Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Λόγοι

Νικήτας Στηθᾶτος

Λόγος περί των ορίων της ζωής

Θεολογική διερεύνηση της υπαγωγής της ανθρώπινης ζωής σε θεία όρια, η πρόνοια απέναντι στους αδόκητους θανάτους και η πνευματική εξουσία της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 5 από 10

ΤΟΥ ΑΥΤΟΥ, ΠΡΟΣ ΤΙΝΑ ΜΑΝΟΥΗΛ ΠΕΡΙ ΟΡΩΝ ΖΩΗΣ Τὸ πολλάκις περὶ τῶν ὅρων παρά τινων προτεθὲν ἡμῖν ζήτημα, ὥσπερ δὴ καὶ νῦν, φιλονεικούμενον ἀρχῆθέν ἐστι τοῖς λαλεῖν τι καὶ ἀκούειν ἐσπουδακόσι καινόν, ὡς τὰς αὐτὰς χρήσεις τῶν θείων γραφῶν ἐκλαμβάνεσθαι παρ’ ἑκατέρου τῶν πρὸς τὰ τοιαῦτα σπουδαίων εἰς τὴν τούτων ἐπὶ τὸ αὐτὸ κατασκευήν τε καὶ ἀνασκευὴν καὶ τοὺς μὲν τῶν σοφῶν συνιστᾶν αὐτοὺς ὡς πεπηγότας παρὰ Θεοῦ τῇ τῶν ἀνθρώπων ζωῇ, τοὺς δὲ ἀναλύειν ὡς μηδαμῶς εἶναι, ταῖς αὐταῖς χρωμένους περὶ τῶν αὐτῶν ζητήσεων χρήσεσιν, ὥσπερ εἴρηται. Ὡς ἂν οὖν τῶν ἑκατέρων μὲν ἡμεῖς τὸ εἰκαῖον καὶ δύσερι, ὡς μόνης τῆς ἀληθείας φροντίζοντες, ἐλλείψαιμεν, τὴν δὲ βασιλικὴν ὁδὸν καὶ μέσην τούτων βαδίσωμεν, φέρε καὶ περὶ τούτων οὐκ ἐριστικῶς, ἀλλὰ φιλαληθῶς, τὴν πραγματείαν ποιούμενοι, οὕτω πρὸς εἰδότας ἐν ἐπιτόμῳ τὸν λόγον ποιήσωμεν.

Τῶν ὄντων οὐδὲν οὐδαμῶς ἀόριστον, πλὴν ἑνὸς τοῦ ὄντως ὄντος. Ὁ ὢν γὰρ πρὸ τῶν αἰώνων καὶ εἰς αἰῶνας Θεός—τοῦτο γὰρ καὶ αὐτὸς ἑαυτὸν ὀνομάζει ἐν τῷ ὄρει τῷ Μωυσῇ χρηματίζων—μόνος ἀόριστος, ἀναφής, ἀκατάληπτός τε καὶ ἀτελεύτητος, ὡς ἐντὸς ὢν ἀορίστως καὶ ἐκτὸς τοῦ παντὸς καὶ δημιουργὸς πάντων τῶν ὁρωμένων καὶ ἀοράτων.

Οὗτος γὰρ ἐν ἑαυτῷ καὶ πρὸ τοῦ γενέσθαι τὰ πάντα ἔχων, ὡς πάντων ἐπέκεινα καὶ πάτηρ τῶν αἰώνων, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὴν κτίσιν πᾶσαν παρήγαγεν, εἴτε ὁρατὴν καὶ ἀόρατον, εἴτε νοουμένην καὶ αἰσθητήν. Οὗτος ἄρα μόνος ἀόριστος, ὁρίζων τὰ πάντα ἐν ἑαυτῷ καὶ ὑπερεκπίπτων πᾶσαν κατάληψιν· πάντα δὲ τὰ ὑπ’ αὐτοῦ γεγονότα καὶ τὸ εἶναι ἐξ οὐδένος εἰληφότα, ὑφ’ ὅρον καὶ ἀριθμὸν καὶ πέρας ἐστίν.

Ἀλλὰ τούτων τὰ μὲν τὸ ἀνώλεθρον ἔχει, ὡς φύσις ἀσώματος καὶ εἰσαεὶ διαμένουσα, ὥσπερ δὴ ψυχαὶ νοεραὶ καὶ λογικαὶ δυνάμεις τῶν οὐρανῶν, τὰ δὲ τὸ θνητὸν καὶ λυόμενον, ὡς οὐσία συνθετός τε καὶ τῶν ἐναντίων συνισταμένη· ἃ δὴ καὶ ὑφ’ ὅρον καὶ ἀριθμὸν καὶ πέρας ἐστίν, ὥσπερ εἴρηται, ὑφ’ ὅρον μὲν ὡς ἀεὶ ἐπὶ τὸ αὐτὸ ἑστῶτά τε καὶ κινούμενα καὶ μηδέποτε τῶν οἰκείων ἐξιστάμενα ὅρων, ὑπ’ ἀριθμὸν δὲ ὡς τῷ πεποιηκότι κατάληπτά τε καὶ εὐαρίθμητα, ὑπὸ δὲ πέρας ὡς λύσει τῶν συνδραμόντων καὶ φθορᾷ ὑποκείμενα.

Καὶ ἄκουε περὶ τοῦ ὡρισμένου τῶν ὄντων, καὶ πρῶτόν γε περὶ ἡμῶν τῶν ἀνθρώπων, Ἰὼβ τοῦ Αὐσίτου οἷά φησι «Βροτὸς γὰρ γεννητὸς γυναικός, ὀλιγόβιος καὶ πλήρης ὀργῆς ἢ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν· ἀπεδρᾷ δὲ ὥσπερ σκία, οὐ μὴ στῆ ... Ἀριθμητοὶ δὲ μῆνες αὐτοῦ παρ’ αὐτοῦ· εἰς χρόνον ἔθου καὶ οὐ μὴ ὑπερβῇ ... Τίς ὁ κατατάσσων φυλακὰς νυκτερινάς, ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς;» Τοῦτο δὲ καὶ ὁ Θαιμανίτης ὀνειδίζων αὐτῷ ὑπαινίττεται· «Ἐλεύσῃ δέ, φησίν, ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος, ἢ ὥσπερ θημωνιὰ ἅλωνος καθ’ ὥραν συγκομισθεῖσα.» Εἶτα καὶ περὶ τῶν ἄλλων τοῖς πρὸς αὐτὸν τοῦ Θεοῦ λόγοις πρόσεχε· φησὶ γάρ· «Ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὀμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα, ἐθέμην δὲ αὐτῇ ὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας, εἶπα δὲ αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ.» Καὶ πάλιν περὶ τῶν αὐτῶν ὁ Θεὸς πρὸς αὐτόν· «Νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ’ οὐρανόν; Ἀνάγγειλον δέ μοι πόση τίς ἐστιν, ἐν ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς, σκότους δὲ ποῖος ὁ τόπος, εἰς ἀγάγῃς με.» Ὅρα δὲ καὶ περὶ τοῦ ἠριθμημένου αὐτῶν καὶ ἡμῶν τῆς ζωῆς τῶν ἐτῶν οἷά φησιν· «Ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστῃ ... Ἔτη γὰρ ἀριθμητὰ ἥκασιν, ὁδῷ δὲ ᾗ οὐκ ἐπαναστραφήσομαι πορεύσομαι ... Ἰδοὺ γὰρ ὁ ἰσχυρὸς πολὺς καὶ οὐ γνωσόμεθα· ἀριθμὸς ἐτῶν αὐτοῦ καὶ ἀπέραντος, ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ ...

