Ἔργον
Νικήτας Στηθᾶτος – Λόγοι
Λόγος περί ψυχής
Θεολογική και ανθρωπολογική πραγματεία για τη δημιουργία της ψυχής, την τριμερή της σύνθεση, τα πάθη, την εσωτερική πάλη και τη μεταθανάτια κατάστασή της.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος περί ψυχής
Θεολογική και ανθρωπολογική πραγματεία για τη δημιουργία της ψυχής, την τριμερή της σύνθεση, τα πάθη, την εσωτερική πάλη και τη μεταθανάτια κατάστασή της.
ΝΙΚΗΤΑ ΕΥΤΕΛΟΥΣ ΜΟΝΑΧΟΥ ΚΑΙ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΗΣ ΤΩΝ ΣΤΟΥΔΙΟΥ ΤΟΥ ΚΑΙ ΣΤΗΘΑΤΟΥ ΛΟΓΟΣ ΠΕΡΙ ΨΥΧΗΣ Φιλοσοφῆσαι δεῖν ἔγνων περὶ ψυχῆς ἐν τῷ γήρᾳ καὶ τῆς ἐμῆς περὶ τὰ τέλη ζωῆς, ψυχῆς τῆς νοερᾶς καὶ ἀθανάτου καὶ θείας, δι’ ἧς ἐγὼ κατ’ εἰκόνα τοῦ ἐμὲ πλαστουργήσαντος φαίνομαι καὶ μεθ’ ἧς ἐκείνου τὸ καθ’ ὁμοίωσιν ἐπιφέρομαι καὶ ἧς ὑπάρχει τὸ τοῦ λόγου ἀξίωμα. Δίκαιον γὰρ ἔμοιγ’ οὖν ἔδοξε καὶ συμφέρον τοῦτο δὴ τὸ ἐγχείρημα, ὥσπερ ἄρα καὶ παντὶ ἑτέρῳ κρίνειν εἰδότι καλῶς περὶ θείων καὶ ἀνθρωπίνων πραγμάτων περὶ τούτου δοκεῖ.
Ἔδοξε δὲ γνῶναι πρῶτον σαφῶς ἐμαυτόν, ὅπερ εἰμὶ Θεοῦ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν, καὶ τί τοῦτό ἐστι καὶ πῶς εἰκών τέ εἰμι Θεοῦ καὶ τῷ χοῒ συνδέδεμαι, τίς τε ὁ θεῖος σκοπός, καθ’ ὃν ἡ πλάσις τοῦ ἀνθρώπου μετὰ τὴν ἐξ οὐκ ὄντων παραγωγὴν τῶν ὄντων ἐγένετο—οἷα δὴ μεθόριόν τι τοῖς οὖσι τεθέντος καὶ τῶν ἄκρων ἑκατέρωθεν ἐχομένου καὶ οἷον τὰ κάτω τοῖς ἄνω συνάπτοντος τῇ πρὸς ἑκάτερα συγγενείᾳ καὶ οἰκειότητι καὶ διὰ τῆς τῶν ἐναντίων ἐν ταὐτῷ συνδρομῆς τε καὶ συνελεύσεως, ἐξ ὧν αὐτῷ ἡ ὑπόστασις, τοῖς ἀπ’ ἀλλήλων πόρρωθεν φυσικῶς ἀφεστῶσι χαριζομένου τὴν ἕνωσιν—, ἔτι δὲ καὶ τίνες αἱ συνδραμοῦσαι γενικῶς ἐν ἐμοὶ δυνάμεις καὶ ἀρεταὶ εἰς τὸ εἶναι, τίς ἡ τούτων διοίκησις καὶ φυσικὴ κίνησις, τίς ἡ οἰκονομία, τίς ἡ βάσις τῆς ἐν ἐμοὶ νοερᾶς φύσεως, τίς ἡ ταύτης ἐκ τοῦ κατὰ φύσιν παρατροπή, τίς ἡ ἀνόρθωσις, τίνα τε αὐτῆς τὰ ἴδια καὶ μεθ’ οἵων τῶν ἰδίων ἢ οὐκ ἰδίων ἐντεῦθεν ἀπαίρω, ποῖ τε φέρομαι μετὰ πότμον καὶ οἷον τὸ χωρίον, ἐν ᾧ ἡ μετὰ ταῦτα τοῦ ἐνταῦθά μοι μόχθου καὶ δρόμου κατάπαυσις.
Τούτων οὖν ἁπάντων καὶ ἑτέρων πολλῶν κεκρυμμένων πραγμάτων φέρων ἀρχῆθεν τὸ καινὸν μυστήριον ἐν ἑαυτῷ, ἡνίκα καὶ τὸ εἶναι ἀπὸ Θεοῦ πλασθεὶς ἔλαβον, δεῖν ἔγνων ἐξετάσαι τὴν τούτων οἰκονομίαν τε καὶ διοίκησιν, καὶ μελέτην θείαν τοῖς βουλομένοις ἐν τούτοις καταλιπεῖν εἰς ὑπόμνησιν τῆς ἡμῶν οὐθενότητος. Ἔχει δὲ οὕτως.
αʹ. Περὶ ψυχῆς ὁ λόγος τῷ γράψαντι καὶ πρῶτόν γε περὶ ἀγγέλων καὶ ὅτι πρὸ πάσης ἄλλης ἐγένοντο κτίσεως. Πρῶτον ἐννοεῖ Θεὸς ὁ δημιουργὸς τοῦ παντὸς τὰς αἰωνίους δυνάμεις καὶ ἔργον τὸ ἐννόημα γέγονε, τῶν λογικῶν τε καὶ ἀοράτων, ἀθανάτων τε καὶ νοερῶν φύσεων οὐσιωθεισῶν εὐθὺς καὶ παραχθεισῶν εἰς γένεσιν, οἰκείων μὲν τῇ πρώτῃ καὶ ἀπεριγράπτῳ φύσει τοῦ θείου φωτός, ἅτε δὴ κτισθέντων τῶν ἀγγέλων πρὸς αὐτοῦ κατ’ ἰδίαν εἰκόνα καὶ φῶτα δεύτερα ἐξ ἐκείνου χρηματισάντων εἰς λειτουργίαν καὶ διακονίαν τοῦ θείου τούτου βουλήματος καὶ εἰς φυλακὴν αὐτοῦ τε τοῦ παντὸς καὶ τῶν κατ’ εἰκόνα Θεοῦ κτισθέντων ἀνθρώπων, πλὴν ὅμως περιγραπτῶν· μόνη γὰρ ἡ θεία φύσις ἀκατάληπτός τε καὶ ἀπερίγραπτος, ὡς ἐντὸς οὖσα καὶ ἐκτὸς τοῦ παντὸς καὶ τῶν ὅλων ὑπερκειμένη τῷ μεγαλείῳ τε καὶ ἀπείρῳ τῆς φύσεως, ἔτι δὲ καὶ τῇ δημιουργῷ αἰτίᾳ· «ἐξ αὐτοῦ γὰρ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα», ὡς καὶ ὁ θεῖος Παῦλός φησιν.
Τῶν δέ γε ἀσωμάτων καὶ θείων δυνάμεων ἡ θεία φύσις καὶ ἄϋλος, συγκρινομένη τῇ ὑπὲρ πᾶσαν φύσιν οὐσίᾳ καὶ φύσει τοῦ τῶν ὅλων δημιουργοῦ καὶ μόνου Θεοῦ, ὑλική τις ὥσπερ καὶ παχυτάτη εὑρίσκεται. Ὅσον γὰρ πρὸς ἡμᾶς ἄϋλος καὶ ἀσώματος λέγεται, ὅσον δὲ πρὸς Θεόν, τὸν ἐξ οὐκ ὄντων αὐτὴν κατ’ οἰκείαν εἰκόνα δημιουργήσαντα, ἐνσώματός πως καὶ ὑλικὴ θεωρεῖται, ὡς εἴρηται, ἐπειδὴ καὶ τρεπτή ἐστι κατὰ γνώμην. Καὶ εἰκότως· πᾶν γὰρ κτιστὸν καὶ τρεπτόν ἐστι, μόνον δὲ τὸ ἄκτιστον ἄτρεπτον.
Τοίνυν ὡς μὲν λογική τε καὶ νοερὰ φύσις, αὐτεξούσιός ἐστιν, ὡς δὲ κτιστή, ἐθελότρεπτος κατὰ γνώμην, ἐξουσίαν λαβοῦσα μένειν τε ἀκίνητος ἀπὸ τοῦ καλοῦ καὶ ἐπὶ τοῦτο προκόπτειν καὶ αὖθις ἐπὶ τὸ χεῖρον τρέπεσθαι, ἀνεπίδεκτος μετανοίας, ὅτι καὶ ἀσώματος, ἀθάνατος οὐ φύσει, ἀλλὰ χάριτι, ἐπειδὴ πᾶν τὸ λαβὸν ἀρχὴν κατὰ φύσιν ἔχει καὶ τέλος, μόνου τοῦ θείου ἀεὶ ὄντος ὑπὲρ τὸ ἀεὶ καὶ ὑπὲρ χρόνον ὡς ποιητοῦ τῶν αἰώνων ἁπάντων.
Φῶτα δεύτερα νοερὰ οἱ ἄγγελοι, ἐκ τοῦ πρώτου καὶ ἀνάρχου φωτὸς τὸν φωτισμὸν ἔχοντες, διὰ τοῦ Λόγου ἐξ οὐδενὸς ἐκτίσθησαν ἅπαντες καὶ ὑπὸ τοῦ ἁγίου Πνεύματος διὰ τοῦ ἁγιασμοῦ ἐτελειώθησαν, κατ’ ἀναλογίαν τῆς ἀξίας καὶ τῆς τάξεως τοῦ φωτισμοῦ μετέχοντες καὶ τῆς χάριτος.
Πρῶτον μὲν οὖν Θεοῦ ἔργον, τοῦ πάντα ἐν σοφίᾳ τεκτηναμένου, αἱ δυνάμεις τῶν ἄνω καὶ θείων ἀγγελικῶν τάξεων. Πρῶτον δέ, καθὸ πρὸ πάσης ἑτέρας κτίσεως ταύτας ἐκ τοῦ μὴ ὄντος δημιουργήσας παρήγαγεν.
βʹ. Εἰς τὴν δημιουργίαν τῆς κτίσεως μερικὴ θεωρία. Εἶτα παράγει πᾶσαν ἐξ οὐκ ὄντων ὁμοίως τὴν ὑλικὴν κτίσιν. Ταύτης δὲ τὸ μὲν ἐκ μὴ ὄντων, τὸ δ’ αὖθις ἐξ ὑποκειμένων παρέστησεν· οὐρανὸν γὰρ καὶ γῆν, ἀέρα, πῦρ καὶ ὕδωρ οὐκ ἐκ προϋποκειμένης ὕλης, ἀλλ’ ἐξ οὐκ ὄντων προϋπεστήσατο, ζῶα δέ, φυτὰ καὶ σπέρματα ἐξ ὑποκειμένης ὕστερον. Τοιγαροῦν καὶ κύκλῳ ὡσεὶ σφαῖραν διαγράφει τὸν οὐρανόν, οἱονεί τινι διαβήτῃ, ἢ περιοχὴν ὁρατῶν τε καὶ ἀοράτων κτισμάτων, οὗ ἐντὸς αἵ τε νοεραὶ τῶν ἄνω δυνάμεις καὶ πάντα τὰ αἰσθητὰ περικλείονται, μόνου ὄντος ἀπεριγράπτου τοῦ θείου ὡς δημιουργοῦ τῶν ὅλων καὶ τὰ πάντα πληροῦντος καὶ περιέχοντος, ἐν μέσῳ δὲ τούτου στήσας καὶ ἐρείσας ἐπ’ οὐδενὸς παραδόξως ὡσεὶ κέντρον τὴν γῆν, διὰ μέσου τῶν ὑδάτων αὖθις ὡσεὶ δέρριν ἢ περιβόλαιον.
Ἔτι κύκλῳ ἐκτείνει τὸ στερέωμα, οὐρανὸν τοῦ οὐρανοῦ ἕτερον, τοῦ διαχωρίζειν ἀναμέσον ὕδατος καὶ ὕδατος, τοῦ ἐπάνω τοῦ στερεώματος καὶ τοῦ ὑποκάτω τοῦ στερεώματος, καθά φησιν ἡ θεία Γραφή. Μεθ’ ὃν εὐθὺς συνδημιουργεῖ τὸν αἰθέρα, τὸ πῦρ αὐτὸ πρῶτον ὡς τῶν ἄλλων κουφότερόν τε καὶ ἀνωφερέστερον στοιχεῖον. Εἶθ’ οὕτως εἰς τρίτον οὐρανὸν ἐφαπλοῖ τὸν ἀέρα· οὐρανὸν γὰρ σύνηθες τῇ θείᾳ Γραφῇ καὶ τὸν ἀέρα καλεῖν. «Εὐλογεῖτε γάρ, φησί, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ». Τῶν γὰρ πετεινῶν πορεία σαφῶς ὁ ἀὴρ καὶ οὐχ ὁ οὐρανός ἐστιν, ὃν καὶ ἡμεῖς ἀναπνέομεν. Ὁ δέ ἐστι στοιχεῖον λεπτότατον, ὑγρόν τε καὶ θερμόν, ἀναπνοῆς καὶ ἐκφωνήσεως αἴτιον, ἀχρωμάτιστον, διειδές, διαφανές, δι’ οὗ ὁρῶμεν, ἀκούομεν, ὀσφραινόμεθα, δεκτικὸν θάλψεώς τε καὶ ψύξεως, ξηρότητός τε καὶ ὑγρότητος.
Ἐν τούτοις οὖν κατὰ τὴν πρώτην ἡμέραν ὡς ἐπὶ οἴκῳ εὐμεγέθει καὶ βασιλικῷ δημιουργεῖ τὸ φῶς «ὁ φῶς οἰκῶν ἀπρόσιτον» καὶ «τὸ φῶς ἀναβαλλόμενος ὡς ἱμάτιον», εἰς καλλωπισμὸν καὶ κόσμον τῆς ὁρατῆς κτίσεως, κατὰ δὲ τὴν τετάρτην ἡμέραν τὸν φωστῆρα τὸν μέγαν καὶ τὸν ἐλάσσω καὶ τοὺς ἀστέρας αὐτοὺς εἰς ἀρχάς, ὡς γέγραπται, καὶ ἐξουσίας ἐποίησε τῆς ἡμέρας καὶ τῆς νυκτός, καὶ τὸ πρωτόκτιστον ἐν αὐτοῖς ὡς δημιουργὸς ἐναπέθετο φῶς.
Τούτων τοίνυν ἐντὸς καὶ ἐκ τούτων, ὡς ἐκ προϋποκειμένης ὕλης, πάντων τῶν ζώων τε καὶ φυτῶν τὰ ποικίλα εἴδη θαυμασίως ὁ Σοφὸς κατεσκεύασε κατακερματίσας αὐτὰ εἰς αἰσθητικὴν καὶ ἀναίσθητον φύσιν καὶ μεταβατικὴν καὶ ἀκίνητον. Πᾶσαν τοιγαροῦν τὴν τοιαύτην κτίσιν ἐκ τῶν τεσσάρων τούτων προϋποστήσας στοιχείων, πυρός, ὕδατος, ἀέρος, γῆς, καὶ ποιήσας ἐν αὐτῇ ξένην πάντῃ καὶ πρὸς ἑαυτὴν ἐναντίαν κρᾶσίν τε καὶ ποιότητα, καὶ τῇ μὲν γῇ συνδημιουργήσας τὸ ξηρόν τε καὶ τὸ ψυχρόν, τῷ ὕδατι δὲ τὸ ψυχρόν τε καὶ τὸ ὑγρόν, τῷ δέ γε ἀέρι τὸ ὑγρόν τε καὶ τὸ θερμόν, τῷ πυρὶ δὲ τὸ θερμόν τε καὶ τὸ ξηρόν, λαμβάνει ἐξ ἑκατέρων τούτων τὰς καταλλήλους ποιότητας τῶν χυμῶν καὶ κτίζει τὰ ζῶα· ἐκ μὲν τῆς γῆς τῆς ξηρᾶς καὶ ψυχρᾶς, τὴν μέλαιναν χολήν, ξηρὰ γάρ ἐστι καὶ ψυχρά· ἐκ δὲ τοῦ ὕδατος τοῦ ψυχροῦ καὶ ὑγροῦ, τὸ φλέγμα, ψυχρὸν γάρ ἐστι καὶ ὑγρόν· ἐκ δὲ τοῦ ἀέρος τοῦ ὑγροῦ καὶ θερμοῦ, τὸ αἷμα, ὑγρὸν γάρ ἐστι καὶ θερμόν· ἐκ δὲ τοῦ πυρὸς τοῦ θερμοῦ καὶ ξηροῦ, τὴν ξανθὴν χολήν, θερμὴ γάρ ἐστι καὶ ξηρά.
