Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Λόγοι

Νικήτας Στηθᾶτος

Λόγος περί ιεραρχίας

Συγκριτική εξέταση της ουράνιας και της εκκλησιαστικής ιεραρχίας κατά το πρότυπο του Διονυσίου Αρεοπαγίτη, και πνευματική ανάλυση των ιερατικών βαθμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 4 από 10

ΠΕΡΙ ΙΕΡΑΡΧΙΑΣ Νικήτᾳ τῷ θεοφιλεστάτῳ διακόνῳ τῆς τοῦ Θεοῦ μεγάλης Ἐκκλησίας καὶ οἰκουμενικῷ διδασκάλῳ Νικήτας εὐτελὴς μοναχὸς καὶ πρεσβύτερος ὁ καὶ Στηθᾶτος, περὶ τοῦ λόγου τοῦ εἰς τὴν οὐρανίαν ἱεραρχίαν καὶ εἰς τὴν καθ’ ἡμᾶς ὡσαύτως ἱεραρχίαν. Τὸν εἰς τὴν οὐρανίαν ἱεραρχίαν καὶ τὴν καθ’ ἡμᾶς ἐκκλησιαστικὴν ὡσαύτως ἱεραρχίαν διὰ θεωρίας πονηθέντα μοι λόγον, εὐλογημένε μου δέσποτα, τῇ σῇ σοφωτάτῃ κρίσει καὶ ἐπισκέψει ὁ ἀμαθὴς ἔστειλα καὶ ἀγύρτης ἐγὼ καὶ γεώδης τὸν νοῦν. Τῇ ἐνούσῃ σοι οὖν σοφίᾳ τοῦ Πνεύματος καὶ τῷ θείῳ λόγῳ τῆς γνώσεως τὰ μὲν ἐλλιπῆ μέρη τοῦ λόγου ἀναπληρῶσαι ἀξίωσον, δέομαι, ὡς εἰς τοῦτο τεθείς, τὰ δὲ πλεονάζοντα εἰς φυσικὴν συστεῖλαι ἀρτίωσιν, ὡς σῶον τοῦτον γενέσθαι καὶ ἄρτιον κατὰ πάντα εἰς τὴν τῶν ἐντυγχανόντων ὠφέλειαν καὶ εἰς προῖκα καὶ εὐχὴν τῶν ἀναξίων ἡμῶν· πρὸς δὲ ἀλλὰ καὶ ἀναδιδάξαι διὰ γραφῆς ἡμᾶς τὰ τέκνα τὰ σὰ μὴ ἀπαξιώσῃς τὰ τῆς τοῦ λόγου δυνάμεως, εἰ μὴ πόρρω θέει τῆς εὐαγγελικῆς εὐθείας καὶ τοῦ εἰκότος ἐκπίπτει καὶ τῆς ἀληθείας ἐξαμαρτάνει, εὐστόχως δὲ μᾶλλον, ἢ μὴ τὴν θεωρίαν ὁ λόγος εἰς τὰ βάθη ποιεῖται τοῦ Πνεύματος.

Οὕτω γὰρ παρὰ σοῦ συγκροτούμενος τὸ βέβαιον ἕξει καὶ οἱ κοινοῦντες σοι τὰ τῶν λόγων ἡμεῖς εὐαγγελιζομένων εἰρήνην, ὡς οἶμαι, καὶ ἀγαθὰ τὸ ἀναμφίβολον ἐν τῇ θεωρίᾳ τοῦ λόγου καὶ τοῖς τούτου θείοις νοήμασιν ἕξομεν, ὑπ’ οὐδενὸς ἄρα παραλογιζόμενοι τῶν τοῖς καλῶς ἔχουσι νεμεσώντων ἐκ ψυχῆς κακοδαίμονος.

Εἰρήνη σοι.

ΘΕΩΡΙΑ ΚΑΙ ΣΥΝΟΔΟΣ ΙΕΡΑ ΝΙΚΗΤΑ ΜΟΝΑΧΟΥ ΚΑΙ ΠΡΕΣΒΥΤΕΡΟΥ ΤΟΥ ΚΑΙ ΣΤΗΘΑΤΟΥ, ΕΙΣ ΤΗΝ ΟΥΡΑΝΙΑΝ ΙΕΡΑΡΧΙΑΝ ΚΑΙ ΤΗΝ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΝ ΩΣΑΥΤΩΣ ΙΕΡΑΡΧΙΑΝ Σύνοδον ἱερὰν καὶ τράπεζαν ἀμβροσίας ἐξ ὑπερκοσμίων νόων καὶ ἐγκοσμίων, θνητῶν καὶ ἀθανάτων, συγκροτῆσαι καὶ ὑφαπλῶσαι φίλοις καὶ δαιτυμόσιν ὑμῖν βούλομαι εἰς πανδαισίαν καὶ μέθην ἀκήρατον, ἵν’ εἰδῆτε οἷος ἐγὼ ἑστιάτωρ καὶ οἵα ἡ ἐμὴ ἑστιατορία καὶ σύνοδος, εὐφροσύνης πεπληρωμένη καὶ θείας ἐκστάσεως, συνηδομένους ἀλλήλοις ἔχουσα τοὺς δαιτυμόνας ἀμβρότους ἐπὶ τράπεζαν οὐράνιον ἐξ ἐπιγείων νόων καὶ θείων δυνάμεων ὑφ’ ἑνὶ ταττομένων βασιλεῖ τε καὶ ἑστιάτορι. Ἀλλὰ δεῦτε δὴ καὶ σκοπήσωμεν, εἰ δοκεῖ, τίς ἡ παρ’ ἐμοῦ εὐωχία καὶ σύνοδος, καὶ τίς ὁ ταύτης σκοπός, καὶ πῶς κατὰ τὸ γεγραμμένον τὰ ἐπίγεια τοῖς οὐρανίοις συνάπτεται τραπέζῃ ἐν οὐρανίῃ μιᾷ καὶ συνομιλεῖ τὰ κάτω τοῖς ἄνω γνησίως καὶ συνδιαιτᾶται ἀμβρόσιον καὶ συνήδεται καὶ συγχαίρει ἄληκτον ὁμοῦ καὶ αἰώνιον. Ἔχει δὲ οὕτως.

αʹ. [Τίς ἡ σύνοδος;] Ἐπειδήπερ οὐρανίων καὶ ἐπιγείων καὶ καταχθονίων εἷς βασιλεύς, ὁ Θεός, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι’ οὗ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη τὸ πᾶν, καὶ ἓν Πνεῦμα ἅγιον, ἐν ᾧ συνέχεται καὶ συγκρατεῖται ἡ σύμπασα, μία πάντως καὶ θεότης αὐτοῖς Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, μία βασιλεία, μία δύναμις. Εἰ δὲ μία κατὰ φύσιν ἡ θεότης ἐν τρισὶν ὑποστάσεσι προσκυνουμένη καὶ ὑμνουμένη, ἄρα μία καὶ σύνοδος ἀγγέλων καὶ ἀνθρώπων, μία τούτοις καὶ πανδαισία ἐν ἑνὶ βασιλεῖ Χριστῷ τῷ Υἱῷ τοῦ Θεοῦ καὶ Θεῷ, ἐκ δύο μὲν φύσεων κινηθέντι τῶν ἐναντίων, θεότητός τε καὶ ἀνθρωπότητος, εἰς μίαν δὲ ὑπόστασιν ἑστηκότι, ἐν ᾗ παραδόξως ἐν ἑαυτῷ συνῆψε τὰ διεστῶτα καὶ μιᾶς αὐτὰ εὐμοιρῆσαι παρεσκεύασε τῆς ἑνώσεως.

Εἰ οὖν οὕτω ταῦτα καὶ οὕτω φιλανθρωπίᾳ Θεοῦ ἐκ τῆς ἐν τῷ Χριστῷ συνόδου τῶν δύο φύσεων εἰς μίαν ὑπόστασιν τὴν θείαν πεπλούτηκεν ἕνωσιν καὶ συνάφειαν ἡ καθ’ ἡμᾶς ἐκκλησιαστικὴ ἱεραρχία καὶ ὁμοταγής ἐστιν ὡς καὶ συγγενὴς καὶ φίλη τῇ οὐρανίῳ ἱεραρχίᾳ, οὐδὲν ἄρα τὸ προσιστάμενον ἡμῖν ἔσται ἀποδεῖξαι βουλομένοις τὴν τῶν ἐπιγείων καὶ οὐρανίων ἐπὶ τὸ αὐτὸ σύνοδον, καὶ τίνα σκοπὸν καὶ τρόπον ἡ τούτων ἔχει ἕνωσις καὶ συνάφεια.

Εἰ γὰρ ὁ εἷς τῆς Τριάδος, αὐτὸς ὁ μονογενὴς καὶ ὁμοούσιος Υἱὸς καὶ Λόγος τοῦ Πατρός, μὴ λιπὼν τὸν πατρικὸν κόλπον εὐδοκίᾳ τοῦ γεγεννηκότος κατῆλθεν ἐπὶ τῆς γῆς καὶ σάρκα λαβὼν ἐξ ἁγνῶν τῆς Παρθένου αἱμάτων ἐνηνθρώπησε καὶ συνανεστράφη τοῖς ἀνθρώποις ἡμῖν καὶ τὴν ἡμετέραν ἄρας φύσιν ἐκάθισεν αὐτὴν ἐν δεξιᾷ τοῦ Πατρός, ὥσπερ γέγραπται, ἀναγκαῖον ἡγοῦμαι τῷ ἡμετέρῳ φυράματι καὶ ἡμᾶς τῶν τῇδε ἀπαίροντας συνάπτεσθαι, τετηρηκότας ἐν τῷ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν τὴν πίστιν ἀθόλωτον καὶ τὸν δρόμον τετελεκότας τῶν ἐντολῶν.

Εἰ δὲ ἀναγκαῖον τοῦτο ἡμῖν τοῖς ὀρθῶς πιστεύουσιν εἰς ἕνα Θεὸν Πατέρα καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ καὶ Πατρός, καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον τὸ κύριον καὶ ζωοποιόν, τὴν μίαν ταῦτα φύσιν, βασιλείαν καὶ δύναμιν, ἔχει δὲ καὶ ὁ καθεὶς ἡμῶν ἄγγελον συγγενῆ τὸν ὁδηγόν τε καὶ φύλακα, ὃς ὧδε προπορεύεται μὲν ἡμῶν ἐν τῇ εὐθείᾳ τῶν ἐντολῶν ἀμεταστρεπτὶ πορευομένων, μετὰ δὲ πότμον πρὸς οὐρανούς, εἰκότως ὁ πρὸς πάσας τὰς ἐντολὰς ἀπευθύνας τὸν βίον καὶ χαρίσματος τετυχηκὼς ἑνὸς τῶν ἄνω δυνάμεων, οὗ καὶ τὸ ἴδιον ἐντεῦθεν ἤδη ἐκτήσατο ἐν τῇ τάξει καὶ στάσει τῆς καθ’ ἡμᾶς ἱεραρχίας, ἐν ᾗ καὶ τὸν κλῆρον κληθεὶς εἴληφεν, ἀπαίρων τῶν τῇδε πρὸς τὸν τόπον τοῦ συγγενοῦς τάγματος ἐρχόμενος ἵσταται· καὶ οἷα δὴ ὅμοιος ὁμοίοις χαίρει, ὁμοίοις συνομιλεῖ, συνδιαιτᾶται καὶ συναυλίζεται καὶ τούτου τὴν ἀποκλήρωσιν ἐκεῖθεν λαμβάνει καὶ τούτῳ συναναπαύεται καὶ συνεορτάζει τῷ τάγματι, οὗ καὶ τὸ ἴδιον, ὡς δεδήλωται, ἐν τῇ καθ’ ἡμᾶς ἱεραρχίᾳ ἐν ἁγίῳ πεπλούτηκε Πνεύματι.