Αὐτὸς γὰρ τὴν ὑπ’ οὐρανὸν πᾶσαν ἐφορᾷ, εἰδὼς τὰ ἐν τῇ γῇ πάντα ἃ ἐποίησεν, ἀνέμων σταθμόν, ὕδατός τε μέτρα ὅτε ἐποίησεν οὕτως ἰδὼν ἠρίθμησεν.» Ἀλλὰ περὶ τούτων καὶ ὁ Κύριος τάδε φησὶ πρὸς αὐτόν· «Οἶδα ἄρα ὅτι τότε γεγέννησαι, ἀριθμὸς δὲ ἐτῶν σου πολύς ... Τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ ... Ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρεις τοκετοῦ;» Ὁ δέ γε Σολομῶν· «Ἕως οὗ ἴδω, φησί, ποῖον τὸ ἀγαθὸν τοῖς υἱοῖς τοῦ ἀνθρώπου ὃ ποιήσουσιν ὑπὸ τὸν ἥλιον ἀριθμὸν ἡμερῶν ζωῆς αὐτῶν ... Καὶ πάλιν· Ἐν παντὶ μόχθῳ αὐτοῦ ᾧ ἐὰν μοχθήσῃ ὑπὸ τὸν ἥλιον ἀριθμὸν ἡμερῶν ζωῆς αὐτοῦ ὧν ἔδωκεν αὐτῷ ὁ Θεός ... Καὶ μεθ’ ὀλίγον· Ὅτι τίς οἶδε τί ἀγαθὸν τῷ ἀνθρώπῳ ἐν τῇ ζωῇ αὐτοῦ ἀριθμὸν ἡμερῶν ζωῆς ματαιότητος αὐτοῦ.» Σιρὰχ δὲ ὁ σοφώτατος· «Ἀριθμὸς ἡμερῶν ἀνθρώπου, φησί, πολλὰ ἔτη ἑκατόν· ὡς σταγὼν ὕδατος θαλάσσης καὶ ψῆφος ἄμμου, οὕτων ὀλίγα ἔτη ἐν ἡμέρᾳ αἰῶνος» ...

Καὶ αὖθις· «Κύριος ἔκτισεν ἐκ γῆς ἄνθρωπον καὶ πάλιν ἀπέστρεψεν αὐτὸν εἰς αὐτήν, ἡμέρας ἀριθμοῦ καὶ καιρὸν ἔδωκεν αὐτοῖς.» Οὕτω καὶ Δανιὴλ τῷ βασιλεῖ τῶν Περσῶν διερμηνεύων τὸ μανὴ θεκὲλ φαρὲς περὶ τούτων καλῶς ἀπεφήνατο· φησὶ γάρ· «Τὸν τῆς ζωῆς χρόνον, ὦ βασιλεῦ, ἠρίθμησεν ὁ Θεὸς καὶ σταθμῷ περιέστησε καὶ περιελών σου τὴν βασιλείαν Μήδοις αὐτὴν καὶ Πέρσαις διανεμεῖ.» Τὸ δέ γε πέρας τῶν ὄντων μαθήσῃ τρανῶς παρὰ τοῦ Δαβίδ· φησὶ γάρ· «Κατ’ ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς καὶ πάντες» ἄνθρωποι δηλονότι «ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται.» Εἰ βούλει δέ, καὶ τὸ ἡμέτερον λέγοντος· «Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου, τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ,» ὅτι «ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου ...

Ἀλλὰ μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου ... Ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσιν τὰς ἡμέρας αὐτῶν· ἐγὼ δὲ ἐλπιῶ, Κύριε, ἐπὶ σέ.» Ὁρᾷς ὅτι οὐ μάτην εἶπον ὑφ’ ὅρον καὶ ἀριθμὸν καὶ πέρας τὰ πάντα τῶν τοῦ Θεοῦ κτισμάτων ἐστί. Ὁ γὰρ λέγων μὴ εἶναι ὑφ’ ὅρον τὴν τοῦ ἀνθρώπου ζωὴν τρόπον τινὰ ἀόριστον τοῦτον καὶ τὴν αὐτοῦ ζωὴν ἐπιγράφεται καὶ ἔξω τῶν κτισμάτων πάντων Θεοῦ, ὡς εἶναι τὸν ἄνθρωπον κατ’ αὐτὸν ἶσα Θεοῦ, τοῦ μὴ ὑπὸ ἀρχὴν ἢ ὅρον ἢ ἀριθμὸν ἢ πέρας ὄντος, ἀλλ’ ὑπερκειμένου τοῦ παντὸς καὶ ἐν ἑαυτῷ τὰ πάντα ὁρίζοντος ἢ συνέχοντος. Εἰ δὲ ἡ κτίσις ἅπασα ἀπὸ ἀρχῆς ἤρξατο καὶ εἰς ἀριθμὸν καὶ ὅρον καὶ πέρας ἄνωθεν κινηθεῖσά ἐστιν, ἀνάγκη πᾶσα ἕνα τῆς κτίσεως τὸν ἄνθρωπον ὄντα ὑπὸ τὰ εἰρημένα συνέχεσθαι καὶ εἶναι αὐτόν.

Πᾶσα γὰρ ἀρχὴ ἀπὸ μονάδος ἄρχεται, ἡ δὲ εἰς ἀριθμὸν κινηθεῖσα καὶ πέρας ὑφ’ ὅρον ἵσταται, μήτε τὸν ἀριθμὸν αὐτῆς πλεονάζουσα, μήτε ὑπερβῆναι δυναμένη τὸν ὅρον· ὅρος δὲ πάσης ἀρχῆς καὶ παντὸς ἀριθμοῦ ἡ δεκάς.

Ὁ γοῦν τοῦ ὅρου τὴν τοῦ ἀνθρώπου ζωὴν εἶναι λέγων ἐκτός, μὴ ὑπὸ ἀρχὴν τοῦτον γενέσθαι ποτὲ ἢ ἄρξασθαι λέγει καὶ οὕτως οὐδὲν τῆς ἀνάρχου φύσεως, κατά σε καὶ τοὺς οὕτω φρονοῦντας, ἀπολείπεσθαι ὁρᾶται ἡμῖν ὁ ἄνθρωπος, ἶσα Θεοῦ τὴν φύσιν καὶ τὸ ἀόριστον ἐσχηκὼς καὶ τῆς κτίσεως πάσης ὑπεξαιρούμενος.

Ἰδὲ καὶ ἄλλως. Ἀρχὴ καὶ μονάς ἐστιν ὁ Θεός, ἐξ ἧς τὸ πᾶν ἀρχὴν ἔσχε πᾶσαν καὶ δι’ ἧς εἰς ἀριθμὸν ἐκινήθη καὶ ὕλην, καὶ παρ’ ἧς τὸν ὅρον λαβὸν ἔστη, ὃν οὔποτε παρελεύσεται, ὥς φησιν ὁ θεῖος Δαυίδ· «Εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά, ὅριον ἔθου, ὃ οὐ παρελεύσονται.» Ἄρα καὶ ἡ τοῦ ἀνθρώπου ζωὴ ἀπ’ ἀρχῆς ἀρξαμένη καὶ εἰς ἀριθμὸν ἡμερῶν κινηθεῖσα, καθὰ τῇ ἀληθείᾳ καὶ Σολομῶντι δοκεῖ, εἰς ὅρον ἔστη καὶ πέρας, ὃν οὐ δυνήσεται ὑπερβῆναι, ὡς καὶ Ἰὼβ αὐτῷ καὶ τοῖς πατράσι, Γρηγορίῳ λέγω καὶ Βασιλείῳ καὶ Θεοδώρῳ τῶ θείῳ πατρὶ τῶν Στουδίου δοκεῖ.

Εἰ δὲ συλλογισμοῖς χρώμενος ἀπορεῖς περὶ τῶν προσπιπτουσῶν πολλάκις περιστάσεων τῷ βίῳ τῶν ἀνθρώπων ἐν τῇ παρούσῃ αὐτῇ ζωῇ, ναυαγίων φημί, πολέμων, σεισμῶν καὶ τῶν ἐκεῖθεν συμπτωμάτων, ἀναιρέσεων τε ἀνδρῶν ἐκ λῃστῶν ἀγχόνης, ἐξ ἐφόδων πονηρῶν τε καὶ ἀσεβῶν ἀνθρώπων καὶ ἄλλων διαφόρων τοιούτων πολλῶν, λέγων πως δυνατὸν ὅρον ὑπερβαθῆναι καὶ λυθῆναί ποτε, τοῦτό σοι κἀγὼ ζητοῦντι περιέργως ἐν τούτοις τὰ βάθη τῶν κριμάτων μαθεῖν τοῦ Θεοῦ ἐρήσομαι. Σὺ δέ μοι, εἴ ἐστί σοι λόγος συνέσεως, τρανῶς ἀποκρίθητι.

