ξύλον γνωστὸν καλοῦ τε καὶ πονηροῦ. Τίνα δέ εἰσι ταῦτα; πρόσεχε συνετῶς. Τὸ ξύλον τῆς ζωῆς αὐτός ἐστιν ὁ Θεός, ὁ δημιουργὸς τοῦ παντός, καθὰ γέγραπται· «Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς καὶ οὐ σαλευθήσεται». Τὸ δὲ ξύλον τῆς γνώσεως, ἤτοι τὸ γνωστὸν καλοῦ τε καὶ κακοῦ, ἡ φύσις ἡμῶν ἐστι καὶ κατασκευὴ τῶν ἀνθρώπων. Ὁ ἄνθρωπος γάρ ἐστιν ὁ τοῦ καλοῦ τε καὶ κακοῦ τῆς γνώσεως δεκτικός. Οὗτος γάρ ἐστιν ὄντως τὸ φυτευθὲν ἐν τῷ παραδείσῳ τούτῳ τῆς κτίσεως ξύλον ἀειθαλὲς τῆς γνώσεως, μετὰ τὴν τῶν ὄντων ἐξ οὐκ ὄντων παραγωγήν, ὡς καὶ Δαβὶδ ἐν ψαλμοῖς ἀναγράφεται· «καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων», εἰ καὶ ἐν ἄλλαις λογικαῖς ὑποθέσεσιν, ἔνθα περὶ οὐρανῶν καινῶν καὶ γῆς καινῆς ἐφιλοσοφήθη μοι, τὴν θεωρίαν ταύτην καὶ ἄλλως ἐποιησάμην, φυτοῦ πολυειδοῦς ὄντος τοῦ ἀνθρώπου καὶ τὰς θεωρίας ἔχοντος διαφόρους ὥσπερ καὶ τὰ ὀνόματα—φῶς γὰρ καλεῖται, ζωή, ξύλον, φυτὸν καὶ τίμιος λίθος, λυχνία καὶ ἄλλα τινά—, κἀν τούτῳ τῆς θείας φύσεως, ὡς εἰκόνος ἐκείνης ὑπάρχοντος, τὸ πολυώνυμον φέροντος.
Οὕτω δὲ τοῦ παραδείσου πληρωθέντος τῆς κτίσεως καὶ τῶν θείων φυτευθέντων ἐν αὐτῷ τούτων φυτῶν, δέδωκεν ἐντολὴν ὁ Θεὸς τῷ ἀνθρώπῳ οὕτως εἰπών· «Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ φάγεσθε ἀπ’ αὐτοῦ· ᾗ δ’ ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε».
Καὶ πρῶτον μέν, ὡς πρὸς ἕνα ποιεῖται τὸν λόγον· εἴρηκε γάρ· «Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ». Εἶτα πληθυντικῶς ὡς πρὸς πλείονας· «Ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ’ αὐτοῦ». Τίνα τρόπον; Διδάσκων ὅτι τὸ μυστήριον τῆς ἐντολῆς ταύτης οὐ πρὸς μόνον τὸν Ἀδάμ, ἀλλὰ πάντως καὶ πρὸς ἡμᾶς τοὺς μετέπειτα διαβήσεται. Καὶ εἰκότως· ὃ γὰρ τότε πέπονθεν ὁ Ἀδὰμ παρὰ τῆς Εὔας ἀπατηθεὶς καὶ ἡ Εὔα παρὰ τοῦ ὄφεως, τοῦτο καὶ εἰς ἡμᾶς τοὺς μετ’ ἐκείνους καὶ ἀπ’ ἐκείνων ὄντως ἀεὶ γίνεται.
Καὶ ὅρα τοῦ μυστηρίου τὴν δύναμιν. «Ἐργάζεσθαι καὶ φυλάττειν» ἐν τῷ αἰσθητῷ τούτῳ τῆς κτίσεως παραδείσῳ ἐτέθη ὁ ἄνθρωπος, ἡ δὲ τοῦ ἀνθρώπου ἐργασία καὶ φυλακὴ ἐν αὐτῷ, ἡ δοθεῖσά ἐστιν αὐτῷ ἐντολή· «ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ’ αὐτοῦ». Ἐπεὶ οὖν ξύλον πᾶν ἐστι καὶ ζωῆς ὁ Θεός —αὐτὸς γάρ ἐστι τὸ πᾶν, ὁ καὶ τὸ πᾶν ἐκ μὴ ὄντων παραγαγών, ὁ καὶ ἐκτὸς καὶ ἐντὸς ὢν τοῦ παντός—ξύλον δὲ γνώσεως ἡ τοῦ ἀνθρώπου κατασκευή, ἐν ᾗ τὸ γνωστόν ἐστι καλοῦ τε καὶ κακοῦ, πᾶς ὁ τὴν ἐργασίαν τοιαύτην ποιούμενος ἐν αὐτῷ καὶ τὴν φυλακήν, ὡς ἡ ἐντολὴ κελεύει, μένει τρυφῶν τρυφὴν ἄρρευστον καὶ ἐπὶ τῆς φυλακῆς αὐτοῦ ἀσάλευτος ἵσταται.
Ἐπεὶ δὲ τρεπτῆς ἐσμεν φύσεως καὶ ἀεὶ μένειν ἐν τῇ τοιαύτῃ διαγωγῇ ἀτονοῦμεν, διὰ τοῦτο καὶ τὸ τοῦ Ἀδὰμ ὑφιστάμεθα· ἡ γὰρ τοῦ ἀνθρώπου διάνοια εἰς τὰ πονηρὰ ἐκ νεότητος ῥέπουσα, οἷα δὴ Εὔα τὴν προσβολὴν τοῦ πονηροῦ ὄφεως ὡς λυσιτελῆ δεχομένη, ἀνάγει αὐτὴν πρὸς τὸν νοῦν τοῦ ἀνθρώπου καὶ γεύσασθαι πείθει αὐτὸν ὡς καλοῦ τοῦ ἀπηγορευμένου καὶ εὐθὺς πτώσεως γίνεται πρόξενος αὐτῷ.
Ἀλλὰ γὰρ ἴδωμεν καὶ τὸν τῆς ἐργασίας τρόπον καὶ πῶς ὁ ἄνθρωπος ἀπὸ πάντων τῶν ἐν τῷ παραδείσῳ τούτῳ τρέφεται φυτῶν. Ὁ τοὺς λόγους καὶ τὰς κινήσεις ἐρευνῶν πάσης τῆς κτίσεως ἀνεπιθολώτῳ νοῒ καὶ διανοίᾳ ἐλευθέρᾳ τῆς προσπαθείας τῶν ὁρωμένων, καὶ τὴν ἐκ πάντων τῶν αἰσθητῶν ἐγγινομένην θειοτέραν τρεφόμενος ἔννοιαν, ἄρτι κατολιγωρήσας τῆς μερίμνης καὶ φροντίδος τοῦ βίου καὶ ὑπεράνω πάσης ἐπιθυμίας τῶν ἡδέων τοῦ κόσμου γενόμενος, ἐπὶ τὸν γενεσιουργόν τε καὶ αἴτιον τῶν ἁπάντων δι’ αὐτῶν, κατὰ τὸν θεῖον Παῦλον, ἀνάγεται· οὗτος γάρ ἐστι τὸ πλῆρες καὶ ἀδιαίρετον ξύλον, μόνην φέρον τὴν τοῦ καλοῦ βλάστησιν καὶ τοῖς ἀξίοις τὴν μέθεξιν χαριζόμενον.
Τοιούτους δὲ ἄρα ἐβούλετο εἶναι ἡμᾶς ὁ Θεός, ἀπαθεῖς, ἀμερίμνους καὶ μόνον ἔχειν τὸ τῶν ἀγγέλων ἔργον, αὐτὸ τὸ ἀλήκτως ὑμνεῖν καὶ ἀενάως τὸν κτίσαντα καὶ κατατρυφᾶν τῆς αὐτοῦ θεωρίας ἐκ τῆς ἐρεύνης μόνης τῶν κτισμάτων αὐτοῦ, καθὰ καὶ διὰ τοῦ προφήτου Δαβὶδ πρὸς ἡμᾶς ἀποφθέγγεται· «Ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου καὶ αὐτός σε διαθρέψει», καὶ διὰ τῶν εὐαγγελίων πάλιν αὐτοῦ· «μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν, τί φάγητε, καὶ τῷ σώματι ὑμῶν, τί ἐνδύσησθε», καὶ αὗθις· «αἰτεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν», καὶ πρὸς τὴν Μάρθαν· «Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά, ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς».
Τοῦτο τοίνυν τὸ τῆς ζωῆς ξύλον, ὁ Θεός, ζωῆς ἐνέργειαν ἔχον παρεκτικὴν καὶ μόνοις φέρον ἐκείνοις καρπὸν τοῖς τῆς ζωῆς ἀξίοις ἐδώδιμον, ὡς μὴ θανάτῳ ὑποκειμένοις, ἄρρητον ἐμποιεῖ γλυκύτητα τοῖς μετέχουσι τῆς θείας τούτου μεθέξεως καὶ ζωῆς μεταδίδωσιν αὐτοῖς ἀθανάτου, ὅπερ δὴ καὶ ξύλον ζωῆς ἀξίως ὠνόμασται καὶ πᾶν ξύλον· αὐτὸς γάρ ἐστι τὸ πᾶν ἐν ᾧ καὶ δι’ οὗ τὸ πᾶν.
Τὸ δὲ τῆς τοῦ καλοῦ τε καὶ κακοῦ γνώσεως ξύλον ἐστὶν ἡ τῆς πολυσχιδοῦς θεωρίας διάγνωσις, καθὰ καὶ ἄλλοις πρὸ ἡμῶν ἐφιλοσοφήθη κάλλιστα καὶ δοκεῖ. Αὕτη δέ ἐστιν ἡ ἐπίγνωσις τῆς οἰκείας ἡμῶν κατασκευῆς τε καὶ φύσεως, ἥτις καλὴ μὲν τοῖς εἰς ἄνδρα τέλειον καὶ μέτρον ἡλικίας ἀναδραμοῦσι τοῦ Χριστοῦ διὰ πάσης ἀπαθείας καὶ σοφίας τοῦ Πνεύματος, ἐκ τῆς θεωρίας αὐτῆς καὶ καλλονῆς ἐπὶ τὴν τοῦ δημιουργοῦ ἀναγομένοις μεγαλουργίαν, οἷς διὰ τὸ ἐκ τοῦ χρόνου εἰς πάγιον ἀρετῆς ἕξιν ἐληλακέναι, οὐκ ἔστιν ἀλλ’ οὐδὲ γίνεται ἀπὸ τοῦ καλοῦ παρατροπή, ἅτε δὴ ἐν τῇ θείᾳ βεβηκόσιν ἀσφαλῶς θεωρίᾳ. Τοῖς δέ γε νέοις ἔτι καὶ τὴν ἔφεσιν λιχνοτέροις οὐ καλὴ διὰ τὸ μήπω παγίως ἐνεδρασθῆναι τῇ βάσει τῆς ἀρετῆς ἐν τῇ τῶν καλῶν ἔργων ἐπιμονῇ τε καὶ προσεδρείᾳ, οἷς καὶ διὰ τὸ ἀβέβαιον τῆς ἐν τῷ κρείττονι διαμονῆς, οὐ συμφέρει τοῦ οἰκείου σώματος ἡ θεωρία καὶ κατανόησις, πρὸς ἑαυτὴν ἀνθέλκειν δυναμένη καὶ περισπᾶν τὸν ἀβέβαιον καὶ εἰς ἀπρεπεῖς ἐννοίας καὶ κινήσεις καὶ ἐνθυμήσεις ἐμβάλλειν αὐτόν.