Ὅπως δὲ πραγματικῶς ἐν θείᾳ τοῦτο γίνεται ἐνεργείᾳ, προσέχειν ἀξιῶ τὸν τούτοις ἐντυγχάνοντα τῇ τῆς ἱστορίας τῶν ῥηθησομένων ὑποταγῇ, ἣν οὐκ ἐξ ἡμετέρων συλλογισμῶν ἢ νοημάτων, ἀλλ’ ἐκ τῶν θεοφράστων λογίων τοῦ ἀρεοπαγίτου καὶ θεσπεσίου Διονυσίου ἐρανισάμενοι κατεσκευάσαμεν ὡς ἐνόν. Ἀλλὰ τὸν νοῦν τῶν φυσικῶν ἄραντες κινημάτων καὶ νοημάτων τοῖς ὑπὲρ φύσιν, εἰ βούλεσθε μαθεῖν τίς ἡ ἐμὴ σύνοδος καὶ τίς ἡ εὐωχία τῆς ἐμῆς ἀμβροσίου τραπέζης, ἐμβατεύειν ἰθύνατε· οὕτω γὰρ τοῦ μυστηρίου τούτων τὴν δύναμιν γνῶναι δυνηθῆτε καλῶς καὶ εἰς ἔφεσιν τῶν προκειμένων ἢ καὶ μετάληψιν ἐλθεῖν ποτε δι’ εὐχῆς ἕξετε. Καὶ ἡμῶν τῶν ὑμῶν ἑστιατόρων τὴν τῶν τοιούτων ὑπερεύξασθε εὐωχίαν.

Τίς οὖν ὁ σκοπὸς τοῦ λόγου καὶ τίς ἡ προκειμένη τῶν ῥηθησομένων ὑπόθεσις, ἄγε δὴ καὶ πρὸς τὴν τῶν ἀκροωμένων ὠφέλειαν εἴπωμεν. Σκοπὸς οὖν τοῦ λόγου ἐστὶ κατὰ τὸν πρόχειρον νοῦν τὸ τὴν δοθεῖσαν τοῖς ἀνθρώποις ἡμῖν ἐκ Θεοῦ ἕνωσιν μετὰ τῶν ἄνω δυνάμεων τοῖς μὴ εἰδόσι ποιήσασθαι φανεράν, ὑπόθεσις δὲ αὐτὸς ὁ τρόπος, καθ’ ὃν ἡ ἕνωσις ἡμῶν μετὰ τῶν ἄνω ταγμάτων γίνεται, καὶ πῶς ὁμοταγής ἐστιν, ὥς φησι Διονύσιος, ἡ καθ’ ἡμᾶς ἱεραρχία τῇ οὐρανίᾳ ἱεραρχίᾳ, καὶ τίς ὁ λόγος τῆς κατὰ πάντα τούτων ἰσότητός τε καὶ ὁμοιότητος, καὶ ἐκ τίνων ἡ κοινωνία τούτων καὶ ἕνωσις ὑπερκοσμίως ἀποτελεῖται, καὶ τίνα τρόπον τὰ ἐπίγεια τοῖς οὐρανίοις συνάπτεται.

βʹ. [Πῶς ἡ καθ’ ἡμᾶς ἱεραρχία ὁμοειδής ἐστι τῇ οὐρανίᾳ ἱεραρχίᾳ;] Καί, εἰ βούλεσθε, σκοπεῖτε τῆς ἀληθείας τὴν δύναμιν, ὅπως ἡ καθ’ ἡμᾶς ἱεραρχία ὁμοειδής ἐστι τῇ οὐρανίᾳ ἱεραρχίᾳ· φησὶ γὰρ ὁ θεοπτικώτατος καὶ θεολογικώτατος Διονύσιος ἐν τῇ θεωρίᾳ τῆς μοναχικῆς τελειώσεως· «Οὕτω γὰρ ἡ καθ’ ἡμᾶς ἱεραρχία ταῖς θεοπαραδότοις τάξεσιν ἱερῶς εὐθετουμένη ταῖς οὐρανίαις ἱεραρχίαις ὁμοειδής ἐστι τοὺς θεομιμήτους αὐτῆς ὡς ἐν ἀνδράσιν ἀποσῴζουσα καὶ θεοειδεῖς χαρακτῆρας.» Καὶ ἐν τῷ αʹ λόγῳ τῆς Ἐκκλησιαστικῆς ἱεραρχίας· «Τοσοῦτον δὲ ὅμως εἰπεῖν, φησίν, ἀναγκαῖον, ὡς ἐκείνη τε καὶ πᾶσα καὶ ἡ νῦν ὑμνουμένη παρ’ ἡμῶν ἱεραρχία μίαν ἔχει καὶ τὴν αὐτὴν διὰ πάσης τῆς ἱεραρχικῆς πραγματείας τὴν δύναμιν.» Καὶ μετ’ ὀλίγα· «Ἀλλ’ αἱ μὲν ὑπὲρ ἡμᾶς οὐσίαι καὶ τάξεις, ὧν ἤδη μνήμην ἱερὰν ἐποιησάμην, ἀσώματοί τέ εἰσι καὶ νοητὴ καὶ ὑπερκόσμιός ἐστιν ἡ κατ’ αὐτὰς ἱεραρχία· τὴν καθ’ ἡμᾶς δὲ ὁρῶμεν ἀναλόγως ἡμῖν αὐτοῖς τῇ τῶν αἰσθητῶν συμβόλων ποικιλίᾳ πληθυνομένην, ὑφ’ ὧν ἱεραρχικῶς ἐπὶ τὴν ἑνοειδῆ θέωσιν ἐν συμμετρίᾳ τῇ καθ’ ἡμᾶς ἀναγόμεθα, Θεόν τε καὶ θείαν ἀρετήν. Αἱ μὲν ὡς νόες νοοῦσι κατὰ τὸ αὐταῖς θεμιτόν· ἡμεῖς δὲ αἰσθηταῖς εἰκόσιν ἐπὶ τὰς θείας, ὡς δυνατόν, ἀναγόμεθα θεωρίας.

Ἀληθῶς τε εἰπεῖν, ἓν μέν ἐστιν, οὗ πάντες οἱ ἑνοειδεῖς ἐφίενται, μετέχουσι δὲ οὐχ ἑνιαίως ταὐτοῦ τε καὶ ἑνὸς ὄντος, ἀλλ’ ὡς ἑκάστῳ τὰ θεῖα ζυγὰ διανέμει κατ’ ἀξίαν τὴν ἀποκλήρωσιν.» Καὶ εἰκότως· μία γὰρ καὶ ἡ αὐτὴ ἀμφοτέροις ἐστὶν ἡ ἀρχή, ὁ Θεός, οὗ θέλημα θεῖον ἡ σωτηρία ἡμῶν τε καὶ τῶν οὐρανίων δυνάμεων. Σωτηρία δέ ἐστιν ἀμφοτέρων, ἡμῶν τε κἀκείνων, ἡ θέωσις, ἤγουν ἡ πρὸς Θεὸν ἕνωσίς τε καὶ ἀφομοίωσις, ὅπερ ἐστὶ κοινὸν ἀμφοτέροις. Διὸ καὶ ἐπιφέρων φησί· «Ταύτης ἀρχὴ τῆς ἱεραρχίας ἡ πηγὴ τῆς ζωῆς, ἡ οὐσία τῆς ἀγαθότητος, ἡ μία τῶν ὄντων αἰτία Τριάς, ἐξ ἧς καὶ τὸ εἶναι καὶ τὸ εὖ εἶναι τοῖς οὖσι δι’ ἀγαθότητα. Ταύτῃ δὲ τῇ πάντων ἐπέκεινα θεαρχικωτάτῃ μακαριότητι, τῇ τρισσῇ τῇ μονάδι τῇ ὄντως οὔσῃ, κατὰ τὸ ἡμῖν μὲν ἀνέφικτον, αὐτῇ δὲ ἐπιστητόν, θέλημα μέν ἐστιν ἡ λογικὴ σωτηρία τῶν καθ’ ἡμᾶς τε καὶ ὑπὲρ ἡμᾶς οὐσιῶν· ἡ δὲ οὐχ ἑτέρως γενέσθαι δύναται, μὴ θεουμένων τῶν σῳζομένων. Ἡ δὲ θέωσίς ἐστιν ἡ πρὸς Θεόν, ὡς ἐφικτόν, ἀφομοίωσίς τε καὶ ἕνωσις.

Ἁπάσῃ δὲ τοῦτο κοινὸν ἱεραρχίᾳ τὸ πέρας, ἡ πρὸς Θεόν τε καὶ τὰ θεῖα προσεχὴς ἀγάπησις ἐνθέως τε καὶ ἑνιαίως ἱερουργουμένη, καὶ πρό γε τούτου τῶν ἐναντίων ἡ παντελὴς καὶ ἀνεπίστροφος ἀποφοίτησις, ἡ γνῶσις τῶν ὄντων ᾗ ὄντα εἰσίν, ἡ τῆς ἀληθείας ὅρασίς τε καὶ ἐπιστήμη, ἡ τῆς ἑνοειδοῦς τελειώσεως ἔνθεος μέθεξις αὐτοῦ τοῦ ἑνός, ὡς ἐφικτόν, ἡ τῆς ἐποψίας ἑστίασις τρέφουσα νοητῶς καὶ θεοῦσα πάντα τὸν εἰς αὐτὴν ἀνατεινόμενον.» «Λέγομεν τοίνυν ὡς ἡ θεαρχικὴ μακαριότης, ἡ φύσει θεότης, ἡ ἀρχὴ τῆς θεώσεως, ἐξ ἧς τὸ θεοῦσθαι τοῖς θεουμένοις, ἀγαθότητι θείᾳ τὴν ἱεραρχίαν ἐπὶ σωτηρίᾳ καὶ θεώσει πάντων τῶν λογικῶν τε καὶ νοερῶν οὐσιῶν ἐδωρήσατο. Καὶ ταῖς μὲν ὑπερκοσμίοις καὶ μακαρίαις λήξεσιν ἀϋλότερόν τε καὶ νοερώτερον—οὐ γὰρ ἔξωθεν αὐτὰς ὁ Θεὸς ἐπὶ τὰ θεῖα κινεῖ, νοητῶς δὲ καὶ ἔνδοθεν ἐλλαμπομένων αὐτῶν ἐν αὐγῇ καθαρᾷ καὶ ἀΰλῳ τὴν θειοτάτην βούλησιν—, ἡμῖν δὲ τὸ ἐκείναις ἑνιαίως καὶ συνεπτυγμένως δωρηθὲν ἐκ τῶν θεοπαραδότων λογίων, ὡς ἡμῖν ἐφικτόν, ἐν ποικιλίᾳ καὶ πλήθει διαιρετῶν συμβόλων δεδώρηται· οὐσία γὰρ τῆς καθ’ ἡμᾶς ἱεραρχίας ἐστὶ τὰ θεοπαράδοτα λόγια.»

Ἐπεὶ τοίνυν πάντων ἀρχὴ ὁ Θεός, ἐξ οὗ ὡς ἀπὸ πηγῆς αἵ τε οὐράνιοι δυνάμεις καὶ ἡμεῖς τὴν θέωσιν πεπλουτήκαμεν, πρεπόντως οἱ πρῶτοι τῶν ἀρχιερέων ἡμῶν ἐξ αὐτοῦ ἀναπίπλανται αὐτῆς τῆς ἱερᾶς δωρεᾶς καὶ κατὰ πρόοδον ταύτην εἰς τοὺς ἑξῆς προάγουσιν, ὡς ἐπιθυμοῦντες τῆς τῶν μετ’ αὐτοὺς σωτηρίας τε καὶ θεώσεως. Ὅθεν καί φησιν ὁ αὐτός· «Ἀναγκαίως οὖν οἱ πρῶτοι τῆς καθ’ ἡμᾶς ἱεραρχίας καθηγεμόνες ἐκ τῆς ὑπερουσίου θεαρχίας αὐτοί τε ἀναπλησθέντες τοῦ ἱεροῦ δώρου καὶ εἰς τὸ ἑξῆς αὐτὸ προαγαγεῖν ὑπὸ τῆς θεαρχικῆς ἀγαθότητος ἀπεσταλμένοι, καὶ αὐτοὶ δὲ ἀφθόνως ἐρῶντες ὡς θεῖοι τῆς τῶν μετ’ αὐτοὺς ἀναγωγῆς καὶ θεώσεως, αἰσθηταῖς εἰκόσι τὰ ὑπερουράνια καὶ ποικιλίᾳ καὶ πλήθει τὸ συνεπτυγμένον, καὶ ἐν ἀνθρωπίνοις τε τὰ θεῖα καὶ ἐνύλοις τὰ ἄϋλα καὶ τοῖς καθ’ ἡμᾶς τὰ ὑπερούσια, ταῖς ἐγγράφοις τε αὐτῶν καὶ ἀγράφοις μυήσεσι κατὰ τοὺς ἱεροὺς ἡμῖν ἔδοσαν θεσμούς, οὐ τῶν ἀνιέρων ἕνεκα μόνον, οἷς οὐδὲ τῶν συμβόλων ἅπτεσθαι θεμιτόν, ἀλλ’ ὅτι καὶ συμβολική τίς ἐστιν, ὅπερ ἔφην, ἀναλόγως ἡμῖν αὐτοῖς ἡ καθ’ ἡμᾶς ἱεραρχία δεομένη τῶν αἰσθητῶν εἰς τὴν ἐξ αὐτῶν ἐπὶ τὰ νοητὰ θειοτέραν ἡμῶν ἀναγωγήν.»