Ἐκ τούτων οὖν συνθεὶς καὶ κτίσας τῶν ζώων τὰ σώματα, ἃ καὶ ἀναλύεται πάλιν εἰς τὰ αὐτά, ἐξ ὧν συνετέθη, ὡς ἡ τοῦ συνθέτου παντὸς φύσις ἀναλύεσθαι πέφυκε, καὶ τῇ γῇ πρό γε τούτου προστάξας φυτὰ καὶ βοτάνην εἰς διατροφὴν καὶ διαμονὴν τῶν ζώων ἐκφύειν ἀεί, πληροῖ τὸν ὁρώμενον ἅπαντα κόσμον καὶ τῇ συνδημιουργῷ παλάμῃ τοῦ ὁμοουσίου Λόγου κινήσας αὐτόν, ἀλήκτως κινεῖσθαι τοῦτον ἐκέλευσεν ἐν δυνάμει πολλῇ τοῦ θείου καὶ συναϊδίου αὐτοῦ Πνεύματος τοῦ ζωογονοῦντος τὰ σύμπαντα.
Οὕτω δὲ τὴν νοητήν τε καὶ αἰσθητὴν οὐσίαν ὑποστησάμενος ὁ Θεός, αὐτὰ δὴ λέγω τῶν ἀγγέλων τὰ τάγματα καὶ τὸν οὐρανὸν σὺν τῇ γῇ καὶ τὰ τούτων ἐν μέσῳ, τὴν μὲν οἰκείαν τε οὖσαν αὐτῷ καὶ τῷ νοερῷ τε καὶ ἀσωμάτῳ μάλιστα πλησιάζουσαν, τὴν δὲ πάντῃ ξένην καὶ πορρωτάτῳ κειμένην, τὴν αἰσθητήν, ὡς ὑπὸ τὴν αἴσθησιν πίπτουσαν, σκοπεῖ ξένον τι καὶ παράδοξον ἔργον ἔτι ποιῆσαι, ζῶον ἑαυτοῦ τε καὶ τῆς λογικῆς καὶ τῆς ἀλόγου καὶ πάσης κτιστῆς φύσεως ἐμφερές. Τοῦτο ἐννοήσας ὁ πάντα καὶ πρὸ γενέσεως ἔχων ἐν ἑαυτῷ καὶ εἰδὼς ἑκάστου τῶν ἐσομένων καὶ λόγον καὶ φύσιν καὶ ῥοπὴν καὶ σχέσιν καὶ κίνησιν, εἰς ἔργον ἐξάγει ἐν σοφίᾳ καὶ δυνάμει πολλῇ τὸ ἐννόημα. Καὶ σκοπεῖτε τὸ ὑπὲρ λόγον τοῦ ἔργου καὶ ξένον μυστήριον.
γʹ. Θεωρία εἰς τὴν δημιουργίαν τῆς τοῦ ἀνθρώπου πλάσεως. Τῶν ὄντων καὶ προγεγονότων πάσας συμφορήσας τὰς φύσεις, τοὺς λόγους καὶ τὰς κινήσεις, καὶ ποιήσας ἐκ τούτων πάντων παράδοξον ἔρανον, καὶ παρὰ μὲν τῆς γῆς λαβὼν τὸ ξηρὸν καὶ ψυχρὸν καὶ τὴν μέλαιναν ποιήσας χολήν, ὥσπερ ἄνωθεν εἴρηται, παρὰ δὲ τοῦ ὕδατος τὸ ψυχρὸν καὶ ὑγρὸν καὶ πήξας τὸ φλέγμα, ἀπὸ τοῦ ἀέρος τὸ ὑγρὸν καὶ θερμὸν καὶ χρώσας τὸ αἷμα, ἀπὸ τοῦ πυρὸς τὸ θερμὸν καὶ ξηρὸν καὶ τὴν ξανθὴν βάψας χολήν, καὶ ἀπὸ μὲν τῶν φυτῶν λαβὼν τὸ αὐξητικόν τε καὶ θρεπτικόν, ἀπὸ τῶν ἀλόγων ζώων τὸ παθητικόν, αἰσθητικόν τε καὶ μεταβατικόν, ἀπὸ τῆς ἀναισθήτου ὕλης τῶν πετρῶν τὸ στεγανόν τε καὶ συνεχὲς καὶ κατασκευάσας τὰ κῶλα, ἐκ δὲ τῶν ἀγγέλων τὸ λογικόν τε καὶ νοερόν, ἔτι τε τὸ ἀνώλεθρον καὶ ἀθάνατον, εἶτα ἐμφυσήσας αὐτός, ὡς γέγραπται, τὴν πνοὴν ἐν ζωῇ, αὐτὴν τὴν ἄϋλον ψυχὴν καὶ ἀσώματον, τὴν λογικὴν καὶ ἀθάνατον, οὐκ ἐκ τῆς οὐσίας αὑτοῦ, ἄπαγε, ἀλλ’ ἐκ τῆς οὐσιοποιοῦ δυνάμεως αὑτοῦ, ἔννουν καὶ λογικὴν καὶ ζῶσαν, ἐκ τεσσάρων οἱονεὶ καὶ αὐτὴν πρὸς αὐτοῦ στοιχείων κτισθεῖσαν, φρονήσεως λέγω καὶ ἀνδρείας, δικαιοσύνης καὶ σωφροσύνης.
Καὶ οὕτω φυράσας καὶ μετὰ χοὸς ἀναζυμώσας αὐτὰ τῇ δημιουργῷ παλάμῃ τοῦ θείου Λόγου αὐτοῦ, μεθόριον τῶν νοητῶν τε καὶ αἰσθητῶν ξενοτρόπως πλάττει τὸν ἄνθρωπον, ἅμα σῶμα καὶ ἅμα ψυχήν, οὐ θατέραν τούτων τῶν φύσεων τῆς θατέρας προτέραν ὑποστησάμενος, ὡς εἶναι πρεσβύτερον ἢ αἴτιον ἢ αἰτιατὸν τοῦ ἑτέρου τὸ ἕτερον ἤτοι τοῦ σώματος τὴν ψυχὴν ἢ τῆς ψυχῆς τὸ σῶμα, ἀλλ’ ἐν μιᾷ ὑποστάσει τὰς δύο φύσεις ἀσυγχύτως ἑνώσας, τήν τε νοητὴν τῆς ψυχῆς καὶ τὴν αἰσθητὴν τοῦ ἐκ διαφόρων συντεθέντος σώματος, ἐν τῷ αὐτῷ χρόνῳ καὶ τῇ αὐτῇ ῥοπῇ τῆς γενέσεως ἓν πρόσωπον τὸν ἄνθρωπον ἀπετέλεσε κατ’ εἰκόνα αὑτοῦ καὶ καθ’ ὁμοίωσιν.
Ὃν καὶ ἰδὼν ὡς λίαν καλόν, Πνεῦμα ἅγιον δίδωσιν αὐτῷ εἰς γνῶσιν τῶν ὄντων καὶ εἰς διαμονὴν καὶ εἰς προφητείαν, δι’ οὗ καὶ Θεὸν αὐτὸν θέσει ἐκ μετουσίας τούτου καὶ βασιλέα τῶν ἐπὶ γῆς τῷ αὐτεξουσίῳ τιμήσας, ἐν παραδείσῳ ὡς ἐν βασιλείοις οἱονεὶ ἔθετο, καὶ ὑφ’ οὗ ὅλος εὐθὺς εἰς ζῶσαν ψυχὴν ἐγένετο, δυνάμεις πολλὰς ἔχων ἐν ἑαυτῷ καὶ ἰδιότητας, οἷα δὴ κατ’ εἰκόνα Θεοῦ καὶ καθ’ ὁμοίωσιν πλασθεὶς τοῦ αὐτὸν ἐκ προϋποκειμένης ὕλης παραδόξως δημιουργήσαντος.
Τοῦτον πεποίηκεν ὁ Θεὸς ἄκακον, εὐθῆ, ἀπερίεργον, ἀμέριμνον, ἄλυπον, πάσῃ ἀρετῇ καὶ πᾶσιν ἀγαθοῖς κομῶντα, οἷόν τινα κόσμου κόσμον ἕτερον, κρείττονά τε καὶ ὑψηλότερον, ὁρατὸν καὶ νοούμενον, θνητὸν καὶ ἀθάνατον, μεγέθους μέσον καὶ ταπεινότητος. Καὶ προσέτι φύσιν καὶ θέλησιν ἐποίησεν αὐτὸν ἔχοντα ἀναμάρτητόν τε καὶ αὐτεξούσιον, οὐχ ὡς μὴ ἐπιδεχόμενον ἁμαρτίαν, μόνον γὰρ πάσης ἁμαρτίας τὸ θεῖόν ἐστιν ἀνεπίδεκτον, ἀλλ’ ὡς ἐν τῇ φύσει τὸ ἁμαρτάνειν οὐκ ἔχοντα· ἄγγελον ἐπόπτην καὶ μύστην θείων καὶ ἀνθρωπίνων πραγμάτων, προσκυνητὴν μικτὸν τῆς δόξης αὐτοῦ, ἐπίγειον καὶ οὐράνιον, πνεῦμα τὸν αὐτὸν καὶ σάρκα· τὸ μὲν διὰ τὴν χάριν ἵνα μένῃ τὴν οἰκείαν εὐγένειαν καὶ ἀξίαν τηρῶν καὶ τὴν εὐγνωμοσύνην τῷ εὐεργέτῃ φυλάσσῃ, τῷ μεγαλείῳ φιλοτιμούμενος, τὸ δὲ ἵνα κάμπτηται καὶ καμπτόμενος ἐν ἐπιγνώσει τῆς καμπτούσης γίνηται ἀσθενείας, ὡς ἐν οἰκονομίᾳ τὴν ζωὴν ἐνταῦθα λαβὼν καὶ ἐν τῷ μέλλοντι μεθιστάμενος.
Καὶ αὕτη μὲν ὡς ἐν ἐπιτόμῳ εἰπεῖν ἡ παράδοξος κρᾶσις τῶν ἐναντίων καὶ μῖξις ἀσύγχυτος ἐν τῇ πλάσει τοῦ κατ’ εἰκόνα Θεοῦ πλασθέντος ἀνθρώπου διὰ τοῦ Λόγου καὶ ζωοποιηθέντος διὰ τοῦ Πνεύματος.
δʹ. Τίς ὁ θεῖος σκοπὸς ἐν τῇ τοῦ ἀνθρώπου πλάσει; Εἴπωμεν δέ, εἰ δοκεῖ, τὸν θεῖον σκοπόν, καθ’ ὃν τοιοῦτον ἐκ τοσούτων ἓν εἰργάσατο ξένον καὶ ἀσύγχυτον σύγκραμα, τὸ ἄνθρωπον. Ἐπειδὴ γὰρ ἔδει ἐξ ἀμφοτέρων μῖξιν γενέσθαι εἰς γνώρισμα τῆς μείζονος σοφίας Θεοῦ καὶ τῆς περὶ τὰς φύσεις τῶν ὄντων πολυτελείας, ἐξ ἑκατέρων τῶν νοητῶν τε καὶ αἰσθητῶν κτισμάτων τὰς αἰτίας λαβὼν ὁ Θεός, κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν αὐτοῦ πλάττει τὸν ἄνθρωπον, ὡς δεδήλωται. Τίνος χάριν καὶ διατί; Ἵνα, ὥσπερ ἐκεῖνος καὶ πρὸ τοῦ ὑφεστάναι πρὸς αὐτοῦ τὴν ἅπασαν κτίσιν ἐξ οὐκ ὄντων τὴν γνῶσιν εἶχε καὶ τὰς φύσεις καὶ τοὺς λόγους πάντων τῶν ὄντων ὡς βασιλεὺς τῶν αἰώνων καὶ προγνώστης ἐν ἑαυτῷ, οὕτω καὶ οὗτος ἔχῃ παραπλησίως τοὺς λόγους τῶν ὄντων καὶ τὰς φύσεις καὶ τὴν γνῶσιν ἐν ἑαυτῷ, ὡς κατ’ εἰκόνα πλασθεὶς αὐτοῦ καὶ ὡς βασιλεὺς ἁπάσης τῆς κτίσεως.
Καὶ ὅρα μοι τὴν τῆς καινῆς πλάσεως πολυτέλειαν τοῦ πλασθέντος καθ’ ὁμοίωσιν καὶ κατ’ εἰκόνα Θεοῦ. Τὸ μὲν γὰρ ξηρὸν καὶ ψυχρὸν τῆς μελαίνης χολῆς, ὡς ἄνωθεν κἀν τοῖς Κεφαλαίοις ἡμῶν διεμνημονεύσαμεν, ἐκ γῆς ἔχει κατὰ τὴν πλάσιν αὐτοῦ, τὸ δὲ θερμὸν τοῦ αἵματος καὶ ὑγρὸν ἐξ ἀέρος, τὸ δὲ ξηρὸν τῆς ξανθῆς χολῆς καὶ θερμὸν ἐκ πυρός, τὸ δὲ ὑγρὸν τοῦ φλέγματος καὶ ψυχρὸν ἐξ ὕδατος καὶ ἐκ μὲν τῶν φυτῶν τὸ αὐξητικόν τε καὶ θρεπτικὸν καὶ γεννητικόν, ἐκ δὲ τῶν ἀλόγων ζώων τὸ αἰσθητικόν τε καὶ παθητικὸν καὶ τὸ μεταβατικόν, ἐκ δὲ τῆς ἀναισθήτου τῶν λίθων ὕλης τὸ στεγανόν τε καὶ συνεχὲς ἐν τοῖς κώλοις, ἐκ δὲ τῶν ἀγγέλων τὸ ἀνώλεθρον, λογικόν τε καὶ νοερόν, παρὰ δὲ Θεοῦ τὴν πνοὴν ἐν ζωῇ, αὐτὴν τὴν ἄϋλον καὶ θείαν ψυχήν.
Καὶ ἡ μὲν πλάσις τοῦ ἀνθρώπου ἐκ τοῦ συναμφοτέρου τοιαύτη καὶ οὗτος ὁ θεῖος σκοπὸς τῆς τοῦ ἀνθρώπου πλάσεως. Φέρε δὲ ὀψώμεθα κατὰ πρώτην θεωρίαν τοῦ λόγου, τί τὸ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν καὶ τίς ἡ τῆς ψυχῆς οὐσία.
Καὶ οὕτω καθ’ ὁδὸν βαίνοντες, ἐπὶ τὴν λύσιν ἔλθωμεν τῶν λοιπῶν κεφαλαίων, ὧν ἐξεθέμεθα.
εʹ. Τί τὸ κατ’ εἰκόνα Θεοῦ καὶ καθ’ ὁμοίωσιν καὶ τίς ἡ τῆς ψυχῆς οὐσία; Τὸ κατ’ εἰκόνα Θεοῦ ἐν ἡμῖν ὁρᾶται, ὡς καὶ ἐν τῇ τρίτῃ μοι τῶν Γνωστικῶν κεφαλαίων ἑκατοντάδι πεφιλοσόφηται, κατὰ τὸ τριμερὲς τῆς ψυχῆς. Καὶ ὅπως, σύνες ἐντεῦθεν. Τρισυπόστατον τὸ θεῖον, ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι προσκυνούμενον· τρισὶν ἐπιθεωρεῖται μερισμοῖς καὶ ἡ πρὸς αὐτοῦ πλασθεῖσα εἰκών, ὁ ἄνθρωπος, ψυχῇ, νῷ καὶ λόγῳ προσκυνῶν αὐτὸν τὸν ἐξ οὐκ ὄντων τὰ πάντα πεποιηκότα Θεόν. Ὥσπερ οὖν ἐκεῖνα κατὰ φύσιν ἀλλήλοις συναΐδιά τε καὶ ὁμοούσια, καὶ εἷς ἐστι Θεὸς ἀδιαιρέτως ἐν προσώποις τρισὶ διαιρούμενος, οὕτω καὶ τῇ τοῦ Θεοῦ εἰκόνι κατὰ φύσιν ταῦτα συμφυῆ τε καὶ ὁμοούσια, ἐξ ὧν τὸ κατ’ εἰκόνα ἐν ἡμῖν ὁρᾶται, ὡς εἴρηται, καὶ δι’ ὧν εἰκών ἐσμεν Θεοῦ, εἰ καὶ τῇ εἰκόνι ἀσυγχύτως καὶ τῷ πηλῷ συμπεφύρμεθα.