Διὰ τοῦτο γὰρ καὶ ἀπείρηται πρὸς Θεοῦ εἰπόντος· «Ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλόν τε καὶ πονηρὸν οὐ φάγεσθε ἀπ’ αὐτοῦ· ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε». Φυσικῶς γὰρ ἡ τοῦ σώματος ἡμῶν κατανόησις καὶ ἡ τῆς κατασκευῆς αὐτοῦ θεωρία εἰς γνῶσιν φέρει τοῦ λείου τῆς ἡδονῆς τὸν ἀτελῆ, καὶ μὴ βουλόμενον· οὐ μόνον δέ, ἀλλὰ καὶ εἰς ἀπρεπεῖς κινήσεις καὶ ἐνθυμήσεις, ὡς εἴρηται, οὗ ἕνεκεν εἰκότως τὸ θεῖον λόγιον ἀεὶ πρὸς ἡμᾶς ἀποφθέγγεται· «τὰς θύρας, τὰς θύρας, πρόσχωμεν». Διὰ τοῦ ἀναδιπλασιασμοῦ τῶν αἰσθητῶν θυρῶν τὴν φυλακὴν διὰ τοὺς ἀναξίους καὶ τῶν νοητῶν ἐντελλόμενον, αὐτῶν φημι τῶν αἰσθήσεων, δι’ ὧν ὁ θάνατος εἰς τὴν ψυχὴν τοῦ ἀνθρώπου εἰσέρχεσθαι εἴωθεν.
Καὶ εἰκότως· ὁ γὰρ ἀπείρως καὶ ἀφυλάκτως τῇ τῆς κατασκευῆς θεωρίᾳ τῆς φύσεως ἡμῶν ἐπιβάλλων, ὑπὸ τῆς Εὔας διανοίας αὐτοῦ, ἐξαπατηθείσης ὑπὸ τοῦ παλαιοῦ ὄφεως, τοῦ λείου ὑπομιμνῃσκόμενος τῆς ἡδονῆς καὶ τῆς μεταλήψεως τοῦ μετασχεῖν ὡς καλῆς, ταχέως τὸ τοῦ Ἀδὰμ πείσεται καὶ ὡς ἐκεῖνος γυμνὸν τῆς τοῦ Θεοῦ χάριτος ἑαυτὸν ὄψεται καὶ τῆς ἀθανάτου τρυφῆς τοῦ Θεοῦ ἐξόριστον καὶ τοῦ παραδείσου τούτου ἀπέναντι καθεζόμενον καὶ θρηνοῦντα εὑρήσει, ὡς φύλλα συκῆς μόνον περικείμενον τὴν αἰσχύνην. Καὶ αὕτη μὲν ἐκ τοῦ προχείρου ἡ τοῦ αἰσθητοῦ παραδείσου τούτου τῆς κτίσεως θεωρία ἡμῶν, ὡς καὶ ἄλλοις πρὸ ἡμῶν πατράσιν ἐθεωρήθη.
βʹ. Κατὰ πόσους τρόπους νοητὸς αὖθις θεωρίας λόγοις ὁρᾶται ἡμῖν παράδεισος καὶ τίνα τὰ ἐν αὐτῷ φυτά. Φέρε δὴ εἴπωμεν καὶ περὶ τοῦ θείου καὶ νοητοῦ ἐν τῇ ἀφανεῖ κτίσει πεφυτευμένου τῶν ἡμετέρων ψυχῶν παραδείσου, καὶ τίνα μὲν τὰ ἐν αὐτῷ θεῖα πεφυτευμένα φυτά, τίς δὲ ἡ ἐν τούτῳ ἐργασία ἡμῶν, περὶ ὧν οὐδενὶ τῶν πάλαι θείων πατέρων ἢ σοφῶν φιλοσοφήσαντι ἐνετύχομεν.
Ἔστι δὲ τοῖς μὲν ἐργασαμένοις ἐν αὐτῷ καὶ φυλάξασι τὴν ἐντολὴν ἢ καὶ μετὰ τὸ πεσεῖν ἀνακαλεσαμένοις τὴν ἐπ’ αὐτῷ ἐργασίαν καὶ φυλακήν, ἡδεῖα τε καὶ ἀσπαστὴ μάλα ἡ αὐτοῦ θεωρία, ἅτε δὴ γεγυμνασμένοις τὰ αἰσθητήρια τῆς ψυχῆς καὶ τοῦ ξύλου κατατρυφήσασι τῆς ζωῆς καὶ ἀπὸ τῆς τοῦ ἑτέρου γεύσεως μὴ βλαβεῖσιν, ὅπερ ἐστὶ τὸ ξύλον τῆς γνώσεως· τοῖς δέ γε λοιποῖς, οἷς λόγος οὐδεὶς τῶν θείων πραγμάτων ἐστὶ καὶ πόνος ἢ σπουδὴ οὐκ ἐγένετο εἰς τὴν νοερὰν ἐργασίαν τοῦ Πνεύματος, πλέον τῶν ὁρωμένων φαντασθῆναι μὴ δυναμένοις, μωρία ἔσται ἀναγινωσκομένη, ψυχικοῖς οὖσι κατὰ τὸν θεῖον Ἀπόστολον· «Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος· μωρία γὰρ αὐτῷ ἔσται, μὴ εἰδότι ὅτι ὁ νόμος πνευματικός ἐστι καὶ πνευματικοῖς πνευματικὰ συγκρίνομεν»· οἳ καὶ ἀναγωγὴν ταύτην, ἀλλ’ οὐ θεωρίαν τῆς ἀληθείας καλέσουσιν, ὧν καὶ τὸ οἰκεῖον καταμεμψάμενοι τοῦ φρονήματος, ἐπὶ τὴν θεωρίαν τοῦ νοητοῦ παραδείσου βαδίσωμεν. Ἔχει δὲ οὕτως.
Τὸν ἄνθρωπον κόσμον μέγαν ποιήσας κατ’ ἀρχὰς ὁ Θεὸς μετὰ τὴν ἐξ οὐκ ὄντων τῶν ὄντων παραγωγήν, ἐπὶ τὸν ὁρώμενον τοῦτον, ὡς ἐπὶ μικρόν, ἔθετο, κατ’ εἰκόνα ἰδίαν κτίσας αὐτὸν καὶ βασιλέα πάντων ἀναδείξας τῶν ἐπὶ γῆς. Τοίνυν καὶ ὡς ἐν μεγάλῳ κόσμῳ φυτεύει νοητῶς ἐν αὐτῷ καὶ θεῖον ἄλλον παράδεισον πολὺ τοῦ αἰσθητοῦ ὑπερκείμενον, ἅτε δὴ ἀθανάτοις καὶ ἀειθαλέσι κομῶντα φυτοῖς καὶ ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης καταλαμπόμενον.
Οὗτος δέ ἐστιν ὁ τόπος τῆς βασιλείας τῶν οὐρανῶν, ὁ κατὰ τὴν ἀνατολὴν κείμενος τοῦ ἡλίου τῆς δικαιοσύνης, ἐν τῇ γῇ τῶν πραέων, καθὼς αὐτός φησιν ὁ Θεός· «Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν». Ἐν τούτῳ τοίνυν τῷ παραδείσῳ ἐμπεφύτευται πρὸς Θεοῦ τὸ ξύλον αὐτὸ τῆς ζωῆς καὶ τὸ ξύλον τὸ γνωστὸν καλοῦ τε καὶ κακοῦ. Ποῖα οὖν ταῦτα ἐστίν;
Ξύλον τῆς ζωῆς τὸ ἅγιον Πνεῦμά ἐστι, τὸ ἐνοικοῦν ἐν τῷ πιστῷ ἀνθρώπῳ, καθὼς ὁ Παῦλός φησιν· «Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναός εἰσι τοῦ ἁγίου Πνεύματος» τοῦ οἰκοῦντος ἐν ὑμῖν; Ξύλον δὲ γνωστὸν καλοῦ τε καὶ κακοῦ ἡ αἴσθησις, ἡ δύο ἀντικειμένους ἀλλήλοις φέρουσα καρποὺς τὼ τὴν φύσιν διττώ.
γʹ. Τίνες οἱ καρποὶ τῶν ἀμφοτέρων τοῦ νοητοῦ παραδείσου φυτῶν; Τίνες δέ εἰσιν οὗτοι; Ἡδονὴ καὶ ὀδύνη, ὧν ἑκάστη διαιρεῖται αὖθις εἰς δύο· ἡ μέν, εἰς χρείαν φυσικήν τε καὶ ἀναγκαίαν καὶ εἰς λαγνείαν καὶ πλησμονήν, ἡ δέ, εἰς φόβον καὶ λύπην καὶ εἰς ἀγῶνας καὶ πόνους πνευματικούς.
Τούτων ἡ μὲν καλή ἐστι, εἰς μετάληψιν φυσικήν τε καὶ ἀναγκαίαν μεταλαμβανομένη εὐκαίρως. Οὐδὲ γὰρ κακῶς ἐν ἡμῖν ἡ αἴσθησις ἐφυτεύθη, οὐδὲ φθονερῶς ἀπηγορεύθη ἐν τῷ εἰπεῖν τὸν Θεόν· «Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλόν τε καὶ πονηρὸν οὐ φάγεσθε». Ἀλλὰ καλὸν μὲν καὶ θεῖον ξύλον ἡ αἴσθησις εὐκαίρως μεταλαμβανομένη, ὡς εἴρηται, εἰς χρείαν φυσικήν τε καὶ ἀναγκαίαν, καθ’ ἣν ἐν ἡμῖν καὶ τοῦ καλοῦ τὴν γνῶσιν ποιεῖται. Εἰς γὰρ ἀπόπειράν τινα καὶ δοκιμὴν καὶ γυμνασίαν τῆς τοῦ ἀνθρώπου ῥοπῆς τε καὶ ὑπακοῆς ἢ παρακοῆς ἐφυτεύθη. Διὰ τοῦτο γὰρ καὶ ξύλον τοῦ γινώσκειν καλόν τε καὶ κακὸν κέκληται, δύναμιν διδοῦσα γνωστικὴν τοῖς μεταλαμβάνουσι τῆς οἰκείας φύσεως, ἥτις καλὴ μέν ἐστι τοῖς τελείοις, κακὴ δὲ τοῖς ἀτελεστέροις ἔτι καὶ τὴν αἴσθησιν λιχνοτέροις, ὥσπερ στερεὰ τροφὴ τοῖς ἔτι γάλακτος δεομένοις, ὁπηνίκα εἰς λαγνείαν ἢ πλησμονὴν ἡ μετάληψις αὐτῆς γένηται, καθ’ ἣν καὶ τὴν γνῶσιν τοῦ κακοῦ ποιεῖται τῇ μεταλήψει, ἥτις ἐστὶ ὀδύνη, ἡ πρόξενος τῇ ψυχῇ φόβου καὶ λύπης. Ἡ μὲν γὰρ ἡδονὴ τὴν γνῶσιν ἐν τῇ ψυχῇ τοῦ καλοῦ ποιεῖται, εἰς φυσικὴν χρείαν καὶ ἀναγκαίαν μεταληφθεῖσα, ἡ δὲ ὀδύνη τὴν γνῶσιν ἄντικρυς τοῦ κακοῦ, ὅταν μὴ κατὰ χρείαν φυσικὴν ἡ μετάληψις τῆς ἡδονῆς γένηται, καθὸ καὶ πᾶσαν ἡδονὴν ὀδύνη διαδέχεται.