Ταύτην οὖν τὴν ἐπὶ τὰ νοητὰ θειοτέραν ἡμῶν ἀναγωγὴν οἱ νομοθέται τῆς ἐκκλησιαστικῆς ἡμῶν ἱεραρχίας ἀπόστολοι, ἑκάστῳ κατ’ ἀξίαν ἀπένειμον κατὰ τὸ μέτρον τῆς πίστεως καὶ τῆς τοῦ βίου λαμπρότητος καὶ τῆς τῶν ὄντων γνώσεως, παντελῶς ἀπὸ τῶν ἀμυήτων καὶ ἀνιέρων αὐτὴν ἀποκρύψαντες. Διὸ καί φησι πρὸς τὸν ἱερώτατον Τιμόθεον ὁ τὰ θεῖα πολὺς Διονύσιος· «Οἱ τῶν ἱερῶν θεοπαραδότως νομοθέται ταῖς τῶν διακόσμων εὐσταθέσι καὶ ἀσυμφύρτοις τάξεσι καὶ ταῖς τοῦ ἑκάστῳ κατ’ ἀξίαν προσηκόντως ἀναλόγοις καὶ ἱεραῖς ἀπονεμήσεσι τὴν ἱεραρχίαν διετάξαντο· διὸ καὶ ταῖς σαῖς ἱεραῖς ὁμολογίαις πεισθείς—ἀναμνῆσαι γὰρ αὐτῶν εὐαγές—ὡς ἁπάσης μὲν ὑπερκειμένης ἱεραρχικῆς ἱερολογίας οὐ μεταδώσεις ἑτέρῳ παρὰ τοὺς ὁμοταγεῖς σοι θεοειδεῖς ἱεροτελεστάς· αὐτούς τε πείσεις ὁμολογῆσαι κατὰ θεσμὸν ἱεραρχικόν, καθαρῶν μὲν καὶ καθαρῶς ἐφάπτεσθαι, κοινωνεῖν δὲ μόνοις τῶν θεουργικῶν τοῖς θείοις καὶ τῶν τελείων τοῖς τελειωτικοῖς, ἁγίοις τε τῶν παναγεστάτων, ἄλλων τε ἱεραρχικῶν σοι καὶ τούτου μεταδέδωκα τοῦ ἐνθέου δώρου.»

Ἐπειδὴ τοίνυν ὁμοταγῆ καὶ ἴσην καὶ κατὰ πάντα συλλειτουργὸν ἀπέδειξεν ὁ λόγος τὴν καθ’ ἡμᾶς ἱεραρχίαν τῇ οὐρανίᾳ ἱεραρχίᾳ, ἀνάγκη ἐστὶ κοινωνοὺς εἶναι ἀλλήλας καὶ εἰς τὰ χαρίσματα καὶ εἰς τὰς τάξεις καὶ εἰς τὰς στάσεις αὐτῶν, ἐπειδὴ κοινὰ ἡμῖν καὶ ταῖς ἄνω δυνάμεσι τά τε θεῖα χαρίσματα καὶ αἱ τοῦ Θεοῦ δωρεαὶ ἐπίσης ἡμῖν καὶ αὐταῖς διδόμενα ἀναγομένοις ἀπὸ τῶν αἰσθητῶν καὶ ἑνουμένοις αὐταῖς καὶ Θεῷ. Φησὶ γὰρ οὗτος ὁ θεοπτικώτατος Διονύσιος ἐν τῷ πρώτῳ λόγῳ τῆς Οὐρανίας ἱεραρχίας· «Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων, ἀλλὰ καὶ πᾶσα πατροκινήτου φωτοφανείας πρόοδος εἰς ἡμᾶς ἀγαθοδότως φοιτῶσα πάλιν ὡς ἑνοποιὸς δύναμις ἀνατατικῶς ἡμᾶς ἀναπλοῖ καὶ ἐπιστρέφει πρὸς τὴν τοῦ συναγωγοῦ Πατρὸς ἑνότητα καὶ θεοποιὸν ἁπλότητα. Καὶ γὰρ ἐξ αὐτοῦ τὰ πάντα καὶ εἰς αὐτόν, ὡς ὁ ἱερὸς ἔφη λόγος.»

Καὶ εἰκότως· εἰ γὰρ τὴν ἱερωτάτην ἡμῶν ἱεραρχίαν ὁ Θεὸς τῆς οὐρανίου ἱεραρχίας καὶ ὑπερκοσμίου ἠξίωσε τῆς μιμήσεως, ἀναλόγως ἄρα καὶ τῆς κοινωνίας τῶν χαρισμάτων καὶ τῆς στάσεως καὶ τῆς τάξεως μετὰ τῶν ἄνω δυνάμεων ἡμῖν μεταδέδωκεν, ἵνα τούτοις αὐταῖς ἑνούμενοι πρὸς τὴν πηγὴν ἀναχθῶμεν τῶν ἀγαθῶν καὶ Θεῷ πάντες ἑνωθῶμεν ἀνατεινόμενοι πρὸς αὐτοῦ καὶ ἑνοποιούμενοι αὐτῷ κατὰ τὴν ἁπλωτικὴν αὐτοῦ ἕνωσιν, καθὼς ὁ αὐτὸς ἐπιφέρων φησί· «Διὸ καὶ τὴν ὁσιωτάτην ἡμῶν ἱεραρχίαν ἡ τελετάρχις ἱεροθεσία τῆς τῶν οὐρανίων ἱεραρχιῶν ὑπερκοσμίου μιμήσεως ἀξιώσασα καὶ τὰς εἰρημένας ἀΰλους ἱεραρχίας ὑλαίοις σχήμασι καὶ μορφωτικαῖς συνθέσεσι διαποικίλασα παραδέδωκεν, ὅπως ἀναλόγως ἡμῖν αὐτοῖς ἀπὸ τῶν ἱερωτάτων πλάσεων ἐπὶ τὰς ἁπλᾶς καὶ ἀτυπώτους ἀναχθῶμεν ἀναγωγὰς καὶ ἀφομοιώσεις· ἐπεὶ μηδὲ δυνατόν ἐστι τῷ καθ’ ἡμᾶς νῷ πρὸς τὴν ἄϋλον ἐκείνην ἀναταθῆναι τῶν οὐρανίων ἱεραρχιῶν μίμησίν τε καὶ θεωρίαν, εἰ μὴ τῇ κατ’ αὐτὸν ὑλαίᾳ χειραγωγίᾳ χρήσοιτο.»

Διά τοι τοῦτο καὶ συλλειτουργοὺς ἐν ἀφομοιώσει μιᾷ τὰς ἀμφοτέρας ἱεραρχίας πεποίηκεν ὁ Θεός, ἵνα σὺν αὐταῖς κατὰ τὴν ἀναλογίαν τῆς θεώσεως ἡμῶν ἀναγάγοι ἡμᾶς ἐπὶ τὰ νοητὰ καὶ θεῖα τούτου θεάματα καὶ ἑνοποιήσῃ ἑαυτῷ φιλαγάθως, εἰς ὃν τὰ πάντα ἀνάγεται, καθὼς ἐχόμενα λέγει· «Ταύτης οὖν ἕνεκα τῆς ἡμῶν ἀναλόγου θεώσεως ἡ φιλάνθρωπος τελεταρχία καὶ τὰς οὐρανίας ἱεραρχίας ἡμῖν ἀναφαίνουσα καὶ συλλειτουργὸν αὐτῶν τελοῦσα τὴν καθ’ ἡμᾶς ἱεραρχίαν τῇ πρὸς δύναμιν ἡμῶν ἀφομοιώσει τῆς θεοειδοῦς αὐτῶν ἱερώσεως, αἰσθηταῖς εἰκόσι τοὺς ὑπερουρανίους ἀνεγράψατο νόας ἐν ταῖς ἱερογραφικαῖς τῶν λόγων συνθέσεσιν, ὅπως ἂν ἡμᾶς ἀναγάγοι διὰ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητά, καὶ ἐκ τῶν ἱεροπλάστων συμβόλων ἐπὶ τὰς ἁπλᾶς τῶν οὐρανίων ἱεραρχιῶν ἀκρότητας».

γʹ. Πῶς ὁμοταγής ἐστιν ἡ καθ’ ἡμᾶς ἱεραρχία τῇ οὐρανίῳ ἱεραρχίᾳ; Τούτων οὖν οὕτως ἐχόντων, ἀκόλουθόν ἐστιν εἰπεῖν καὶ πῶς ὁμοταγής ἐστιν ἡ κάτω τῇ ἄνω ἱεραρχίᾳ, καὶ πῶς τὰ ἐπίγεια τοῖς οὐρανίοις συνάπτεται, καὶ τίς ὁ τρόπος τῆς ἐπὶ τὸ αὐτὸ τούτων λειτουργίας τε καὶ ἑνώσεως, καὶ τί τὸ ἴδιον ἑκάστης ἱεραρχίας καὶ τάξεως, καὶ πῶς καὶ διὰ τίνων ἰδίων κοινωνοῦμεν ἡμεῖς ταῖς ἄνω τάξεσι καὶ ταύταις ἑνούμεθα. Ἀλλ’ εἰδέναι χρὴ πρῶτον καὶ σκοπῆσαι τῶν οὐρανίων διακόσμων καὶ τῶν ἐκκλησιαστικῶν ὡσαύτως τὸ διάφορον καὶ πῶς ὁμοταγῶς εἰς τριαδικὰς τρεῖς διαιροῦνται ἀμφότεραι τάξεις ἅμα καὶ στάσεις. Καὶ σκόπει μοι τὸ κατὰ πάντα ἴσον ἐν τούτοις τῶν ἀμφοτέρων ἱεραρχιῶν, τῆς οὐρανίου φημὶ καὶ τῆς καθ’ ἡμᾶς.

Πᾶσαι τῶν οὐρανῶν αἱ δυνάμεις κατὰ κοινοῦ ἄγγελοι λέγονται, διαφέρουσι δὲ τῇ ἀξίᾳ, τοῖς χαρίσμασι, τῇ τάξει, τῇ στάσει καὶ τοῖς ἰδίοις, καθὼς καὶ ὁ μέγας οὗτος Διονύσιος ἐν τῷ εʹ κεφαλαίῳ τῆς Οὐρανίας ἱεραρχίας φησί· «Τὰ μὲν οὖν ἁγιώτατα τῶν ὑπερτάτων οὐσιῶν τάγματα καὶ ἀγγέλους καλοῦσιν οἱ θεολόγοι· καὶ γάρ εἰσιν ἐκφαντορικὰ καὶ αὐτὰ τῆς θεαρχικῆς ἐλλάμψεως. Τὴν τάξιν δὲ τὴν τῶν οὐρανίων νόων τελευταίαν οὐκ ἔχει λόγον Ἀρχὰς ἢ Θρόνους ἢ Σεραφὶμ ὀνομάζειν· οὐδὲ γάρ ἐστιν ἐν μετουσίᾳ τῶν ὑπερτάτων δυνάμεων. Ἀλλ’ ὥσπερ αὕτη τοὺς καθ’ ἡμᾶς ἐνθέους ἱεράρχας ἀνάγει πρὸς τὰς ἐγνωσμένας αὐτῇ τῆς θεαρχίας αὐγάς, οὕτω καὶ τῶν πρὸ αὐτῆς οὐσιῶν αἱ πανίεροι δυνάμεις ἀναγωγικαὶ πρὸς τὸ θεῖόν εἰσι τῆς ἀποπληρούσης τὰς ἀγγελικὰς ἱεραρχίας διακοσμήσεως.