Εἰκὼν γὰρ Θεοῦ ψυχὴ νοερά, νοῦς καὶ λόγος, ἡ μία καὶ ἀδιαίρετος φύσις, ἡ ὁμοφυής τε καὶ ὁμοούσιος καὶ ἀχώριστος. Ὁ νοῦς γὰρ καὶ ὁ λόγος τῆς ψυχῆς ἐστι τῆς ἀσωμάτου, τῆς ἀθανάτου, τῆς θείας καὶ νοερᾶς, ἅτινα καὶ ὁμοούσιά εἰσι καὶ συναΐδια, μὴ τεμνόμενά ποτε ἀπ’ ἀλλήλων ἢ χωρισθῆναι δυνάμενα, καθάπερ καὶ ὁ Πατὴρ οὐ δύναται τῶν ὁμοουσίων καὶ συναϊδίων, Υἱοῦ λέγω καὶ Πνεύματος ἁγίου, τμηθῆναι ἢ χωρισθῆναί ποτε. Πατὴρ γὰρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα ἡ μία θεότης ἐστὶ καὶ βασιλεία ἡ τὸ πᾶν οὐσιώσασα. Τοῦτο τοίνυν ἐστὶ τὸ κατ’ εἰκόνα. Τὸ γὰρ βασιλικόν τε καὶ αὐτεξούσιον περὶ τὴν εἰκόνα ὁρᾶται καὶ εἴ τι τούτων ὅμοιον, καθάπερ καὶ τὸ διάδημα καὶ τὸ σκῆπτρον περὶ τὸν βασιλέα, ὥσπερ πάλιν καὶ τὸ ἀσώματον καὶ ἄποσον καὶ ἀσχημάτιστον περὶ τὴν οὐσίαν τῆς ψυχῆς, ὡς δὲ καὶ τὸ λευκὸν καὶ μέλαν περὶ τὸ σῶμα· οὐδὲ γὰρ ἐὰν γνῶμεν ταῦτα, ἤδη καὶ τὴν οὐσίαν τῆς ψυχῆς καὶ τοῦ σώματος καταλαμβάνομεν, ἀλλὰ τὰ περὶ τὴν οὐσίαν αὐτῶν.
Τὸ δὲ καθ’ ὁμοίωσίν ἐστι τὸ δίκαιον, τὸ ἀληθές, τὸ εὔσπλαγχνον, τὸ συμπαθές, τὸ φιλάνθρωπον. Ἐν οἷς οὖν ταῦτα ἐνεργεῖ καὶ φυλάττεται, ἐν ἐκείνοις ὁρᾶται τρανῶς καὶ τὸ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν, κατὰ φύσιν μὲν δηλαδὴ κινουμένοις, κατὰ δὲ ἀξίαν τῶν ἀλόγων ὑπερκειμένοις.
Οὐσία δὲ ψυχῆς ἐστιν, ὡς καὶ ἄλλοις πεφιλοσόφηται κάλλιστα, ἁπλῆ, ἀσώματος, ζῶσα, ἀθάνατος, ἀόρατος, σωματικοῖς ὀφθαλμοῖς μηδαμῶς θεωρουμένη, λογική τε καὶ νοερά, ἀσχημάτιστος, ὀργανικῷ κεχρημένη σώματι καὶ παρεκτικὴ τούτῳ ζωῆς, κινήσεως, αὐξήσεως, αἰσθήσεως καὶ γεννήσεως, νοῦν ἔχουσα μέρος αὐτῆς τὸ καθαρώτατον πατέρα καὶ προβολέα τοῦ λόγου, αὐτεξούσιος φύσει, θελητική τε καὶ ἐνεργητικὴ καὶ τρεπτὴ ἤτοι ἐθελότρεπτος, ὅτι καὶ κτιστή.
Πάντα οὖν ταῦτα ἐκ τῆς τοῦ δημιουργήσαντος αὐτὴν χάριτος κατὰ φύσιν ἄνωθεν εἴληφεν, ἐξ ἧς καὶ τὸ εἶναι ἔχει καὶ τὸ οὕτω φύσει εἶναι ἀληθῶς ἔσχεν.
ϛʹ. Τίνες αἱ συνδραμοῦσαι τῇ ψυχῇ γενικῶς δυνάμεις καὶ ἀρεταὶ εἰς τὸ εἶναι καὶ τίνα τρόπον κόσμος νοητὸς ὁρᾶται ὁ ἄνθρωπος; Οἶμαι δέ, ἵνα καὶ οὕτως ὡς ἐν θεωρίᾳ εἴπωμεν, κτισθῆναι ταύτην παραπλησίως τῇ ὁρωμένῃ κτίσει καὶ αἰσθητῇ πρὸς Θεοῦ ἐκ τεσσάρων ὥσπερ στοιχείων, τῶν γενικῶν ἀρετῶν, λέγω δὴ φρονήσεως, ἀνδρείας, δικαιοσύνης καὶ σωφροσύνης, καὶ ἐν τῇ συνδρομῇ τούτων, οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶν γενικωτάτων τούτων δὴ τῶν τριῶν μερῶν καὶ δυνάμεων, τοῦ λογιστικοῦ, φημί, τοῦ θυμικοῦ τε καὶ τοῦ ἐπιθυμητικοῦ, συντεθῆναι καὶ ἀπαρτισθῆναι αὐτὴν ἐν τῇ πλάσει ἅμα τοῦ σώματος ὡς συνύπαρκτον τούτῳ οὖσαν αὐτὴν καὶ ὁμόχρονον κατὰ τὸν καιρὸν καὶ τὴν ῥοπὴν τῆς ἐκείνου πλάσεως. Ἅμα γὰρ σῶμα καὶ ἅμα ψυχὴ ἐπλάσθη ὁ ἄνθρωπος καὶ οὐχ ὕστερον ἢ πρῶτον τοῦ ἑτέρου τὸ ἕτερον.
Ἀλλὰ γὰρ θεωρῆσαι δεῖ, πῶς κόσμου κόσμος ἕτερος κρείττων καὶ ὑψηλότερος ἐκτίσθη ὁ ἄνθρωπος καὶ ὡς ἐν μικρῷ μέγας ὁρᾶται. Καὶ σκοπεῖτε τὸ μεγαλεῖον τῆς πλάσεως. Ἐκ τῶν ὑποκειμένων τεσσάρων τοίνυν ἀρχῶν, αὐτῶν δὴ τῶν γενικῶν, φημί, ἀρετῶν, τὴν ἐξ ἑκατέρας ὕλην λαβὼν ὁ Θεὸς συνδημιουργεῖ τῇ ψυχῇ ἐν ὅλῳ τῷ κατ’ εἰκόνα κτισθέντι αὐτοῦ ἀνθρώπῳ τὸν νοητὸν καὶ ἀόρατον κόσμον εἰς τὸ παραπλησίως ἐντεῦθεν ὁρᾶσθαι τῷ αἰσθητῷ.
Καὶ ὡς μὲν οὐρανὸν ἐκτείνει ἐν αὐτῷ τὴν φρόνησιν, ὑφ’ ἣν ὡς αἰθὴρ καὶ τὸ πῦρ τοῦ πόθου τοῦ πνευματικοῦ ἐφήπλωται, ὅλην κατάστερον τοῖς θείοις νοήμασιν εἰς ὁλολαμπῆ ζωήν· ἐν ᾗ ὡς δύο μεγάλους φωστῆρας τὴν γνῶσιν τῶν θείων καὶ τὴν γνῶσιν τῶν ἀνθρωπίνων πραγμάτων λάμπειν καὶ καταφωτίζειν τὸν ὅλον τοῦτον κόσμον ποιεῖ, θεὶς ἐν αὐτοῖς οὐχὶ τὸ πρωτόκτιστον ὡς ἐν τῷ ἡλίῳ, ἀλλὰ τὸ πρῶτον καὶ θεῖον φῶς τοῦ ἁγίου Πνεύματος. Ὡς δὲ γῆν θεμελιοῖ τὴν δικαιοσύνην αὐτῷ, ὡς ἔγκαρπα φυτὰ καὶ ἀθάνατα τοὺς λόγους τῶν ἠθικῶν τῆς πρακτικῆς φιλοσοφίας καταφυτεύσας ἐν αὐτῇ εἰς πανδαισίαν ἀδάπανον. Ὡς δὲ ἀέρα ἐφαπλοῖ τὴν σωφροσύνην αὐτῷ εἰς ἕλξιν πνεύματος καθαροῦ καὶ εἰς ἀναψυχὴν τῶν τοῦ ἀλογωτέρου μέρους ἐπαναστάσεων, ἤτοι τοῦ βάρους τῆς ἀκηδίας καὶ τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας τοῦ καύσωνος. Ὡς δὲ θάλασσαν ὑδάτων πολλῶν ἐν τῇ ἀσθενείᾳ τῆς ψαμμώδους φύσεως τὴν ἀνδρείαν ὁρίζει εἴς τε καθαίρεσιν τῶν ὀχυρωμάτων καὶ ὑψωμάτων τοῦ παλαιοῦ ὄφεως καὶ εἰς ὑπομονὴν καὶ σταθηρότητα τοῦ κατὰ τῶν πνευμάτων ἱσταμένου τῆς πονηρίας φρονήματος.
Τοῦτον δὲ οὕτω διὰ Λόγου θείου δημιουργήσας ἐν τῇ κατασκευῇ τοῦ ἀνθρώπου τὸν κόσμον ὁ πλάστης τοῦ ἀνθρώπου Θεός, δύναμιν ἐν αὐτῷ ἔθετο τὴν τοῦ παναγίου Πνεύματος χάριν, ἅμα μὲν εἰς τὸ ἀλήκτως κατὰ φύσιν κινεῖσθαι, ἅμα δὲ καὶ εἰς τὸ ἀδιασκεδάστως ὑπ’ αὐτοῦ κατὰ τὸ ὑπὸ τοῦ Δαυὶδ εἰρημένον συνέχεσθαι· «Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν». Ἐκ τούτου οὗν τοῦ θαυμασίου κόσμου τῶν γενικῶν ἀρετῶν ὡς ἐκ τεσσάρων ἀρχῶν οἱ ποταμοὶ τῶν ἄλλων ἁπασῶν ἀρετῶν εἰς διεξόδους ὑδάτων τοῦ ἁγίου Πνεύματος ἐξέρχονται καὶ τὸν νοητὸν τοῦτον κόσμον ὡς πόλιν καὶ παράδεισον ποτίζουσι τοῦ Θεοῦ.
Ἐπεὶ δὲ τρόπον τινὰ κατὰ τὰ στοιχεῖα τοῦ ὁρατοῦ κόσμου καὶ τὰς τέσσαρας γενικὰς ἀρετὰς ὁ Λόγος οἷα δὴ στοιχεῖα εἰς κατασκευὴν τοῦ νοητοῦ ἐξελάβετο, εἰδέναι χρή, ὡς ἐκείνων, οὕτω δὴ καὶ τούτων τὸ ἴδιον. Καὶ ὥσπερ ἴδιον μὲν ἐκείνων ἑκάστου, τοῦ μὲν τὸ θερμὸν καὶ ξηρόν, τοῦ δὲ τὸ ὑγρὸν καὶ θερμόν, καὶ τούτου μὲν τὸ ψυχρὸν καὶ ξηρόν, τούτου δὲ τὸ ὑγρὸν καὶ ψυχρόν, οὕτω καὶ τούτων ἑκάστῃ τὸ ἴδιόν ἐστιν ἰδιαίτατον.
Ὅθεν καὶ φρονήσεως μὲν ἴδιον τὸ βασιλικόν τε καὶ αὐτεξούσιον καὶ πρὸς τούτοις τὸ τὰ βάθη τῶν νοημάτων ἐρευνᾶν ἐν συνέσει καὶ τὸ ἐν θρόνῳ παρεδρεύειν ἀεὶ τῶν αἰσθήσεων· δικαιοσύνης δὲ τὸ ἴσον κατὰ πάντα ἐν κρίσει καὶ τὸ διαιρετικὸν τῶν ἀσυμβάτων καὶ ἀνομοίων ἤγουν ἡ διαίρεσις τῶν μαχομένων πρὸς ἄλληλα—μάχεται δὲ τὸ χεῖρον τῷ κρείττονι—καὶ ἡ εὖ πρὸς ἕκαστα τούτων τῆς διαιρέσεως μεταχείρισις καὶ προσέτι τὸ ζυγοστατεῖν τὰ τοῦ λογιζομένου δικαίως καὶ τὰ μὲν γεώδη τούτου καὶ κάτω βρίθοντα ἀποπέμπεσθαι, τὰ δὲ κοῦφα τῆς ὕλης ἀναλαμβάνεσθαι· τῆς δέ γε σωφροσύνης τὸ ἁγνόν τε καὶ καθαρὸν καὶ πρὸς τούτοις ἡ εὔθυμος εὐφροσύνη τῆς ἐλευθερίας τοῦ ἁγίου Πνεύματος, τό τε τῆς εἰλικρινείας μύρον καὶ ἡ τῆς ἀθανασίας εὐώδης ὀσμή· ἀνδρείας δὲ τὸ ἐνστατικόν τε καὶ πρὸς τοὺς πόνους ἀνένδοτον, οὐ μόνον δὲ ἀλλὰ καὶ τὸ τῇ μαχαίρᾳ τοῦ λόγου διατέμνειν τὸ παρὰ φύσιν ἐκ τῆς κατὰ φύσιν κινήσεως καὶ τὸ τὴν νηπιώδη δειλίαν τῇ λόγχῃ τῆς ὑπομονῆς καὶ σταθηρότητος ἐκκεντεῖν.
Καὶ οὕτω μὲν ὁ κόσμος ὁ μέγας ἐν τῷ ὁρωμένῳ τούτῳ καὶ μικρῷ ἐκτίσθη παρὰ Θεοῦ καὶ εἰς δόξαν αὐτοῦ ἐτέθη ἐν αὐτῷ ὁ λογικὸς ἐν τῷ ἀλόγῳ, ὁ νοητὸς ἐν τῷ φαινομένῳ καὶ αἰσθητῷ, ὁ θεῖος, ὁ ἀθάνατός τε καὶ ὑψηλότατος ἐν τῷ λυομένῳ καὶ ταπεινῷ.
ζʹ. Τίς ἡ τούτων διοίκησις καὶ φυσικὴ κίνησις; Οὕτω δὲ κατὰ θείαν βουλὴν κτισθεῖσα ἡ ψυχὴ εἰς δύο διῃρέθη δυνάμεις, εἰς λογικόν τε καὶ ἄλογον, ὧν τὸ μὲν ἀδιαίρετον μένει, τὸ λογικόν, τὸ δὲ διαιρεῖται εἰς δύο, τὸ ἄλογον. Τούτων δὲ πάλιν τὸ μὲν τῷ λόγῳ οὐ πείθεται, τὴν διοίκησιν ἔχον ἀπὸ τῆς φύσεως, οἷον τὸ ζωτικόν, τὸ σπερματικόν, τὸ θρεπτικόν τε καὶ αὐξητικόν· ταῦτα γὰρ οὐδαμῶς τῷ λόγῳ ὑπόκειται, ὡς ὑπὸ τῆς φύσεως διοικούμενα.
Τὸ δὲ ἐπιπειθὲς ὑπάρχει τῷ λόγῳ, εἰς ἐπιθυμίαν καὶ θυμὸν ὑποδιαιρούμενον, ὃ καὶ παθητικὸν καὶ ὀρεκτικὸν καλεῖται, ὡς μέρος ἄλογον ὂν τῆς ψυχῆς καὶ ὑποπῖπτον τοῖς πάθεσιν. Τούτου οὗν τοῦ ἐπιπειθοῦς τῷ λόγῳ καὶ ἡ καθ’ ὁρμήν ἐστι κίνησις.