Διὰ ταῦτα οὖν γνωστὸν καλοῦ τε καὶ κακοῦ τὸ τῆς αἰσθήσεως ξύλον κέκληται καὶ ὑπὸ Θεοῦ εἰκότως ἡ παράχρησις ταύτης ἀπείρηται. Φησὶ γάρ· «Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ φάγεσθε ἀπ’ αὐτοῦ· ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε». «Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ», ἤτοι ἀπὸ πάσης φύσεως τῶν ὁρωμένων κτισμάτων, ἀπὸ πάσης τῆς τούτων κινήσεως, τῶν λόγων, φησί, τῆς ἐμῆς ἀληθινῆς γνώσεως μεταλήψῃ, τῆς ἐμῆς μεγαλουργίας καὶ βασιλείας καὶ δημιουργικῆς αἰτίας, καὶ οἷον τράπεζαν ἀθανάτου πανδαισίας ἑαυτῷ ὑφαπλώσεις διὰ θεωρίας αὐτοὺς καὶ δι’ αὐτῶν εἰς τὴν τῶν ἀοράτων μου γνῶσιν, ὡς εἰς βασιλείαν, εἰσελεύσῃ καὶ μετ’ εὐχαριστίας μοι τὴν προσκύνησιν ἀπονεμεῖς. «Ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ’ αὐτοῦ». Ποῖον οὖν ἕτερόν ἐστιν οὕτως ἐν ἡμῖν, δίκην φυτοῦ, παρέχον διὰ μεταλήψεως τὴν γνῶσιν τοῦ καλοῦ τε καὶ τοῦ κακοῦ, ὡς ἡ αἴσθησις; Δι’ αὐτῆς γὰρ πάντων ἡ γνῶσίς μοι τῶν καλῶν τε καὶ οὐ καλῶν γίνεται· ὥσπερ γὰρ θέρμης καὶ ψύχους αὕτη με τὴν γνῶσιν διδάσκει, ἁπαλότητος καὶ τραχύτητος, εὐωδίας καὶ δυσωδίας, πικροῦ καὶ γλυκέος, λευκοῦ τε καὶ μέλανος, βαρύτητος καὶ κουφότητος, οὕτω καὶ ἡδονῆς καὶ ὀδύνης.
Ταύτης οὖν εἰκότως τὴν χρῆσιν ὁ λόγος ἐξασφαλίζεται, οὐχ ὡς ἐναντίας φύσεως οὔσης—κακὸν γὰρ ὁ Θεὸς οὐκ ἐποίησεν—ἀλλ’ ὡς παρεχούσης γνῶσιν ἐν τῷ δοκοῦντι καλῷ τοῦ κακοῦ.
Καὶ ἵνα σαφεστέραν ποιήσωμεν τὴν περὶ ταύτης ἐξέτασιν εἰς τὸ ἀκριβῶς εἰδέναι τὸν ταύτης ἀπατηλὸν καὶ θανατηφόρον καρπόν, ὅπως ἐν τῇ χρήσει κέκρυπται τοῦ καλοῦ, ἐκ τῶν παρ’ ἡμῖν γινομένων πραγμάτων τὰς ὑποθέσεις, κατὰ τοὺς πρὸ ἡμῶν θεσπεσίους πατέρας, ληψόμεθα, οὕτως ἐν τούτοις τὴν ἐξέτασιν αὐτῆς ποιησάμενοι.
Τῶν ἡδονῶν αἱ μέν εἰσι ψυχικαί, αἱ δὲ σωματικαί. Καὶ ψυχικαὶ μὲν αἱ περὶ τὴν θεωρίαν καὶ τὰ μαθήματα, σωματικαὶ δὲ αἱ μετὰ κοινωνίας τῆς ψυχῆς γινόμεναι καὶ τοῦ σώματος, ὅσαι περὶ τροφὰς καὶ συνουσίας καὶ τὰ τοιαῦτα. Τούτων δὲ πάλιν, αἱ μέν εἰσιν ἀληθεῖς, αἱ δὲ ψευδεῖς· καὶ αἱ μὲν μόνης τῆς διανοίας κατὰ θεωρίαν καὶ ἐπιστήμην, αἱ δὲ μετὰ σώματος κατ’ αἴσθησιν. Καὶ τῶν μετὰ σώματος ἡδονῶν, καὶ αἱ μέν εἰσι φυσικαί τε καὶ ἀναγκαῖαι, ὧν χωρὶς ζῆν ἄνθρωπον ἀδύνατον, ὡς αἱ τροφαὶ καὶ τὰ ἐνδύματα· αἱ δέ, φυσικαὶ μέν, οὐκ ἀναγκαῖαι δέ, ὡς αἱ κατὰ νόμον καὶ κατὰ φύσιν μίξεις, ὧν καὶ χωρὶς δυνατὸν ἐν παρθενίᾳ ζῆν τὸν βουλόμενον· αἱ δὲ οὔτε φυσικαί, οὔτε μὴν ἀναγκαῖαι, ὡς λαγνεία καὶ μέθη καὶ πλησμοναὶ τὴν χρείαν ὑπερβαίνουσαι.
Τὰς γοῦν ἀναγκαίας καὶ φυσικάς, αἵτινές εἰσι δεξιαί τε καὶ φίλαι καὶ λίαν καλαὶ τῇ διαμονῇ καὶ συστάσει τῆς ἀνθρωπίνης φύσεως καὶ οὐ συμπεπλεγμέναι ὀδύνῃ καὶ λύπῃ, ζητῶν μετελθεῖν πολλάκις ὁ ζῆν κατὰ Θεὸν αἱρούμενος ἄνθρωπος ἐμπίπτει λεληθότως παρὰ προσδοκίαν πᾶσαν εἰς τὴν γνῶσιν τοῦ κακοῦ, τὴν ὀδύνην εὑρίσκων κεκρυμμένην αὐτὴν εἰς τὴν μετάληψιν τοῦ καλοῦ· οἷόν τι, λέγω, χρεία τροφῶν καὶ ἐνδυμάτων τοῦ σώματος γέγονε. Ταῦτα χρημάτων εἰς ἐξώνησιν δέονται· ἀναγκαία ἡ τῶν τοιούτων χρῆσις· φυσικὴ γάρ. Γεγονότων οὖν ἡμῶν ἐν εὐπορίᾳ χρημάτων διὰ τὴν ἀναγκαίαν ταύτην καὶ φυσικὴν χρῆσιν, εἰς πλεονεξίαν καὶ ἀπληστίαν, ἔσθ’ ὅτε τὴν χρείαν ὑπερβαίνοντες, ἐμπίπτομεν. Ἀρκεσθῆναι γὰρ ἐν ὀλίγοις καὶ εὐτελέσι δυνάμενοι, οὐχ ἱστῶμεν τὴν χρῆσιν ἐν τούτοις, ἀλλὰ πολυτελείας καὶ πλησμονῆς ἀντιποιούμενοι, ἐμπίπτομεν ἐκ τῆς τοῦ καλοῦ χρήσεως εἰς τὴν τοῦ κακοῦ γνῶσιν. Ὁ γὰρ νόμος τῆς ἡμῶν συνειδήσεως τὴν παράχρησιν ἀπελέγχων καὶ ὑποδεικνύων ἡμῖν, γνωστὸν ποιεῖ τηνικαῦτα τὸ καλόν τε καὶ τὸ κακὸν τῆς αἰσθήσεως τῷ προσέχοντι καὶ εὐθὺς ἡ τοῦ κακοῦ ὑπεισέρχεται λύπη ἐκ μεταμελείας αὐτῷ.
δʹ. Ἄλλως· ἐκ θεωρίας εἰς θεωρίαν θεία τροπή. Καὶ ἄλλως. Πᾶσα ψυχῆς κίνησις εἰς ἐπιθυμίαν χρειώδους καὶ ἀναγκαίου πράγματος διὰ ἡδονὴν καλὴν καὶ ἀναγκαίαν τῇ φύσει κινεῖται, τροφὰς τυχὸν ζητοῦσα τῷ σώματι ἢ ἐνδύματα ἢ φυσικὴν καὶ νόμιμον μῖξιν. Αὕτη τοῦ καλοῦ ἡ γνῶσις. Ἐν γοῦν ταῖς τροφαῖς μεσάζει ὁ κόρος καὶ ἡ ἀπληστία, ἐν τοῖς ἐνδύμασιν ἡ πλεονεξία καὶ ἡ παράχρησις, ἐν ταῖς νομίμοις καὶ φυσικαῖς συνουσίαις αἱ παρὰ φύσιν καὶ ἡ κατάχρησις. Αὕτη ἡ γνῶσις τοῦ κακοῦ.
Τούτων δὲ τῶν ἀμφοτέρων ἡ γνῶσις γίνεται ἡμῖν ἀπὸ τῆς αἰσθήσεως. Πῶς; Σύνες ἐντεῦθεν. Ἐξαπατηθεὶς παρὰ τῆς ἡδονῆς ὁ ἄνθρωπος καὶ εἰς κόρον ἐκτραχηλισθεὶς καὶ ἀπληστίαν ἢ εἰς παράχρησιν καὶ πλεονεξίαν ἢ εἰς κατάχρησιν καὶ τὰς ὑπογαστρίους καὶ παρὰ φύσιν ἡδονάς, θνῄσκει, φεῦ! εὐθὺς τὸν αἰώνιον θάνατον, ἐκπίπτων Θεοῦ συναφείας καὶ τῆς τοῦ ἁγίου Πνεύματος μετουσίας. Διὰ τοῦτό φησιν· «ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε».
Ἡ γὰρ τοῦ κακοῦ γνῶσις, ἐκ τῆς αἰσθητικῆς καὶ ἐνηδόνου γενομένη μεθέξεως ἐν τῷ ἀνθρώπῳ, ὡς δοῦλον ἄγει τοῦτον εἰς τὰς αἰτίας τῶν γενικωτάτων κακῶν ἐμπεσεῖν. Αἰτίαι δέ εἰσι τῶν γενικωτάτων κακῶν ἡ δόξα, ἡ ἔφεσις, ἡ ἀδιαφορία, ἥτις, διὰ πασῶν ἀνατρέχουσα τῶν αἰσθήσεων τοῦ ἀνθρώπου, γίνεται πρόξενος αὐτῷ τοῦ αἰωνίου θανάτου.
Ἐν τούτοις οὖν ἐστιν ἡ γνῶσις ἡμῖν διὰ τῆς αἰσθήσεως τοῦ καλοῦ τε ἅμα καὶ τοῦ κακοῦ, δι’ ὧν τῆς μεταλήψεως θνῄσκει ὁ ἄνθρωπος ἢ εἰς ἀλαζονείαν τοῦ βίου ἐλθὼν διὰ φιλίαν τῆς δόξης ἢ εἰς ἐπιθυμίαν τῶν ὀφθαλμῶν διὰ τρόπον φιλαργυρίας ἢ εἰς ἐπιθυμίαν τῆς σαρκὸς διὰ φιληδονίαν καὶ ἀπόλαυσιν τῶν ἡδονῶν τῆς ψυχῆς. Εἰκότως οὖν ἀπείργει τὴν μέθεξιν ὁ λόγος τοῦ φυτοῦ τῆς αἰσθήσεως, λέγων· «Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ’ αὐτοῦ».
εʹ. Ἄλλη δι’ ὑπονοιῶν ὑψηλοτέρα θεωρία τῆς πρὸς τὸν Ἀδὰμ προστάξεως καὶ ἐντολῆς τοῦ Θεοῦ. Ἀλλὰ γὰρ καὶ ἄλλην τινά μοι δι’ ὑπονοιῶν ἐν τούτοις ὁ λόγος θεωρίαν προτίθεται καὶ δεῖ πάντως προσθεῖναι τῷ λόγῳ καὶ αὐτὴν ὡς προσφυῶς πρὸς αὐτὸν καὶ τὸν τούτου σκοπὸν ἔχουσαν. Ἐν γοῦν τῷ εἰπεῖν πρῶτον ὡς πρὸς ἕνα τὸν Θεόν· «ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ», εἶτα ὡς πρὸς δύο ἢ καὶ πλείονας· «ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ’ αὐτοῦ», ἐμφαίνειν μοι δοκεῖ τὸ διπλοῦν ὁ λόγος τῆς τοῦ ἀνθρώπου κατασκευῆς καὶ φύσεως, πρὸς δὲ καὶ τὰς δυνάμεις ὡσαύτως τῆς τούτου ψυχῆς.
Διὸ καὶ τῷ μὲν λογιστικῷ μέρει τῆς αὐτοῦ ψυχῆς, ὡς μόνῳ τῆς κρείττονος ὑπάρχοντι μοίρας, διαλεγόμενος ὁ Θεός, ἀπονέμει τὴν χώραν τῆς θεωρίας τῶν θείων πραγμάτων καὶ τράπεζαν προτίθεται βρίθουσαν νοημάτων ἐδέσμασι θείοις, οὕτως εἰπών· «Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ»· ἤγουν ἀπὸ πάσης φύσεως τῶν ὄντων, τῆς ἐμῆς γνώσεως καὶ τρυφῆς διὰ θεωρίας ἀκραιφνοῦς μεταλάβῃς, τοὺς λόγους ἐξετάζων καὶ τὰς κινήσεις αὐτῶν.