Εἰ μὴ ἄρα τις καὶ τοῦτο φαίη, τὸ κοινὰς εἶναι πάσας τὰς ἀγγελικὰς ὀνομασίας κατὰ <τὴν> πασῶν τῶν οὐρανίων δυνάμεων εἰς τὸ θεοειδὲς καὶ τὴν ἐκ Θεοῦ φωτοδοσίαν ὑφειμένην καὶ προὔχουσαν κοινωνίαν.» Ἐπεὶ τοίνυν κατὰ κοινοῦ μὲν ἄγγελοι ὀνομάζονται πᾶσαι τῶν οὐρανῶν αἱ δυνάμεις, ὡς ἀποδέδεικται, διαφέρουσι δὲ τῇ τάξει καὶ στάσει τῶν διακόσμων, ἴδωμεν τί φησι περὶ τούτων ἐν τῷ ϛʹ κεφαλαίῳ τῆς Οὐρανίας ἱεραρχίας ὁ μυσταγωγὸς καὶ θεωρὸς τῶν ὑπερκοσμίων Διονύσιος· «Πάσας ἡ θεολογία τὰς οὐρανίας οὐσίας ἐννέα κέκληκεν ἐκφαντορικαῖς ἐπωνυμίαις.» Ἵνα οὖν ἐγὼ συνελὼν εἴπω, εἰσὶ κατὰ πρῶτον τριαδικὸν διάκοσμον Θρόνοι, Χερουβίμ, Σεραφίμ. Οὗτοί εἰσιν οἱ τόποι τῆς ἀναπαύσεως τῶν ἀποστόλων καὶ προφητῶν, τῶν ἁγίων καὶ θεοφόρων πατέρων καὶ οἰκουμενικῶν διδασκάλων, τῶν ἐκ φυσικῆς θεωρίας εἰς τὴν μυστικὴν ἀναδραμόντων θεολογίαν, ἔνθα τὸ ὕδωρ τῆς ἀναπαύσεώς ἐστιν ὁ Θεὸς ἐπὶ θρόνου δόξης καθήμενος καὶ ἀπονέμων ἑκατονταπλασίους τὰς ἀμοιβὰς τοῖς εἰς τὸ τέλειον τοῦ ἑκατοστοῦ μέτρου τὸν βότρυν τοῦ λόγου τῆς σοφίας ἐν θεολογίᾳ πλουσίως τῇ αὐτοῦ Ἐκκλησίᾳ καρποφορήσασι.

Κατὰ δεύτερον δὲ Κυριότητες, Δυνάμεις καὶ Ἐξουσίαι. Οὗτοί εἰσιν οἱ χλοεροὶ τῆς ἀναψύξεως τόποι τῶν ἀθλοφόρων καὶ ὁμολογητῶν, τῶν ἀσκητῶν καὶ ὁσίων καὶ σημειοφόρων ἀνδρῶν τῶν ἐκ τῆς πρακτικῆς φιλοσοφίας εἰς ὕψος θεωρίας ἀναβεβηκότων, ἔνθα ἐστὶν ἡ χλόη τῆς τοῦ ἁγίου Πνεύματος ἀναπαύσεως παρέχουσα λαμπρὰ καὶ πολλαπλάσια τὰ βραβεῖα τοῖς εἰς τὸ μέσον τοῦ ἑξηκοστοῦ μέτρου τὸν κόκκον τοῦ λόγου τῆς γνώσεως ἀφθόνως τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ καρποφορήσασιν.

Κατὰ τρίτον δὲ Ἀρχαί, Ἀρχάγγελοι, Ἄγγελοι. Οὗτοί εἰσιν οἱ φωτεινοὶ καὶ θεῖοι τόποι τῶν ἀρχηγῶν τε καὶ ἡγουμένων ἁγίων καὶ τῶν ἐκ τοῦ ἱεροῦ λαοῦ διὰ πρακτικῆς φιλοσοφίας καὶ πάσης ἐργασίας τῶν ἐντολῶν τοῦ Θεοῦ ἀναλαμψάντων λαϊκῶν καὶ δικαίων ἀνδρῶν εἰς ἐλεημοσύνην καὶ πᾶσαν δικαιοσύνην μέσον τῆς τῶν πιστῶν Ἐκκλησίας, ἔνθα ἡ σκηνὴ τῆς καταπαύσεως, οἱ καινοὶ οὐρανοὶ καὶ ἡ καινὴ γῆ καὶ ὁ ἥλιος τῆς δικαιοσύνης ἐστὶ Χριστὸς ὁ Θεὸς ἡμῶν ἀποδιδοὺς τοὺς τῆς δικαιοσύνης στεφάνους τοῖς εἰς τριάκοντα τὸν στάχυν τῆς προστασίας καὶ τῆς ἀντιλήψεως τῶν δεομένων πολύχουν καρποφορήσασιν.

Τῶν οὐρανίων δυνάμεων οἱ τρεῖς διάκοσμοι οὗτοι· εἰ γὰρ καὶ ἕν εἰσι τῇ οὐσίᾳ καὶ τῇ ὁμωνυμίᾳ αἱ θεῖαι δυνάμεις, ἀλλά γε τῇ ἀξίᾳ, τῇ στάσει τε καὶ τῇ τάξει καὶ ταῖς ἐκφαντορικαῖς ἐπωνυμίαις διαφέρουσιν, ἑκάστη τούτων δηλονότι τριαδικὴ τάξις τὸ ἴδιον ἰδικῶς ἔχουσα, καὶ τῷ θείῳ λειτουργοῦσα θεοπρεπῶς ἐν αὐτῷ. Ὁμοίως οὖν ἴδοις ἐρευνῶν ἔχουσαν κατά τε οὐσίαν καὶ ὁμωνυμίαν, ἀξίαν τε καὶ στάσιν καὶ τάξιν καὶ κατὰ τὸ ἰδικῶς ἴδιον καὶ αὐτὴν τὴν καθ’ ἡμᾶς ἐκκλησιαστικὴν ἱεραρχίαν. Ὥσπερ γὰρ τῶν οὐρανῶν αἱ δυνάμεις κατὰ κοινοῦ ἄγγελοι καλοῦνται, οὕτω καὶ τῆς ἐκκλησιαστικῆς ἱεραρχίας αἱ ἀρχαί τε καὶ τάξεις ἄνθρωποι κατὰ κοινοῦ ὀνομάζονται, ἓν ὄντες τῇ φύσει καὶ τῇ οὐσίᾳ καὶ τῇ ὁμωνυμίᾳ ὡσαύτως, διαφέρουσι δέ, ὥσπερ ἐκεῖναι, τῇ ἀξίᾳ, τῇ στάσει, τῇ τάξει καὶ τοῖς χαρίσμασιν, ἑκάστη τούτων δηλονότι τριαδικὴ τάξις τὸ ἴδιον ἰδικῶς ἔχουσα καὶ ἐν αὐτῷ ἐνεργοῦσα καὶ λειτουργοῦσα τῷ θείῳ.

Πάσας οὖν οἱ ἀπόστολοι τὰς τῆς καθ’ ἡμᾶς ἱεραρχίας ἀξίας καὶ τάξεις ἐννέα κεκλήκασιν ὡσαύτως ἐπίσης τῶν ἄνω δυνάμεων ἐκφαντορικαῖς ἐπωνυμίαις. Εἰσὶ δὲ κατὰ μὲν τὸν πρῶτον τριαδικὸν διάκοσμον πατριάρχαι, μητροπολῖται, ἀρχιεπίσκοποι, κατὰ δὲ τὸν δεύτερον ἐπίσκοποι, ἱερεῖς καὶ διάκονοι, κατὰ δὲ τὸν τρίτον ὑποδιάκονοι, ἀναγνῶσται, μοναχοί. Οὗτοι τῆς καθ’ ἡμᾶς ἱεραρχίας οἱ τριαδικοὶ τρεῖς διάκοσμοι. Φαμὲν οὖν ὅτι, ἐπειδὴ μία καὶ ἡ αὐτὴ τάξις ἐστὶ καὶ λειτουργία τῶν ἀμφοτέρων ἱεραρχιῶν, φημὶ δὴ τῆς ἄνω καὶ τῆς κάτω, καὶ μία ἐν αὐταῖς κοινωνία ἐστὶν ἐν ταῖς δωρεαῖς τοῦ Θεοῦ καὶ ὁμοταγεῖς εἰσι καὶ ὅμοιαι κατὰ πάντα, ὅστις τῶν καθ’ ἡμᾶς ἱερῶν ἀνδρῶν τὸ ἴδιον κτήσεται μιᾶς ἱεραρχίας καὶ τάξεως τῶν ἄνω δυνάμεων, ἧς ἀναπληροῖ τὸν τόπον ἐν τῇ ἐκκλησιαστικῇ καὶ καθ’ ἡμᾶς ἱεραρχίᾳ, ἐν ἐκείνῃ καὶ μετὰ πότμον ἀνερχόμενος καὶ συναπτόμενος αὐτῇ ἀναπαύεται, τόπον αὐτὴν εὑρίσκων Θεοῦ φωτεινὸν ἀναπαύσεως· καὶ ὅπως, ἐντεῦθεν ἐροῦμεν. Ἀλλὰ προσέχετε ἀκριβῶς τῇ διαιρέσει τοῦ λόγου.

Δύο ἡμῖν τὰς ἱεραρχίας ὁ λόγος ἐγνώρισε· μίαν τὴν τῶν ἄνω δυνάμεων ἐν τοῖς οὐρανοῖς καὶ ἑτέραν τὴν κάτω καὶ καθ’ ἡμᾶς ἐκκλησιαστικὴν ἱεραρχίαν ἐπὶ τῆς γῆς. Πρῶτος οὖν διάκοσμος ἐν τῇ ἄνω τριαδικός, Θρόνοι, Χερουβίμ, Σεραφίμ· πρῶτος καὶ ἐν τῇ κάτω τριαδικὸς διάκοσμος, πατριάρχαι, μητροπολῖται, ἀρχιεπίσκοποι. Δεύτερος ἐν τῇ οὐρανίᾳ ἱεραρχίᾳ τριαδικὸς διάκοσμος, Κυριότητες, Δυνάμεις καὶ Ἐξουσίαι· δεύτερος καὶ ἐν τῇ ἐκκλησιαστικῇ τριαδικὸς διάκοσμος, ἐπίσκοποι, πρεσβύτεροι καὶ διάκονοι. Τρίτος ἐν τῇ ἄνω ἱεραρχίᾳ τριαδικὸς διάκοσμος, Ἀρχαί, Ἀρχάγγελοι, Ἄγγελοι· τρίτος καὶ ἐν τῇ κάτω ἱεραρχίᾳ τριαδικὸς διάκοσμος, ὑποδιάκονοι, ἀναγνῶσται, μοναχοί. Καὶ σκόπει τὸ ἴσον κατὰ πάντα ἐν ἀμφοτέραις καὶ ὅμοιον. Ἐκεῖ Θρόνοι, ὧδε πατριάρχαι, ἐκεῖ Χερουβίμ, ὧδε μητροπολῖται, ἐκεῖ Σεραφίμ, ὧδε ἀρχιεπίσκοποι. Ἰδοὺ ἡ πρώτη ταύτης κἀκείνης τριαδικὴ διακόσμησις. Ἐκεῖ Κυριότητες, ὧδε ἐπίσκοποι, ἐκεῖ Δυνάμεις, ὧδε ἱερεῖς, ἐκεῖ Ἐξουσίαι, ὧδε διάκονοι. Αὕτη πάλιν κἀκείνης καὶ ταύτης δευτέρα τριαδικὴ διακόσμησις.