Ἀλλὰ ταῦτα πάντα κατακερματιζόμενα ταῖς αἰσθήσεσι, τῇ ὁράσει, τῇ ἀκοῇ, τῇ ὀσφρήσει, τῇ γεύσει καὶ τῇ ἁφῇ, διοικεῖται διττῶς· ἢ κατὰ φύσιν κινούμενα, τοῦ κρείττονος ἐκνικήσαντος, ἢ παρὰ φύσιν, τοῦ χείρονος κατισχύσαντος, Ἐπειδὴ γὰρ ἐκ πάντων τῶν προϋπαρξάντων τὰς αἰτίας ἔχων ὁ ἄνθρωπος ἐν τῇ πλάσει αὐτοῦ πᾶσι κοινωνεῖ, ἀψύχοις φημὶ καὶ ἀλόγοις, καὶ τῇ λογικῇ φύσει, τοῖς μὲν κατὰ τὸ σῶμα καὶ τὴν ἀπὸ τῶν τεσσάρων στοιχείων κρᾶσιν, τοῖς δὲ καὶ κατὰ τὴν θρεπτικὴν καὶ αὐξητικὴν καὶ σπερματικὴν δύναμιν, τοῖς δὲ πρὸς τούτοις καὶ κατὰ τὴν ὄρεξιν ἤγουν θυμὸν καὶ ἐπιθυμίαν, ἀλλὰ μὴν καὶ κατὰ τὴν αἴσθησιν καὶ τὴν καθ’ ὁρμὴν κίνησιν, ταῖς ἀσωμάτοις δὲ καὶ νοεραῖς φύσεσι κατὰ λογικόν τε καὶ νοερόν, νοῶν ἕκαστα καὶ κρίνων καὶ μεταδιώκων τὰς ἀρετὰς καὶ μὴ πρὸς τὸ φαινόμενον, ἀλλὰ πρὸς τὸ νοούμενον βλέπων, οὕτω δὲ τὰς τῶν ὄντων φύσεις περισκοπῶν, ὅταν μὲν τὴν δόξαν περὶ Θεοῦ ἄπταιστον ἔχῃ καὶ ἀνεπισφαλῶς διακρίνῃ τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος καὶ τοῦ μὲν ἀλογῇ, τοῦ δὲ ἀντιποιῆται ἤτοι τοῦ κρείττονος, ἐπιθυμῇ τε τῶν ἑστώτων καὶ ἐσαεὶ ὄντων ἀγαθῶν τοῦ Θεοῦ, ὁπλίζῃ δὲ τὸν θυμὸν κατὰ μόνου τοῦ παλαιοῦ ὄφεως καὶ ἀντιλαμβάνηται δικαιοσύνης καὶ ἀρετῆς, τηνικαῦτα κατὰ φύσιν κινούμενος, ἔχει διοικουμένην καλῶς τὴν αὐτοῦ ζωὴν ὑπὸ τῶν αἰσθήσεων καὶ συναμιλλᾶται ταῖς φίλαις τῶν ἀγγέλων δυνάμεσι καὶ ταύταις ἐν τῇ τοιαύτῃ διοικήσει συνάπτεται, ὡς τοῦ θνητοῦ τῆς ψυχῆς μέρους καταποθέντος ἤτοι τοῦ ἀλογωτέρου ὑπὸ τῆς καλλίστης καὶ ἐναρέτου ζωῆς διὰ τῆς τοιαύτης φυσικῆς διοικήσεως καὶ τοῦ λογικοῦ κατὰ φύσιν ἀραμένου τὸ νῖκος.
Ὅταν δὲ τὴν μὲν δόξαν ἐπταισμένην περὶ τὸ διακριτικὸν αὑτοῦ σχῇ καὶ τοῦ μὲν χείρονος ὡς κρείττονος ἀντέχηται, τοῦ δὲ κρείττονος ἀλογῇ, ἐπιθυμῇ τε προσύλους ἐπιθυμίας τὸ ῥευστὸν καὶ μὴ διαμένον ἐχούσας, ὁπλίζῃ δὲ κατὰ τῶν ὁμογενῶν τὸν θυμὸν ὑπὲρ προσκαίρων διαμαχόμενος, τότε παρὰ φύσιν κινούμενος οὐ λογικῶς, ἀλλ’ ἀλόγως ζῇ καὶ ταῖς αἰσθήσεσι παρ’ ἀξίαν δουλεύων, κάτω βλέπει ὡς τὰ τετράποδα καὶ τὴν φυσικὴν τοῦ νοὸς ἀπολέσας ἐνέργειαν, τοῖς ἀνοήτοις κτήνεσιν ὁμοιοῦται καὶ τούτοις ἐν τῇ τοιαύτῃ συμπαραβάλλεται διοικήσει, ὡς τοῦ λογικοῦ θανόντος ἐν αὐτῷ καὶ τοῦ ἀλογωτέρου μέρους τῆς ψυχῆς αὐτοῦ διὰ τῆς τοιαύτης διοικήσεως ἐκνικήσαντος.
Θαυμάζειν δέ μοι ἔπεισι, πῶς ἡ ψυχή, θείας καὶ ἀΰλου καὶ ἀσωμάτου φύσεως οὖσα, τῶν ἐνύλων καὶ ἐνσωμάτων ἐφίεται, τῆς ἐφέσεως ἰδίας οὔσης αὐτῆς ἐπὶ πράγμασιν ἀθανάτοις, καὶ τῶν ῥεόντων καὶ φθειρομένων πάσῃ δυνάμει ἀντιλαμβάνεται. Ἀλλὰ τὰ μὲν περὶ τῆς διοικήσεως καὶ φυσικῆς κινήσεως τῶν δυνάμεων τῆς ψυχῆς, ὡς γίνεται παρὰ τῶν αἰσθήσεων, εἴρηται. Φέρε δὲ καὶ περὶ τῆς τούτων οἰκονομίας τὴν θεωρίαν ποιήσωμεν. Ἴσως οὖν εἴποι τις ἄν, θείας καὶ ἀΰλου καὶ ἀσωμάτου φύσεως οὖσα, ὡς δέδεικται, ἡ ψυχή, πῶς τῶν ἐνύλων καὶ ἐνσωμάτων ὀρέγεται καὶ πάσῃ δυνάμει τῶν προσκαίρων καὶ ὁρωμένων ἀντιποιεῖται;
Ποία γὰρ ἔφεσις ἐν ἀΰλῳ φύσει καὶ ἀσωμάτῳ αἰσθητῶν καὶ ἐνύλων πραγμάτων, ὁπότε ταύτην ἔχει μᾶλλον ἰδίαν ἐπὶ τὰ θεῖα φυσικῶς κινουμένην; Ἀλλὰ τῇ θεωρίᾳ τοῦ λόγου προσέχετε.
ηʹ. Τίς ἡ οἰκονομία; Ἐπειδὴ γὰρ ἐκ δύο τῶν ἐναντίων κτισθεῖσα δυνάμεων ἡ ψυχὴ εἰς μίαν ἀσυγχύτως συνεκεράσθη ὑπόστασιν καὶ τὸ μὲν αὐτῆς λογικόν ἐστι, τὸ δὲ ἄλογον, ὃ καὶ παθητικὸν ὀνομάζεται διὰ τὸ τοῖς πάθεσιν ὑποπίπτειν, ἐν τρισί τε μερίζεται ταῖς δυνάμεσιν, αἷς συνετέθη σύνθετος οὖσα, ἐν τῷ λογιστικῷ, θυμικῷ τε καὶ ἐπιθυμητικῷ, φαμέν, ὅτι τῷ μὲν ἑνὶ αὐτῆς μέρει, τῷ λογιστικῷ δηλονότι, τῇ λογικῇ τῶν ἀγγέλων οὐσίᾳ κοινωνεῖ καὶ συνάπτεται, ὡς καὶ φθάσαντες εἴπομεν, τῇ δὲ τῶν ἑτέρων δυάδι, τῷ θυμικῷ τε φημὶ καὶ ἐπιθυμητικῷ, τοῖς ἀλόγοις, μεθόριος ὥσπερ τις οὖσα οὐσία καὶ φύσις δύο δυνάμεων, παραδόξως ἐναντίως πρὸς ἑαυτὰς ἐχουσῶν, καὶ ἀεὶ φιλονεικοῦσα καὶ μαχομένη ποίῳ δῷ τὴν ῥοπήν, τῷ κρείττονι λόγῳ, δι’ οὗ θεία οὖσα τοῖς θείοις συνάπτεται, ἢ τῷ χείρονι, δι’ οὗ κατασπᾶται καὶ τοῖς ἀλόγοις συμπαραβάλλεται.
Οὕτως οὖν ἔχουσα φύσεως, ἐπεὶ διττὰς ἔχει καὶ τὰς δυνάμεις ἄλλως, ὡς καί τινι πεφιλοσόφηται πρὸ ἡμῶν καὶ ἡμῖν δοκεῖ, τὰς μὲν γνωστικάς, τὰς δὲ ζωτικάς· καὶ γνωστικαὶ εἰσὶ νοῦς, διάνοια, δόξα, φαντασία, αἴσθησις, ζωτικαὶ δὲ ἤγουν ὀρεκτικαὶ βούλησις καὶ προαίρεσις· διὰ μὲν τῆς αἰσθήσεως συνίσταται τὸ πάθος αὐτῇ, ὃ καὶ φαντασία καλεῖται, ἐκ δὲ τῆς φαντασίας γίνεται δόξα εἶτα τὴν δόξαν ἀνακρίνασα ἡ διάνοια, εἴτε ἀληθής ἐστιν εἴτε ψευδής, κρίνει τὸ ἀληθὲς ἢ τὸ μὴ καὶ λέγεται νόησις, ἥτις τραπεῖσα εἰς ἔννοιαν καὶ ἐπιμείνασα καὶ τυπώσασα πρὸς τὸ νοούμενον τὴν ψυχήν, κινεῖ τὴν ἐνθύμησιν αὐτῆς εἰς τὴν τοῦ κριθέντος καὶ ἀγαπηθέντος ἐπιθυμίαν.
Καὶ ἐπεὶ φυσικῶς ἐνέσπαρται αὐτῇ δύναμις ὀρεκτικὴ καὶ συνεκτικὴ πάντων τῶν οὐσιωδῶς τῇ φύσει προσόντων αὐτῇ, ἥτις λέγεται θέλησις, ἐφίεται δὲ ὡς οὐσία κατὰ νοῦν τε καὶ αἴσθησιν φυσικῶς τοῦ εἶναι καὶ ζῆν καὶ κινεῖσθαι, ὅτε φυσικῶς κινηθῇ πρός τι πρᾶγμα, ἡ λογικὴ αὕτη ὄρεξις εἰς βούλησιν ἔρχεται—βούλησις δέ ἐστιν ὄρεξις καὶ ἔφεσίς τινος πράγματος—, εἰς βούλησιν δὲ ἢ τῶν ἐφ’ ἡμῖν ἢ τῶν οὐκ ἐφ’ ἡμῖν, τουτέστιν ἢ ἐπὶ τῶν δυνατῶν ἢ ἐπὶ τῶν ἀδυνάτων.
Καὶ οὕτως ἡ βούλησις διατεθεῖσα γνωμικῶς πρὸς τὸ κριθὲν ὑπ’ αὐτῆς, εἰς ἔργον ἐξάγει τὸ βουληθὲν καὶ ἐμφορεῖται τοῦ λοιποῦ ἡ ψυχὴ τῆς τοῦ κριθέντος φαύλου παρ’ αὐτῆς ἢ ἄλλως ἀγαθοῦ κατὰ φύσιν ἢ παρὰ φύσιν ἐπιθυμίας, οὕτω τεθείσης ἐν αὐτῇ παρὰ τοῦ δημιουργοῦ τῆς αὐτεξουσίου θελήσεως καὶ βουλῆς, ἵν’ αὐτεξουσίως ἔχῃ τοῦ αἱρεθέντος παρ’ αὐτῆς ἀκωλύτως ἀντέχεσθαι καὶ τῆς ῥοπῆς ἐν τῇ πάλῃ τοῦ κρείττονος αὐθαιρέτως ἢ τοῦ χείρονος γίνεσθαι.
Μάχης οὖν τοιαύτης οὔσης ἐν μέσῳ αὐτῆς καὶ τῆς μὲν σαρκός, κατὰ τὴν θείαν Γραφήν, ἐπιθυμούσης κατὰ τοῦ πνεύματος, τοῦ δὲ πνεύματος κατὰ τῆς σαρκός, ὡς τρυτάνη τις ἀναθεωρεῖται τῷ λόγῳ ἐν τῷ ταύτης διανοητικῷ ἡ ψυχή, γνώμονα μὲν οἱονεὶ τὸ λογιστικὸν αὐτῆς ἔχουσα, πλάστιγγας δὲ τὰς ἐφ’ ἑκάτερα ῥοπὰς τῆς δυάδος τοῦ ἀλογωτέρου μέρους αὐτῆς. Ἔνθεν τοι καὶ ἀγὼν κεῖται μέγας τῷ φιλοσόφως βιοῦν προτεθυμημένῳ, στῆσαι τὸν γνώμονα τῆς ἑαυτοῦ ψυχῆς διὰ τοῦ νοὸς τῇ τῆς δυάδος ἰσότητι μέσον θείων καὶ ἀνθρωπίνων πραγμάτων ἀρρεπῆ καὶ κατ’ εὐθεῖαν αὐτῇ συνυψούμενον τῇ δυάδι, ὡς μηδαμῶς εἶναι ῥέπουσαν αὐτὴν ἔνθεν ἢ ἐκεῖθεν πρὸς τὰ κάτω ἐφέσει τυχὸν ἢ ἀντιλήψει, ἐπειδὴ τὸ μὲν αὐτῆς ἐφίεταί τινος, τὸ δὲ τοῦ ἐφιεμένου ὑπερμαχεῖ καὶ ἀντιλαμβάνεται. Τὸ δ’ ἐπὶ τούτοις μυστήριον μέγα νοούμενόν τε καὶ θεωρούμενον.
Δύο τοίνυν κινήσεις ἔχουσα ἡ ψυχή, τὴν κατὰ φύσιν καὶ τὴν ἄλλως ἔχουσαν, τῇ μὲν δίκην πυρὸς πρὸς τὰ ἄνω φέρεται φυσικῶς, οἷα δὴ φῶς τρίτον ὑπάρχουσα καὶ τῷ δευτέρῳ συναπτομένη φωτὶ τῶν ἄνω δυνάμεων, τῇ δὲ παρὰ φύσιν πρὸς τὰ κάτω, τοῦ φωτὸς ἀποσβεσθέντος αὐτῇ καὶ τὸ ζοφῶδες οἴκοθεν ἐπισπασαμένη.
Οὕτως οὖν κινήσεως ἔχουσα, ποτὲ μὲν θελητικῶς τε καὶ ἐνεργητικῶς διὰ τοῦ συζύγου σώματος τῶν ἑστώτων καὶ αἰωνίων φυσικῶς ἐφίεται τῇ νίκῃ τοῦ κρείττονος, ὁπόταν, τοῦ ἑαυτῆς ἀξιώματος ἀντεχομένη καὶ τῆς οἰκείας εὐγενείας φυλάττουσα τὴν ὡραιότητα, τῶν περιπεζίων ἀλογῇ καὶ φθειρομένων καὶ ὅλη ὅλῳ τῷ ποθουμένῳ ἀεὶ προσομιλῇ Θεῷ καὶ τούτῳ δι’ ἔργων ἀρίστων συνάπτηται, ποτὲ δὲ κατὰ γνώμην ὀρέξεως τῶν ὑλικῶν ἐπιθυμεῖ καὶ ἀντέχεται τῇ τοῦ ἀλογωτέρου μέρους ἐπικρατείᾳ, ὁπηνίκα τοῦ ὕψους τῆς ἀνατάσεως ἀτονήσασα πρὸς ἀνέσεις χωρήσῃ σωματικὰς καὶ τῆς ἰδίας ἀξίας καὶ εὐγενείας ἐπιλάθηται καὶ ὅλη τοῖς ἀλόγοις ἀποκτηνωθεῖσα δι’ ἔργων ἀνομίας ὁμοιωθῇ, οὕτω τάχα τοῦ κτίσαντος αὐτὴν ἐν σοφίᾳ οἰκονομήσαντος, ἵνα τὸ μὲν πάσχῃ καὶ πάσχουσα τῆς φυσικῆς ὑπομιμνήσκηται ἀσθενείας καὶ παιδεύηται μετριοφρονεῖν—διὰ τοῦτο γὰρ καὶ σαρκὶ συνεδέθη διὰ τὴν ἔπαρσιν—, τὸ δὲ ἵνα μένῃ καὶ δοξάζῃ τὸν εὐεργέτην φιλοτιμουμένη τῷ μεγαλείῳ τῆς θείας εἰκόνος, δι’ ἧς κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτὴν μέσον αἰσθητῶν ὁρᾶται καὶ νοητῶν καὶ βασιλεύει τῆς κτίσεως.