Τῷ δὲ ἀλογωτέρῳ ὡς τῆς ὑλικῆς δυάδος ὑπάρχοντι, θυμοῦ καὶ ἐπιθυμίας, καὶ πρὸς τὰ πονηρὰ τὴν διάνοιαν κατασπῶντι ῥαδίως, διακελεύεται, οἷα καὶ διορίζεται, τὴν ἐν αἰσθήσει πεῖραν καὶ γνῶσιν φυγεῖν τῶν δύο τούτων καρπῶν τοῦ φυτοῦ τῆς αἰσθήσεως—Ποίων δὴ λέγω; ἡδονῆς καὶ ὀδύνης, ὡς καὶ πρόσθεν μοι εἴρηται—, οὕτω λέγων· «Ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπὸ αὐτοῦ».
Καὶ εἰκότως· ἡ μὲν γὰρ τὴν ἑαυτῆς γνῶσιν τῷ ἐπιθυμητικῷ ἐντίθησι, μεταλαμβανομένη παρὰ τὴν χρείαν, ἡ δέ, τῷ θυμικῷ, καὶ οὕτω τὰς δύο ταύτας δυνάμεις, πρὸς ἃς ὁ λόγος, εἰς θάνατον παραπέμπει αἰώνιον ἡ τούτων μετάληψις· φησὶ γάρ, «ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ θανάτῳ ἀποθανεῖσθε».
Διὰ ταῦτα διπλοῦν ὄντα τὸν ἄνθρωπον καὶ σύνθετον τὴν ψυχὴν ἐκ λογικῆς καὶ ἀλόγου φύσεως, διπλῆν ποιεῖται πρὸς αὐτὸν καὶ τὴν πρόσταξιν ὁ Θεός· τοῦτο μὲν διακελευόμενος αὐτῷ τῆς κρείττονος μεταλαμβάνειν τροφῆς καὶ ἀθανάτου καὶ μηδένα λόγον ποιεῖσθαι τῶν πρὸς τὴν χρείαν τοῦ σώματος, ὡς καὶ ἐνανθρωπήσας ὁ Λόγος προτρέπεται· «Ζητεῖτε, φησί, πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν», τὴν πρώτην οἷον ἐπισφραγίζων αὐτοῦ ἐντολὴν τοῦτο δὲ καὶ ἐξασφαλιζόμενος αὐτὸν ἀπὸ τοῦ εἰρημένου φυτοῦ τῆς αἰσθήσεως, ὡς ἂν μή, γευσάμενος δι’ αὐτῆς τῶν ἡδέων τῆς παρούσης ζωῆς, ὀδύνης πληρωθῇ, τῆς θείας ἐκπεσὼν διὰ τῆς τοιαύτης μεταλήψεως πανδαισίας καὶ ἀπολαύσεως.
Ἔστι δὲ καὶ κατὰ τὸν τελεώτερον λόγον καὶ ἄλλως περὶ τοῦ παραδείσου καὶ τοῦ παρὰ πολλῶν ζητουμένου ζητήματος τούτου σκέψασθαι καὶ εἰπεῖν. Ἀλλ’ ἀπὸ τοῦ κατ’ αἴσθησιν ἀπαναστὰς λόγου, τοῦ περιλαλοῦντος τοὺς σφαλλομένους τῇ τῶν νοημάτων κοινότητι, εἴ γε καὶ διὰ τῆς διανοίας τῶν λεγομένων ἀναδραμεῖν ἐπιθυμεῖς ἐπὶ τὰ νοητὰ τοῦ λόγου θεάματα, πειθαρχῶν τῷ εἰπόντι «ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν», πρὸς τὸν νοῦν καὶ τὸ πνεῦμα τοῦ λόγου διάβηθι, τὴν ἀκοὴν ἀνοίγων αὐτῷ καὶ μαθεῖν ἐκζητῶν ἐκεῖθεν τὰ θεῖα τε καὶ ἀνθρώπινα. Ἔχει δὲ οὕτως.
ϛʹ. Ἄλλη περὶ νοητοῦ παραδείσου σοφωτάτη καὶ ὑψηλὴ θεωρία καὶ ποία μέν ἐστιν ἡ εἰς αὐτὸν εἰσάγουσα πύλη, ποία δὲ ἡ ἐξάγουσα καὶ τίνα τὰ ἐν αὐτῶ θεῖα φυτά. Παράδεισός ἐστι καὶ ἄλλως, τὸ μέγα πεδίον τῆς πρακτικῆς φιλοσοφίας, τὸ καταπεπυκασμένον ἀθανάτοις παντοίοις φυτοῖς καὶ ἀρετῶν ταῖς ἰδέαις, ἐν ᾧ πεφύτευται πρὸς Θεοῦ τὸ φυτὸν τῆς ζωῆς καὶ τὸ ξύλον τῆς γνώσεως ἤτοι τὸ γνωστὸν καλοῦ τε καὶ πονηροῦ. Ἡ γὰρ πρακτικὴ φιλοσοφία, ὥσπερ τις φωτοειδὴς καὶ εὐώδης παράδεισος φυτευθεὶς πρὸς Θεοῦ εἰς τὴν ἀνατολὴν τῆς αὑτοῦ Ἐκκλησίας, κομᾷ παντοδαποῖς καὶ ὡραίοις φυτοῖς τῶν θείων ἀρετῶν καὶ τρέφει δαψιλῶς τοὺς ἐργαζομένους ἐν αὐτῷ τὰς τοῦ Θεοῦ ἐντολὰς καὶ φυλάσσοντας αὐτὰς τροφῇ ἀρρεύστῳ καὶ ἀθανάτῳ.
Τούτῳ τοίνυν τῷ θείῳ παραδείσῳ δύο ἐκ διαμέτρου εἰς φυλακήν, οἷα δὴ Χερουβίμ, ἐτέθησαν πύλαι· ἡ μὲν τοὺς ἐπιθυμοῦντας καὶ κρούοντας ἐν πόθῳ ψυχῆς ἀκωλύτως εἰσάγουσα εἰς τὴν τρυφὴν καὶ ἀπόλαυσιν τῶν ἀθανάτων αὐτοῦ φυτῶν, ἡ δὲ μετὰ τὸ ἐμφορηθῆναι τῶν ἐν αὐτῷ ἀγαθῶν εἰς νομὰς ἀθανάτους ἑτέρας ἐξάγουσα, περὶ ὧν καὶ ῥηθήσεται μετ’ ὀλίγα. Εἰσὶ δὲ ἡ θεία ταπείνωσις, ἡ τοὺς εἰσερχομένους δι’ αὐτῆς εἰσάγουσα εἰς τὴν τρυφὴν οὐρανῶν βασιλείας καὶ ἀνάπαυσιν, καὶ ἡ τελεία ἀγάπη, ἡ τοὺς ἐξερχομένους ἐκεῖθεν ἐξάγουσα εἰς νομὰς βασιλείας Θεοῦ, ὧν ἄνευθεν οὐκ ἔστιν οὔτε εἰσελθεῖν ἐν τῷ παραδείσῳ, οὔτε ἐπὶ βασιλείαν Θεοῦ ἐξελθεῖν, κἂν ὅτι μάλιστα ὁδοὶ πολλαί εἰσιν αἱ πρὸς οὐρανῶν φέρουσαι βασιλείαν. Πᾶσα γὰρ θεοσεβείας ὁδὸς ἐν τῇ κατὰ δύσιν πύλῃ τῆς ταπεινώσεως φέρει τὸν ὁδεύοντα ἐν αὐτῇ καὶ οὕτω δι’ αὐτῆς εἰσάγει τοῦτον εἰς τὸν παράδεισον.
Διατί δὲ δύο μόναι καὶ οὐχὶ πλείους, ὥσπερ καὶ μονὰς πολλὰς μᾶλλον εἶναι παρὰ τῷ Πατρὶ καὶ Θεῷ, συνεδημιουργήθησαν αὐτῷ πύλαι, ἵνα καὶ τῶν εἰσερχομένων ἕκαστος δι’ οἵας ἐβούλετο ἐποιεῖτο τὴν εἴσοδον ἐν αὐτῷ; Διὰ τὸ ἐκ δύο φύσεων πάντως εἶναι τὸν ἄνθρωπον, ἐκ ψυχῆς λέγω καὶ σώματος. Τὸ μὲν γὰρ αὐτοῦ ταπεινόν ἐστι, τὸ δὲ ὑψηλόν τε καὶ θεῖον. Καὶ ἄλλως· διὰ τὴν ὑλικὴν δυάδα τοῦ ἀλογωτέρου μέρους τῆς ψυχῆς αὐτοῦ, ἧς τὸ μέν, ὁ θυμός, διὰ ταπεινώσεως εἰς τὴν αὐλὴν εἰσέρχεται τῆς πραότητος, τὸ δέ, ἡ ἐπιθυμία διὰ τῆς ἀγάπης τῶν ἐγκοσμίων καὶ τῆς τῶν ὁρωμένων προσπαθείας ἐξέρχεται καὶ τὴν νομὴν εὑρίσκει ἐν τῷ Θεῷ διὰ μετουσίας τοῦ Πνεύματος. Καταλλήλως γὰρ τῇ πλάσει τοῦ ἀνθρώπου καὶ ὁ αἰσθητὸς καὶ ὁ νοητὸς εἰκότως πρὸς Θεοῦ ἐκτίσθη παράδεισος καὶ οὐκ ἔστιν ἑτέρα πύλη τῶν εἰρημένων ἐν τούτῳ εἰσάγουσα ἢ ἐξάγουσα.
Τοίνυν καὶ ἐν μέσῳ τοῦ θείου τούτου παραδείσου δύο ἐφυτεύθη παράδοξα ἐκ Θεοῦ φυτὰ διὰ τὴν εἰρημένην, οἶμαι, αἰτίαν· τὸ ξύλον φημὶ τῆς ζωῆς καὶ τὸ ξύλον τῆς γνώσεως, ὃ καὶ γνωστὸν καλεῖται καλοῦ τε καὶ πονηροῦ.
Τίνα οὖν εἰσι ταῦτα; Ἡ φυσικὴ θεωρία, καθὰ καὶ τῷ θείῳ δοκεῖ Γρηγορίῳ, καὶ ἡ μυστικὴ θεολογία· ἡ μὲν γάρ, οἷα δὴ καρποὺς ἔχουσα τὴν κρίσιν καὶ τὴν γνῶσιν τῶν θείων καὶ ἀνθρωπίνων πραγμάτων, ἡ θεωρία, ἐστὶ γνωστὸν καλοῦ τε καὶ κακοῦ φυτόν· διὰ γὰρ τῆς τῶν ὄντων γνώσεως γινώσκει τοὺς τῆς Προνοίας λόγους, διὰ δὲ τῆς κρίσεως τὴν ἀκριβῆ τῶν ὄντων ποιεῖται διάκρισιν, τί τὸ κρεῖττον διακρίνουσα καὶ τί τὸ χεῖρον, τί τὸ ποιητικὸν αἴτιον καὶ τί τὸ ποιηθὲν ἀνεπισφαλῶς. Ἡ δὲ μυστικὴ θεολογία τὸ τῆς ζωῆς ἐστι ξύλον· ἔχει γὰρ καρποὺς ζωῆς καὶ ἀθανασίας μεταδοτικούς, λέγω δὴ τὴν εἰς τὴν ἁγίαν Τριάδα πίστιν τὴν ἐν αὐτῇ γινομένην ἔξω λόγου τε παντὸς καὶ αἰσθήσεως—οὔτε γὰρ αἰσθήσει οὔτε λόγῳ γινώσκεται ἡ ἁγία Τριάς, ἀλλὰ μόνῃ τῇ βεβαίᾳ καὶ ἐνδιαθέτῳ πίστει— καὶ τὴν ὀρθόδοξον δόξαν εἰς τὴν τοῦ Μονογενοῦς ἐνανθρώπησιν.