Ἐκεῖ Ἀρχαί, ὧδε ὑποδιάκονοι, ἐκεῖ Ἀρχάγγελοι, ὧδε ἀναγνῶσται, ἐκεῖ Ἄγγελοι, ὧδε μοναχοί. Ἰδοὺ καὶ ἡ τρίτη τῆς ἄνω καὶ τῆς κάτω ἱεραρχίας τριαδικὴ διακόσμησις. Γνῶθι τοίνυν ὅτι εἷς ἐστι καὶ ταῖς ἀμφοτέραις ὁ ὕμνος. Ἐκεῖ ὁ πρῶτος τῆς οὐρανίας ἱεραρχίας διάκοσμος ὁ διὰ τῶν Θρόνων καὶ τῶν Χερουβὶμ καὶ τῶν Σεραφὶμ τριαδικῶς κοσμούμενος ὕμνον ἄπαυστον ἔχει τὸ «εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτοῦ». Ὧδε ὁ πρῶτος διάκοσμος τῆς ἐκκλησιαστικῆς ἱεραρχίας ἡμῶν ὁ διὰ τῶν πατριαρχῶν καὶ τῶν μητροπολιτῶν καὶ τῶν ἀρχιεπισκόπων κοσμούμενος ὕμνον ἔχει τὸ «εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων».

Ἐκεῖ ὁ δεύτερος τῆς οὐρανίας ἱεραρχίας διάκοσμος ὁ διὰ τῶν Κυριοτήτων καὶ Δυνάμεων καὶ Ἐξουσιῶν κοσμούμενος ὕμνον ἀκατάπαυστον ἔχει τὸ «ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ».

Ὧδε ὁ δεύτερος τῆς ἐκκλησιαστικῆς ἱεραρχίας διάκοσμος ὁ διὰ τῶν ἐπισκόπων καὶ τῶν ἱερέων καὶ τῶν διακόνων κοσμούμενος τὸν αὐτὸν ὡσαύτως ὕμνον ὑμνεῖ λέγων· «ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις.» Ἐκεῖ ὁ τρίτος τῆς οὐρανίας ἱεραρχίας διάκοσμος ὁ διὰ τῶν Ἀρχῶν καὶ Ἀρχαγγέλων καὶ Ἀγγέλων κοσμούμενος ὕμνον ἀκατάπαυστον ἔχει τὸ «ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα». Ὁμοίως καὶ ὁ τρίτος ὧδε διάκοσμος τῆς καθ’ ἡμᾶς ἱεραρχίας ὁ διὰ τῶν ὑποδιακόνων, τῶν ἀναγνωστῶν καὶ τῶν μοναχῶν κοσμούμενος τὸν αὐτὸν ὕμνον ᾄδει· «ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα». Ἀλλ’ οὕτω μὲν ἀμφότεραι αὗται <αἱ> ἱεραρχίαι συλλειτουργοὶ οὖσαι λειτουργοῦσιν ἐπίσης καὶ ὁμοφώνως Θεῷ.

δʹ. [Τί τὸ ἴδιον ἑκάστης ἱεραρχίας καὶ πῶς ὁμοταγῶς εἰς τριαδικὰς τρεῖς διαιροῦνται ἀμφότεραι τάξεις;] Φέρε δὲ σκοπήσωμεν καὶ πῶς ἡ ἐπίγειος ἱεραρχία κατὰ τάξιν καὶ στάσιν καὶ ἀξίαν ἑνοῦται μετὰ πότμον τοῖς οὐρανίοις τάγμασι τῆς οὐρανίας ἱεραρχίας καὶ ἓν γίνονται, συνόμιλον ἀναλόγως ἔχουσαι τὴν χορείαν καὶ τὴν τῶν θείων δωρεῶν μετουσίαν. Καὶ ὅρα τῆς θεωρίας τὸ εὔλογον καὶ τὸ παράδοξον τῆς τῶν ἀμφοτέρων ἑνώσεως.

Θρόνοι. Ἰδιαίτατον ἴδιον τῶν θρόνων ἐστὶ τὸ ἐξῃρημένον καὶ ὑπερκοσμίως ἀνωφερές, τὸ ἀνῳκισμένον πάσης ἐσχατιᾶς καὶ ἱδρυμένον περὶ τὸν ὄντως ὕψιστον, τὸ δεκτικὸν τῆς θεαρχικῆς ἐπιφοιτήσεως καὶ θεοφόρον.

Πατριάρχαι. Ὅσοι τοίνυν τῶν πατριαρχῶν τὸ ἴδιον ἔσχον ἐν βίῳ τῶν θείων Θρόνων θεοφόροι γεγονότες ἐν ὑπερκοσμίῳ καὶ ἀνῳκισμένῃ ἀξίᾳ τῶν ἀποστόλων, καὶ ὑπὸ τοῦ ἁγίου Πνεύματος διὰ λόγου διδασκαλίας ἐφανερώθησαν Θεοῦ μέτοχοι, τελειωθέντες, ἐν τοῖς ἐκείνων τόποις μετὰ δόξης κατέπαυσάν τε καὶ καταπαύσουσιν, ὡς τὸν τόπον αὐτῶν ἐν τῇ ἐκκλησιαστικῇ ἐξεικονίσαντες ἱεραρχίᾳ.

Χερουβίμ. Ἰδιαίτατον ἴδιον τῶν Χερουβίμ ἐστι τὸ πλῆθος τῆς γνώσεως, ἡ τῆς σοφίας χύσις, τὸ θεοπτικόν τε καὶ θεωρητικόν, τὸ δεκτικὸν τῆς ὑπερτάτης φωτοδοσίας, τὸ μεταδοτικὸν ἀφθόνως τῆς σοφοποιοῦ χάριτος πρὸς τὰ δεύτερα.

Μητροπολῖται. Ὅσοι τοίνυν τῶν μητροπολιτῶν, ἱερέων τε καὶ μοναζόντων, τὸ ἴδιον ἐκείνων ἐν πλήθει γνώσεως καὶ χύσει σοφίας καὶ θεωρίᾳ Θεοῦ χερουβικῶς κατεπλούτησαν μεταδοτικοὶ γεγονότες τῆς σοφοποιοῦ χάριτος διὰ θεολογίας τοῖς μετὰ ταῦτα, ἐν τόποις τῶν Χερουβίμ, τελειωθέντες, μετὰ μεγάλης δόξης κατέπαυσάν τε καὶ καταπαύσουσιν, ὡς τὸν τόπον τούτων ἐν τῇ καθ’ ἡμᾶς ἱεραρχίᾳ κοσμήσαντες.

Σεραφίμ. Ἰδιαίτατον ἴδιον τῶν Σεραφίμ, ἤτοι ἐμπρησταὶ ἢ θερμαίνοντές, ἐστι τὸ ἀεικίνητον περὶ τὰ θεῖα, τὸ θερμὸν καὶ ὀξὺ καὶ ὑπερζέον τῆς πλησίον θεοῦ καὶ ἀνενδότου ἀεικινησίας, τὸ ἀνάγειν καὶ ἀναζωπυρεῖν τὰ ὑποβεβηκότα ἐπὶ τὴν ὁμοίαν θερμότητα, τὸ καθαρτικὸν καὶ ἀφανιστικὸν καὶ φωτιστικὸν πάσης σκοτοποιΐας.

Ἀρχιεπίσκοποι. Ὅσοι τοίνυν τῶν ἀρχιεπισκόπων καὶ ἱερέων καὶ μοναζόντων τὸ ἴδιον τῶν Σεραφὶμ ἐν ζήλῳ Θεοῦ μετὰ θερμότητος καὶ ὀξύτητος καὶ ζεούσης σοφίας σεραφικῶς ἐν τοῖς δόγμασιν ἔσχον τῆς Ἐκκλησίας, καθαίροντες καὶ φωτίζοντες τοὺς πιστοὺς καὶ πᾶσαν σκοτοποιΐαν αἱρέσεως ἀφανίζοντες, τελειωθέντες, ἐν τοῖς τόποις τῶν Σεραφὶμ καταπαύουσι μετὰ πότμον, ὡς τὸν τόπον αὐτῶν ἐν τῇ καθ’ ἡμᾶς ἱεραρχίᾳ πεπληρωκότες καὶ τοὺς ὑποβεβηκότας πρὸς τὴν ὁμοίαν θερμότητα ἀναζωπυρήσαντες.

Αὕτη ἐστὶν ἡ πρώτη τῶν οὐρανίων οὐσιῶν καὶ τῶν ἐπιγείων ταγμάτων τῆς καθ’ ἡμᾶς ἱεραρχίας τριαδικὴ διακόσμησις ἡ κύκλῳ Θεοῦ καὶ περὶ Θεὸν ἀμέσως ἑστηκυῖα καὶ θείας ἀποπληρουμένη τρυφῆς, ἧς ὁ θεῖος ὕμνος, «εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτοῦ» καὶ «εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν».

εʹ. Ὅτι οὐκ ἐπίσης αἱ ἄνω καὶ κάτω δυνάμεις πᾶσαι τῆς θείας μετέχουσι σοφίας καὶ γνώσεως. Ἀλλ’ ἴσως εἴποιέν τινες· τί δέ, εἰ ἐν ἱερεῦσι καὶ λειτουργοῖς καὶ μονάζουσι πλέον ὁρᾶται ἡ σοφία τοῦ Θεοῦ λάμπουσα Λόγου καὶ ἡ οὐράνιος γνῶσις ὡς φῶς, ἔλαττον δὲ ἢ οὐδαμῶς ἐν ἐπισκόποις, οἷς ἐρρήθη· «ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς» καὶ «ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου» καὶ «τὸ ἅλας τῆς γῆς»; Πρὸς οὓς ἐροῦμεν ἐν παραδείγματι.

Φαμὲν δὲ ὅτι, ὥσπερ ἀπὸ τῶν ἔξωθεν παρασήμων, τοῦ διαδήματος, φημί, τῆς ἀλουργίδος καὶ τῶν σκήπτρων καὶ τοῦ βυσσίνου, γνώριμός ἐστι τοῖς ὁρῶσιν ὁ βασιλεὺς καὶ οὐκ ἀπὸ μόνης τῆς κλήσεως, οὕτω καὶ ἀπὸ τοῦ πλείονος τῆς χύσεως τῆς σοφίας καὶ τῆς γνώσεως τῶν μυστηρίων τῆς βασιλείας τῶν οὐρανῶν γνωρίζομεν τοὺς τὸ μεῖζον ἔχοντας τῶν ἱερῶν καὶ θείων ἀξιωμάτων καὶ οὐκ ἀπὸ μόνης τῆς κλήσεως. Εἰ δὲ ὅτι τῆς θείας σοφίας καὶ γνώσεως οὐ μετέχουσι πάντες ἐπίσης, ἀλλ’ οἱ μὲν ἔλαττον, οἱ δὲ ὑψηλότερον, οὐδὲν θαυμαστόν. Εἰ γὰρ καὶ κοινόν ἐστι πᾶσι τοῖς καθ’ ἡμᾶς ἱεράρχαις, ἱερεῦσι καὶ λειτουργοῖς τὸ μετέχειν τῆς οὐρανίου σοφίας καὶ γνώσεως, ἀλλ’ οὐ κοινὸν αὐτοῖς ἐστι τὸ μετέχειν ταύτης ἐπίσης, ἀλλ’ ὡς ἑκάστῳ κατὰ τὴν οἰκείαν ἀναλογίαν δίδοται ἄνωθεν, ἢ μερικῶς καὶ ὑφειμένως, ἢ ὁλικῶς τε καὶ ὑψηλῶς, καθὰ καὶ τῷ θεολόγῳ Διονυσίῳ δοκεῖ, οὕτω λέγοντι ἐν τῷ δωδεκάτῳ κεφαλαίῳ τῆς Οὐρανίας ἱεραρχίας· «Ζητεῖται δὲ καὶ τοῦτο τοῖς τῶν νοητῶν λογίων φιλοθεάμοσιν· εἰ γὰρ ἀμέθεκτα τῶν ὑπερτέρων ὁλοτήτων εἰσὶ τὰ τελευταῖα, δι’ ἣν αἰτίαν ὁ καθ’ ἡμᾶς ἱεράρχης ἄγγελος Κυρίου παντοκράτορος ὑπὸ τῶν λογίων ὠνόμασται;