Ἀλλ’ οὕτως ἔχουσα κατὰ τὸν παρόντα βίον οἰκονομουμένην τὴν ἑαυτῆς ζωὴν ἡ ψυχὴ καὶ ποτὲ μὲν οὕτω, ποτὲ δὲ οὕτω καταγινομένη ἐν φαύλοις ἢ ἀγαθοῖς πράγμασι, δείκνυσι τὸ συντεθειμένον τῆς οὐσίας αὐτῆς, ὅτι σύνθετός ἐστιν ἐξ ἀλόγου δηλονότι καὶ λογικῆς δυνάμεως, ὥσπερ καὶ κτίσμα. Τὸ μὲν γὰρ αὐτῆς, ὡς πολλάκις εἴρηται, λογικόν ἐστι, τὸ δὲ ἄλογον· ἐπεὶ δὲ κτίσμα, καὶ τρεπτή ἐστι. Πᾶν γὰρ τὸ κτιστὸν τρεπτόν τε καὶ σύνθετον, ὡς μόνης οὔσης τῆς θείας φύσεως ἀκτίστου καὶ ἀτρέπτου, ἁπλῆς τε καὶ ἀσυνθέτου, οἷα δὴ πάσης οὐσίας ὑπερκειμένης καὶ φύσεως, μᾶλλον δὲ δημιουργοῦ καὶ αἰτίας τῶν ὅλων καὶ τὰ πάντα ἐχούσης ἐν ἑαυτῇ, πληρούσης αὐτὰ τῇ δυνάμει τῆς οἰκείας θεότητος.
Τοιγαροῦν καὶ κατὰ τὴν ἐπικράτειαν τοῦ ἐπικρατοῦντος μέρους αὐτῆς ἔχει κινουμένας καὶ τὰς ἐφέσεις· καὶ ἐπεὶ πᾶν ὅμοιον τῷ ὁμοίῳ, κατὰ τὸ λόγιον, χαίρει, τὸ λογικὸν ἄρα χαίρει τοῖς λογικοῖς πνεύμασι τῶν ἄνω δυνάμεων καὶ τῆς ἐν αὐτοῖς οὐρανίου ἀμβροσίας ἐφίεται, ἧς καὶ ἐμφορεῖται, ἡνίκα τὸ κῦρος λάβῃ τῷ ἀντικειμένῳ παλαῖον, ὥς φησιν ὁ θεῖος Δαβίδ· «ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος»· οὕτω δὲ καὶ τοῖς ἀλόγοις τὸ ἄλογον καὶ ὁμοίως νικῆσαν τῆς ἐκείνων διαίτης ὀρέγεται, ὡς πάλιν φησὶν ὁ αὐτός· «παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὁμοιώθη αὐτοῖς». Τρεπτῆς οὖν τῆς τοῦ ἀνθρώπου φύσεως οὔσης, ὡς ὁ λόγος ἀπέδειξεν, ἐν τῷ λογικῷ τὰ νικητήρια φέρουσα ἡ ψυχὴ αὐτοῦ καὶ κρατοῦσα τοῦ χείρονος, τῶν οὐρανίων ἐφίεται, ἡττωμένη δὲ καὶ ὑπ’ ἐκείνου βασιλευομένη, τῶν αἰσθητῶν καὶ ἐνύλων ἀντέχεται, ὡς κτισθεῖσα καὶ συντεθεῖσα ἐν τούτοις καὶ τὴν κοινωνίαν οἰκονομικῶς ἐν αὐτοῖς ἔχουσα.
Ἵνα δὲ καὶ ἄλλως τὸ πρόβλημα θεωρήσωμεν, τῷ νόμῳ τοῦ Θεοῦ ἤγουν τῇ ἐντολῇ συνήδεται ὁ νόμος τοῦ νοὸς τῆς ψυχῆς ἤτοι ἡ συνείδησις καὶ ταύτην ἀσπάζεται καὶ θέλει. Ὁ δὲ νόμος τῆς ἁμαρτίας, ἡ τοῦ πονηροῦ φημι προσβολή, ἐπιβαίνων τῷ νόμῳ τῷ ἐν τοῖς τοῦ σώματος μέλεσιν, ἤγουν τῷ τῆς ἐπιθυμίας καὶ ῥοπῆς καὶ κινήσεως τοῦ ἀλογωτέρου μέρους τῆς ψυχῆς, ἀντιστρατεύεται τῷ νόμῳ τοῦ νοός, τουτέστι τῇ συνειδήσει, καὶ θέλουσαν καὶ φιλοῦσαν τὸν τοῦ Θεοῦ νόμον, καὶ τὴν αὐτοῦ ἐντολὴν αἰχμαλωτίζει καὶ πείθει τὴν ψυχήν, μὴ θέλουσαν τὴν ἁμαρτίαν, διὰ τοῦ λείου τῆς ἡδονῆς καὶ τῆς τοῦ σώματος ἐπιθυμίας δουλεῦσαι τῇ ἁμαρτίᾳ.
Ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον, ἀγωνιζομένων ἡμῶν, συναντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν καὶ παρέχει δύναμιν τῷ νόμῳ τοῦ νοὸς ἡμῶν κατὰ τοῦ νόμου τοῦ ἐν τοῖς μέλεσιν ἡμῶν ἤγουν τῆς ῥοπῆς καὶ κινήσεως καὶ ἐπιθυμίας τοῦ ἀλόγου μέρους τῆς ψυχῆς, ὁπηνίκα μελέτῃ θείᾳ καὶ προσευχῇ ἐν ὑπομονῇ προσανέχωμεν, καθὼς διεξοδικώτερον καὶ πρὸς τὸν θεσπέσιον Κοσμᾶν ἐπιστείλαντες διελάβομεν περὶ τούτου, τὴν περικοπὴν τοῦ ἀποστολικοῦ ῥητοῦ διερμηνεύσαντες, περιέχουσαν οὕτω· «συνήδομαι τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἐντὸς ἄνθρωπον» καὶ τὰ ἑξῆς.
Οὗτος δὲ ὁ πόλεμος καὶ ἡ ἔχθρα τῆς σαρκὸς πρὸς τὸ πνεῦμα μετὰ τὴν παράβασιν γέγονε τῷ γένει τῶν ἀνθρώπων. Ἅπαξ γὰρ παραβάντες ἑκουσίως τὸν νόμον τοῦ Θεοῦ καὶ τὴν προσβολὴν τοῦ πονηροῦ παραδεξάμενοι ἐδώκαμεν εἴσοδον αὐτῇ, πραθέντες ὑφ’ ἑαυτῶν τῇ ἁμαρτίᾳ. Ὅθεν ἑτοίμως ἄγεται τὸ σῶμα ἡμῶν πρὸς αὐτήν, ῥᾳθυμησάσης καὶ καταπεσούσης τῆς ψυχῆς πρὸς τὰς ἀνέσεις αὐτοῦ καὶ τῆς πρὸς τὰ θεῖα μελέτης ἑκουσίως ἀλογησάσης. Πρὸ γὰρ τῆς παραβάσεως οὐκ ἦν οὕτως ἔχοντα ἐν τῷ ἀνθρώπῳ ταῦτα· οὔτε γὰρ ἡ σὰρξ τηνικαῦτα ἐπεθύμει κατὰ τοῦ πνεύματος οὔτε τὸ πνεῦμα κατὰ τῆς σαρκός· ἄρχοντα γὰρ αὐτὸν ὁ Θεὸς πάντων τῶν ἑαυτοῦ καὶ βασιλέα πάσης τῆς κτίσεως ἐποίησεν.
Μετὰ δὲ τὴν παράβασιν ἥ τε μάχη καὶ ἡ στάσις τῶν δυνάμεων τῆς ψυχῆς τῷ Ἀδὰμ ἐπεγένετο καὶ ἄρχειν αὐτὸς ἐν ἑαυτῷ τοῦ λογικοῦ νοῦ τὴν ἄλογον ἐπιθυμίαν παρεσκεύασε, παρήκοος τῆς τοῦ δεσπότου γενόμενος ἐντολῆς, ἡνίκα «παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς». Ὃν γὰρ τρόπον ἐπανέστη αὐτῷ ἡ ὑποχείριος ἔκτοτε πᾶσα κτίσις, τὸν αὐτὸν τρόπον καὶ ἡ ἔνδον ἀφανὴς κτίσις, ἤγουν τὸ ἀλογώτερον μέρος τῆς ψυχῆς, τοῦ λογικωτέρου μέρους αὐτῆς κατεπανέστη καὶ τὴν μάχην ἤρατο κατ’ αὐτοῦ κατ’ οἰκονομίαν τὴν ἄνωθεν. Τίνα τρόπον;
Ἵνα πάσχῃ καὶ πάσχων ὑπομιμνῄσκηται ἧς ἐξέπεσε δόξης καὶ ἐλευθερίας καὶ οἵαν ἀνθ’ οἵας δουλείαν ἠλλάξατο. Ἀλλ’ ἡ μὲν οἰκονομία τῶν δυνάμεων τῆς ψυχῆς ἥδε. Εἴπωμεν οὖν, ἄγε δή, καὶ τίς ἡ βάσις αὐτῆς, τίς ἡ παρατροπή, τίς ἡ ἀνόρθωσις.
θʹ. Τίς ἡ βάσις τῆς ἐν αὐτῇ νοερᾶς φύσεως; Κτίσας ὁ Θεὸς τὴν ψυχήν, οὐσίαν ζῶσαν, ἁπλῆν, ἀσώματον, λογικήν, νοεράν, αὐτεξούσιον, θελητικήν τε καὶ ἐνεργητικὴν ἐποίησεν αὐτήν, συμπλάσας τῷ σώματι ὥσπερ κτιστήν, οὕτω δὴ καὶ τρεπτὴν ἤτοι ἐθελότρεπτον, εἰς τὴν προαίρεσιν θεὶς αὐτῆς τὸ αἱρεῖσθαι τὸ ἀγαθόν, μένειν τε καὶ προκόπτειν ἐν αὐτῷ. Τὸν γὰρ ἄνθρωπον ὅλον φύσιν ἐποίησεν ἀναμάρτητον, ὡς καὶ ἄνωθεν εἴρηται, ἔχοντα καὶ θέλησιν αὐτεξούσιον· ἀναμάρτητον δὲ οὐχ ὡς μὴ δεκτικὸν ἁμαρτίας, —μόνον γὰρ τὸ θεῖον ἀνεπίδεκτον ἁμαρτίας—ἀλλ’ ὡς μὴ ἐν τῇ φύσει, ἐν τῇ προαιρέσει δὲ μᾶλλον καὶ ἐν ἐξουσίᾳ, τὸ ἁμαρτάνειν ἔχοντα. Τρεπτῆς οὖν αὕτη οὖσα φύσεως, ὡς ἔφθην εἰπών, τροπὴν ἀπονυστάξασα τῆς ἐπὶ τὰ θεῖα σχολῆς ὑπομένει, ὑπὸ τὸ χοϊκὸν κατολισθήσασα φρόνημα καὶ τῷ θελήματι τοῦ παθητικοῦ μέρους αὐτῆς καθυπαχθεῖσα.
Ἀλλ’, εἰ δοκεῖ, πρόσεχε τῇ περὶ τούτου διαιρέσει τοῦ λόγου. Ἡ ψυχὴ σχολὴν ἐν θείοις ἄγουσα πράγμασι καὶ μελέτην ποιουμένη τοὺς λόγους τῶν γεγονότων ἢ γινομένων, ὅπως φύσεως ἢ κινήσεως ἢ καὶ κρίσεως ἔχουσι, θείᾳ καὶ ἀδιαλείπτῳ προσανέχουσα προσευχῇ μετὰ δακρύων καὶ κατανύξεως, πλατύνεται εἰς ἀγάπην τοῦ τὰ πάντα δημιουργήσαντος καὶ διὰ τῆς καλλονῆς τῶν τοιούτων πρὸς αὐτὸν ἀνατρέχει καὶ τῆς αὐτοῦ θεώσεως ἐν μεθέξει καὶ χάριτι γίνεται. Οὕτως ἔχουσα καὶ οὕτω σχολάζουσα ἐν πράγμασι θείοις, τρέπει τὰς ἐκτὸς ἐνεργείας τῶν αἰσθήσεων πάσας πρὸς τὰς ἔνδον αἰσθήσεις αὐτῆς.
Αἰσθήσεις δὲ ὥσπερ τοῦ σώματός εἰσιν ὅρασις, ἀκοή, ὄσφρησις, γεῦσις καὶ ἁφή, οὕτω καὶ τῆς ψυχῆς νοῦς, λόγος, αἴσθησις νοερά, γνῶσις καὶ ἐπιστήμη. Εἰς τὴν τούτων οὖν ἐνέργειαν τρέψασα, ὡς εἴρηται, τὰς ἐκτὸς αἰσθήσεις, διὰ μὲν τοῦ νοὸς αὐτῆς τὰς διανοήσεις καὶ ἐνθυμήσεις τῶν λογισμῶν διακρίνει ἀπταίστως καὶ τούτων τὰ μὲν θεῖα προσίεται, τὰ δὲ χοϊκὰ μακρὰν ἀφ’ ἑαυτῆς ἀποπέμπεται· διὰ δὲ τοῦ λόγου τὰς φυσικὰς κινήσεις τῶν ὄντων διερμηνεύει καὶ διατρανοῖ τοῖς πᾶσιν ἀφθόνως τὴν τούτων φύσιν τε καὶ ἀλήθειαν· διὰ δὲ τῆς νοερᾶς αἰσθήσεως τὴν ἐπιστήμην τῆς οὐρανίου σοφίας καὶ γνώσεως ὑποδέχεται καὶ οὕτω πᾶσαν περάσασα τὴν ἐκτὸς αἴσθησιν εἰς τὰ ὑπὲρ αἴσθησιν γίνεται καὶ τῶν ἀοράτων ἀγαθῶν κατατρυφᾷ τοῦ Θεοῦ, τὰς γενικὰς ἀρετὰς κατὰ φύσιν ἑστώσας ἔχουσα καὶ συνημμένας ταῖς γενικαῖς δυνάμεσι τοῦ νοός, ὡς φέρ’ εἰπεῖν, τὴν μὲν σωφροσύνην τῇ τοῦ νοὸς συνέσει, τὴν δὲ φρόνησιν τῇ αὐτοῦ ἀγχινοίᾳ, τὴν δὲ δικαιοσύνην τῇ αὐτοῦ καταλήψει καὶ τὴν ἀνδρείαν τῇ αὐτοῦ ἐντρεχείᾳ. Δυνάμεις γὰρ αὗταί εἰσι γενικαὶ τοῦ νοός, σύνεσις, ἀγχίνοια, κατάληψις καὶ ἐντρέχεια.
Αὕτη οὖν ἐστιν, ὡς ἐν ἐπιτόμῳ εἰπεῖν, ἡ κατὰ φύσιν βάσις αὐτῆς ἐν τῇ τῶν πραέων γῇ, ἥτις ἐστὶν ὁ θεῖος παράδεισος, ὁ τοῦ Θεοῦ τόπος, τὸ τῶν ἄνω δυνάμεων ἐνδιαίτημα, ἐν ᾗ στήσας τὸν ἄνθρωπον ὁ Θεὸς ἐργάζεσθαι τῶν θείων ἐννοιῶν τὰ φυτὰ ἐνετείλατο καὶ φυλάσσειν τὴν εὐγνωμοσύνην καὶ δούλωσιν καὶ τιμὴν τῷ οἰκείῳ δημιουργῷ καὶ δεσπότῃ διὰ μετριοφροσύνης καὶ εὐσεβείας. Ὁ γὰρ τὴν νοερὰν ἐργασίαν διὰ τῶν εἰρημένων ἐργαζόμενος φιλοπόνως μεθ’ ὑπομονῆς πολλῆς καὶ θεωρίας τῶν ὄντων ἐν τῷ νοητῷ παραδείσῳ ἄλλως τὴν ταύτης φυλακὴν τηρῆσαι ἄσυλον οὐ δυνήσεται, εἰ μὴ χάρακα ταπεινοφροσύνης θήσῃ εἰς φυλακὴν μὲν αὐτῆς, ἀποτροπὴν δὲ τῶν ἐναντίων τῆς ὑπερηφανίας πνευμάτων.