Ἀσώματον ὂν τὸ θεῖον καὶ ἄϋλον, πρὸ τῶν αἰώνων καὶ τοῦ γενέσθαι αὐτοὺς ἔχον τὰ πάντα ἐν ἑαυτῷ, πῶς ἄϋλον ὂν τὴν ὕλην εἶχεν ἐν ἑαυτῷ; Ποῦ δὲ καὶ εὗρεν αὐτήν, οὔπω μηδενὸς ὄντος· εὑρὼν δέ, πῶς εἰδοποίησε ταύτην· εἰδοποιήσας δέ, πῶς ἐσωμάτωσεν ἀσώματον οὖσαν· σωματώσας δέ, πῶς συνέπηξε; Πῶς δὲ καὶ τὰς ἐναντίας φύσεις, τὰς φύσει μαχομένας πρὸς ἑαυτὰς εἰς ἓν συναγαγὼν συνέπηξε σῶμα καὶ τὸ ἕτερον ὑφ’ ἑτέρου οὐ διαφθείρεται οὕτω φύσεως ἔχον; Νεῦρα δὲ καὶ φλέβες καὶ ὀστᾶ καὶ ἁρμονίαι καὶ πᾶσα ἡ ἐντὸς οἰκονομία τοῦ σώματος, πόθεν ἐπενοήθησαν αὐτῷ; Πῶς δὲ νοερὰν καὶ ἄϋλον καὶ ἀθάνατον φύσιν φύσει ἐνύλῳ καὶ αἰσθητῇ καὶ θνητῇ ἀσυγχύτως ἑνώσας, παραδόξως συνεκέρασεν εἰς ἑνὸς ζώου πλάσιν τε καὶ μορφὴν τῶν ἄλλων ἁπάντων διαφέρουσαν κτισμάτων αὐτοῦ;

Εἶπον. Εἰ σοφὸς εἶ περὶ τούτων, καὶ δὸς συνετῶς τὴν ἀπόκρισιν καὶ γνώσομαι πάντως τὸν καινότερά σε τῶν θείων πατέρων ζητοῦντα, «οἵας τὰς ὑψώσεις ἔχεις τῆς γνώσεως ἐν τῷ λάρυγγι καὶ τὰς διστόμους ῥομφαίας» τῶν πεύσεων «ἐν χειρὶ γλώττης σου». Εἰ δὲ τὰ βάθη τοῦ Θεοῦ οὐδεὶς οἶδε τῶν βροτῶν, εἰ μὴ τὸ Πνεῦμα καὶ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι, πῶς ὑπὲρ τὴν ὑλικὴν δυάδα σὺ μήπω γεγονὼς καὶ τοῦ γνόφου τῶν ἐμφύτων ἔξω παθῶν, μηδέ τι τῶν κάτω πάντων ὑπεριδών, ἀνοίξας τὸ στόμα καὶ σπάσας Πνεῦμα θεῖον ἐν τοῖς ἐγκάτοις, ὃ κάθαρσις ἡ ἀπὸ τῆς ὕλης ἐπισπᾶται πρὸς ἑαυτήν, εἰδέναι φιλονεικεῖς τὰ κεκρυμμένα κρίματα ἀπὸ τοῦ Θεοῦ, ἑαυτὸν ἀγνοήσας; Εἰ γὰρ περὶ τῆς ἑαυτοῦ συμπήξεώς τε καὶ πλάσεως λόγον οὐδένα σὺ δυνηθείης ἐρωτῶντι δοῦναι καὶ ἀποροῦντί μοι, πῶς ἐπαπορεῖς μοι καὶ ἀπαιτεῖς εἰπεῖν σοι τῶν παρὰ Θεοῦ τῷ παντὶ τεθέντων ὅρων τὸν τρόπον τῆς ὑπερβάσεώς τε καὶ λύσεως; Οὐκ αἰδῇ; Κἂν μή τινα ἄλλον, κἂν γοῦν σεαυτόν.

Τί δὲ ξένον Θεῷ τὸ τηρεῖν καὶ λύειν ὅρους, οὓς ἐν ἐξουσίᾳ ἔθετο τῇ παρούσῃ ταύτῃ ζωῇ τῶν ἀνθρώπων, ὅτε καὶ ὅπως πρὸς τὸ συμφέρον καὶ λόγοις ἀρρήτοις ταῦτα κατὰ καιρὸν ἐκεῖνος, ὡς οἶδεν, οἰκονομεῖ. Οὐχὶ οὗτός ἐστιν ὁ λέγων· «Ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· πατάξω κἀγὼ ἰάσομαι καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.» Εἰ τοίνυν ἐν τῇ χειρὶ αὐτοῦ ἐστιν ἡ ζωὴ ἡμῶν καὶ ὁ θάνατος, ἐν τῇ αὐτοῦ ἐξουσίᾳ ἐστὶ δηλονότι τὸ τηρῆσαι ἢ λύσαι τοὺς ὅρους ἡμῶν τῆς ζωῆς. Ἀλλὰ σοὶ μέν, ἀνθρώπῳ ὄντι θνητῷ, καὶ παντὶ ἑτέρῳ τῷ τοὺς ἀριθμοὺς ἀριθμοῦντι, ἄδειά ἐστιν ἢ προσθεῖναι τῷ ὅρῳ τῶν ἀριθμῶν πέντε ἢ ὑφαίρειν ἐξ αὐτοῦ τρεῖς—ὅρος δὲ παντὸς ἀριθμοῦ ἡ δεκάς, ὥσπερ δὴ καὶ ἡ μονὰς ἀρχή—, Θεῷ δὲ τοῦτο οὐ δίδως; Καὶ παρὰ σοὶ μὲν εἶναι τὴν ἐξουσίαν βούλει ταύτην παρὰ δὲ Θεῷ οὐδαμῶς; Καὶ τίς εἶ σύ, Θεοῦ ὑψηλότερος;

Γνῶθι οὖν, εἴ που καὶ φιλονεικότερος οὐ βούλει τοῦ δέοντος εἶναι ἢ καὶ περισσότερος ἑαυτοῦ, ὅτι οὐ μόνον αὐτὸς ὁ Θεός, ὡς βασιλεὺς τοῦ παντὸς καὶ Κύριος ζωῆς καὶ τοῦ θανάτου, τὴν ἐξουσίαν ταύτην κατὰ φύσιν ἔχει κυρίως, ἀλλὰ καὶ προφηταῖς καὶ ἀποστόλοις τοῦ τηρεῖν καὶ λύειν ὅρους ζωῆς τῇ αὐθεντίᾳ τοῦ Πνεύματος ἔδωκεν, οὗτοι δὲ τοῖς πατράσι καὶ διδασκάλοις τῆς τῶν πιστῶν Ἐκκλησίας, κἀκεῖνοι τοῖς μετέπειτα τὴν χάριν εἰληφόσιν ἔτι δὲ καὶ λαμβάνουσι τοῦ διδασκαλικοῦ ἀξιώματος ἄνωθεν.

Καὶ ἵνα ἐξ ἑνὸς ἢ καὶ δύο τὸ τοῦ λόγου σοι πιστὸν ἀποδείξω, μνήσθητι Πέτρου τῆς πράξεως, ὅπως ἑνὶ ῥήματι τοὺς ὅρους τῆς ζωῆς Ἀνανίᾳ καὶ Σαμπφείρᾳ λύσας θανάτῳ ἐξαισίῳ τοὺς ἀμφοτέρους ἐν μιᾷ ἡμέρᾳ παρέδωκε; καὶ πρό γε τούτου, Ἠλιοῦ τε καὶ Ἐλισσαίου, τῶν προφητῶν Ἰσραήλ· ὁ μὲν γὰρ τοὺς δὶς πεντήκοντα στρατιῶτας πυρὶ θείῳ ἀνήλωσεν, ὁ δὲ ἀρᾷ μιᾷ τοὺς καταπαίξαντας αὐτοῦ παῖδας βρῶσιν τοῖς ἄρκτοις παρέδωκεν, λύσαντες ἅμα τοὺς ὅρους αὐτῶν τῆς ζωῆς.