Ἔστι δὲ οὐκ ἐναντίος ὁ λόγος τοῖς προδιωρισμένοις, ὡς οἶμαι· φαμὲν γὰρ ὅτι τῆς ὁλικῆς καὶ ὑπερκειμένης τῶν πρεσβυτέρων διακόσμων δυνάμεως ἀποδέουσιν οἱ τελευταῖοι· τῆς γὰρ μερικῆς καὶ ἀναλόγου μετέχουσι κατὰ τὴν μίαν ἁπάντων ἐναρμόνιον καὶ συνδετικὴν κοινωνίαν. Οἷον ἡ τῶν ἁγίων Χερουβὶμ τάξις μετέχει σοφίας καὶ γνώσεως ὑψηλοτέρας, αἱ δὲ τῶν ὑπ’ αὐτοὺς οὐσιῶν διακοσμήσεις μετέχουσι μὲν καὶ αὐταὶ σοφίας καὶ γνώσεως, μερικῆς δὲ ὅμως ὡς πρὸς ἐκείνους καὶ ὑφειμένης. Καὶ τὸ μὲν ὅλως ἐν μετουσίᾳ σοφίας εἶναι καὶ γνώσεως κοινόν ἐστι πᾶσι τοῖς θεοειδέσι τῶν νοερῶν, τὸ δὲ προσεχῶς καὶ πρώτως ἢ δευτέρως καὶ ὑφειμένως οὐκέτι κοινόν, ἀλλ’ ὡς ἑκάστῳ πρὸς τῆς οἰκείας ἀναλογίας ὥρισται.» Καὶ μετ’ ὀλίγα· «Οὐδὲν οὖν, ὡς οἶμαι, τὸ ἄτοπον, εἰ τὸν καθ’ ἡμᾶς ἱεράρχην ἄγγελον ἡ θεολογία καλεῖ, τὸν κατὰ δύναμιν οἰκείαν μετέχοντα τῆς τῶν ἀγγέλων ὑποφητικῆς ἰδιότητος καὶ πρὸς τὴν ἐκφαντορικὴν αὐτῶν ὁμοίωσιν, ὡς ἐφικτὸν ἀνθρώποις, ἀνατεινόμενον. Εὑρήσεις δὲ ὅτι καὶ θεοὺς ἡ θεολογία καλεῖ τάς τε οὐρανίας καὶ ὑπὲρ ἡμᾶς οὐσίας καὶ τοὺς παρ’ ἡμῖν φιλοθεωτάτους καὶ ἱεροὺς ἄνδρας, καίτοι τῆς θεαρχικῆς κρυφιότητος ὑπερουσίως ἁπάντων ἐξῃρημένης τε καὶ ὑπεριδρυμένης καὶ μηδενὸς αὐτῇ τῶν ὄντων ἐμφεροῦς ὀνομάζεσθαι κυρίως καὶ ὁλικῶς δυναμένου.

Πλὴν ὅσα τῶν νοερῶν τε καὶ λογικῶν πρὸς τὴν ἕνωσιν αὐτῆς, ὅση δύναμις, ὁλικῶς ἐπέστραπται καὶ πρὸς τὰς θείας αὐτῆς ἐλλάμψεις, ὡς ἐφικτόν, ἀκαταλήκτως ἀνατείνεται τῇ κατὰ δύναμιν, εἰ θέμις εἰπεῖν, θεομιμησίᾳ, καὶ τῆς θεϊκῆς ὁμωνυμίας ἠξίωται.» Ὅτι δὲ πάλιν ἴσως ἐροῦσί τινες, εἰ μὴ ἐπισκοπικῆς ἠξίωταί τις, περισσεύει δὲ εἰς γνῶσιν θείαν καὶ σοφίαν τῶν ἐπισκόπων, ὅπερ ἔφθην εἰπών, τοῦτο πάλιν φημί, ὅτι, ᾧ ἡ φανέρωσις τοῦ Πνεύματος ἐδόθη διὰ τοῦ λόγου, τούτῳ καὶ τῆς ἐπισκοπικῆς ἀξίας ἡ εὔκλεια ἐπιλάμπει. Εἰ γὰρ καὶ μὴ παρὰ τῶν ἀνθρώπων κεχειροτόνηταί τις ἐπίσκοπος, ἔλαβε δὲ τὴν χάριν ἄνωθεν τοῦ ἀποστολικοῦ ἀξιώματος ἱερεὺς τυχὼν ὢν ἢ διάκονος ἢ μονάζων, ὅπερ ἐστὶν ὁ διδασκαλικὸς λόγος καὶ ἡ γνῶσις τῶν μυστηρίων τῆς βασιλείας τῶν οὐρανῶν—ὥς φησι πρὸς Τιμόθεον Παῦλος· «μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου», καὶ ἐν ταῖς Πράξεσιν ἀναγράφεται· «καὶ τοῦ Παύλου τιθέντος τὰς χεῖρας ἐπὶ τοὺς πιστεύοντας, κατήρχετο ἐπ’ αὐτοὺς τὸ Πνεῦμα καὶ προεφήτευον»—, ἀλλ’ οὐδὲν τῷ λόγῳ τῆς ἀληθείας τοῦτο προσίσταται.

Οὗτος γάρ ἐστιν ὁ ἐπίσκοπος παρὰ Θεῷ καὶ τῇ Ἐκκλησίᾳ Χριστοῦ, ὁ ἐν αὐτῇ φανερωθεὶς ὑπὸ τοῦ ἁγίου Πνεύματος θεολόγος, ἢ ὁ τὴν χειροτονίαν τοῦ ἐπισκόπου ἐξ ἀνθρώπων λαβὼν καὶ δεόμενος ἔτι μυσταγωγίας τῶν μυστηρίων τῆς βασιλείας τῶν οὐρανῶν, ἀγνοίᾳ πιεζόμενος καὶ ἀλογίᾳ συζῶν ἐσχάτῃ καὶ μηδενὸς χαρίσματος οὐρανίου ἀξιωθεὶς τοῦ διδομένου παρὰ Θεοῦ τοῖς πιστοῖς, ὡς τὸ ἱερὸν τούτου φησὶ λόγιον· «ὁ πιστεύων εἰς ἐμὲ ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος», καὶ πάλιν «ὁ πιστεύων εἰς ἐμὲ τὰ σημεῖα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει καὶ μείζονα τούτων ποιήσει», καὶ πάλιν «σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι, γλώσσαις λαλήσουσι καιναῖς, ὄφεις ἀροῦσιν, ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι καὶ καλῶς ἕξουσιν»· ὡς δὲ καὶ ὁ Παῦλος· «ᾧ μὲν γὰρ δίδοται, φησί, διὰ τοῦ Πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ Πνεύματι» καὶ τὰ ἑξῆς.

Ἐμοὶ γοῦν ἐπίσκοπος ἐκεῖνός ἐστιν, ὥσπερ εἴρηταί μοι καὶ τῇ ἀληθείᾳ δοκεῖ, ὁ ἐκ μετουσίας ἀφθόνου τοῦ ἁγίου Πνεύματος καθαρθεὶς πάσης ἀγνοίας τὸν νοῦν, φωτισθείς τε πλουσίως ταῖς ὑπερφώτοις τούτου ἐλλάμψεσι καὶ ἀναδραμὼν εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ καὶ εἰς ἄνδρα τελειωθεὶς τέλειον, κτησάμενος καὶ τὸν ἐκείνου νοῦν ἐν ἐπιστήμῃ τῆς θεαρχικῆς μεταλήψεως, καθά φησι καὶ ὁ πολὺς τὰ θεῖα Διονύσιος ἐν τῷ ζʹ κεφαλαίῳ τῆς Οὐρανίας ἱεραρχίας· «Συνελὼν δὲ καὶ τοῦτο φαίην ἂν οὐκ ἀπεικότως, ὅτι καὶ κάθαρσίς ἐστι καὶ φωτισμὸς καὶ τελείωσις ἡ τῆς θεαρχικῆς ἐπιστήμης μετάληψις, ἀγνοίας μὲν οἷον ἀποκαθαίρουσα τῇ κατὰ τάξιν ἐνδιδομένῃ γνώσει τῶν τελειοτέρων μυήσεων, φωτίζουσα δὲ αὐτῇ τῇ θείᾳ γνώσει, δι’ ἧς καὶ καθαίρει τὴν οὐ πρότερον ἐποπτεύσασαν ὅσα νῦν ἐκφαίνεται διὰ τῆς ὑψηλοτέρας ἐλλάμψεως, καὶ τελειοῦσα πάλιν αὐτῷ τῷ φωτὶ τῇ καθ’ ἕξιν ἐπιστήμῃ τῶν φανοτάτων μυήσεων.» Τοῦτο δὲ οὐ παρέργως μοι εἴρηται, ἀλλὰ καὶ ἄγαν ἐπιστημόνως. Ὁ γὰρ ἱεράρχης μύστης ἐστὶ τῶν κρυφίων τοῦ Θεοῦ μυστηρίων διδάσκων ἕκαστον τῶν πιστῶν ἀναλόγως τὰς ἐπιστήμας τῶν θείων πραγμάτων καὶ τὰς ἱερὰς τούτων ἕξεις τε καὶ δυνάμεις.

Εἰ δὲ ἄγνοιαν τούτων ἔχει καὶ μυσταγωγίας δέεται τῶν τοιούτων ἐκ τῶν ὑφειμένων τούτου τῷ ἀξιώματι, πληροῦται ἐπ’ αὐτῷ τοῦ Κυρίου ὁ λόγος· «Ἐὰν τὸ φῶς, φησί, τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον;» καὶ οὐκ ἐπίσκοπός ἐστιν, ἀλλὰ ψευδώνυμος, ὡς ἐν τοῖς τῶν ἀποστόλων Διατάξεσιν ἀναγράφεται.

Ὅτι δὲ ὁ ἐπίσκοπος μύστης καὶ μυσταγωγός ἐστι τῶν κεκρυμμένων τοῦ Θεοῦ μυστηρίων, ἄκουε τοῦ θεολόγου Διονυσίου ἐν τῷ κεφαλαίῳ τῷ περὶ τῶν ἱερατικῶν τελειώσεων τῆς Ἐκκλησιαστικῆς ἱεραρχίας φιλοσοφοῦντος· «Ἔστιν οὖν, φησίν, ἱεραρχικὴ τάξις ἡ τῆς τελειωτικῆς δυνάμεως ἀναπεπλησμένη τὰ τελεσιουργὰ τῆς ἱεραρχίας ἐκκρίτως τελετουργοῦσα καὶ τὰς ἐπιστήμας τῶν ἱερῶν ἐκφαντορικῶς μυοῦσα καὶ ἐκδιδάσκουσα τὰς ἀναλόγους αὐτῶν καὶ ἱερὰς ἕξεις τε καὶ δυνάμεις.» Ὁ γοῦν ἐν ἐπιστήμῃ γεγονὼς τῶν τοιούτων, οὗτος, ὥσπερ ἔφθην εἰπών, ἱεράρχης, οὗτος ἐπίσκοπος ἀληθής, κἂν μὴ παρὰ τῶν ἀνθρώπων ἐπίσκοπος καὶ ἱεράρχης κεχειροτόνηται, ἀλλ’ ᾖ τῆς ἱερατικῆς τυχὸν τάξεως ἢ τῆς λειτουργικῆς ἢ τῆς μοναχικῆς, ὥσπερ εἴρηται. Ὁ δέ γε τούτων ἀμύητος καὶ μυσταγωγίας ἐκ τῶν δευτέρων ἢ τῶν τρίτων τούτου δεόμενος ψευδώνυμος ὄντως, κἂν τῇ χειροτονίᾳ μέγα φρονῇ καὶ τῷ ἀξιώματι τῶν ἄλλων ἁπάντων ὑπερκαθέζηται καὶ καταμωκᾶται τούτων καὶ κατεπαίρηται.

Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Τὸν πρῶτον καὶ δεύτερον καὶ τρίτον διάκοσμον τῆς οὐρανίας καὶ τῆς καθ’ ἡμᾶς ἱεραρχίας, ὡς ὁ Λόγος τὸν λόγον εὐώδωσεν, εἴπομεν. Ἄγε δὴ καὶ περὶ τῶν ἄλλων διακόσμων αὐτῶν φιλοσοφήσωμεν.