Τῆς φυλακῆς οὖν οὕτω τηρουμένης, καὶ ἡ βάσις τῆς ψυχῆς ἀπαράτρεπτος ἵσταται, καθὼς διεξοδικώτερον κἀν τοῖς Κεφαλαίοις ἡμῶν τῆς πρώτης ἑκατοντάδος τῶν πρακτικῶν εἰρήκαμεν. Τοῦ γὰρ νοὸς ἐν τοῖς ὑπὲρ φύσιν χωρήσαντος, αἱ αἰσθήσεις κατὰ φύσιν ἑστῶσαι ἀπαθῶς ταῖς αἰτίαις προσομιλοῦσι, τοὺς λόγους μόνους καὶ τὰς φύσεις αὐτῶν ἐρευνῶσαι καὶ ἀψευδῶς διακρίνουσαι τὰς τούτων ἐνεργείας ὁμοῦ καὶ ποιότητας, μὴ προσπάσχουσαι ἢ σχετικῶς παρὰ φύσιν κινούμεναι πρὸς αὐτάς. Ἀμεληθείσης δὲ δυστυχῶς, ἐπὶ τὰ αἰσθητὰ κλίναντος τοῦ νοός, εὐθὺς καὶ ἡ παρατροπὴ διὰ τῆς τῶν αἰσθήσεων ἀφυλάκτου κινήσεως τῆς ψυχῆς ἕπεται.
Τίς οὖν ἐστιν ἡ ἐκ τῶν τοιούτων παρατροπὴ τῆς ψυχῆς καὶ πῶς ἆρα καὶ τίνα γίνεται τρόπον, ἐντεῦθεν ὁ λόγος ἐρεῖ ὡς ὑπὸ τοῦ Λόγου ἄνωθεν ὁδηγούμενος.
ιʹ. Τίς ἡ ταύτης ἐκ τοῦ κατὰ φύσιν παρατροπή; Οὕτω τοίνυν τῆς ψυχῆς συναπτομένης διὰ τῆς τοῦ λογικοῦ μέρους ἐπικρατείας ταῖς γενικαῖς ἀρεταῖς καὶ ταῖς ἀσωμάτοις καὶ νοεραῖς φύσεσι, τὸν ἄρτον τε αὐτῶν συνεσθιούσης αὐταῖς καὶ λογιζομένης καὶ νοούσης ὀρθῶς καὶ ἕκαστα κρινούσης ἀνεπισφαλῶς, τά τε θεῖα ὁμοῦ καὶ ἀνθρώπινα, καὶ τὸν κολοφῶνα τῶν ἀρετῶν, αὐτὴν τὴν εὐσέβειαν, ἐν ἀγάπῃ πλουτούσης, οἷά τις ἐπίγειος ἄγγελος τοῖς ὁρῶσιν ὀρθῶς ὁρᾶται ὁ ἄνθρωπος, δι’ ἔργων τε εὐσεβείας καὶ λόγων θεοπνεύστων οὐράνιος ἄνθρωπος δείκνυται καὶ νοεῖται αὐτοῖς.
Ἐπειδὴ δὲ ὥσπερ ἀσωμάτου καὶ νοερᾶς ἔτυχε φύσεως, οὕτω δὴ καὶ τρεπτῆς ἡ ψυχή, —πᾶν γὰρ γενητὸν καὶ τρεπτόν ἐστιν—ἡνίκα τῆς ἀνατάσεως καὶ τῆς γεωργίας τῶν ἀθανάτων ἐκείνων φυτῶν καὶ τῆς φυλακῆς ἀμελήσασα τῶν τοιούτων, ἐπὶ τὴν λίχνον ὅρασιν καὶ ἀντίληψιν, φεῦ, τῶν ὁρωμένων ὑποχαλάσῃ τὸ ἑαυτῆς ὀπτικόν, τρέπεται δυστυχῶς ἐπὶ τὴν προσπάθειαν εὐθὺς τῶν ἀνθρωπίνων πραγμάτων καὶ τῆς παρὰ φύσιν κινήσεως γίνεται. Διὸ καὶ τῆς μὲν δόξης τῶν ἀνθρώπων ὡς οὔσης, τῆς μηδαμῶς οὔσης, ἀντιποιεῖται, τῆς δὲ φιλαργυρίας διὰ πλεονεξίαν ἀντέχεται καὶ τὴν φιληδονίαν δι’ ἐμπαθεστάτης ἀσπάζεται διαθέσεως, βασιλευθεῖσα ὑπὸ τοῦ ἀλογωτέρου μέρους αὐτῆς.
Ἔνθεν τοι καὶ διὰ μὲν τῆς ὑπερηφανίας τοῦ λογιστικοῦ δαιμονιώδης κατασκευάζεται, διὰ δὲ τῆς ἀπανθρώπου καὶ πλεονεκτικῆς τοῦ θυμικοῦ φιλαργυρίας γίνεται θηριώδης, διὰ δὲ τῆς τοῦ ἐπιθυμητικοῦ φιληδονίας καὶ τῶν ἡδονῶν τῆς σαρκὸς ἀποτελεῖται κτηνώδης, ἐκπίπτουσα μὲν τῆς πρὸς Θεὸν πίστεως διὰ τὸ λαμβάνειν δόξαν παρὰ ἀνθρώπων κατὰ τὴν τοῦ Κυρίου φωνήν, ἐκτρεπομένη δὲ τῆς σωφροσύνης καὶ καθαρότητος διὰ τὸ ταῖς ἀτάκτοις ὑπείκειν ὁρμαῖς τοῦ σώματος, ἐξοστρακιζομένη δὲ τῆς ἀγάπης διὰ τὸ μόνον ἑαυτῇ περιέπειν τὰ χρήματα.
Εἰ γὰρ καὶ σωματικῶς παρὰ παντὸς τοῦ μὴ προσέχοντος ταῦτα πράττεται, ἀλλὰ συνδιατιθεμένην ἔχει πρὸς ταῦτα τὴν ἰδίαν ψυχὴν ἕκαστος ὑπὸ τοῦ ἀλογωτέρου βασιλευομένην μέρους αὐτῆς. Σῶμα γὰρ δίχα τῆς ζωογονούσης καὶ κινούσης τοῦτο ψυχῆς νεκρόν ἐστι καὶ εἰς πᾶσαν ἐργασίαν ἀκίνητον.
Τηνικαῦτα τοίνυν ὑπερηφανίᾳ, θυμῷ καὶ ἐπιθυμίᾳ δουλεύουσα, ὡς τῆς κατὰ φύσιν παρατραπεῖσα βάσεως, πολύμορφός τις καὶ ἐκ πολλῶν τῶν ἑαυτῇ ἐναντιουμένων συντεθειμένη δείκνυται· ὁ γὰρ θυμός, ὥς μοι κἀν τοῖς Κεφαλαίοις πεφιλοσόφηται, μεθόριόν ἐστιν ἐπιθυμίας καὶ τοῦ λογιστικοῦ τῆς ψυχῆς, ὅπλον οἷον ἑκάστῳ ὢν ἐν τῇ παρὰ φύσιν ἢ καὶ κατὰ φύσιν κινήσει αὐτοῦ. Κινουμένης μὲν γὰρ τῆς ἐπιθυμίας καὶ τοῦ λογιστικοῦ κατὰ φύσιν ἐπὶ τὰ θεῖα, ὅπλον ἐστὶν ὁ θυμὸς ἑκάστῳ δικαιοσύνης κατὰ μόνου τοῦ ὑποψιθυρίζοντος ὄφεως τῇ τῆς ψυχῆς διανοίᾳ καὶ ὑποτιθεμένου αὐτῇ εἰς τὸ ἅψασθαι τῆς μεταλήψεως τῶν τῆς σαρκὸς ἡδονῶν καὶ τῆς τῶν ἀνθρώπων ἀπογεύσασθαι δόξης. Παρατραπεῖσι δὲ τούτοις τῆς κατὰ φύσιν κινήσεως καὶ μεταβαλοῦσιν εἰς τὸ παρὰ φύσιν τὴν δύναμιν καὶ ἀπὸ τῆς πρὸς τὰ θεῖα σχολῆς τε καὶ νεύσεως καταπεσοῦσιν ἐπὶ τὰ κάτω τε καὶ ἀνθρώπινα, καὶ τὸ θυμικὸν εἰς ὅπλον ἀδικίας πρὸς ἁμαρτίαν ὡσαύτως μεθίσταται, μαχομένων δι’ αὐτοῦ ἐκείνων καὶ ἐπιτιθεμένων τοῖς ἀναχαιτίζουσι τὰς ὁρμὰς καὶ τὰς ὀρέξεις αὐτῶν.
Ἐν τούτοις τοιγαροῦν καὶ πολλαῖς ἄλλαις καὶ διαφόροις αἰτίαις, ταῖς ἐφεπομέναις τοῖς τρισὶ γενικωτάτοις λογισμοῖς τῶν παθῶν, ἡ παρατροπὴ τῆς ψυχῆς γίνεται, ἃς καὶ πλατύτερον ἐν ἄλλαις ἐξηπλώσαμεν λογικαῖς ὑποθέσεσιν. Τίς δὲ ἡ ἐκ τούτων ἐπανόρθωσις τῆς ψυχῆς καὶ ἡ ἐπαναστροφὴ ἐπὶ τὴν βάσιν αὐτῆς τὴν φυσικήν, ἐντεῦθεν ἐροῦμεν, ὡς ἡ ὑπόσχεσις.
ιαʹ. Τίς ἡ ἀνόρθωσις; Τὸν ἄνθρωπον αὐτεξούσιον ὁ Θεὸς καὶ ἄρχοντα εἶναι τῶν ἰδίων ἔργων ποιήσας, δέδωκεν αὐτῷ καὶ τὸ περὶ τῶν εἰκότων καὶ συμφερόντων βουλεύεσθαι ὡς κυρίῳ πάσης τῆς ἀποτελουμένης δι’ αὐτοῦ πράξεως. Πᾶσα γὰρ βουλὴ πράξεως ἕνεκα καὶ διὰ πρᾶξιν πάντως τινά. Καὶ ἐπεὶ τῶν γινομένων τὰ μὲν ἐφ’ ἡμῖν εἰσι, τὰ δὲ οὐκ ἐφ’ ἡμῖν, ἐφ’ ἡμῖν δέ εἰσιν, ὧν ἡμεῖς ἐσμεν αὐτεξούσιοι τοῦ ποιεῖν τε καὶ μὴ ποιεῖν, τουτέστι πάντα τὰ δι’ ἡμῶν ἑκουσίως πραττόμενα—κυρίως γὰρ ἐφ’ ἡμῖν ἐστι τὰ ψυχικὰ πάντα καὶ περὶ ὧν βουλευόμεθα, ἡ δὲ βουλὴ τῶν ἐπίσης ἐνδεχομένων ἐστίν—, εἰκότως ἄρα τὴν τούτων αἵρεσιν κατὰ γνώμην ποιεῖται ὁ νοῦς ὁ ἡμέτερος, ὃς καὶ ἀρχὴ πάσης πράξεώς ἐστιν. Τὰ γοῦν ἐπίσης ἐνδεχόμενά εἰσιν, οἷον τὸ κινεῖσθαι καὶ μὴ κινεῖσθαι, ὁρμᾶν καὶ μὴ ὁρμᾶν, ὀρέγεσθαι τῶν ἀναγκαίων καὶ μὴ ὀρέγεσθαι, χαίρειν ἐφ’ οἷς δεῖ καὶ μὴ χαίρειν, ὁμοίως καὶ ἐφ’ οἷς οὐ δεῖ καὶ ὅσα τοιαῦτα, ἐν οἷς τὰ τῆς ἀρετῆς ἔργα καὶ τὰ τῆς κακίας ἐστί· τούτων γάρ ἐσμεν αὐτεξούσιοι.
Τῶν οὖν ὅρων ἐπιβῆναι τῆς ἀρετῆς ἐκ μεταμελείας ἡ ψυχὴ βουλευθεῖσα καὶ στῆναι φυσικῶς ἐν τῇ φυσικῇ αὐτῆς βάσει καλῶς κρίνασα, τὴν πρὸς τὰ ἄνω φέρουσαν βαίνειν ἄρχεται ἀπλανῶς, ὕπνον τοῖς βλεφάροις τοῦ σώματος αὐτῆς ἢ νυσταγμὸν ἢ τοῖς κροτάφοις ἀνάπαυσιν μὴ διδοῦσα, ἕως οὗ, διὰ πόνων πολλῶν καὶ δακρύων, τόπον ἀπαθείας ὡς πύλην τινὰ εἰσάγουσαν εἰς βασίλεια εὑροῦσα, εἰς τὸ ἁγιαστήριον εἰσέλθῃ τῆς γνώσεως τοῦ Θεοῦ· καὶ γνώσεται τὰ ὄντα, ᾗ ὄντα ἐστί, καὶ διὰ τῆς ἐνυποστάτου σοφίας τοῦ Λόγου εἰς τὰ ἔσχατα τέλη τῶν ἀνθρωπίνων ἴδῃ πραγμάτων ἐν Πνεύματι καὶ τῶν κάτω καταφρονήσασα ἐπὶ τὰ ὑψηλὰ ὄρη τῆς θεωρίας καὶ τὴν φίλην ἐκείνην βάσιν κατὰ τὰς ἐλάφους καὶ αὕτη διψητικώτατα ἀναδράμῃ, οὗ χάριν καὶ πάσας ὡς εἰπεῖν τὰς ἀρετὰς ἀσπάζεται, τῆς τε σιωπῆς τῶν χειλέων ἐπιμελεῖται καὶ τὴν πασῶν τῶν αἰσθήσεων κώφευσιν εἰς βοήθειαν ἑαυτῆς φρονίμως ἀναλαμβάνεται.
Ἐντεῦθεν οὖν λαβὼν τὴν τούτων ἀργίαν ὁ νοῦς, τὰς ἐκτὸς καθ’ ἑαυτοῦ ἐναποκλείσας εἰσόδους, κατανοεῖν ἑαυτὸν ἄρχεται καὶ τὰς ἰδίας κινήσεις, καὶ οὕτως, ὥσπερ τις ἡγεμὼν αὐτοκράτωρ, μέσον ἱστάμενος ἐννοιῶν κρίνει καὶ διαιρεῖ τοὺς κρείττονας τῶν λογισμῶν ἀπὸ τῶν χειρόνων καὶ τοὺς μὲν αὐτῶν ἀσπάζεται, τοὺς δὲ ἀποπέμπεται καὶ τὸν πενθήρη χιτῶνα τῶν σκοτεινῶν ἔργων ἀποδύεται, ἤδη τὸν φωτεινὸν ἐνδυσάμενος διὰ τῆς μετουσίας τοῦ Πνεύματος. Καὶ εἰκότως· ἀποσκευασαμένη γὰρ ἡ ψυχὴ τὴν πονηρίαν καὶ τὸ περίεργον φρόνημα τῆς φαύλης ἀλαζονείας, ἁπλῆν δὲ καὶ ἄκακον τὴν διάνοιαν ἐξ ἐπιδημίας τοῦ θείου καταπλουτήσασα Πνεύματος, εὐθὺς Θεοῦ τε καὶ ἑαυτῆς γίνεται, ὑπερβᾶσα τὰ χαλεπὰ τῆς ἀπιστίας βάραθρα καὶ τὴν φιλαυτίαν εἰς τὸ παντελὲς ἀπορρίψασα.
Ἔνθεν τοι καὶ θερμῇ χρησαμένη τῇ μετανοίᾳ, σώματος ὑγείας οὐ φείδεται, οὐ πρὸς τὴν τραχύτητα τῶν ἔργων τῆς ἀρετῆς ἰλιγγιᾷ, οὐ πρὸς τοὺς πόνους ἀποκναίει τῶν ἐντολῶν, ἕως οὗ πάλιν ἔλθῃ τὰ γεννήματα τῆς δικαιοσύνης αὐτῆς. Καταγινομένη γὰρ διὰ τοῦ ὀργάνου αὐτῆς, ἤγουν τοῦ σώματος, μετὰ πάσης σπουδῆς περὶ τὴν ἐργασίαν τῶν ἐντολῶν καὶ τὰ χωρία φιλοκαλοῦσα τῆς ταπεινώσεως, ἔχει τὴν δρόσον ἄνωθεν τῶν δακρύων καὶ γεωργεῖ τὴν εἰς Θεὸν ἀγάπην καὶ πίστιν καὶ τὴν πρὸς τὸ ὁμογενὲς συμπάθειαν, δι’ ὧν καὶ ἀναμορφουμένη τὸ κάλλος ἡ ψυχὴ τῆς εἰκόνος Χριστοῦ, φῶς ἔκτοτε γίνεται τοῖς ἀνθρώποις καὶ ταῖς ἀκτῖσι τῶν ἀρετῶν ἐφέλκεται πρὸς ἑαυτὴν τὰς ὁράσεις αὐτῶν καὶ πάντας κινεῖ πρὸς δοξολογίαν Θεοῦ, ἤδη περὶ τὴν φυσικὴν βάσιν αὐτῆς στήσασα ὡς πάλαι τὰς βάσεις αὐτῆς καὶ αὖθις κυκλοειδῶς τὰ ἄκρα συνάψασα τῶν καλῶν καὶ ταῖς θείαις καὶ φίλαις τῶν ἀγγέλων συναφθεῖσα δυνάμεσιν.