ζʹ. Τίς ἡ τοῦ νοητοῦ παραδείσου ἐργασία καὶ φυλακὴ καὶ τίνων γίνεται πρόξενος τοῖς ἐν αὐτῷ διαφόρως ἐργαζομένοις ἡ μετουσία τῶν τούτου καρπῶν; Τούτων ἕνεκεν τῶν ἀθανάτων καὶ θείων φυτῶν ἐτέθη πρὸς Θεοῦ ἐντολὴ τῷ σπουδαίως ἐργαζομένῳ παντὶ τὴν νοεράν τε καὶ αἰσθητὴν ἐργασίαν ἐν τῷ πεδίῳ τοῦ παραδείσου τῆς ἐμπράκτου φιλοσοφίας τοῦ ἀπὸ παντὸς μὲν ξύλου τοῦ παραδείσου βρώσει φαγεῖν, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλόν τε καὶ πονηρὸν μὴ φαγεῖν, ὡς τοῦ μὲν ζωῆς ὄντος παρεκτικοῦ καὶ ἀθανασίας, τοῦ δὲ ἀγαθοῦ μὲν καὶ καλοῦ τοῖς τὴν ἕξιν τελεωτέροις, ἐπισφαλοῦς δὲ τοῖς ἔτι νέοις καὶ τὴν ἔφεσιν λιχνοτέροις. Ἡ γὰρ θεωρία μέσον οὖσα πεφυτευμένη τοῦ παραδείσου τῆς πρακτικῆς φιλοσοφίας ὡς ἀθάνατόν τι καὶ ἀειθαλὲς φυτόν, —θεωρία γὰρ ἦν, φησί, τὸ φυτόν, ὡς ἡ ἐμὴ θεωρία καὶ καρπὸν ἔχουσα δύναμιν διδόντα γνωστικὴν τῆς οἰκείας φύσεως αὐτοῖς τοῖς μεταλαμβάνουσιν—εὐκαίρως μὲν μεταλαμβανομένη, οἷον μετὰ περίοδον χρόνων πολλῶν γυμνασίας τῶν ἀρετῶν καὶ ἀσκήσεως καὶ μετὰ καθάρσεως ἄκρας πάσης λήμης τῶν τῆς ψυχῆς ὀφθαλμῶν, γίνεται λίαν καλὴ καὶ σωτήριος τοῖς μὴ δεδιόσι μετάπτωσιν διὰ τὸ ἐκ τοῦ χρόνου εἰς ἕξιν τινὰ τῆς τοιαύτης ἐλάσαι θεωρίας, τὴν τοῦ δημιουργοῦ μεγαλουργίαν ἐξ αὐτῆς δημοσιεύουσα.
Τοῖς δέ γε νέοις ἔτι καὶ μήπω παγίως χρόνῳ πολλῷ βεβηκόσιν ἐν τῇ τῶν ἀρετῶν ἐργασίᾳ, ἢ ἀπὸ πάσης καθάρασι λήμης τὸ ὀπτικὸν αὐτῶν τῆς ψυχῆς, διὰ τὸ ἀβέβαιον ἔτι τῆς ἐναρέτου διαμονῆς, γίνεται πρόξενος ὑπερηφανίας ἐσχάτης καὶ βλασφημίας, θανάτου αἰωνίου καὶ ἀπωλείας, ὥσπερ δὴ γέγονέ ποτε Ὠριγένει, Διδύμῳ καὶ Εὐαγίῳ καὶ τοῖς λοιποῖς αἱρεσιάρχαις ὁμοῦ. Διὰ τοῦτο ἐξασφαλιζόμενος τοὺς τοιούτους ὁ λόγος ἀποτρέπει τὴν τοῦ ξύλου τούτου μετάληψιν καί φησιν· «Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλόν τε καὶ πονηρόν, οὐ φάγεσθε ἀπ’ αὐτοῦ· ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε.» Γνωστὴ δὲ καλοῦ τε καὶ κακοῦ λέγεται ἡ τοῦ ξύλου τούτου τῆς θεωρίας μετάληψις, καθὸ τοῖς μὲν τελείοις δύναμιν παρέχει γνώσεως πάντων, ὁρατῶν τε καὶ ἀοράτων, ἀνθρωπίνων τε καὶ θείων πραγμάτων, «αἰχμαλωτίζουσαν πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ» καὶ δυναμένην οὐ μόνον ἀπὸ τῆς θεωρίας τῶν καλῶν, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν ἐναντίων τῇ θεοσεβείᾳ καρπὸν ἀγαθὸν δρέψασθαι, διττὴν φέροντα τὴν τῆς γεύσεως δύναμιν, ὠφελείας καὶ βλάβης φημί, τοῖς μεταλαμβάνουσι, κατὰ τὴν ἐν ἑκάστῳ κρατοῦσαν ἕξιν τῆς διαθέσεως, καὶ τῷ μεταλαμβάνοντι γενέσθαι τῆς αἰχμαλωσίας τῷ νόμῳ ζωῆς πρόξενον.
Οἷον, φέρε εἰπεῖν, εἶδέ τις ὡραίαν ὄψιν περικαλλῆ ἐν ἀκολάστῳ γυναίῳ καὶ τεθρυμμένῳ τοῖς ἤθεσι καὶ ἰδών, τὸν δημιουργὸν εὐθὺς ἐμεγάλυνε, δόξαν ἀναπέμψας αὐτῷ, τὴν ἐν τῇ σαθρᾷ ὕλῃ κατανοήσας μορφωθεῖσαν παρ’ αὐτοῦ ὡραιότητα, ὡς ἐκ τῆς ἐν αὐτῇ θεωρίας καὶ εἰς κατάνυξιν ἐλθεῖν αὐτὸν καὶ προκόψαι πλέον εἰς τὴν τοῦ Θεοῦ ἀγάπην, τοῦ ταύτην δημιουργήσαντος, οὐ μόνον δέ, ἀλλὰ καὶ εἰς λόγους ἐλθὼν αὐτῇ, μετεποίησεν ἅμα τὰ τῆς φαύλης ἕξεως αὐτῆς εἰς ἕξιν ἀρετῆς καὶ διὰ μετανοίας προσήγαγεν αὐτὴν τῷ Χριστῷ, καθαρὰν ἐξ ἀκαθάρτων τῇ τοῦ λόγου διδασκαλίᾳ μετασκευάσας αὐτὴν καὶ νύμφην παρθένον τὴν ἀκόλαστον αὐτῷ ἁρμοσάμενος· οἷόν ποτε ὁ ἐν πατράσι θεσπέσιος Νόννος ἐκεῖνος εἰργάσατο, τὴν μακαρίαν ἐκ πορνῶν Πελαγίαν ἁγνὴν τῷ Χριστῷ παρθένον παραστησάμενος.
Ἀλλὰ τοῖς μὲν τελείοις τοιαύτην παρέχει δύναμιν γνώσεως ἡ τοῦ θείου τούτου φυτοῦ τῆς θεωρίας μετάληψις, ἀπό τε θείων καὶ ἀνθρωπίνων πραγμάτων εὐκαίρως μεταλαμβανομένη καὶ ἀπὸ τῶν ἐναντίων αὐτῶν, ὥσπερ εἴρηται.
Τοῖς δέ γε ἀτελεστέροις καὶ ἀνασκήτοις περὶ τὰ θεῖα καὶ πρὸς τὴν ταύτης μετάληψιν ἀπείροις τῆς ἐναντίας τοῦ κακοῦ πρόξενος γίνεται γνώσεως καὶ ἐξ αὐτῶν τῶν θείων καὶ ἀγαθῶν αἰτιῶν, ὥσπερ δὴ γέγονέ ποτε τοῖς ἱερεῦσιν ὁμοῦ καὶ κριταῖς ἐκείνοις πάλαι ἡ τῆς σώφρονος Σωσάννης θεωρία, ἔτι ἀνασκήτοις οὖσι πρὸς θεωρίαν τοιαύτην.
Ὃ οὖν τῷ θείῳ πατρὶ Νόννῳ πρόξενον ἐγένετο ζωῆς ἐν τῇ χάριτι, τοῦτο τοῖς παλαιοῖς ἱερεῦσιν ἐκείνοις πρόξενον θανάτου τηνικαῦτα ἐγένετο. Καὶ οὐ τότε μόνον ταῦτα συνέβη ἐκ τῆς καταλλήλου τοῦ φυτοῦ θεωρίας τούτου εἰς ἕκαστον, ἀλλὰ καὶ νῦν καθ’ ἑκάστην συμβαίνει ἐν ἑκάστῳ τῶν ἢ γεγυμνασμένως ἢ ἀγυμνάστως ἐπιβαλλόντων ἐν τῇ τοῦ τοιούτου φυτοῦ θεωρίᾳ· οὐχ ὅτι οὕτω φύσεως τὸ φυτὸν ἔχει, —ἄπαγε, οὐ γὰρ ἐφυτεύθη κακῶς, ὡς κακόν· οὐδὲν γὰρ κακὸν ἐποίησεν ὁ Θεός, οὐδὲ φθονερῶς ἀπηγορεύθη—, ἀλλ’ ὅτι καθαρῶν τὰ αἰσθητήρια δέεται εἰς κατανόησιν καὶ ὀπτασίαν αὐτοῦ, καθὰ καὶ περὶ τοῦ δεσποτικοῦ σώματος καὶ αἵματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ φησιν ὁ ἀπόστολος· «Δοκιμαζέτω τις πρῶτον ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου τούτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου τούτου πινέτω· ὁ γὰρ ἀναξίως ἐσθίων ἢ πίνων, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει. Διὰ τοῦτο γὰρ πολλοὶ ἐν ἡμῖν ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί.» Τούτῳ τοίνυν τῷ τρόπῳ, τοῖς μὲν θεολόγοις πατράσι καθαροῖς οὖσι καὶ διὰ Πνεύματος ἁγίου ἐνεργουμένοις ἡ θεωρία τῶν ἀνθρωπίνων πραγμάτων καὶ τῶν τῆς θείας φύσεως ἰδιωμάτων καλή τε καὶ ἄπταιστος, ἀνεπισφαλὴς καὶ σωτήριος γέγονεν, ὡς γεγυμνασμένοις πρὸς θεωρίαν θείαν τὰ τῆς ψυχῆς αἰσθητήρια.
Ὅθεν «τὸ ἄκτιστον, τὸ ἄναρχον, τὸ ἀθάνατον, τὸ ἀπέραντον, τὸ αἰώνιον, τὸ ἄϋλον, τὸ ἀγαθόν, τὸ δημιουργικόν, τὸ δίκαιον, τὸ φωτιστικόν, τὸ ἄτρεπτον, τὸ ἀπαθές, τὸ ἀπερίγραπτον, τὸ ἀχώρητον, τὸ ἀπεριόριστον, τὸ ἀόριστον, τὸ ἀσώματον, τὸ ἀόρατον, τὸ ἀπερινόητον, τὸ ἀνενδεές, τὸ αὐτοκρατὲς καὶ αὐτεξούσιον, τὸ παντοκρατορικόν, τὸ ζωοδοτικόν, τὸ παντοδύναμον, τὸ ἀπειροδύναμον, τὸ ἁγιαστικὸν καὶ μεταδοτικόν, τὸ περιέχειν καὶ συνέχειν τὰ σύμπαντα καὶ πάντων προνοεῖσθαι. Πάντα ταῦτα καὶ τὰ τοιαῦτα φύσει τὴν θείαν ἔγνωσαν φύσιν καὶ οὐκ ἄλλοθεν εἰληφυῖαν, ἀλλ’ αὐτὴν τὴν ἐν ἀλλήλαις τῶν ὑποστάσεων μονήν τε καὶ ἵδρυσιν, μεταδιδοῦσαν παντὸς ἀγαθοῦ τοῖς οἰκείοις ποιήμασι κατὰ τὴν ἑκάστου δεκτικὴν δύναμιν.