ϛʹ. [Τί τὸ ἴδιον ἑκάστης ἱεραρχίας;] Κυριότητες. Ἰδιαίτατον ἴδιον τῶν Κυριοτήτων ἐστὶ τὸ ἀδούλωτον καὶ ἐλεύθερον πάσης γεώδους ἐφέσεως, τὸ ὑπερκείμενον καὶ ἀνένδοτον ὑφέσει πάσῃ καὶ ἐξῃρημένον πάσης ἀνομοιότητος, τὸ ἀκαταλήκτως τῆς κυριαρχίας ἐφίεσθαι, τὸ πρὸς τὴν θείαν καὶ κυρίαν ἐμφέρειαν, ὡς ἐφικτόν, ἑαυτὴν καὶ τὰ μετ’ αὐτὴν διαπλάττειν καὶ ἐν μετουσίᾳ κατὰ τὸ δυνατὸν τῆς κυριαρχικῆς ἀεὶ θεοειδείας γίνεσθαι.

Ἐπίσκοποι. Ὅσοι τοίνυν τῶν ἐπισκόπων τὸ ἴδιον τῶν Κυριοτήτων ἔσχον ἐν βίῳ, ἀδούλωτοι γεγονότες καὶ ἐλεύθεροι πάσης γεώδους ἐφέσεως, ἐξῃρημένοι τε πάσης ἀνομοιότητος καὶ ὑπερκείμενοι τῶν λοιπῶν ἐν γνώσει τῶν ὄντων καὶ λόγῳ διδασκαλίας ἢ ἐν σημείοις καὶ θαύμασιν ἢ ἐν διαφόροις ἑτέροις χαρίσμασι τοῦ ἁγίου Πνεύματος, μεταπλάσαντες εἰς τὴν θείαν τῆς εὐλαβείας ἐμφέρειαν καὶ τοὺς μετ’ αὐτούς, ἐν τόποις τῶν κυριοτήτων τελειωθέντες καταπαύουσιν, ὡς τὸν τόπον αὐτῶν ἐν τῇ καθ’ ἡμᾶς ἀναπληρώσαντες ἱεραρχίᾳ.

Δυνάμεις. Ἴδιον ἰδιαίτατον τῶν θείων Δυνάμεων ἡ ἀρρενωπὸς καὶ ἀκατάσειστος ἀνδρεία, τὸ δυνατῶς ἐπὶ τὸ θεομίμητον ἀνάγεσθαι καὶ τὰς ἐνδιδομένας αὐταῖς θεαρχικὰς ἐλλάμψεις ὑποδέχεσθαι, τὸ ἀρρεπῶς κινεῖσθαι καὶ ἀφορᾶν εἰς τὴν ὑπερούσιον καὶ δυναμοποιὸν δύναμιν καὶ ταύτης εἰκόνα δυναμοειδῆ κατὰ τὸ ἐφικτὸν γίνεσθαι.

Ἱερεῖς. Ὅσοι τοίνυν τῶν ἱερέων τὸ ἴδιον τῶν θείων Δυνάμεων ἐν βίῳ ἐκτήσαντο καὶ ἀνδρείῳ φρονήματι πρὸς πάντα πειρασμὸν ἔστησαν ἀρρεπῶς ἐν τῷ πρὸς μόνην κινεῖσθαι καὶ ἀφορᾶν τὴν ὑπερούσιον καὶ δυναμοποιὸν δύναμιν καὶ δυνατῶς ἀνήχθησαν ἐπὶ τὸ θεομίμητον, ἀγάπῃ καὶ συμπαθείᾳ ὑποδεξάμενοι ἐν δυνάμει ψυχῆς καὶ τὰς δοθείσας αὐτοῖς θεαρχικὰς ἐλλάμψεις, καὶ γεγόνασιν ἐν λόγοις καὶ πράξεσι πενήτων καὶ ἀσθενῶν παραμυθία τε καὶ ὠφέλεια, ἐν τόποις τῶν ἄνω δυνάμεων τελειωθέντες καταπαύουσιν, ὡς τὸν τόπον αὐτῶν ἐν τῇ καθ’ ἡμᾶς ἐξεικονίσαντες ἱεραρχίᾳ.

Ἐξουσίαι. Ἴδιον ἰδιαίτατον τῶν Ἐξουσιῶν τὸ εὔκοσμον καὶ εὔτακτον περὶ τὰς θείας ὑποδοχάς, τὸ τεταγμένον τῆς ὑπερκοσμίου καὶ νοερᾶς ἐξουσιότητος, τὸ ἀκρατήτως ἐπὶ τὰ θεῖα μετ’ εὐταξίας ἀνάγεσθαι καὶ τὰ μετ’ αὐτὴν ἀγαθοειδῶς ἀνάγειν, τὸ πρὸς τὴν ἐξουσιοποιὸν ἐξουσιαρχίαν, ὡς θεμιτόν, ἀφομοιοῦσθαι καὶ ταύτην, ὡς δυνατόν, ἀναλάμπειν ἐν ταῖς κατ’ αὐτὴν εὐκόσμοις τάξεσι τῆς ἐξουσιαστικῆς δυνάμεως.

Διάκονοι. Ὅσοι τοίνυν τῶν λειτουργῶν διακόνων τὸ ἴδιον τούτων ἐσχήκασιν ἐν εὐκοσμίᾳ πάσῃ τῶν ἀρετῶν καὶ ἐν εὐταξίᾳ βίου περὶ τὰς θείας ὑποδοχὰς καὶ λειτουργίας καὶ μετὰ νοερᾶς ἐξουσιότητος ἀσχέτως ἐπὶ τὴν τῶν θείων γνῶσιν ἀνήχθησαν καὶ τοὺς μετ’ αὐτοὺς ἀγαθοειδῶς ἐπὶ τὰ θεῖα μετ’ εὐταξίας ἐχειραγώγησαν καὶ ἀνήγαγον, ὡς πρὸς τὴν ἐξουσιοποιὸν ἐξουσιαρχίαν ἀφομοιοῦσθαι αὐτούς, τελειωθέντες ἐν τόποις τῶν ἐξουσιῶν καταπαύουσιν, ὡς τὸν τόπον τούτων ἐξεικονίσαντες ἐν τῇ καθ’ ἡμᾶς ἱεραρχίᾳ.

Αὕτη τῶν οὐρανίων καὶ ἐπιγείων ἡ μέση τριαδικὴ διακόσμησις, ἧς ὁ ὕμνος, «ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ, ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις.» Ἀρχαί. Ἴδιον ἰδιαίτατον τῶν θείων Ἀρχῶν τὸ θεοειδῶς ἀρχικὸν καὶ ἡγεμονικὸν μετὰ ἱερᾶς τάξεως, τὸ πρὸς τὴν ὑπεράρχιον ἀρχὴν αὐτάς τε ὁλικῶς ἐπεστράφθαι καὶ ἑτέρων ἀρχικῶς ἡγεῖσθαι, τὸ πρὸς αὐτὴν ἐκείνην, ὡς δυνατόν, ἀποτυποῦσθαι τὴν ἀρχοποιὸν ἀρχήν, ἀναφέρειν τε τὴν ὑπερούσιον αὐτῆς ταξιαρχίαν τῇ τῶν ἀρχικῶν εὐκοσμίᾳ δυνάμεων.

Ὑποδιάκονοι. Ὅσοι τοίνυν τοῦ ἱεροῦ καταλόγου τῶν ὑποδιακόνων, ἡγουμένων τε καὶ ἀρχηγῶν τὸ ἴδιον τῶν θείων Ἀρχῶν ἔσχον ἐν βίῳ καὶ μετὰ ἱερᾶς τάξεως πρὸς τὴν ὑπεράρχιον ἀρχὴν ὁρῶντες ἑαυτοὺς κατὰ τὸ δυνατὸν πρὸς αὐτὴν ἀπετύπωσαν καὶ ἀρχικῶς ἑτέρων μετ’ εὐσεβείας πάσης καὶ δικαιοσύνης ἡγήσαντο, ἐν ἁγιασμῷ τε καὶ παρθενίᾳ τελειωθέντες, εἰς τοὺς τόπους ἐκείνων μετὰ χαρᾶς καταπαύουσιν, ὡς τούτων τὸν τόπον ἐν τῇ κάτῳ ἱεραρχίᾳ κοσμήσαντες.

Ἀρχάγγελοι. Ἴδιον ἰδιαίτατον τῶν Ἀρχαγγέλων ἐστὶ τὸ πρὸς τὴν ὑπερούσιον ἀρχὴν ἀρχικῶς ἐπεστράφθαι καὶ πρὸς αὐτήν, ὡς ἐφικτόν, ἀποτυποῦσθαι, τὸ ἑνοποιεῖν τοὺς ἀγγέλους κατὰ τὰς εὐκόσμους αὐτῆς καὶ τεταγμένας καὶ ἀοράτους ἡγεμονίας. Ἔστι δὲ ἡ διακόσμησις αὕτη καὶ τῆς ὑποφητικῆς τάξεως, τὰς θεαρχικὰς ἐλλάμψεις ἱεραρχικῶς διὰ τῶν πρώτων δυνάμεων ὑποδεχομένη καὶ τοῖς ἀγγέλοις αὐτὰς ἀγαθοειδῶς ἀγγέλλουσα καὶ δι’ ἀγγέλων ἡμῖν ἀναφαίνουσα κατὰ τὴν ἱερὰν ἑκάστου τῶν θείων ἐλλαμπομένων ἀναλογίαν.

Ἀναγνῶσται. Ὅσοι τοίνυν τῶν ἀναγνωστῶν τὸ ἴδιον ἔσχον τῶν Ἀρχαγγέλων καὶ ἀρχικῷ ψυχῆς παραστήματι ὑπεράνω τῶν ὁρωμένων ἐγένοντο τῇ ἐπιθυμίᾳ τῶν αἰωνίων τῶν αἰωνίων τοῦ Θεοῦ ἀγαθῶν καὶ τῇ διηνεκεῖ τοῦ Θεοῦ ὁμιλίᾳ, ὡς θεοείκελον ἀπετυπώθησαν κατὰ τὸν χαρακτῆρα τῆς ὄψεως, ἡνοποίησάν τε καὶ τοὺς ἀπὸ λαϊκῶν ἑαυτοῖς καὶ Θεῷ διὰ λόγου μυσταγωγίας κατὰ τὰς εὐκόσμους αὐτῶν καὶ τεταγμένας καὶ ὁρωμένας ἡγεμονίας, ὡς τὰς θεαρχικὰς ὑποδεξάμενοι ἐλλάμψεις διὰ μετουσίας τοῦ ἁγίου Πνεύματος καὶ ἡμῖν αὐτὰς διὰ βίου καὶ λόγου μεταδεδωκότες ἀναλόγως τῆς ἑκάστου καθάρσεώς τε καὶ πίστεως, τελειωθέντες, ἐν τόποις εὐφροσύνης τῶν Ἀρχαγγέλων, ὡς μεταδοτικοὶ γεγονότες ὠφελείας τοῖς μετέπειτα καὶ τὸν τόπον ἐκείνων ἐν τῇ ἐκκλησιαστικῇ κοσμήσαντες ἱεραρχίᾳ, καταπαύουσι μετὰ δόξης.

Ἄγγελοι. Ἴδιον ἰδιαίτατον τῶν Ἀγγέλων τὸ ἀνατατικῶς ταῖς οἰκείαις χειραγωγίαις πάντας ἀνθρώπους τοὺς ἑπομένους ἐθελουσίως ἐπὶ τὴν τοῦ ὄντως Θεοῦ φωτοδοσίαν καὶ ἐπίγνωσιν σῳστικῶς ἐπιστρέφειν καὶ ἀνατείνειν. Τούτων δὲ ἡ ἱεραρχία ἐμφανεστέρα ἡμῖν ἐστι καὶ μᾶλλον περικόσμιος, ὡς ἐπιστατεῖν αὐτὴν ταῖς ἀνθρωπίναις ἱεραρχίαις δι’ ἀλλήλων, ἵν’ ᾖ κατὰ τάξιν ἡ πρὸς Θεὸν ἀναγωγὴ καὶ ἐπιστροφὴ καὶ κοινωνία καὶ ἕνωσις.