Εἶτα πάλιν πῶς Ἠλίας μὲν τῷ υἱῷ τῆς χήρας ἀπέδωκε τὴν ζωήν, Ἐλισσαιὲ δὲ τῷ τῆς Σουμανίτιδος ὡσαύτως υἱῷ, τηρήσαντες ἅμα πάλιν τῶν ἀμφοτέρων ὁμοῦ τὴν ζωήν. Ἄκουε δὲ καὶ τοῦ γεγραμμένου ἐν ταῖς Ἀποστολικαῖς Διατάξεσι, ὅπως ταύτην τὴν ἐξουσίαν μαρτυροῦσι λαβεῖν καὶ ἔτι δεδόσθαι τοῖς πατράσιν ἡμῶν οἱ ἀπόστολοι· φασὶ γάρ· «Εἰ γὰρ περὶ τῶν κατὰ σάρκα γονέων φησὶ τὸ ὅσιον λόγιον·

Τιμᾶ τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται καὶ ἵνα μακροχρονίσῃς ... Καὶ ὁ κακολογῶν πατέρα ἢ μητέρα τελευτάτω, πόσῳ μᾶλλον ὑμᾶς περὶ τῶν πνευματικῶν γονέων ὑμῶν ὁ λόγος παραινέσει τιμᾶν αὐτοὺς καὶ στέργειν ὡς εὐεργέτας καὶ πρεσβευτὰς πρὸς Θεόν.» Καὶ μετ’ ὀλίγα· «Τούτους εὐλαβούμενοι τιμᾶτε παντοίαις τιμαῖς. Οὗτοι γὰρ παρὰ Θεοῦ ζωῆς καὶ θανάτου ἐξουσίαν εἰλήφασιν ἐν τῷ δικάζειν τοὺς ἡμαρτηκότας καὶ καταδικάζειν εἰς θάνατον πυρὸς αἰωνίου καὶ λύειν ἁμαρτιῶν τοὺς ἐπιστρέφοντας καὶ ζωογονεῖν αὐτούς.» Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τιθέναι πάλιν ἄλλους ὅρους καὶ λύειν παραδόξως ἐδόθη αὐτοῖς παρὰ τοῦ Πνεύματος ἄνωθεν.

Καὶ ὅρα τοῦ λόγου τὴν μέθοδον. Ὥσπερ καὶ ὑπὸ ζωῆς καὶ θανάτου κατὰ φύσιν αἰσθητῶς οἰκονομεῖται τὰ ἀνθρώπινα κατὰ τὸν παρόντα αἰῶνα, οὕτω καὶ νοητῶς ζωὴ καὶ θάνατος αἰώνιός ἐστιν, ἅπερ ἄγει πρὸς τὸ μέλλον καὶ οἰκονομεῖ τὰ ἡμέτερα, ὧν ἡ πᾶσα ἐξουσία τοῖς ἀποστόλοις ἐδόθη καὶ τοῖς πατράσιν, ὡς εἴρηται.

Πρόσεχε δὲ συνετῶς τῇ τοῦ λόγου διαρέσει τῶν ἁμαρτανόντων, εἰς τοὺς τιθέντας ὅρους τῶν ἐπιτιμίων παρὰ τῶν ἀποστόλων πιπτόντων. Οἱ μὲν ὅρον τριακονταετίας λαμβάνουσιν εἰς μετάνοιαν, τοῦ λογιστικοῦ παρακινηθέντος τῆς φύσεως κατὰ τὴν τοῦ πλημμεληθέντος ποιότητα, οἱ δὲ εἰκοσαετίας, παίγνιον γεγονότες θυμοῦ, οἱ δὲ πεντεκαιδεκαετίας καὶ ἑπταετίας καὶ τριετίας, τῆς κατὰ φύσιν ψευσθέντες ἐπιθυμίας. Τούτων πάντων ἡ ἐξουσία τοῖς πατράσιν ἐδόθη παρὰ Πνεύματος, ὡς ἔχειν αὐτοὺς ἐξουσίαν ἐπὶ τοῖς ὅροις προστιθέναι τῶν ἐπιτιμίων ἢ ὑφαίρειν ἐξ αὐτῶν καὶ τὰ μὲν πολλὰ θείῳ Πνεύματι ἐλαττοῦν, τὰ δὲ ἔλαττον ἔχοντα πλεονάζειν. Καὶ πειθέτω σε Βασίλειος καὶ ὁ Νυσσαέων Γρηγόριος, οἱ κοινοὶ νομοθέται τῆς Ἐκκλησίας, τοῦτο ἐγγράφως ποιεῖν παραθέμενοι ἐν τῇ τῶν πνευματικῶν νόμων βίβλῳ τοῖς πατράσι καὶ διδασκάλοις τῆς Ἐκκλησίας.

Εἰ βούλει δὲ τὸ τούτων ἔτι μεῖζον μαθεῖν, γνῶθι ἀπὸ τῆς Ἰησοῦ Χριστοῦ τῶν εὐαγγελίων διδασκαλίας, ὅτι καὶ ἕως τῆς μελλούσης ζωῆς τηρεῖν ἀλύτους οἱ πατέρες ἡμῶν τοὺς ὄρους τῶν ἐπιτιμίων αὐτῶν δύνανται ἐν οἷς ἡμῶν ἐστιν ἡ ζωὴ καὶ ὁ θάνατος κατὰ τὴν ἐξουσίαν τοῦ Πνεύματος, ἣν ἐκ τοῦ Λόγου ἄνωθεν ἔμαθον, μᾶλλον δὲ κυρίως ἔλαβον· φησὶ γὰρ ὁ νομοθέτης Υἱὸς τοῦ οὐρανίου Πατρός· «Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται ...

Καί· ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς.» Ἀλλὰ λυθῆναι ὅρους, φησί, τῆς ζωῆς τῶν ἀμηχάνων ἐστί. Τοῦτο πρῶτον μὲν οὐκ ἐκ θείων νόμων ἡμῖν καὶ διδασκαλίας ἐτέθη τῶν ἀποστόλων εἰς βεβαίωσιν ἀναντίρρητον, ἀλλ’ ἐκ φιλοσοφίας καὶ γνώσεως. Ἔπειτα δὲ καὶ εἰ τοῦ ἰδίου ὅρου τὸν ὅρον ἀκίνητον ἔχεις ἐκ τῶν κειμένων ὅρων τοῖς περὶ ταῦτα σοφοῖς, ὡς ἐκεῖνοί γε τὰ περὶ τῶν ὅρων φιλοσοφοῦντες ἐξέθεντο, ἀλλ’ οὐχὶ αὐτὸς ἑαυτῷ τίθησι πάντως τὸν ὅρον ὁ ὅρος, ὥστε μὴ δύνασθαι αὐτὸν ὑφ’ ἑτέρου λυθῆναι. Ὁ δέ γε τοῦτον ὁρίσας ἔν τε μετρῷ καὶ ἀριθμῷ δύναται αὖθις ἐν ἐξουσίᾳ λύσαι αὐτὸν καὶ τῇ δεκάδι προσθεῖναι τυχὸν πέντε, ὥσπερ δὴ ἐπὶ Ἐζεκία τῶν ἡμερῶν προσετέθη παρὰ Θεοῦ, ἢ λύσας ποιῆσαι αὐτὴν ἑπτάδα, καθὰ δὴ καὶ ἐν τοῖς κανόσι τῆς Ἐκκλησίας ὁρίζεται καὶ παρὰ τῶν ἐπισκόπων καὶ ἱερέων πράττεται σήμερον. ᾯ γὰρ ὅρον ἐπιτιμίων ἐπίσκοπος ἢ πρεσβύτερος θῇ, ὑφ’ ἑτέρου λυθῆναι αὐτῷ τοῦτον ἀμήχανον, λύεται δὲ παρ’ ἐκείνου αὐτοῦ τοῦ ὁρίσαντος ἐκείνῳ τὸν δεσμὸν θείω Πνεύματι.