Πᾶσα δὲ βάσις κατά τινα τόπον κείμενον γίνεται· τόπος δὲ βάσεως ψυχικῆς οὐδεὶς ἂν ἕτερός ἐστιν ἢ αὐτὸς ὁ Θεός, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ σοφοῦ Σολομῶντος· «ὅταν ἀναβῇ Πνεῦμα τοῦ ἐξουσιάζοντος ἐπὶ σέ, τόπον σου μὴ ἀφῇς», εἰς ὃν ἐκ μεταμελείας ἐπανακάμψασα ἡ ψυχή, τὰς αἰσθήσεις δηλονότι τοῦ σώματος μύσασα, ἵστησιν ἐν αὐτῷ πάλιν τὰς ἑαυτῆς βάσεις ἑδραιότερον ἢ πρώην, ὅθεν οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα, ὅτι αὐτὸς μετ’ αὐτῆς ἐστι, κατὰ τὸν θεῖον Δαβὶδ οὕτω λέγοντα· «οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ».
Ἀλλὰ καὶ τὸν περὶ φυσικῆς βάσεως λόγον, ἐν ᾗ φυσικῶς ἵστασθαι πέφυκεν ἀσάλευτος ἡ ψυχή, ἀποδεδώκαμεν ἤδη τοῖς φίλοις ὑμῖν. Φέρε δὲ καὶ τίνα τὰ τῆς ψυχῆς ἴδια εἴπωμεν.
ιβʹ. Τίνα τὰ τῆς ψυχῆς ἴδια; Χρὴ τοίνυν εἰδέναι ὡς ἴδια μὲν τοῦ σώματος μόνου τομὴ καὶ ῥεῦσις καὶ μεταβολή, ὡς ἡ φιλοσοφία φησί· μεταβολὴ μὲν ἡ κατὰ ποιότητα ἤγουν θερμασίαν καὶ ψῦξιν καὶ τὰ τοιαῦτα, ῥεῦσις δὲ ἡ κατὰ κένωσιν· κενοῦται γὰρ ξηρὰ καὶ ὑγρὰ καὶ πνεύματα, ὧν καὶ τῆς ἀναπληρώσεως χρῄζει, ὡς ἐντεῦθεν φυσικὰ φαίνεσθαι πάθη τήν τε πεῖναν καὶ τὴν δίψαν τοῦ σώματος. Ἴδιον δὲ τῆς ψυχῆς λέγει τὴν εὐσέβειαν καὶ τὴν νόησιν· κοινὰ δὲ ψυχῆς καὶ σώματος τὰς ἀρετάς, ἐχουσῶν καὶ τούτων ἐπὶ τὴν ψυχὴν τὴν ἀναφοράν.
Ἀλλ’ ἡ μὲν φιλοσοφία περὶ τούτων οὕτω φησίν. Ἡμεῖς δὲ τὰς ἀφορμὰς ἐκεῖθέν τε καὶ ἀπὸ τῆς θείας λαβόντες Γραφῆς, φαμὲν ὅτι πρὸς τούτοις ἴδια κυρίως τοῦ λογιστικοῦ μέρους τῆς ψυχῆς εἶναι τὴν γνῶσιν τῶν ὄντων, καὶ τοῦτο δῆλον ἐκ τῆς τοῦ Ἀδὰμ γνώσεως, ὅπως γνοὺς τὰς φύσεις τῶν ζώων καὶ αὐτῆς τῆς Εὔας οἰκείως καὶ καταλλήλως ἑκάστῳ τούτων τὴν κλῆσιν τέθεικεν· ἔτι δὲ τὸν ἐνδιάθετον λόγον, τὴν νοερὰν αἴσθησιν, τὸ διανοητικόν, τὰς νοήσεις τῶν νοητῶν, τὰς ἀρετάς, τὰς ἐπιστήμας, τῶν τεχνῶν τοὺς λόγους, τὸ βουλευτικόν, τὸ προαιρετικόν, τὸ μνημονευτικόν· τὸ γὰρ φανταστικὸν δύναμίς ἐστι τοῦ ἀλογωτέρου μέρους αὐτῆς διὰ τῶν ἐκτὸς ἐνεργοῦσα αἰσθητηρίων· ὁμοίως δὲ καὶ ἡ αἴσθησις ἀντιληπτικὴ δύναμίς ἐστιν αὐτῆς τῶν ὑλῶν ἤγουν διαγνωστική.
Ἀμέλει καὶ διὰ μὲν τοῦ διανοητικοῦ αὐτῆς ἡ ψυχὴ ποιεῖται τὰς κρίσεις τῶν λογισμῶν καὶ τὰς ὁρμὰς πρὸς τὰς πράξεις τοῦ σώματος, λαμβάνει δὲ καὶ τὰς ἀφορμὰς ἀπὸ τῆς ὀρθῆς κρίσεως καὶ ἀποφεύγει τὰς οὐ καλὰς πράξεις.
Διὰ δὲ τοῦ ἐνδιαθέτου λόγου διεξέρχεται τὰς γνώσεις καὶ ἐν σιωπῇ χειλέων τῶν ὄντων αὐτῶν ἐξετάζει τοὺς λόγους καὶ λόγον ὅλον παρ’ ἑαυτῇ συντίθεται· διὰ γὰρ τοῦ ἐνδιαθέτου τούτου ἄνευ τινὸς ἐκφωνήσεως πολλάκις κἀν τοῖς ὀνείροις ἑαυτῇ λαλεῖ καὶ μεθ’ ἑτέρων τινῶν διαλέγεται.
Κατὰ τοῦτο γὰρ καὶ λογικὸς ὁ ἄνθρωπος λέγεται· ὁ γὰρ προφορικὸς λόγος ἄγγελός ἐστιν ἐνθυμήσεων καὶ νοημάτων τοῦ νοῦ, δι’ οὗ καὶ λαλητικοὶ λεγόμεθα. Διὰ δὲ τῆς νοερᾶς αἰσθήσεως αἰσθάνεταί πως μυστικῶς τε καὶ νοερῶς τῶν γενομένων ἐν αὐτῇ τοῦ ἁγίου Πνεύματος ἐνεργειῶν καὶ φωτοχυσιῶν, ὡσαύτως τῶν κινήσεών τε καὶ ἐλλάμψεων, ἔσθ’ ὅτε καὶ τῆς φωνῆς ἀκούει αὐτοῦ, λαλοῦν γάρ ἐστι, ἀλλὰ καὶ τὰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου νοεροῖς ὁρᾷ ὀφθαλμοῖς δι’ αὐτῆς, ναὶ δὴ καὶ τὰ μέλλοντα γενέσθαι πολλάκις ἐν γνώσει βεβαίᾳ μανθάνει, γρηγοροῦσα καθ’ ὕπαρ καὶ καθεύδοντος τοῦ σώματος ἐν ὁράμασιν, ἃ καὶ προλέγουσα ἕκαστον αὐτῶν εἰς τὸν ἴδιον ἐκβαίνει καιρόν. Καὶ διὰ μὲν τοῦ βουλευτικοῦ σκέπτεται, περὶ ὧν πραγμάτων διανοεῖται τοῦ μετελθεῖν, εἴτε θείων ἢ ἀνθρωπίνων, καὶ τὸ αἱρεθὲν αὐτῇ διακρίνει καὶ πρὸς αὐτὸ διατίθεται, ἀσπαζομένη τοῦτο καὶ μετερχομένη ἐκθύμως. Διὰ δὲ τοῦ προαιρετικοῦ δοκιμάζει καθ’ ἑαυτὴν τῶν τεχνῶν καὶ ἐπιστημῶν τοὺς λόγους καὶ ἣν αἱρεῖται καὶ ἀγαπᾷ ἐπιστήμην εὐθέως μετέρχεται. Διὰ δὲ τοῦ μνημονευτικοῦ ὧν τε ἐδόξασεν ἀπὸ τῆς αἰσθητικῆς ἀντιλήψεως τοὺς λόγους καὶ εἰς ἔργον ἐξήγαγεν, ὧν τε διὰ τῆς ἀντιληπτικῆς τοῦ νοὸς δυνάμεως νενόηκεν, ὧν καὶ τοὺς τύπους ἐν ἑαυτῇ ὡς ἐν πίνακι διασῴζει, ἀναμνημονεύουσα φέρει ἐπὶ μνήμης καὶ διὰ γλώττης περὶ τούτων διηγεῖται τοῖς ἐντυγχάνουσιν.
Καὶ περὶ μὲν τῶν ἰδίων τῆς ψυχῆς τοσαῦτα. Φέρε δὲ εἴπωμεν μεθ’ οἵων τῶν ἰδίων καὶ οὐκ ἰδίων ἐξερχομένη τοῦ σώματος καὶ τῆς παρούσης ζωῆς ἐπὶ τὴν μέλλουσαν διαβαίνει.
ιγʹ. Μεθ’ οἵων τῶν ἰδίων καὶ οὐκ ἰδίων ἐντεῦθεν ἀπαίρει; Ἴδια οὖν, ὡς εἴρηται, τοῦ λογικοῦ μέρους τῆς ψυχῆς τὸ διανοητικόν, ἡ γνῶσις τῶν ὄντων, ὁ ἐνδιάθετος λόγος, ἡ νοερὰ αἴσθησις, αἱ νοήσεις τῶν νοητῶν, αἱ γενικαὶ ἀρεταί, αἱ ἐπιστῆμαι, τῶν τεχνῶν οἱ λόγοι, τὸ βουλευτικόν, τὸ προαιρετικὸν καὶ τὸ μνημονευτικόν· τὸ δέ γε φανταστικὸν καὶ αἱ τοῦ σώματος αἰσθήσεις ἴδιά εἰσι τοῦ ἀλογωτέρου μέρους αὐτῆς. Τούτων τὰ μὲν ἔχει καὶ φέρει, τοῦ σώματος καὶ τῆς παρούσης ἐξερχομένη ζωῆς, τὰ δὲ οὔ.
Ἔστι δὲ ὅτε καὶ ἀπὸ τῶν οὐκ ἰδίων τινὰ μεθ’ ἑαυτῆς ἐπιφέρεται. Ψυχῆς δὲ φύσει ἀλλότρια πάντῃ καὶ οὐδαμῶς ἴδια φθόνος, μνησικακία, δειλία ἡ ἐμπαθὴς καὶ φόβος· πάθη γὰρ ταῦτα ψυχῆς καὶ οὐκ ἴδια· μεθ’ ὧν εἰ συναπέλθῃ, τοῦ σώματος ἐκδημήσασα εἰς τὴν ἐκεῖθεν ζωήν, ὁ πατὴρ τοῦ φθόνου καὶ τῆς μνησικακίας διὰ τοῦ φόβου καὶ τῆς δειλίας ὡς ἰδίαν θεράπαιναν γνωρίσας αὐτὴν πρὸς ἑαυτὸν εἰς ᾅδου μυχοὺς ἐπισπᾶται. Οὗ τί ἂν γένοιτο ψυχῇ χαλεπώτερον ἐκπεσούσῃ Θεοῦ;
Ἀλλ’ εἰ μὲν εὐσεβῶς τε καὶ καθαρῶς τὴν ζωὴν διήνυσε τὴν παροῦσαν ἐν πάσῃ ἀγαθοεργίᾳ καὶ ἐργασίᾳ τῶν τοῦ Θεοῦ ἐντολῶν, ἔχει μεθ’ ἑαυτῆς ἀπαίρουσα πρὸς Θεὸν τὴν γνῶσιν τῶν ὄντων, τὸν ἐνδιάθετον λόγον, τὴν νοερὰν αἴσθησιν, τὰς νοήσεις τῶν νοητῶν καὶ τὸ μνημονευτικὸν ἐπὶ μᾶλλον, καταπαύει δὲ ἀπὸ τῶν λοιπῶν ἰδίων αὐτῆς, ὥσπερ καὶ ἀπὸ τῶν ἔργων τοῦ σώματος, καὶ ἡ κατασκήνωσις αὐτῆς γίνεται ἐν τόποις Θεοῦ δόξης.
Τόποι δὲ θεῖοι δόξης Θεοῦ αἱ ἄνω δυνάμεις τῶν οὐρανῶν καὶ τὰ τῶν ἀγγέλων στρατεύματα. Κατὰ γὰρ τὸ χάρισμα τοῦ ἁγίου Πνεύματος, ὃ εἴληφεν ἔτι ἐνδημοῦσα τῷ σώματι πρὸς τὸ συμφέρον ἡ ψυχὴ καὶ μεθ’ οὗ τῇ φανερώσει τοῦ Πνεύματος, ὥς φησι Παῦλος, ἐν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ εἰς οἰκοδομὴν ἐφανερώθη καὶ ὠφέλειαν τοῦ σώματος τοῦ Χριστοῦ, ἢ λόγον σοφίας τοῦ Πνεύματος φέρουσα ἢ λόγον γνώσεως ἐν τῷ αὐτῷ Πνεύματι ἢ χαρίσματα ἰαμάτων κατὰ τὸ αὐτὸ Πνεῦμα ἢ σημείων ἐπίδειξιν ἢ ἀντίληψιν τῶν καταπονουμένων ἢ κυβέρνησιν Ἐκκλησίας Θεοῦ καὶ λαοῦ ἢ βουλὴν βεβαίαν ἐν ἁγίῳ καὶ τῷ αὐτῷ Πνεύματι ἢ κατὰ δαιμόνων ἰσχὺν ἀπροσμάχητον ἢ σύνεσιν θείαν ἢ ἕτερόν τι τῶν καρπῶν τοῦ ἁγίου Πνεύματος, ἀγάπην τυχὸν ἀνυπόκριτον, χαρὰν ἐξ ἐλευθερίας παθῶν, εἰρήνην καὶ τὰ ἑξῆς, ὧν εἰ ἑνὸς εὐμοιρήσει ψυχή, μή τοι γε πάντων, Χριστοῦ ἐστιν, ὥσπερ οὐκ ἔστιν ἄρα, μὴ εὐμοιρήσασα, ἀναλόγως εὑρίσκει τὴν ἰδίαν αὐτῆς μονήν τε καὶ κατασκήνωσιν κατ’ ἀξίαν ἀπονεμομένην αὐτῇ εἰς τὰς διαφόρους ταύτας μονὰς τοῦ Θεοῦ.
Ταῖς γὰρ ἄνω τῶν ἀγγέλων δυνάμεσιν ἡ λογικὴ τῶν ἀνθρώπων φύσις διὰ πάσης ἀρετῆς τελειουμένη καὶ διὰ πάσης γνώσεως καὶ σοφίας ἀνυψουμένη τοῦ Πνεύματος, οἰκειοῦται τοῖς θείοις χαρίσμασι καὶ συνάπτεται ἀναλόγως ἑκάστῃ αὐτῶν ὡς κοινωνοῦσα τῷ λόγῳ αὐταῖς καὶ τὸ ἴδιον ἐπισπωμένη πασῶν, καθὼς καὶ ἐν τῷ πονηθέντι μοι λόγῳ τῆς τρίτης ἑκατοντάδος τῶν γνωστικῶν Κεφαλαίων, ναὶ δὴ καὶ ἐν τῇ Θεωρίᾳ τῆς οὐρανίου καὶ τῆς καθ’ ἡμᾶς ἱεραρχίας διεξοδικώτερον περὶ τῶν θείων δυνάμεων καὶ τοῦ τρόπου τῆς οἰκειώσεως πρὸς αὐτὰς τῶν τελείων ἀνεγραψάμην ψυχῶν.
Οὕτω τοίνυν κατασκηνώσασα μετὰ πότμον καὶ ἐν τοῖς θείοις τόποις τῆς τοῦ Θεοῦ δόξης ἐπαναπαυομένη, ὡς εἴρηται, ταῖς πτέρυξί τε τῶν ἀγγέλων, αἵτινές ποτέ εἰσιν αὗται, κατασκιαζομένη, ἐν εὐφροσύνῃ πάσῃ ἐστὶ καὶ χαρᾷ τῇ ἐλπίδι τῆς τῶν αἰωνίων τοῦ Θεοῦ ἀγαθῶν ἀπολαύσεως καὶ πρὸ τῆς μελλούσης τῶν θείων ἐκείνων πραγμάτων ἀποκαταστάσεώς τε καὶ ἀπολήψεως, μνημονεύουσα μὲν τῶν ἐναρέτων ἔργων αὐτῆς, ὧν εἰργάσατο ἐν τῇ πληρώσει τῶν τοῦ Θεοῦ ἐντολῶν, καὶ νοερῶς αἰσθανομένη αὐτῶν δι’ αὐτὴν γινομένων εὐποιϊῶν τε καὶ προσευχῶν, ἀλλὰ καὶ τῆς πρὸς Θεὸν ὑπὲρ αὐτῆς εὐχαριστίας καὶ ἀναρρήσεως, ἀποδεχομένη δὲ τὰ εἰς αὐτὴν καὶ ὑπὲρ αὐτῆς ἐνταῦθα θείῳ λόγῳ γινόμενα, ὡς τῷ ἀρεοπαγίτῃ μεγάλῳ Διονυσίῳ ἐν τῷ τῶν ἱερῶς κεκοιμημένων μυστηρίῳ δοκεῖ.