Ἔνθεν ἡ θεολογία τὴν καθ’ ἡμᾶς ἱεραρχίαν ἀγγέλοις ἀπονενέμηκεν. Μοναχοί. Ὅσοι τοιγαροῦν τῶν μοναχῶν τὸ ἴδιον ἔσχον τῶν ἀγγέλων ἐν βίῳ καὶ τοὺς ἐξ ἐθνῶν ἐρχομένους πρὸς θεογνωσίαν ἐχειραγώγησαν καὶ τὴν ἀμώμητον πίστιν τούτοις ἐμυσταγώγησαν καὶ εἰς Θεοῦ ἐπίγνωσιν φωτίσαντες ἤγαγον, εὐσεβεῖς αὐτοὺς ἀναδείξαντες, τελειωθέντες ἐν σωφροσύνῃ καὶ βίῳ σεμνῷ ἐλεημοσύνης δηλονότι πεπληρωμένῳ καὶ συμπαθείας, εἰς τοὺς πάσης θυμηδίας τόπους τῶν ἁγίων Ἀγγέλων μετὰ χαρᾶς καταπαύουσιν, ὡς μεταδοτικοὶ γεγονότες ὠφελείας καὶ ἄλλοις καὶ τὸν τόπον ἐκείνων ἐν τῇ καθ’ ἡμᾶς ἱεραρχίᾳ κοσμήσαντες.

Αὕτη τῶν οὐρανίων νόων καὶ ἐπιγείων ἀγγέλων ἡ τριαδικὴ τρίτη διακόσμησις, ταύτας ἔχουσα τὰς θεοειδεῖς ἰδιότητας, ἧς καὶ ὁ θεῖος ὕμνος ἐστίν, ὃν καὶ ἀεὶ ᾄδει βοῶσα, «ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα».

ζʹ. Τίς ὁ τῆς ἱεραρχίας σκοπός; Τούτων οὖν οὕτως ἑνουμένων μετὰ πότμον καὶ συγχορευόντων καὶ συνεορταζόντων μετ’ ἤχου ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ τὸ θεοπρεπὲς κάλλος, ὡς ἁπλοῦν, ὡς ἀγαθόν, ὡς τελεταρχικόν, ἀμιγὲς μέν ἐστι καθόλου πάσης ἀνομοιότητος, μεταδοτικὸν δὲ κατ’ ἀξίαν ἑκάστῳ τοῦ οἰκείου φωτὸς καὶ τελειωτικὸν ἐν τελετῇ θειοτάτῃ κατὰ τὴν πρὸς ἑαυτὸ τῶν τελουμένων ἐναρμονίως ἀπαράλλακτον μόρφωσιν.

Οὗτος γάρ ἐστιν ὁ σκοπὸς τῆς ἱεραρχίας, ἵνα, ὡς ἐφικτόν, ἀφομοιῶνται οἱ ἄνθρωποι τῷ Θεῷ καὶ ἑνῶνται αὐτῷ, ὡς καὶ ὁ θεολόγος Διονύσιος τῷ παρόντι μου λόγῳ συμμαρτυρήσει· φησὶ γὰρ ἐν τῷ γʹ κεφαλαίῳ τῆς ἀγγελικῆς ἱεραρχίας· «Σκοπὸς οὖν ἱεραρχίας ἐστὶν ἡ πρὸς Θεόν, ὡς ἐφικτόν, ἀφομοίωσίς τε καὶ ἕνωσις, αὐτὸν ἔχουσα πάσης ἱερᾶς ἐπιστήμης τε καὶ ἐνεργείας καθηγεμόνα καὶ πρὸς τὴν αὐτοῦ θειοτάτην εὐπρέπειαν ἀκλινῶς μὲν ὁρῶν, ὡς δυνατὸν δὲ ἀποτυπούμενος καὶ τοὺς ἑαυτοῦ θιασώτας ἀγάλματα θεῖα τελῶν, ἔσοπτρα διειδέστατα καὶ ἀκηλίδωτα, δεκτικὰ τῆς ἀρχιφώτου καὶ θεαρχικῆς ἀκτῖνος· καὶ τῆς μὲν ἐγγινομένης αἴγλης ἱερῶς ἀποπληρούμενα, ταύτην δὲ αὖθις ἀφθόνως εἰς τὰ ἑξῆς ἀναλάμποντα κατὰ τοὺς θεαρχικοὺς θεσμούς.» Καὶ μετ’ ὀλίγα· «Οὐκοῦν ἱεραρχίαν ὁ λέγων ἱεράν τινα καθόλου δηλοῖ διακόσμησιν, εἰκόνα τῆς θεαρχικῆς ὡραιότητος, ἐν τάξεσι καὶ ἐπιστήμαις ἱεραρχικαῖς τὰ τῆς οἰκείας ἐλλάμψεως ἱερουργοῦσαν μυστήρια καὶ πρὸς τὴν οἰκείαν ἀρχήν, ὡς θεμιτόν, ἀφομοιουμένην. Ἔστι γὰρ ἑκάστῳ τῶν ἱεραρχίᾳ κεκληρωμένων ἡ τελείωσις τὸ κατ’ οἰκείαν ἀναλογίαν ἐπὶ τὸ θεομίμητον ἀναχθῆναι καὶ τὸ δὴ πάντων θειότερον, ὡς τὰ λόγιά φησι, Θεοῦ συνεργὸν γενέσθαι καὶ δεῖξαι τὴν θείαν ἐνέργειαν ἐν ἑαυτῷ κατὰ τὸ δυνατὸν ἀναφαινομένην.»

Καὶ μεθ’ ἕτερα· «Οὐκοῦν ἑκάστη τῆς ἱεραρχικῆς διακοσμήσεως τάξις κατὰ τὴν οἰκείαν ἀναλογίαν ἀνάγεται πρὸς τὴν θείαν συνέργειαν, ἐκεῖνα τελοῦσα χάριτι καὶ θεοσδότῳ δυνάμει τὰ τῇ θεαρχίᾳ φυσικῶς καὶ ὑπερφυῶς ἐνόντα καὶ πρὸς αὐτῆς ὑπερουσίως δρώμενα καὶ πρὸς τὴν ἐφικτὴν τῶν φιλοθέων νόων μίμησιν ἱεραρχικῶς ἐκφαινόμενα.» Καὶ εἰκότως· τοῦτο γάρ ἐστιν ἴδιον τῆς πάντων αἰτίας, ἵνα τὰ ὑπ’ αὐτῆς λογικὰ ἐκ τοῦ μὴ ὄντος παρηγμένα εἰς τὸ εἶναι πρὸς τὴν ἑαυτῆς κοινωνίαν καλῇ, ὡς οὗτος ἐν τῷ δʹ κεφαλαίῳ φησί· «Ἔστι γὰρ τοῦτο τῆς πάντων αἰτίας καὶ ὑπὲρ πάντα ἀγαθότητος ἴδιον, τὸ πρὸς κοινωνίαν ἑαυτῆς τὰ ὄντα καλεῖν, ὡς ἑκάστῳ τῶν ὄντων ὥρισται πρὸς τῆς οἰκείας ἀναλογίας. Πάντα μὲν οὖν τὰ ὄντα μετέχει προνοίας ἐκ τῆς ὑπερουσίου καὶ παναιτίου θεότητος ἐκβλυζομένης· οὐ γὰρ ἂν ἦν, εἰ μὴ τῆς τῶν ὄντων αἰτίας καὶ ἀρχῆς μετειλήφει.» Τοῦτο τοίνυν ἐστὶ τὸ μυστήριον τῆς ἱεραρχίας ἡμῶν, ὥστε τοὺς ἀνθρώπους ἡμᾶς τῇ ἀναλογίᾳ τῆς μετουσίας τῆς θεοειδοῦς ἰδιότητος ἀγγέλους ἢ θεοὺς γίνεσθαι καὶ μετὰ πότμον ἑνοῦσθαι κατὰ τὴν ἀναλογίαν τῆς θείας σοφίας καὶ γνώσεως ταῖς οὐρανίαις δυνάμεσι καὶ αὐτῷ <τῷ> Θεῷ.

Ἐν τούτοις οὖν ἤδη πᾶσι τοῖς ἐδέσμασί τε καὶ καρυκεύμασιν ἡ σύνοδος ἡμῖν, ὦ ἄνδρες, καὶ ἡ εὐωχία μετ’ οἴνων περαιοῦται τῶν ἀνθοσμίων, δαιτυμόνας ἀμβρότους ἔχουσα ἐκ βροτῶν καὶ ἐκ νόων οὐρανίας δυνάμεις, μελῳδούς τε καὶ ᾄδοντας ἐν κιθάρᾳ καὶ ὀργάνων αὐλοῖς τοῖς τοῦ Πνεύματος, Δαβίδ, Σολομῶντα καὶ Κοσμᾶν τὸν θεόληπτον, τὸν μέν, ᾄδοντα θεσπέσιον ἐν κιθάρᾳ καὶ ἤχῳ καὶ οὕτω λέγοντα· «Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ», «ὅτι ἡτοίμασε τράπεζαν ἐνώπιον ἡμῶν, ἐλίπανεν ἐν ἐλαίῳ τὰς κεφαλὰς ἡμῶν καὶ τὸ ποτήριον αὐτοῦ μεθύσκον ἡμᾶς ὡσεὶ κράτιστον»· τὸν δὲ ἐν σάλπιγγι καὶ αὐλοῖς τοῖς τοῦ Πνεύματος ἀναφωνοῦντα καὶ λέγοντα· «Ἡ σοφία Θεοῦ μία οὖσα πάντα δύναται καὶ μένουσα ἐν ἑαυτῇ τὰ πάντα καινίζει καὶ κατὰ γενεὰν εἰς ψυχὰς ὁσίας μεταβαίνουσα φίλους Θεοῦ καὶ προφήτας κατασκευάζει»· τὸν δέ, ἡδυφώνως οὕτω μελῳδοῦντα καὶ λέγοντα· «Μυσταγωγοῦσα φίλους ἑαυτῆς τὴν ψυχοτρόφον ἑτοιμάζει τράπεζαν, ἀμβροσίας δὲ ἡ ὄντως σοφία Θεοῦ κιρνᾷ κρατῆρα πιστοῖς. Προσέλθωμεν εὐσεβῶς καὶ βοήσωμεν.»

Οὐ μόνον δέ, ἀλλὰ καὶ Θεὸν πρόεδρον τὰς φίλας συγκαλοῦντα δυνάμεις καὶ τῶν δαιτυμόνων ἑκάστῳ φιλοτιμούμενον τὴν ἀνάλογον φιλοτιμίαν τῆς ἐνούσης καθάρσεως καὶ τράπεζαν αὐτῷ ἑαυτὸν ὑφαπλοῦντα εἰς εὐφροσύνην καὶ κοινωνίαν καὶ ἕνωσιν, δι’ ἣν κενωθεὶς ἀκενώτως ἡμῖν ἡνώθη καὶ ἄρας τὸ ἡμέτερον φύραμα εἰς οὐρανοὺς ἀνῆλθε, τοῦ Πατρὸς ἐκ δεξιῶν καθεσθεὶς καὶ ἡμᾶς πρὸς ἑαυτοῦ κοινωνίαν τε καὶ συνθετικὴν ἕνωσιν ἔθετο.

Ἔχετε τοιγαροῦν εἰς εὐφροσύνην ὑμῶν τὴν ἡμετέραν, ὡς ὁρᾶτε, φίλοι, τράπεζάν τε καὶ σύνοδον, ἣν ὑμῖν ἐν ἀγάπῃ θείᾳ συνεκροτήσαμεν, καὶ εὐφραίνεσθε τρυφῶντες· καὶ μετέχοντες αὐτῆς δαψιλῶς τῶν ἀθανάτων θεαμάτων καὶ ἐδεσμάτων κατὰ τὴν ἐνοῦσαν ὑμῖν ἑκάστῳ ἐξ ἀναλόγου καθάρσεως, φωτισμοῦ τε καὶ τελειώσεως, θείαν ὄρεξιν, ἐπευχόμενοι καὶ ἡμῖν νόμῳ φιλίας τὴν κοινωνίαν καὶ ἕνωσιν τῶν θείων δαιτυμόνων τῆς ἀθανάτου τραπέζης ἐκείνης, ἧς νυμφίος καὶ βασιλεὺς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ ἧς χωρὶς τρυφῆς ἐμφορηθῆναι ἀφθάρτου καὶ ζωῆς καὶ ἀγαλλιάσεως καὶ εὐφροσύνης καὶ χαρᾶς αἰωνίου τῶν ἀμηχάνων ἐστίν· ἧς καὶ κοινωνοὶ πάντες γενέσθαι ἀξιωθείημεν ἐν αὐτῷ Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.