Οὕτω δὲ καὶ πᾶς ἀριθμῶν ὅρος τηρεῖσθαι καὶ λύεσθαι οἶδε παρὰ παντὸς τοῦ ψήφῳ ἀριθμοῦντος αὐτὸν καὶ ὁρίζοντος. Ἀριθμοῦ δὲ παντὸς ἀρχὴ μὲν ἡ μονάς, ὥσπερ εἴρηται, τέλος δὲ καὶ ὅρος αὐτοῦ ἡ δεκάς, ἐντὸς γὰρ ἑαυτῆς δηλαδὴ τὸν ὅλον περιορίζουσα ἀριθμόν, ὡς ὅρων ὑφ’ ἑτέρων ἀόριστος· οὐδὲ γὰρ ὑφ’ ἑτέρου ὁρίζεται ἀριθμοῦ· εἰ δὲ καὶ πλεονάζεται, ἀλλ’ αὕτη ἐφ’ ἑαυτῇ πληθυνομένη τῶν ἰδίων ὅρων οὐχ ὑπεξίσταται.

Τί δὲ ὅτι τὸν ὅρον ἔθετο τῆς δημιουργίας αὐτοῦ τὴν ἑπτάδα τῶν ἡμερῶν τε καὶ αἰώνων ὁ πάντα ἐκ τοῦ μὴ ὄντος δημιουργήσας Θεός, λύει δὲ τοῦτον μέλλων ἐξερχόμενος κρίναι ζῶντας καὶ νεκρούς. Παράδοξόν σοι φαίνεται εἰ τῆς λύσεως τῶν ὅρων ἐκείνων ὑπόδειγμά σοι τίθεται τὴν λύσιν τῶν ὅρων τῆς ἡμετέρας ζωῆς; Ἦ οὐχὶ ὁ μὲν κόσμος οὗτος μικρὸς ὁρᾶται τῷ τῆς θεολογίας αὐλῷ Γρηγορίῳ, καθὰ καὶ ἡμῖν μετὰ τῆς ἀληθείας δοκεῖ, ἡμεῖς δὲ μέγας ἐν τούτῳ, οἱ Θεοῦ κατ’ εἰκόνα κτισθέντες ἐσμέν;

Οἷς καὶ παραδόξως ἡ αὐτὴ ἐκ τῶν αὐτῶν στοιχείων ἄμφω συνέδραμε πλάσις ὅμου τε καὶ σύμπηξις εἰς ἑνὸς σώματος εἰδοποίησιν· εἰ καὶ ἄλλος ἄλλου κατὰ τὴν τῶν ὁρωμένων φύσεων διαφέρομεν συνδρομήν, ἐν τῇ κοινωνίᾳ τῆς ὕλης καὶ παρ’ ἀλλήλων λαμβάνομεν τὸ εἰδέναι τε καὶ δοξάζειν Θεόν, τὸν ἡμᾶς ἐκ τοῦ μὴ ὄντος παραγαγόντα.

Ἀλλὰ χαλεπὸν ὄντως κενεμβατεῖν εἰς οὐδὲν χρήσιμον καὶ κρίματα Θεοῦ ἐρευνᾶν καὶ νεανιεύεσθαι ἀπαιτεῖν τὸν Ἀκατάληπτον καταληπτὸν γενέσθαι τοῖς ἀνθρώποις ἡμῖν, εἰδέναι τε πῶς ὅρους ἔπηξε τῷ παντὶ καὶ πῶς τὸ μὴ ὑπερβαῖνον ὑπερβαίνειν ἑαυτῷ ποιεῖ καὶ κατὰ τίνα τρόπον ἠρίθμηνται αὐτῷ καὶ αἱ τρίχες ἡμῶν. Εἰ γὰρ ἐν καταλήψει τῶν κεκρυμμένων τοῦ Θεοῦ μυστηρίων ἐγένετο πᾶς ὁ βουλόμενος, πάντως ἂν εἶδε καὶ τὴν ὥραν τῆς πρὸς ἡμᾶς αὐτοῦ δευτέρας ἐλεύσεως καὶ τὸν θεῖον τούτου σκοπὸν τίς ἐστιν, μεθ’ ὧν ἐλεύσεται διακρῖναι ἀπ’ ἀλλήλων ἁμαρτωλοὺς καὶ δικαίους· καὶ οὕτως ἦν ἶσον τοῦ πεποιηκότος τὸ ποίημα, ὡς μὴ πλέον ἔχειν τοῦ ἀνθρώπου Θεὸν κατὰ σοφίαν καὶ γνῶσιν ἄρρητον.

Κακὸν ἄρα τὸ ὑπεροπτικὸν φρόνημα τῆς ψυχῆς καὶ ἀλαζονεία τοῦ λογιζομένου αὐτῆς, μεθ’ ὧν οἱ παραχαράκται κινηθέντες τῶν δογμάτων τῆς Ἐκκλησίας ὡς σεσηπότα μέλη ἐκτμηθέντες αὐτῆς εἰς τὸν ἴδιον τόπον ἀπέδραμον.

Τοῦτο γάρ ἐστι τὸ κινοῦν εἰς τοιαῦτα κενεμβατεῖν τοὺς ἀνθρώπους καὶ ζητεῖν ἀλογίστως ἑαυτῶν τὰ βαθύτερα. Ὁ γὰρ καινότερόν τι νοεῖν τῶν θείων πατέρων οἰόμενος, Γρηγορίου λέγω καὶ Βασιλείου καὶ Θεοδώρου, τῶν μεγάλων διδασκάλων τῆς τοῦ Χριστοῦ Ἐκκλησίας τῶν ἐν θείῳ Πνεύματι περὶ ὅρων ἀποφηναμένων εὐστόχως, καὶ ἀναλύειν μὲν συλλογισμοῖς πειρώμενος τὰς χρήσεις αὐτῶν, ἃς ἐκεῖνοι περὶ αὐτῶν τούτων ἐν σοφία Πνεύματος ἁγίου ἐξέθεντο, συνιστᾶν δὲ τοὺς οἰκείους ὕθλους, οὓς ἐν πνεύματι πλάνης αὐτὸς ἐρεύγεται, ὡς οὐκ οἶδε, νέον ἑαυτὸν παρεισάγει προφήτην καὶ σοφὸν ἐκείνων μᾶλλον διδάσκαλον τῇ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ, ἐκεῖνα δηλαδὴ προφητευόμενόν τε καὶ νομοθετοῦντα, ἃ τοὺς μὲν προφήτας διέδραμε, τοῖς δὲ πατράσι καὶ διδασκάλοις οὐκ ἐνηχήθη, αὐτῷ τούτῳ, ὡς ἐσχάτῳ δῆθα, κατὰ τὸ εἰρημένον, ἀπεκαλύφθη.

Ἀλλ’ ἴωμεν, εἰ δοκεῖ, καὶ ἐπὶ τῷ προστιθέναι τὰς περὶ τούτων χρήσεις τῶν εἰρημένων θεοφόρων πατέρων ἡμῶν καὶ ἴδωμεν εἰ κομψότερον οἱ νέοι διδάσκαλοι τῶν παλαιῶν καὶ θείων πατέρων περὶ ὅρων ἡμᾶς ἐκδιδάσκουσι.

Φησὶ γὰρ ὁ ἐν θεολογίᾳ βεβοημένος Γρηγόριος· «Καλῶς ὁ θεῖος Δαβὶδ περὶ ἀσθενείας ἡμῶν ἐφιλοσόφησε καὶ ἐν ἐκείνοις τοῖς ῥήμασι· Τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι» καὶ «παλαιστῶν μέτρον τὰς ἀνθρωπίνας ἡμέρας ὁρίζεται.» Καὶ πάλιν· «Ἢ γὰρ νόσος ἢ χρόνος ἔλυσεν εἴξασαν τὴν φύσιν καὶ τοὺς ἰδίους ὅρους οὐκ ὑπερβαίνουσαν, ὅθεν φησὶν ὁ Ἰώβ· Ἀριθμητοὶ δὲ μῆνες αὐτοῦ παρ’ αὐτοῦ, εἰς χρόνον γὰρ ἔθου καὶ οὐ μὴ ὑπερβῇ.» Καὶ ἀλλαχοῦ· «Ἀνατέλλει ὁ Θεὸς τὸν ἥλιον ὁμοτίμως καὶ βρέχει πλουσίοις καὶ πένησι· κοινὴ νυκτὸς καὶ ἡμέρας ἐναλλαγή, κοινὸς ὅρος ζωῆς· ταῦτα μὲν κοινὰ καὶ ὁμότιμα καὶ Θεοῦ δικαιοσύνης γνωρίσματα.» Τί δὲ καὶ ὁ ἡμέτερος Βασίλειος περὶ τούτων φησί; «Θάνατοι δὲ ἐπάγονται, τῶν ὅρων τῆς ζωῆς πληροθέντων, οὓς ἐξ ἀρχῆς περὶ ἕκαστον ἔπηξεν ἡ δικαία κρίσις τοῦ Θεοῦ, πόρρωθεν τὸ περὶ ἕκαστον ἡμῶν συμφέρον τοῦ Θεοῦ προβλεπομένου.» Ὁμοίως καὶ ὁ τούτου σύγγονος Γρηγόριος, ἐν τῷ ιζʹ κεφαλαίῳ τῆς εἰς τὸν ἄνθρωπον θεωρίας, ταῦτά φησι· «Χρὴ γὰρ Θεῷ μηδὲν ἀόριστον ἐν τοῖς γεγενημένοις παρ’ αὐτοῦ νομίζειν, ἀλλ’ ἑκάστου τῶν ὄντων εἶναί τι πέρας καὶ μέτρον τῇ τοῦ πεποιηκότος σοφίᾳ περιμετρούμενον.»