Ἀδιαστάτους γὰρ αὐτὰς καὶ ἀνεκφοιτήτους ἀλλήλων ἐθεολόγησαν, ἀσύγχυτον ἐχούσας τὴν ἐν ἀλλήλαις περιχώρησιν, οὐχ ὥστε συναλείφεσθαι ἢ συγχέεσθαι, ἄλλ’ ὥστε ἀλλήλων ἔχεσθαι. Υἱὸς γὰρ ἐν Πατρὶ καὶ Πνεύματι καὶ Πνεῦμα ἐν Πατρὶ καὶ Υἱῷ καὶ Πατὴρ ἐν Υἱῷ καὶ Πνεύματι, μηδεμιᾶς γινομένης συναλοιφῆς ἢ συμφύρσεως ἢ συγχύσεως.
Καὶ τὸ ἓν καὶ ταὐτὸν τῆς κινήσεως· ἓν γὰρ ἔξαλμα καὶ μίαν κίνησιν ἐδογμάτισαν τῶν τριῶν ὑποστάσεων, ὅπερ ἐπὶ τῆς κτιστῆς φύσεως θεωρηθῆναι ἀδύνατον. «Καὶ ὅτι ἡ θεία ἔλλαμψις καὶ ἐνέργεια, μία οὖσα καὶ ἁπλῆ καὶ ἀμερὴς καὶ ἀγαθοειδῶς ἐν τοῖς μεριστοῖς ποικιλλομένη καὶ τούτοις πᾶσι τὰ τῆς οἰκείας φύσεως συστατικὰ νέμουσα, μένει ἁπλῆ, πληθυνομένη μὲν ἐν τοῖς μεριστοῖς ἀμερίστως καὶ τὰ μεριστὰ πρὸς τὴν ἑαυτῆς ἁπλότητα συνάγουσα καὶ ἐπιστρέφουσα. Πάντα γὰρ αὐτῆς ἐφίεται καὶ ἐν αὐτῇ ἔχει τὴν ὕπαρξιν καὶ αὐτὴ τοῖς πᾶσι τὸ εἶναι καθὼς ἔχει φύσεως μεταδίδωσι καὶ αὐτή ἐστι τῶν ὄντων τὸ εἶναι καὶ τῶν ζώντων ἡ ζωὴ καὶ τῶν λογικῶς ὄντων ὁ λόγος καὶ τῶν νοερῶς ὄντων ἡ νόησις. Αὐτὴν ὑπὲρ νοῦν οὖσαν νοῒ καθαρῷ καὶ ἔγνωσαν οἱ θεῖοι πατέρες, ὑπὲρ λόγον τε καὶ ὑπὲρ ζωὴν καὶ ὑπὲρ οὐσίαν. «Ἔτι δὲ καὶ τὸ διὰ πάντων διήκειν ἀμιγῶς, δι’ αὐτῆς δὲ οὐδέν. Ἔτι καὶ τὸ ἁπλῇ γνώσει γινώσκειν τὰ πάντα καὶ πάντα τῷ θείῳ καὶ παντεποπτικῷ καὶ ἀΰλῳ αὐτῆς ὄμματι ἁπλῶς καθορᾶν, τά τε ἐνεστῶτα, τά τε παρεληλυθότα καὶ τὰ μέλλοντα πρὶν γενέσεως αὐτῶν, ἀναμάρτητον καὶ ἁμαρτίας ἀφιέναι καὶ σῴζειν καὶ ὅτι πάντα μὲν ὅσα θέλει δύναται, οὐχ ὅσα δὲ δύναται θέλει. Δύναται γὰρ ἀπολέσαι τὸν κόσμον, οὐ θέλει δέ.» Καὶ ταῦτα μὲν περὶ τῶν ἰδιωμάτων τῆς θείας φύσεως ἀπταίστως καὶ ἀνεπισφαλῶς ἐν καθαρᾷ θεωρίᾳ ἐθεολόγησαν.
Οὕτω δὲ καὶ περὶ τῆς ἐνσάρκου οἰκονομίας, πάλιν καθαρᾷ θεωρίᾳ θεωρήσαντες, ἐθεολόγησαν, οὕτως εἰπόντες· «Πνεῦμα ἅγιον ἐπὶ τὴν ἁγίαν Παρθένον ἐπῆλθε κατὰ τὸν τοῦ Κυρίου λόγον, ὃν εἶπεν ὁ ἄγγελος πρὸς αὐτήν, καθαῖρον αὐτὴν καὶ δύναμιν δεκτικὴν τῆς τοῦ Λόγου θεότητος παρέχον, ἅμα δὲ καὶ γεννητικήν. Καὶ τότε ἐπεσκίασεν ἐπ’ αὐτὴν ἡ τοῦ Θεοῦ τοῦ ὑψίστου ἐνυπόστατος σοφία καὶ δύναμις, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ τῷ Πατρὶ ὁμοούσιος, οἱονεὶ θεῖος σπόρος, καὶ συνέπηξεν ἑαυτῷ ἐκ τῶν πανάγνων καὶ καθαρῶν αἱμάτων αὐτῆς σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, ἀπαρχὴν τοῦ ἡμετέρου φυράματος, οὐ σπερματικῶς, ἀλλὰ δημιουργικῶς, διὰ τοῦ ἁγίου Πνεύματος, οὐ ταῖς κατὰ μικρὸν προσθήκαις ἀπαρτιζομένου τοῦ σχήματος, ἀλλ’ ὑφ’ ἓν τελειωθέντος, αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος τῇ σαρκὶ χρηματίσας ὑπόστασις. Οὐ γὰρ προϋποστάσῃ καθ’ ἑαυτὴν σαρκὶ ἡνώθη ὁ Θεὸς Λόγος, ἀλλ’ ἐνοικήσας τῇ γαστρὶ τῆς ἁγίας Παρθένου ἀπεριγράπτως ἐν τῇ ἑαυτοῦ ὑποστάσει, ἐκ τῶν ἁγνῶν τῆς Παρθένου αἱμάτων σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ ὑπεστήσατο, ἀπαρχὴν προσλαβόμενος τοῦ ἡμετέρου φυράματος, αὐτὸς ὁ Λόγος γενόμενος τῇ σαρκὶ ὑπόστασις, ὥστε ἅμα σάρξ, ἅμα Θεοῦ Λόγου σάρξ, ἅμα σὰρξ ἔμψυχος, λογική τε καὶ νοερά. «
Διὸ οὐκ ἄνθρωπον ἀποθεωθέντα εἶπον, ἀλλὰ Θεὸν ἐνανθρωπήσαντα· ὢν γὰρ φύσει τέλειος Θεός, γέγονε φύσει τέλειος ἄνθρωπος ὁ αὐτός, οὐ τραπεὶς τὴν φύσιν, οὐδὲ φαντάσας τὴν οἰκονομίαν, ἀλλὰ τῇ ἐκ τῆς ἁγίας Παρθένου ληφθείσῃ λογικῶς τε καὶ νοερῶς ἐψυχωμένῃ σαρκὶ καὶ ἐν αὐτῷ τὸ εἶναι λαχούσῃ, ἑνωθεὶς καθ’ ὑπόστασιν ἀσυγχύτως καὶ ἀναλλοιώτως καὶ ἀδιαιρέτως, μὴ μεταβαλὼν τὴν τῆς θεότητος αὐτοῦ φύσιν εἰς τὴν τῆς σαρκὸς οὐσίαν μήτε μὴν τὴν οὐσίαν τῆς σαρκὸς αὐτοῦ εἰς τὴν τῆς θεότητος φύσιν, οὐδὲ ἐκ τῆς θείας αὐτοῦ φύσεως καὶ ἧς προσέλαβεν ἀνθρωπίνης φύσεως μίαν ἀποτελέσας σύνθετον φύσιν.» Ἀτρέπτως γὰρ καὶ ἀναλλοιώτως ἡνώθησαν αἱ φύσεις ἀλλήλαις, μήτε τῆς θείας φύσεως ἐκστάσης τῆς οἰκείας ἁπλότητος, μήτε μὴν τῆς ἀνθρωπίνης ἢ τραπείσης εἰς θεότητος φύσιν ἢ εἰς ἀνυπαρξίαν χωρησάσης, μήτε ἐκ τῶν δύο μιᾶς γεγενημένης συνθέτου φύσεως· οὐδὲ γὰρ ἐξ ἑτέρων ἕτερον, ὥσπερ ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπος ἢ ὡς ἐκ τεσσάρων στοιχείων σῶμα, ἀλλ’ ἐξ ἑτέρων τὰ αὐτά.
Ἐκ θεότητος μὲν γὰρ καὶ ἀνθρωπότητος Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον τὸν αὐτὸν καὶ εἶναι καὶ λέγεσθαι, ἐκ δύο τε καὶ ἐν δυσὶν» ὡμολόγησαν καὶ ὁμολογοῦμεν φύσεσι. «Τέλειον δὲ Θεὸν ὁμολογοῦντες τὸν αὐτὸν καὶ τέλειον ἄνθρωπον, πάντα ἔχειν ἔφησαν καὶ φαμὲν τὸν αὐτὸν ὅσα ὁ Πατήρ, πλὴν τῆς ἀγεννησίας, καὶ πάντα ἔχειν ὅσα ὁ Ἀδὰμ ὁ πρῶτος, δίχα μόνης ἁμαρτίας, ἅτινά ἐστι σῶμα καὶ ψυχὴ λογική τε καὶ νοερά, ἔχειν δὲ αὐτὸν καταλλήλως ταῖς δύο φύσεσι, διπλᾶ τὰ τῶν δύο φύσεων φυσικά, δύο θελήσεις φυσικάς, τήν τε θείαν καὶ τὴν ἀνθρωπίνην, καὶ ἐνεργείας δύο φυσικάς, θείαν τε καὶ ἀνθρωπίνην, καὶ αὐτεξούσια δύο φυσικά, θεῖόν τε καὶ ἀνθρώπινον, καὶ σοφίαν καὶ γνῶσιν θείαν τε καὶ ἀνθρωπίνην.
Ὁμοούσιος γὰρ ὢν τῷ Θεῷ καὶ Πατρί, αὐτεξουσίως θέλει καὶ ἐνεργεῖ ὡς Θεός· ὁμοούσιος δὲ ὢν καὶ ἡμῖν, αὐτεξουσίως θέλει καὶ ἐνεργεῖ ὡς ἄνθρωπος ὁ αὐτός· αὐτοῦ γὰρ τὰ θαύματα, αὐτοῦ καὶ τὰ παθήματα.» Καὶ οὕτω μὲν οἱ θεῖοι πατέρες τῇ θεωρίᾳ τοῦ ξύλου τῆς ζωῆς καθαρῷ καὶ ἀνεπιθολώτῳ ὄμματι ἐπιβαλόντες τὸν καρπὸν ἐξ αὐτοῦ τῆς θεολογίας ἀπταίστως ἐδρέψαντο καὶ μεταλαβόντες αὐτοῦ μετέσχον καὶ τῆς ἐξ αὐτοῦ ἐνθέου ζωῆς καὶ ὡς οἰκονόμοι πιστοὶ μετέδωκαν καὶ ἡμῖν τοῦ τρέφεσθαι ἐξ αὐτοῦ εἰς ζωὴν αἰώνιον· οὕτω δὲ τῇ θεωρίᾳ τοῦ ξύλου τῆς γνώσεως θείῳ καὶ πεφωτισμένῳ ἐπιβαλόντες ὄμματι, τὴν γνῶσιν ἔσχον αὐτοῦ ἄμωμον καὶ ἁγνὴν καὶ ἀπὸ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐβλάβησαν, ὥσπερ ἄνωθεν εἴρηται. Οὐχ οὕτω δὲ οἱ ἀνάγνως καὶ ἀτελῶς ἐπιβαλόντες ταῖς θεωρίαις αὐτῶν ἔσχον, ἀλλ’ οἱ μὲν αὐτῶν ἡδονῶν καὶ ἀκολασίας πτώματι ἔπεσον, οἱ δὲ βλασφημίας καὶ ὑπερηφανίας σατανικῆς.