Ὁ δέ γε θεσπέσιος καὶ ὁμολογητὴς Θεόδωρος, ὁ κοινὸς πατὴρ καὶ διδάσκαλος τῆς ἁπανταχοῦ τῶν μοναχῶν ἐκκλησίας ὧδε περὶ τούτου φησί· «Βάθει τῶν κριμάτων σου, Χριστέ, πανσόφως σὺ προώρισας ἑκάστου τέλους ζωῆς τὸν τόπον καὶ τὸν τρόπον.» Καὶ πάλιν· «Ἴδετε, ἴδετε ὅτι ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν, ὁ δικαίᾳ κρίσει πήξας ὅρους τῆς ζωῆς.»

Τούτων οὕτω τοιγαροῦν περὶ ὅρων θείῳ ἀποφαινομένων Πνεύματι καὶ τὴν καθολικὴν τῶν πιστῶν Ἐκκλησίαν μυσταγωγούντων ἐν σοφίᾳ Θεοῦ, πῶς οὐκ ἐρυθριῶσι καὶ τῶν οἰκείων ἐπιγνώμονες γίνονται μέτρων οἱ ἀνθιστάμενοι τούτοις καὶ ἄλλο τι, παρ’ ὃ διδάσκουσιν οἱ θεοφόροι πατέρες, οὗτοι διδάσκειν ἀποτολμῶσιν αὐθαδείᾳ καὶ ἀναισχυντίᾳ ψυχῆς, ἠγνοηκότες ὥσπερ δὴ ἑαυτοὺς καὶ κεκανονισμένον ἐν τῇ ϛʹ τῶν πατέρων συνόδῳ ὅτι οὐ χρὴ ἄλλως τὰ τῆς θείας Γραφῆς τοὺς διδασκάλους ἐκλαμβάνεσθαι ἢ ὡς οἱ θεῖοι πατέρες διὰ τῆς διδασκαλίας αὐτῶν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ παρέθεντο· κεκανόνισται γὰρ οὕτως ἐπὶ λέξεως ἔχον· «Ὅτι χρὴ τοὺς τῶν ἐκκλησιῶν προεστῶτας, ἐν πασῇ μὲν ἡμέρᾳ, ἐξαιρέτως ταῖς κυριακαῖς, πάντα τὸν κλῆρον καὶ τὸν λαὸν ἐκδιδάσκειν τοὺς τῆς εὐσεβείας λόγους, ἐκ τῆς θείας Γραφῆς ἀναλεγομένους τὰ τῆς ἀληθείας νοήματά τε καὶ κρίματα καὶ μὴ παρεκβαίνοντας τοὺς ἤδη τιθέντας ὅρους ἢ τὴν ἐκ τῶν θεοφόρων πατέρων παράδοσιν· ἀλλὰ καὶ εἰ γραφικὸς ἀνακινηθείη λόγος, μὴ ἄλλως τοῦτον ἑρμηνεύτωσαν ἢ ὡς ἂν οἱ τῆς Ἐκκλησίας φωστῆρες καὶ διδάσκαλοι διὰ τῶν οἰκείων συγγραμμάτων παρέθεντο.» Ἀλλὰ μετὰ ταῦτα οὐδὲ λαϊκῷ συγχωροῦσιν ἀνδρί, καθὰ δὴ καὶ Παῦλος, διδάσκειν ἐν ἐκκλησίᾳ ἢ δογματικὸν λόγον κινεῖν.

Ἐξασφαλιζόμενοι γὰρ καὶ περὶ τούτου ἐν τῇ αὐτῇ συνόδῳ τάδε φασί· «Ὅτι οὐ χρὴ δημοσίᾳ λαϊκὸν δογματικὸν λόγον κινεῖν ἢ διδάσκειν, ἀξίωμα ἑαυτῷ διδασκαλικὸν ἐντεῦθεν περιποιούμενον, ἀλλ’ εἴκειν τῇ παραδοθείσῃ παρὰ τοῦ Κυρίου τάξει καὶ τὸ οὖς τοῖς τὴν χάριν τοῦ διδασκαλικοῦ λαβοῦσι λόγου διανοίγειν καὶ τὰ θεῖα παρ’ αὐτῶν ἐκδιδάσκεσθαι.» Τούτων οὕτως ἐχόντων, διὰ τί μὴ μᾶλλον ἕπεσθαι βούλει τοῖς πατράσι καὶ διδασκάλοις τῆς Ἐκκλησίας, ἔτι λαϊκὸς ὤν—ἰδοὺ πρὸς σὲ τὸν λόγον ἰθύνω, τὸν τὰ καινά μοι κενῶς ζητήματα προβαλλόμενον—, καὶ ὡς δοκεῖ τούτοις, ἐν οἷς ἐπιβάλλει τούτων ὁ θεόπνευστος νοῦς, δοκεῖ καὶ σοί, ἀλλὰ φιλεῖς τὰ βαθύτερά σου ζητεῖν καὶ σπεύδεις εἶναι σοφώτερος τῶν σοφῶν; Οὐκ ἤκουσας τῆς Σοφίας λεγούσης; «Μὴ ἴσθι ταχὺς ἐν λόγοις ... μηδὲ συμπαρεκτείνου πένης ὢν πλουσίῳ.» Οὐκ ἤκουσας Γρηγορίου τῆς τοῦ Θεοῦ σάλπιγγος οὕτω παραινοῦντος καὶ λέγοντος· «Ταύτην αἰδώμεθα τὴν τάξιν, ἀδελφοί, ταύτην φυλάττοιμεν ὁ μὲν ἔστω τις ἀκοή, ὁ δὲ χείρ, ὁ δὲ ἄλλο τι· ὁ μὲν διδασκέτω, ὁ δὲ μανθανέτω· καὶ ὁ μανθάνων ἐν εὐπειθείᾳ καὶ ὁ χορηγῶν ἐν ἱλαρότητι. Μὴ πάντες ὦμεν γλῶσσα, τὸ ἑτοιμότατον, μὴ πάντες ἀπόστολοι, μὴ πάντες προφῆται, μὴ πάντες διερμηνεύωμεν. Τί σαυτὸν ποιεῖς ποιμένα, πρόβατον ὤν; Τί γίνῃ κεφαλή, ποῦς τυγχάνων;»

Ἀλλ’ εἰ μὲν πείθομεν ὑμᾶς τούτοις ἀνθρώπους ὄντας καὶ οὔπω τὸ βέβαιον ἐσχηκότας ἐκ χάριτος τοῦ Πνεύματος, εὖ ἂν ἔχοι. Εἰ δ’ οὖν, ἀλλ’ ἔχομεν εἰπεῖν ἐκ τῆς θείας Γραφῆς ὅτι ἡμεῖς καὶ ἡ Ἐκκλησία τοῦ Θεοῦ συνήθειαν οὐκ ἔχομεν φιλονεικεῖν, ἀλλ’ εἰς λαὸν ἀπειθῆ καὶ ἀντιλέγοντα ἐδιδάχθημεν λέγειν· «Σῴζων σῷζε τὴν σεαυτοῦ ψυχήν.» Εἰ γὰρ οὐ διδάσκει τῶν πραγμάτων ἡ φύσις τοὺς φιλονεικότερον ἔχοντας περὶ τούτου, οὐδὲ πείθουσιν αὐτοὺς οἱ προφῆται καὶ οἱ ῥηθέντες θεῖοι πατέρες ἐπαποροῦντας καὶ εἰκαίως οὕτω λέγοντας· «Εἰ ὅρος ἦν καὶ ἔστι, πῶς τις ἑαυτὸν αὐθαιρέτως κρημνίζει, μήπω τοῦ τέλους αὐτοῦ ἴσως φθάσαντος, καὶ ἄλλος χρᾶται ἀγχόνῃ καὶ ἕτερος ὑπὸ λῃστῶν κατασφάττεται καὶ ναυαγίῳ τις ἀποπνίγεται καὶ πόλεμοι ἐν μιᾷ ἡμέρᾳ μυρίους καταφθείρουσιν ἄνδρας ἢ καὶ σεισμοῦ γεγονότος πόλις ὁλόκληρος ἄρδην ὑποβρύχιος γίνεται; ὅτι ταῦτα πάντα τοῦ αὐτεξουσίου τῆς ψυχῆς καὶ οὐ τῆς τοῦ Θεοῦ βουλῆς ὑπάρχει ἀποτελέσματα», τίς ἂν λόγος ἀναχαιτήσῃ αὐτοὺς τῆς ἐρεύνης τῶν τοῦ Θεοῦ κριμάτων μὴ προσέχειν ἐθέλοντας τῇ θείᾳ Γραφῇ.

Οὐκ ἐν ἡμῖν αὐτοῖς ἐστιν, ὦ περιττοὶ τὰς ζητήσεις, τὸ ἑλέσθαι ζωῆς ἢ τοῦ θανάτου τὴν ἄτραπον. Ἦ παρέργως εἴρηται τῷ Θεῷ· «Εἰ θέλετε καὶ εἰσακούσετέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· εἰ δὲ μὴ θέλετε μηδὲ εἰσακούσετέ μου, μάχαιρα ὑμᾶς» δηλονότι θανάτου «κατέδεται»;

Πρὸς γὰρ τοὺς τὰ τοιαῦτα ποιοῦντας καὶ εἰς ὀργὴν ἐμπίπτοντας καὶ Θεοῦ ἀπειλήν, ἔχομεν τὰς μαρτυρίας τῆς θείας Γραφῆς ὅτι αὐτοὶ τῆς ἑαυτῶν ἀπωλείας εἰσὶν αἴτιοι καὶ οὐχ ὁ Θεός. Λέγει γάρ, ποτὲ μὲν διὰ τοῦ Δαυὶδ αὐτὸς ὁ Θεός· «Ἐξαπέστειλα αὐτοὺς εἰς τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν· πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν», ποτὲ δὲ δι’ Ἰεζεκιὴλ τοῦ προφήτου· «Ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον ἐν ταῖς ἀνομίαις αὐτῶν αἷς ἐποίουν καὶ ἐξέτριψα αὐτοὺς ἐν θυμῷ μου καὶ φόνῳ.» Καὶ πάλιν· «Ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν καὶ πάντες εἰς σφαγὴν πεσεῖσθε, διότι ἐκάλεσα ὑμᾶς καὶ οὐκ ὑπηκούσατε, ἐλάλησα καὶ οὐ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον μου καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε ... Καὶ γνώσεται πάντα τὰ ἔθνη, ὅτι διὰ τὰς ἁμαρτίας ὑμῶν ἠχμαλωτίσθησαν οἶκος Ἰσραήλ, ἀνθ’ ὧν ἠθέτησαν εἰς ἐμέ· καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν καὶ παρέδωκα αὐτοὺς εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῶν καὶ ἔπεσον πάντες ἐν μαχαίρᾳ· κατὰ γὰρ τὰς ἀκαθαρσίας αὐτῶν καὶ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίησα αὐτοῖς».

Οὕτω δὲ καὶ Παῦλος ἔσχατος περὶ τούτων καὶ τῶν τοιούτων συνῳδὰ τοῖς προφήταις ἀπεφήνατο· Φησὶ γάρ· «Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα.» Ἔνθεν τοι καὶ ὁ μέγας Βασίλειος ταυτὰ εἰδὼς περὶ τῶν τοιούτων ὧδέ φησι· «Καὶ γὰρ ὁ κόσμος οὕτως οἰκονομεῖται ταῖς ἀνὰ μέρος ἀνέσεσί τε καὶ θλίψεσι καὶ εἴ τινας ὀλέθρῳ ποτὲ τιμωρία καταλαμβάνει, μερικὸν τὸ τοιοῦτον καὶ οὐ καθολικὸν γίνεται πρὸς ὠφέλειαν ἄλλων, ὥσπερ ἐπὶ τῶν ἰατρῶν ἐκτεμνομένου μέρους πρὸς ὄνησιν τῶν λοιπῶν μερῶν τοῦ σώματος. Οὕτω Γιγάντων κατεκλύζετο γενεά, οὕτω Σοδομιτῶν γένος ἀπώλετο, πλεονάσαν εἰς ἄκρον κακίας, καὶ τὸ Αἰγύπτιον φῦλον καὶ τὸ Χαναναῖον ἔθνος, τὸ μὲν πυρποληθέν, τὸ δὲ καταποντισθέν, τὰ δὲ εἰς ἀναίρεσιν πολεμίων ἐκδοθέντα, εἰς τὴν τοῦ λοιποῦ διόρθωσιν μέρους ἐν τούτοις δικαίᾳ κρίσει Θεοῦ τοῖς κρίμασι παρεδόθησαν.» Εἶεν. Τί δὲ καὶ περὶ εὐσεβῶν εἰπεῖν ἔχεις καὶ δικαίων ἀνδρῶν ἐσθ’ ὅτε ἁρπαζομένων αἴφνης τοῦ βίου, θλίψεσί τε καὶ πειρασμοῖς ἐξεταζομένων θανατηφόροις ἢ καὶ χαλεποῖς παραδιδομένων θανάτοις.

Καὶ περὶ τούτων ἐκεῖνό σοι πάλιν ἐροῦμεν ὅτι οὐ χρὴ σὲ καθόλου περὶ τοῦ βάθους τῶν κριμάτων ἐρευνᾶν τοῦ Θεοῦ ὑπὲρ ἀνθρωπίνην ὄντων κατάληψιν καὶ κεκρυμμένων εἰς τὰ βάθη τοῦ Πνεύματος. Οἶδε γὰρ ὁ οἰκονομῶν τὰ τοῦ κόσμου βυθοῖς σοφίας καὶ κρίσει δικαίᾳ διοικῶν τὰ ἀνθρώπινα τί συμφέρει τῶν ἀνθρώπων ἑκάστῳ, δικαίῳ τε καὶ μὴ τοιούτῳ, καὶ κατὰ τὸ συνοῖσον ἡμῖν ἄγει φιλαγάθως καὶ διευθύνει καλῶς τὰ ἡμέτερα. Εἰ γὰρ καὶ ὁρᾷς, οἷα δὴ ἄνθρωπος, ὅτι ὁ μὲν τῶν ἁγίων ἀνδρῶν πρὸ ὥρας ἁρπάζεται τῆς παρούσης αἴφνης ζωῆς, ὁ δὲ θλίψεσί τε καὶ πειρασμοῖς ἀνηκέστοις δεινῶς ἐτάζεται, ὁ δὲ χερσὶ παρανόμων εἰς ἄτιμόν τε καὶ ἐπονείδιστον θάνατον παραδέδοται, ἀλλ’ οὐδὲν τούτων λόγου χωρὶς ἢ παρὰ Θεῷ ἄκριτον, ὅ γε ὑπολαμβάνεις ὁ ὑφ’ ὅρον σὺ καὶ ἀριθμὸν καὶ πέρας μὴ βουλόμενος εἶναι τὸ πᾶν.