Πόθεν γάρ, εἰπέ μοι, ὁ τῆς μανίας ἐπώνυμος Ἄρειος, Μάνης τε ὁ δυσσεβὴς καὶ ὁ φρενοβλαβὴς Νεστόριος καὶ οἱ λοιποὶ τῶν αἱρετικῶν ἔξαρχοι εἰς βλασφημίαν κατὰ τοῦ Θεοῦ καὶ τῶν ὀρθῶν δογμάτων τῆς τοῦ Χριστοῦ Ἐκκλησίας πεπτώκασιν; Οὐχ ὅτι ἀκάθαρτοι ὄντες τὰ τῆς ψυχῆς αἰσθητήρια καὶ πεπωρωμένοι δεινῶς τὴν καρδίαν ἐκ τοῦ δεινοῦ τῆς ὑπερηφανίας νοσήματος, ἀναξίως εἰς τὴν θεωρίαν ἐπέβαλον τῆς θείας Γραφῆς, ἐσκοτισμένην ἔχοντες ὑπὸ παθῶν καὶ οἰήσεως τὴν διάνοιαν;
Ὁ μὲν γὰρ ἤκουσε τῆς θείας λεγούσης Γραφῆς· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με», ὁ δέ· «ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν», ὁ δέ, Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· καὶ τὸν νοῦν μὴ δυνηθέντες ἀνιχνεῦσαι ἢ τὴν διάνοιαν τοῦ ῥητοῦ, μηδὲ καθαρῶς ἐπιβαλεῖν εἰς τὰ βάθη τοῦ Πνεύματος, ἄμοιροι πάντῃ Πνεύματος ἁγίου ὑπάρχοντες, ὁ μὲν τῆς ὁμοουσιότητος ἔτεμε τοῦ Θεοῦ καὶ Πατρὸς τὸν ὁμοούσιον Υἱὸν καὶ Θεὸν Λόγον κτίσμα δογματίσας αὐτόν, ὁ δὲ δύο ἐφαντάσθη ἀρχάς, μίαν ἀγαθὴν ἄνω καὶ ἑτέραν κάτω κομιδῇ πονηρὰν τοῦ σκότους τοῦ ἄρχοντος, καὶ οὕτω δογματίσας εἰς ἀπώλειαν παρέπεμψε τοὺς τὴν διδασκαλίαν δεξαμένους αὐτοῦ, ὁ δὲ δύο υἱούς, ἕνα τὸν ἀπὸ Θεοῦ Πατρὸς Υἱὸν καὶ Λόγον καὶ ἕτερον τὸν ἀπὸ τῆς Παρθένου Μαρίας, Χριστοτόκον καὶ οὐ Θεοτόκον ὁ σκοτεινὸς καὶ δυσώνυμος τὴν πανάμωμον Μητέρα τοῦ Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ ὀνομάσας.
Οὕτω τοιγαροῦν, τοὺς μὲν τελείους τὴν γνῶσιν καὶ τὸν λόγον καὶ τὴν ἀρετήν, τοὺς εἰς μέτρον, φημί, ἀναδραμόντας ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ καὶ τὸν νοῦν αὐτοῦ ἐξ ἄκρας καθαρότητος κτησαμένους, οὐδὲ ἡ ἀπειρημένη γεῦσις τοῦ τοιούτου φυτοῦ δύναται βλάψαι, εἰ καὶ γνωστὴ καλοῦ τε καλεῖται καὶ πονηροῦ. Μᾶλλον μὲν οὖν καὶ ὡς ἐκ βάτου σταφυλὴν τρυγῶσι, τὸ παραδοξότατον, ὥριμον, καὶ ῥόδον ἐξ ἀκανθῶν. Τοῖς δέ γε νέοις ἔτι καὶ ἀπείροις καὶ ἀφωτίστοις καὶ ἡ τοῦ καλοῦ μετάληψις αὐτὴ πρόξενος πολλάκις θανάτου γίνεται, ὥσπερ τοῖς μήπω ἀπογαλακτισθεῖσι νηπίοις ἡ τοῦ ἄρτου τροφὴ καὶ τοῖς λημῶσι τοὺς ὀφθαλμοὺς αἱ τοῦ ἡλίου ἀκτῖνες, καθὰ καὶ ὁ λόγος δραμὼν πολυτρόπως ἀπέδειξεν ἄνωθεν.
ηʹ. Τίνα τρόπον δύο πύλας καὶ οὐ πολλὰς ἐν τούτῳ τῷ παραδείσῳ οἷα δὴ στρεφομένας ὡς Χερουβὶμ ὁ λόγος ἐτάξατο καὶ τίς τούτων ἑκάστης ἡ διαφορὰ τῆς ἐνεργείας; Ἀλλὰ τοσαῦτα μὲν περὶ παραδείσων ἡμῖν καὶ τῶν ἐν αὐτοῖς πρὸς Θεοῦ πεφυτευμένων φυτῶν πεφιλοσόφηται.
Λείπεται δὲ εἰπεῖν ἡμᾶς τίνα τρόπον δύο πύλας καὶ μόνας ὁ λόγος τῷ παραδείσῳ τούτῳ ὡς Χερουβὶμ στρεφομένας ἐτάξατο, πολλῶν οὐσῶν τῶν ἀκηράτων μονῶν, ὥς φησι Χριστὸς ὁ Θεός, παρὰ τῷ Θεῷ καὶ Πατρὶ αὐτοῦ καὶ ὁδῶν ὡσαύτως φερουσῶν εἰς βασιλείαν Θεοῦ.
Ἡ ταπείνωσις καὶ ἡ ἀγάπη τῶν ἑκατέρων μερῶν τῆς θείας σειρᾶς πασῶν τῶν ἀρετῶν ἄκραι τελευταῖαί εἰσι καὶ ἀρχαί· ἡ μὲν γὰρ ταπείνωσις ἀρχὴ ταύτης ἀκροτάτη κάτω, ἡ δὲ ἀγάπη τέλος αὐτῆς τὸ ἀκρότατον ἄνω· ἢ καὶ ἄλλως, τῆς ἱερᾶς κλίμακος τῶν θείων ἀρετῶν αἱ ἀντικρὺ ἀκρόταται καὶ τελευταῖαι βαθμίδες. Ἡ μὲν γὰρ ταπείνωσις ἀρχὴν τῆς ἀνόδου ποιεῖται τῆς κλίμακος, ἡ δὲ ἀγάπη, τέλος οὖσα τῶν βαθμίδων τῆς ἀρετῆς καὶ τῆς ἐπὶ τὸ ὕψος ἀνόδου τῆς κλίμακος, ἐξάγει τὸν ἐπ’ αὐτὴν τὰς βάσεις ἐρείσαντα ἐπὶ νομὰς ἀειζώους καὶ ἀκηράτους τῆς θείας μακαριότητος.
Ἐπεὶ οὖν ἀρχὴ καὶ τέλος τῆς πρὸς τὸν Θεὸν ἀνόδου καὶ τὴν βασιλείαν αὐτοῦ ἡ ταπείνωσις καὶ ἡ ἀγάπη ἐστίν, εἰκότως ὁ λόγος πύλας ἐκ διαστήματος αὐτὰς καὶ ἀντικρὺ τῷ παραδείσῳ κειμένας τῆς πρακτικῆς ἐξελάβετο φιλοσοφίας, ὡς τῆς μὲν εἰσαγούσης τὸν κρούοντα καὶ ζητοῦντα εἰσελθεῖν εἰς τὴν Ἐδέμ, ἤγουν εἰς αὐτὴν τὴν τρυφὴν τῶν ἀθανάτων φυτῶν τῆς νοερᾶς ἐργασίας καὶ φυλακῆς, τῆς δὲ ἐξαγούσης ἐκεῖθεν ἐπὶ βασιλείαν οὐρανῶν καὶ Θεοῦ ἕνωσιν καὶ ἐπὶ νομὰς ἀϊδίους καὶ ἀκηράτους, τὰς τῶν ἀγγέλων. Οὕτω γὰρ καὶ ὁ Κύριος Ἰησοῦς πᾶσιν ἡμῖν ἐμφανῶς ἐπαγγέλλεται λέγων· «Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει.» Αὐτὸς γάρ ἐστιν ὄντως ἡ θύρα τοῦ παραδείσου τῆς βασιλείας τῶν οὐρανῶν, ὁ δέ γε θυρωρός, τὸ Πνεῦμα τὸ ἅγιον.
Τῷ γοῦν εἰς τὰ προαύλια τῆς εὐσεβείας ἐγγίσαντι, ἄρτι δηλονότι τοῦ κόσμου ἀπάραντι καὶ εἰς τὴν θύραν τῶν ἐντολῶν τοῦ Χριστοῦ διὰ ταπεινώσεως κρούοντι, ὁ θυρωρός, αὐτό φημι τὸ Πνεῦμα τὸ ἅγιον, ἀνοίγει τὴν εἴσοδον τὴν εἰς τὸ συνιέναι διανοίγουσαν τὸν νοῦν, «τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ τέλειον καὶ εὐάρεστον», καὶ εἰσελθόντι καὶ τῶν ἀγαθῶν ἐκείνων τῶν αἰωνίων κατατρυφήσαντι διὰ πράξεως καὶ πολλῶν ἀγώνων τῆς ἀρετῆς ἐξάγει πάλιν ἐκεῖθεν αὐτὸν ἐπὶ νομὰς τῆς φυσικῆς θεωρίας τῶν τοῦ Θεοῦ κτισμάτων. Οὕτω δὴ ὁ θυρωρὸς καὶ ποιεῖ καταπαῦσαι ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ καὶ ἑνωθῆναι Θεῷ μεθ’ ὑψωμάτων θεολογίας τῆς ἀδιαιρέτου καὶ ὁμοουσίου Τριάδος ἐν τῇ ἀναπαύσει τῆς θείας ἀγάπης κατὰ τὸν εἰπόντα Χριστὸν καὶ Θεὸν ἡμῶν· «Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Ἄλλως γὰρ οὐ δύναταί τις εἰσελθεῖν εἰς τὰ τοῦ Χριστοῦ βασίλεια καὶ εἰς αὐτὰ τοῦ νοητοῦ παραδείσου τὰ θεῖα καὶ χλοηφόρα χωρία, ἔνθα εἰσὶ τόποι φωτεινοί, τόποι ἀναψύξεως, σκηναὶ δικαίων, ὕδωρ ἀναπαύσεως, χαρά, εὐφροσύνη καὶ ἀγαλλίασις, καὶ εὑρεῖν ἀνάπαυσιν τῇ ψυχῇ αὐτοῦ, εἰ μὴ διὰ τῆς δυτικῆς καὶ πρώτης πύλης, τῆς ἐν αὐτῷ κρυπτομένης τῷ Χριστῷ, ἥτις ἐστὶν ἡ ἁγία ταπείνωσις.
Καὶ εἰκότως· ὁ γὰρ ἑαυτὸν ἀπορρήξας τοῦ κόσμου καὶ πάσης φιλίας καὶ προσπαθείας φίλων καὶ ἰδίων καὶ συγγενῶν, καὶ τὸν κόσμον σταυρώσας ἐν ἑαυτῷ διὰ τῆς ἐκκοπῆς τοῦ οἰκείου θελήματος, πάσης καταφρονήσας σωματικῆς ἀναπαύσεως, καὶ διὰ πόνων μετανοίας καὶ ἀγώνων τῆς ἀρετῆς μεθ’ ὑπομονῆς κρούων πολλῆς εἰς τὴν θύραν τῶν ἐντολῶν τοῦ Χριστοῦ, εἰσέρχεται διὰ τῆς ταπεινώσεως, ὥσπερ εἴρηται, εἰς τὰ τοῦ παραδείσου τῆς πρακτικῆς φιλοσοφίας προαύλια, ἅτινά εἰσιν ἡ ὑποταγή, ἡ διακονία πρὸς πᾶσαν ἀτιμοτέραν ἀγωγήν, ἡ ὑπομονὴ τῶν θλίψεών τε καὶ πειρασμῶν, ἡ κακοπάθεια, ἡ χαμευνία, ἡ παννύχιος στάσις, ἡ ἀγρυπνία, ἡ συνεχὴς ψαλμῳδία, ἡ προσευχὴ καὶ νηστεία, ἡ ἀνάγνωσις τῶν θείων Γραφῶν καὶ ἡ πρὸς πάντας ὑπακοὴ καὶ εὐπείθεια.