Ὁ μὲν γὰρ προαρπάζεται τῆς ζωῆς, δικαιοσύνης πάσης ἀντιποιούμενος, ἵνα μή, κατὰ τὸν Σολομῶντα, σύνεσις αὐτοῦ ἀλλαγῇ· φησὶ γάρ· «Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη, ἡρπάγη μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ ... Τελειωθεὶς» γὰρ «ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας.» Οἱ δὲ θλίψεσι καὶ πειρασμοῖς ὑποβάλλονται, ὕβρει καὶ βασάνῳ ἐτάζονται, ἵνα τὸ δοκίμιον τῆς ἀνδρείας καὶ δικαιοσύνης αὐτῶν ἀποδείχθη ἐν μέσῳ τῶν ἀνθρώπων λαμπροτέρων, καθὰ πρὸς τὸν Ἰὼβ καὶ ὁ Κύριος ἔλεγε· «Οἴει με ἄλλως σε κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;» Ὅθεν περὶ τούτων καὶ ὁ σοφὸς Σολομὼν ὧδέ φησι· «Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους αὐτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς.» Ὁ δὲ χερσὶ παρανόμων παραδοθεὶς κατασφάττεται καὶ θάνατον πικρὸν ὁ δίκαιος δίδωσιν, ἵνα ἰδόντες οἱ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ φρίξωσι καὶ τῆς ἑαυτῶν κακίας ἐν συναισθήσει ἐλθόντες λωφήσωσιν· «Εἰ γὰρ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;»

ἵνα δὲ καὶ ἕτεροι παιδευθῶσιν ἐκ τοῦ πρὸς αὐτὸν ὑποδείγματος, ὥς φησιν ἡ θεολόγος Γρηγορίου σοφία, μὴ καταφρονεῖν τοῦ Θεοῦ ἐν κακοπαθείαις καὶ πειρασμοῖς καὶ θανάτῳ ἐξαισίῳ, τὸν δίκαιον ὁρῶντες ἐξεταζόμενον· ἢ διὰ κάθαρσιν καὶ τῆς μικρᾶς ἰλύος, ἢ διὰ βάσανον ἀρετῆς καὶ πεῖραν φιλοσοφίας, ἢ διὰ παίδευσιν τῶν ἀσθενεστέρων ἐν ἐκείνῳ μανθανόντων τὸ καρτερεῖν ἐν τοῖς πειρασμοῖς καὶ ταῖς θλίψεσι, ἀλλὰ μὴ τοῖς πάθεσιν ἐκκακεῖν.

Εἰς τί δὲ καὶ ἀμφιβάλλεις ἔτι περὶ τῶν ὅρων, ἐπειδὴ πολλάκις οἱ δίκαιοι εἰς θανάτους κρίσει κεκρυμμένῃ Θεοῦ παραδίδονται ἐξαισίως. «Δικαίων, ἴσθι, ψυχαὶ ἐν χειρὶ Θεοῦ» καθὰ γέγραπται «καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος ...

Εἰ γὰρ ἐν ὀφθαλμοῖς ἀφρόνων» ἡ Σοφία φησίν «ἔδοξαν τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν τούτων πορεία σύντριμμα, ἀλλ’ αὐτοὶ εἰσὶν ἐν εἰρήνῃ ... Ἐν γὰρ καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας.» Ἀλλὰ ταῦτα διαιρεῖν μὴ εἰδότες ἡμεῖς κατὰ διάνοιαν φρισσαλευόμεθα καὶ περὶ τῶν ὅρων ἀμφιβάλλομεν διὰ τοῦτο.

Εἰκότως οὖν γέγραπται ἐν τῇ τοῦ σοφοῦ Σολομῶντος Σοφίᾳ περὶ ἡμῶν· «Οἱ δὲ λαοί, φησίν, εἰδότες καὶ μὴ νοήσαντες» ὅτι «κατακρινεῖ δίκαιος θανὼν τοὺς ζῶντας ἀσεβεῖς καὶ νεότης τελεσθεῖσα πολυετὲς γῆρας ἀδίκου», ἀγνοήσαντες δέ «τί ἐβουλεύσατο περὶ αὐτοῦ καὶ εἰς τί ἠσφαλεῖτο αὐτὸν ὁ Κύριος, ὄψονται τελευτὴν σοφοῦ ἐν κακοῖς καὶ ἐξουθενήσουσιν αὐτόν· αὐτοὺς δὲ ὁ Κύριος ἐκγελάσεται.» Ἀλλὰ τούτων μὲν ἅλις. Τί δέ σοι προσέστη σόφῳ ὄντι τὸ «οὐ κακὸν τὸ κακόν» περὶ οὗ ἐν τῷ περὶ Προνοίας μοι λόγῳ πεφιλοσόφηται. Κακοῦ γὰρ μὴ ὄντος ἐν ὅλοις τοῖς ποιήμασι τοῦ Θεοῦ, ποῦ κακόν; Κακὸν οὐδὲν οὖν καὶ ἐν πᾶσι τοῖς ποιήμασι τοῦ Θεοῦ, ἵνα τὸ κακὸν ὡς κακὸν θεωρῆται, ἀλλὰ καλὰ τὰ πάντα λίαν· καὶ ὁ μάρτυς ἐν οὐρανοῖς πιστός. Εἰ δὲ τὰ πάντα καλὰ φύσει, κακοῦ ἐν τοῖς οὖσι μὴ ὄντος, οὐ κακὸν τὸ κακόν, ἀλλὰ κακὸν τὸ παρὰ τὴν ἰδίαν φύσιν κινούμενον. Ἄρα φύσει τὰ πάντα καλὰ καὶ οὐδαμοῦ τὸ κακόν, οὐδὲ κακὸν τὸ κακόν.

Ὁρᾷς πῶς αὐτοὶ ἑαυτῶν τῆς ἀκαταληψίας κατηγοροῦμεν; Εἰ γὰρ ὁμοιοπαθοῦς ἐμοῦ καὶ συναυλιζομένου σοι ἀνθρώπου βάθη νοημάτων εὑρεῖν καὶ νοῦν καταλαβεῖν ἀδυνατεῖς, πῶς δυνηθείης ποτὲ βάθη Θεοῦ κριμάτων εἰδέναι καὶ νοὸς θείου ἐν καταλήψει γενέσθαι, νοῦν Χριστοῦ μὴ κτησάμενος ἢ Πνεῦμα θεῖον μὴ λαβὼν ἐν τοῖς ἐγκάτοις;

Εἴ τι οὖν ἐμοὶ πείθῃ, ὁ τὰ ὑπὲρ κατάληψίν σου νοεῖν ἐκζητῶν καὶ εἰς οὐδὲν κενεμβατῶν χρήσιμον, τοὺς παραχαράκτας τῆς ἀληθείας καταλιπών, τοὺς τὰ θεῖα παρεξηγουμένους λόγια νοῒ ἀφανεῖ καὶ στρεβλοῦντας τὰ τῆς θείας Γραφῆς, ἕπεσθαι προθυμότερον σπεῦδε τοῖς θείοις πατράσι καὶ διδασκάλοις τῆς Ἐκκλησίας Χριστοῦ· καὶ ὡς ἐκείνοις δοκεῖ περὶ παντὸς δόγματος καὶ ζητήματος τῶν οἰκονομουμένων ἐν τῷ κόσμῳ παρὰ Θεοῦ, οὕτω δοκείτω καὶ σοί, ἵνα μὴ τῆς εὐθείας ἐξαπατηθῇς, ὑπὸ τῆς αὐταρεσκείας καὶ ἀπειθείας αὐταιρέτως κατακρατούμενος.

Ἀλλὰ μὴ γένοιτό σοί ποτε τοῦτο παθεῖν καὶ εἰς τὰ καίρια τὴν βλάβην φθόνῳ τοῦ διαβόλου εἰσδέξασθαι. Γένοιτο δὲ τῷ Πνεύματι πειθαρχοῦντας πάντας ἡμᾶς, τῷ διὰ τῶν διδασκάλων καὶ προφητῶν τοῦ Χριστοῦ λαληθέντι, εἰς μίαν καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν τυχεῖν βασιλείας οὐρανίου καὶ τῆς αἰωνίου ἀπολαῦσαι ζωῆς, τῶν ὅρων τῆς ζωῆς ἡμῶν πληρωθέντων, οὓς ἐξ ἀρχῆς ἔθετο εἰς ἡμᾶς ὁ Θεός, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.