Ἐν τούτοις δὲ εἰσελθὼν διὰ τῆς χριστομιμήτου ταπεινώσεως, σώζεται ἀπὸ πάσης δουλείας τῆς ἁμαρτίας, τὴν θάλασσαν τῶν παθῶν ἀκλύστως διαπεράσας, εἰς τὸν λιμένα τῆς ἀπαθείας τὸν φόρτον ἀνασωσάμενος Θεῷ, διὰ πράξεως τῆς ἐμπράκτου καὶ ἐναρέτου φιλοσοφίας τῶν τοῦ Χριστοῦ ἐντολῶν· κἀκεῖθεν, τῶν θυρῶν πάλιν τῆς θεωρίας ἀνοιγεισῶν αὐτῷ διὰ τοῦ Πνεύματος, εἰσέρχεται εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, ἥτις ἐστὶν ἡ γνῶσις τῶν ὄντων καὶ ἡ ἐπίγνωσις τῶν θείων καὶ ἀνθρωπίνων πραγμάτων, δι’ ἧς εἰς τὰ βάθη ἐγκύψας τοῦ Πνεύματος, τὴν ἔρευναν τῶν τῆς Προνοίας ποιεῖται λόγων καὶ τῶν σωματικῶν εὐθὺς καὶ ἐπιπόνων τῆς πράξεως ἔργων, ὅσα περὶ διακονίας καὶ ὑποταγῆς ἐστιν, ἐξέρχεται, κατὰ τὸν λέγοντα θεῖον Δαβίδ· «Τοῦτο κόπος ἐστὶν ἐνώπιόν μου, ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν».
Πάντων δὲ τῶν κτισμάτων τρανῶς τοὺς λόγους καὶ τὰς φύσεις καὶ τὰς κινήσεις κατασκοπήσας, ἐξέρχεται διὰ τῆς εἰς Θεὸν τελείας ἀγάπης ἀπὸ πάσης ὁρωμένης καὶ ἀοράτου κτίσεως, εἰς τρίτον ἐκεῖθεν τῷ Πνεύματι θεολογίας οὐρανὸν ἁρπαγείς, ὡς ὑπεράνω γεγονὼς τῆς τοῦ σώματος ταπεινώσεως· καὶ εἰς πόνους καὶ κόπους ἑτέρους νοητοὺς εἰσελθών, κατὰ τὸν λέγοντα· «Ὁ προστιθεὶς γνῶσιν προστίθησιν ἄλγημα», εὑρίσκει νομὴν νοημάτων θείων, εἰς γνόφον θεολογίας εἰσδὺς ὡς εἰς ἄλλον παράδεισον, πρὸς ὃν καὶ Παῦλος ὁ θεῖος ἡρπάγη. Καὶ θεολογεῖ καθαρῶς τὴν Τριάδα, πρὸς δὲ καὶ τὴν τοῦ Λόγου σάρκωσιν καὶ γίνεται, κατὰ τὸν θεῖον Δαβίδ, ἡ γλῶσσα αὐτοῦ «κάλαμος γραμματέως ὀξυγράφου», ὅθεν καὶ μόνος μὴ στέγων τρυφᾶν τὰ περὶ Θεὸν ἐρεύγεται λόγους ἀγαθοὺς ἀπὸ καρδίας ἐν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, καινὰ καὶ παλαιὰ ἐκφέρων ἀπὸ τοῦ στόματος· καὶ κωλῦσαι τὰ χείλη αὐτοῦ ἔκτοτε τοῦ μὴ κηρύσσειν τὸ ἔλεος καὶ τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν συναγωγῇ πολλῇ τῶν πιστῶν οὐδαμῶς, κἂν βούληται, δύναται, οὐδὲ κρῦψαι τὴν δικαιοσύνην Κυρίου ἐν τῇ καρδίᾳ αὐτοῦ, ὑπὸ τοῦ νύσσοντος ὅλως αὐτὸν καὶ πρὸς τὸ λέγειν διεγείροντος Πνεύματος συγχωρεῖται.
Τὸ γὰρ ἅγιον τοῦτο Πνεῦμα λαλοῦν καὶ ἐνεργοῦν ἐστι καὶ κινούμενον, καὶ ἐν οἷς ἂν ἐγγένηται διὰ μετανοίας καὶ καθαρότητος, τρανοῖ τὰς γλώσσας αὐτῶν εἰς τὸ λέγειν τὰ παρ’ αὐτοῦ ὑπηχούμενα καὶ κινεῖ τὴν τούτων διάνοιαν εἰς τὴν ἔρευναν τῶν θείων καὶ ἀνθρωπίνων πραγμάτων καὶ εἰς τὸ τὰ βάθη τοῦ Θεοῦ ἐρευνᾶν καὶ καθολικῶς ἐνεργεῖ ἐν αὐτοῖς τὰς ἐνεργείας τῶν χαρισμάτων αὐτοῦ. Οἷον, φέρε εἰπεῖν, ἀγραμμάτους ὄντας τὴν ἄνωθεν κατερχομένην σοφίαν διδάσκει, τὴν ἄφθονόν φημι, τὴν ἀζηλότυπον, τὴν εἰρηνικήν τε καὶ ἐπιεικῆ, τὴν μεστὴν ἐλέους καὶ καρπῶν ἀγαθῶν. Δίδωσι σύνεσιν αὐτοῖς εἰς τὸ συνιέναι τίνα τὰ βάθη τοῦ Θεοῦ, «τίς ὁ πλοῦτος αὐτοῦ τῆς χρηστότητος», τί τὸ ὕψος τῆς πρὸς ἡμᾶς συγκαταβατικῆς αὐτοῦ ταπεινώσεως. Παρέχει τὴν τῶν ὄντων αὐτοῖς γνῶσιν εἰς τὸ εἰδέναι τὰ ὄντα ᾗ ὄντα ἐστί. Χαρίζεται βουλὴν αὐτοῖς ἀγαθὴν εἰς τὸ πάσης ὠφελείας καὶ σωτηρίας ἔμπλεα ἑαυτῷ τε βουλεύεσθαι καὶ τοῖς πλησίον ὑποτιθέναι τὴν τῶν ἐντολῶν αὐτοῦ ἐργασίαν· καὶ κατὰ δαιμόνων καὶ ὀλεθρίων παθῶν ἰσχὺν ὡς δυνατὸς ὀρέγει αὐτοῖς. Διδάσκει αὐτοὺς τὴν ἄπταιστον καὶ ὀρθὴν εὐσέβειαν καὶ τέλος δίδωσιν εἰς φυλακὴν αὐτοῖς καὶ τὸν ἁγνὸν φόβον, τὸν ἐκ πολλῆς ἀγάπης ἐρχόμενον τοῦ Θεοῦ.
Τούτων τοίνυν ὁ ἐν πλουσίᾳ μετοχῇ γεγονὼς μεστὸς ἐγένετο ἐλέους, ὡς γέγραπται, καὶ καρπῶν ἀγαθῶν, καρπῶν ἐκείνων τῶν τοῦ αὐτοῦ ἁγίου Πνεύματος. Ὁ γὰρ τοιοῦτος ἀποτελεσθεὶς παρὰ τῶν εἰρημένων χαρισμάτων τοῦ Πνεύματος, ἀγάπην εἰς Θεὸν ἔχει τελείαν καὶ εἰς τὸν πλησίον αὐτοῦ, μὴ προτιμῶν τῶν ὁρωμένων τι τῆς τοῦ Θεοῦ ἀγάπης ἢ τῆς τοῦ πλησίον ἀναπαύσεως τὴν ἑαυτοῦ, χαρὰν εἰς ψυχὴν ἐξ ἐλευθερίας παθῶν καὶ τῆς τῶν ὁρωμένων καταφρονήσεως, εἰρήνην μετὰ παντὸς ἀνθρώπου, Θεοῦ τε καὶ τῶν δυνάμεων αὐτοῦ, μακροθυμίαν ἐν τοῖς ὑπὲρ ἀρετῆς πόνοις καὶ τοῖς ἱδρῶσιν, ἀγαθωσύνην τῶν λογισμῶν τῆς διανοίας αὐτοῦ καὶ τῶν τοῦ νοὸς κινημάτων, χρηστότητα τῶν ἐκτὸς ἠθῶν καὶ τῶν τρόπων ἅμα τῶν ἐντὸς τῆς ψυχῆς αὐτοῦ, πίστιν τὴν οὐκ εἰς τὴν Τριάδα μόνον, ἀλλὰ καὶ τὴν περὶ τῶν μελλόντων ἀγαθῶν, καὶ μάλιστα εἰ ἐνδιάθετος εἴη, μεθ’ ἧς ἐλπίζει καὶ πιστεύει τυχεῖν πάντων, ὧν ὁ Θεὸς ἡμῖν ἐπηγγείλατο, ἔν τε τῷ παρόντι αἰῶνι καὶ ἐν τῷ μέλλοντι, πραότητα πάντα φέρουσαν ἐν ὑπομονῇ πειρασμόν, πάντα στέγουσαν τὰ τῶν ἐπερχομένων θλίψεων, πάντα ὑπομένουσαν καὶ μὴ τὸ κακὸν τοῦ πλησίον λογιζομένην· καὶ πρὸς τούτοις ἔχει μετὰ δυνάμεως τῆς τοῦ Πνεύματος καὶ τὴν περιεκτικὴν ἐγκράτειαν πασῶν ὁμοῦ τῶν αἰσθήσεων.
Ὁ γοῦν τοὺς καρποὺς τούτους καὶ τὰ χαρίσματα τοῦ ἁγίου καταπλουτήσας καὶ προσκυνητοῦ Πνεύματος εἰσῆλθεν ἔνθεν ἤδη, εἰς ὃν εἰσῆλθε παράδεισον Παῦλος ὁ θεῖος ἀπόστολος, ἐκ τρίτου εἰς ἐκεῖνον ἁρπαγεὶς οὐρανόν, κατετρύφησε τοῦ ξύλου τῆς ζωῆς, ἤκουσεν ἐκεῖθεν ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ ἐμπαθεῖ καὶ ἁμαρτίᾳ δεδουλωμένῳ ἀκοῦσαι καὶ ἀπὸ τοῦ ξύλου τῆς γνώσεως, ὅ ἐστι γνωστὸν καλοῦ τε καὶ πονηροῦ, οὐκ ἐβλάβη· ἢ μᾶλλον εἰπεῖν, ὅλος αὐτὸς παράδεισος θεῖος ἐγένετο καὶ οἶκος τῆς ἀδιαιρέτου Τριάδος, μέσον ἔχων τῆς καρδίας αὐτοῦ πεφυτευμένον τὸ τῆς ζωῆς ξύλον, αὐτὸν τὸν Θεόν, βρίθων τοῖς ἀθανάτοις καρποῖς τοῦ θείου καὶ ἁγίου αὐτοῦ Πνεύματος, ὃς ἀπὸ τοῦ γνωστοῦ καλοῦ τε καὶ πονηροῦ ξύλου, τῆς οἰκείας λέγω ταύτης αἰσθήσεως, καλῶς διακρίνας τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος οὐκ ἐβλάβη, μόνης καὶ ὅλης τῆς ἐνεργείας τοῦ ἁγίου καὶ θείου γενόμενος Πνεύματος.
Ὃ καὶ βασιλείαν οἴδαμεν οὐρανῶν καὶ Θεοῦ βασιλείαν εἶναι πιστεύομεν, οὕτως ὑπὸ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν διδασκόμενοι, ποτὲ μὲν λέγοντος· «ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι», ποτὲ δὲ οὕτω προτρεπομένου πρὸς τὸν Πατέρα προσεύχεσθαι· «ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς», ἧς γένοιτο καὶ ἡμᾶς ἐντεῦθεν ἤδη κἀκεῖθεν ἐπιτυχεῖν, ὡς δραμὼν ὁ λόγος ἐδίδαξεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα, κράτος σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.