Εἰ γὰρ ὁ ζῶν ἔτι εὐσεβῶς καὶ δικαίως, γρηγορῶν καὶ καθεύδων, ἄγγελον εἰρήνης ὁδηγὸν ἔχει καὶ φύλακα, ὥς φησι τὸ ὅσιον λόγιον, φρουροῦντα τοῦτον καὶ σκέποντα, ἔσθ’ ὅτε καὶ ἐπὶ χειρῶν αἴροντα, ὡς μὴ προσκόψαι πρὸς λίθον ἁμαρτίας τὸν πόδα αὐτοῦ, πῶς οὐχὶ καὶ μετὰ πότμον αὐτόν τε καὶ τοὺς συλλειτουργοὺς ἕξει τούτου κατασκιάζοντας καὶ ἐπαναπαύοντας καὶ συνδιαιτωμένους αὐτοῦ τῇ ψυχῇ καὶ οἷον τὴν μνήμην κινοῦντας αὐτῆς εἰς τὸ ἀναμνημονεύειν τῶν παρ’ αὐτῆς γεγονυιῶν ποτὲ πράξεων ἀγαθῶν ἐν τῷ βίῳ ἢ καὶ ἀναγγέλλοντας αὐτῇ, ἀγγέλους ὄντας, καὶ νοερῶς ἐμφανίζοντας τὰ ὑπὲρ αὐτῆς ἐνταῦθα νόμῳ θείῳ παρὰ τῶν ἀνθρώπων γινόμενα;
Εἰ δὲ καὶ ὁ καθεύδων τῶν μεθημερινῶν φροντίδων εἰκόνας ἐν ὀνείροις φέρει καὶ μέμνηται τῶν παρ’ αὐτοῦ πραχθέντων, ὡς καὶ τῷ μεγάλῳ δοκεῖ Βασιλείῳ, καὶ περὶ αὐτῶν ἐν ὀνείροις ἡ ψυχὴ αὐτοῦ ἑτέροις καὶ ἑαυτῇ διαλέγεται καὶ πάλιν ἀφυπνιζόμενος τῶν ὁραθέντων αὐτῷ καθ’ ὕπνους ἐναργῶς ἐπὶ τὸ μνημονευτικὸν τῆς ψυχῆς αὐτοῦ φέρει, πολλῷ μᾶλλον τῶν πεδῶν ἡ ψυχὴ μετὰ θάνατον ἐλευθερωθεῖσα τοῦ σώματος καὶ γυμνὴ τῶν ἑαυτῆς γενομένη παθῶν καθαρώτερόν τε τὸ μνημονευτικὸν αὐτῆς φέρουσα τότε καὶ τὴν νοερὰν αἴσθησιν, τῶν ἑαυτῆς τρανότερον μνησθήσεται πράξεων ἢ ὅ τε ἔτι ζῶν καὶ καθεύδων· οὐ μόνον δέ, ἀλλὰ καὶ τῶν δι’ αὐτὴν ἢ καὶ ὑπὲρ αὐτῆς γινομένων κατὰ τὴν νοερὰν αἴσθησιν αὐτῆς αἰσθανθήσεται ὡς ἐν Θεῷ ζῶσα καὶ σὺν ἀγγέλοις αὐλιζομένη καὶ συνδιαιτωμένη αὐτοῖς.
Εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν οἱ μαθηταὶ τοῦ Χριστοῦ τρίτα καὶ ἔννατα καὶ τεσσαρακοστὰ καὶ ἐνιαύσια ὑπὲρ τῶν κεκοιμημένων ἐνομοθέτησαν γίνεσθαι, εὐποιΐας τε καὶ προσευχὰς ὑπὲρ αὐτῶν, ἀλλὰ καὶ ὑπὲρ τῶν ἁγίων ἀναρρήσεις τε καὶ ἐγκώμια.
Ἄλλως δὲ καὶ εἰ ζῶσι πάντες οἱ εὐσεβῶς ζήσαντες, κἂν ἐνθένδε ἀπαλλαγῶσιν, ὡς ὁ Λόγος φησὶ καὶ Υἱὸς τοῦ Θεοῦ· «ὁ Θεὸς γὰρ οὐ Θεὸς νεκρῶν, ἀλλὰ ζώντων», πάντως ζῶσιν ἑαυτοῖς καὶ αἴσθησίς τις ἐστιν—οὐ γὰρ τῶν νεκρῶν, ἀλλὰ τῶν ζώντων ἡ αἴσθησις—εἰ δὲ αἴσθησις, καὶ μνήμη τῶν ὑπ’ αὐτῶν γεγονότων ποτέ. Εἰκότως οὖν ὁ Λόγος ἀπέδειξε μνημονεύειν μετὰ θάνατον τὴν ψυχὴν τῶν ὑπ’ αὐτῆς πραχθέντων μετὰ σώματος ἐν τῇ παρούσῃ ζωῇ καὶ νοερῶς ἐπαισθάνεσθαι τῶν ὑπὲρ αὐτῆς γινομένων ἐνταῦθα παρά τινων, καὶ μάρτυς ὁ ἐν τῇ φλογὶ τηγανιζόμενος πλούσιος, μεμνημένος τῶν αὐτοῦ ἀδελφῶν καὶ παρακαλῶν ὑπὲρ ἐκείνων τὸν Ἀβραάμ.
Εἰ δὲ λέγει τις διὰ τὸ παραβολικῶς τοῦτο ὑπὸ τοῦ Κυρίου εἰρῆσθαι οὐκ ἔχειν συμβαίνουσαν πάντως ἐπὶ τῶν πραγμάτων καὶ τὴν ἀλήθειαν, ἐρωτῶ μαθεῖν πότερον αἱ παραβολαὶ πραγμάτων εἰκόνες εἰσὶν ἢ οὔ. Εἰ οὖν εἰσιν, οὐ κενὰς ἔχουσιν ἄρα αἱ παραβολαὶ τὰς ἱστορίας, ἀλλ’ ἐσομένας· εἰ δ’ ἐσομένας, καὶ ἀψευδεῖς· ἀληθεῖς ἄρα καὶ ὑπὲρ ἀληθινῶν καὶ μελλόντων γενέσθαι πραγμάτων αἱ παραβολαί, ἐπεὶ οὐδεὶς οὐδαμῶς εἰπεῖν ἰσχύσει παραβολὴν μὴ δυναμένου πράγματος γενέσθαι ποτέ. Παραβολὴ τοίνυν ἐστὶ λόγος ἐξ ἐνεστώτων πραγμάτων μηνύων τὸ μέλλον ἢ μέλλοντος πράγματος γενέσθαι εἰκών· ἢ παραβολή ἐστιν ἐσομένων πραγμάτων ἐμφερὴς εἰκὼν καὶ παράλληλος ἔμφασις. Ταύτην οὖν τὴν τοῦ πλουσίου παραβολὴν εἰπὼν ὁ Κύριος πρὸς ἡμᾶς παρέστησεν ἡμῖν τὴν τιμωρίαν τῆς μελλούσης κολάσεως καὶ αὐτοῖς ἀποκειμένης τοῖς δαίμοσιν, οὐ μὴν ἀλλὰ καὶ πᾶσι τοῖς ἁμαρτωλοῖς τοῖς μὴ τὸν ἔλεον εἰς τὸν πλησίον ποιήσασιν, ἀλλὰ μόνοις ἑαυτοῖς ἀποθησαυρίσασι τὸν ἴδιον πλοῦτον, ὃν ὡς οἰκονόμοι κατεπιστεύθησαν.
Εἰ οὖν μὴ ὡς ὑπὲρ μέλλοντος γενέσθαι πράγματος ταύτην ῥηθῆναι πιστεύσωμεν, σπερμολόγον ἄρα τῆς βλασφημίας τὸν ταύτην εἰρηκότα ἡγησόμεθα, λόγους εἰπόντα τυχὸν περὶ ἀνυποστάτων καὶ ἀδυνάτων πραγμάτων τῶν γενέσθαι μὴ δυναμένων ποτε· καὶ οὕτως οἰχήσεται καὶ περιαιρεθήσεται ἡμῖν πᾶσα σωτηρία καὶ πᾶσα ἐλπὶς ἐκπεσοῦσι τοῦ κεφαλαίου τῆς πίστεως.
Ἀλλ’ ἐάσαντες τοὺς κενοφωνοῦντας εἰς οὐδὲν χρήσιμον, τῆς ἀκολουθίας τοῦ λόγου ἐχώμεθα. Ζῶσιν οὖν, ὡς εἴρηται, πάντες οἱ εὐσεβῶς ζήσαντες, κἂν ἐνθένδε ἀπαλλαγῶσι. Καὶ οὐχ οὗτοι μόνοι, ἀλλὰ καὶ οἱ ἀσεβεῖς αὐτοί, ἀπεκδεχόμενοι τούτων ἕκαστος τῶν ἔργων αὐτοῦ τὴν ἀντιμισθίαν κατάλληλον. Καὶ ὅτι ἀληθές ἐστι τοῦτο, μαρτυροῦσι τῶν τε δικαίων τὰ θεῖα λείψανα καὶ τῶν ἀσεβῶν· τῶν μὲν ὅπως ἐν πάσχοντι σώματι κρατοῦσι τιθέμενα καὶ τὴν θεραπείαν τούτῳ παρέχουσι, καὶ ὅπως ὡς πηγή τις ἐκβλύζουσα μύρα καὶ νάματα εὐωδίας ἀρρήτου πληροῦσι τοὺς προσκυνοῦντας καὶ ἀσπαζομένους αὐτὰ μετὰ πίστεως, ἃ ζώντων εἰσὶν ὄντως καὶ οὐ νεκρῶν· τῶν δὲ ἔλεγχος ἀκριβὴς τὸ κρανίον ἐκεῖνο τὸ ἐρωτηθέν ποτε παρὰ τοῦ θεσπεσίου Μακαρίου καὶ περὶ τῶν ἀσεβῶν τῶν ἐν ταῖς βασάνοις τοῦ ᾅδου ὄντων δεδωκὸς ἀληθινὴν τὴν ἀπόκρισιν.
Οὐ μόνον δέ, ἀλλὰ καὶ ἄλλαι πολλαὶ πράξεις μαρτυροῦσι περὶ τούτου· ναὶ δὴ καὶ ἀποκαλύψεις ἔν τισι γεγονυῖαι διαφόρως ἐν διαφόροις καιροῖς, ὡς ἐν τῷ Λειμῶνι καὶ τοῖς Πατράσιν ἐμφαίνει ἡ βίβλος τῶν Ἀποφθεγμάτων καὶ παλαιῶν διηγήσεων.
Διὰ δὴ τοῦτο ζώντων ἀμφοτέρων μετὰ θάνατον, τῶν τε δικαίων καὶ τῶν ἁμαρτωλῶν, τοὺς μὲν ὡς συνόντας καὶ συμβασιλεύοντας Χριστῷ ἐν τῷ Θεῷ καὶ Πατρὶ καὶ τοῖς ἀγγέλοις συνδιαιτωμένους, ἔργα δικαιοσύνης δηλαδὴ καταλιπόντας εἰς μαρτυρίαν τῆς ἁγιωσύνης αὐτῶν ἐν τῇ τῶν πιστῶν Ἐκκλησίᾳ ἢ λόγους τυχὸν θεοπνεύστου διδασκαλίας εἰς ὠφέλειαν ψυχῶν καὶ ἀεὶ ἐμφανιζομένους ἐν ἐκκλησίαις διὰ τῆς θεοπνεύστου διδασκαλίας αὐτῶν καὶ ὁμιλοῦντας ἡμῖν, ἐγκωμιάζομεν, ὑμνοῦμεν ἐτησίως ἐν ταῖς μνήμαις αὐτῶν, κατὰ τὸ ὅσιον λόγιον «μνήμη δικαίου μετ’ ἐγκωμίων», γεραίρομεν, μύρα καὶ φωταψίαν Θεῷ τε καὶ αὐτοῖς προσάγομεν, ἵνα μέμνηνται ἡμῶν ἐν ταῖς ὑπὲρ τοῦ κόσμου πρεσβείαις αὐτῶν, παριστάμενοι τῷ τοῦ Θεοῦ θρόνῳ μετ’ εὐφροσύνης ἀρρήτου καὶ παρρησίας καὶ ἀποδεχόμενοι τὴν εὐχαριστίαν, ἣν εὐγνωμόνως ποιοῦμεν πρὸς τὸν Θεὸν ἐν ταῖς μνήμαις αὐτῶν, καὶ τὰς εἰς τοὺς πένητας ὑπὲρ αὐτῶν εὐποιΐας· τοῖς δέ, τὸν ἱλασμὸν ἐπευχόμεθα καὶ τῶν ἐπταισμένων τὴν ἄφεσιν, προσπίπτοντες τῷ Θεῷ καὶ δεόμενοι, ἵνα δοθῇ αὐτοῖς ἄνεσις τῶν κολάσεων, ἵνα ῥανίδος ἀπολαύσωσι φιλανθρωπίας καὶ τύχωσιν ἐλέους καὶ τῶν αὐτοῦ οἰκτιρμῶν, οὗ χάριν ἐλεημοσύνας καὶ διαδόσεις ποιοῦμεν εἰς πένητας, παννυχίους δεήσεις καὶ προσευχὰς κατὰ τὴν τῶν Ἀποστόλων παράδοσιν καὶ θυσίας ὑπὲρ αὐτῶν ἀναιμάκτους, ὡς πεπεισμένοι αἰσθάνεσθαι τῶν τοιούτων αὐτοὺς κατὰ νοερὰν αἴσθησιν καὶ τῆς ὠφελείας ἀντιλαμβάνεσθαι εἰς μικρὰν ἀνακωχὴν τῶν περιεχουσῶν τούτους θλίψεων, καθὰ τοῖς Ἀποστόλοις δοκεῖ τοῦ Χριστοῦ καὶ πολλοῖς τῶν Πατέρων ἀπεκαλύφθη.
Ἱκανῶς τοίνυν καὶ ὡς ὁ Λόγος τὸν λόγον εὐώδωσε περὶ τῶν ἰδίων ἔφημεν τῆς ψυχῆς. Φέρε οὖν εἴπωμεν καὶ ποῖ φέρεται μετὰ πότμον καὶ οἷον τὸ χωρίον, ἐν ᾧ τὴν ἑαυτῆς ποιεῖται κατάπαυσιν ἡ ψυχὴ καὶ οὕτω τὸν λόγον ἐπαναπαύσωμεν καὶ ἡμεῖς.
ιδʹ. Ποῖ φέρεται ἡ ψυχὴ μετὰ πότμον; Τῶν ἐκδημουσῶν ψυχῶν αἱ μέν εἰσι καθαραί τε καὶ εὐώδεις, θεοειδεῖς τε καὶ πεπληρωμέναι δόξης ἐνθέου καὶ ἀκραιφνεστάτου φωτός, αἱ τῶν ἁγίων, καὶ λάμπουσιν ἐκδημοῦσαι τοῦ σώματος ὡς ὁ ἥλιος ἐξ ἔργων δικαιοσύνης καὶ σοφίας καὶ καθαρότητος. Αὗται διὰ τῶν ἀπαγόντων φίλων ἀγγέλων πρὸς τὸ πρῶτον φῶς, τὸ ὑπερούσιον, τὸ ἄϋλον, τὸ καὶ ἀγγέλοις ἀκατανόητον, αὐτὸν τὸν Θεὸν τὸν ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι δοξαζόμενόν τε καὶ προσκυνούμενον ὑπὸ ἀπείρων δυνάμεων, οἷα δὴ φῶτα φανὰ τρίτης τάξεως διὰ δευτέρων φώτων ἀνέρχονται· οὗ γενόμεναι προσκυνοῦσι τῷ θρόνῳ τῆς δόξης αὐτοῦ ἐν ἁγνῷ φόβῳ καὶ χαρᾷ θείου Πνεύματος, παρισταμένων τῶν Χερουβίμ τε καὶ τῶν Σεραφὶμ καὶ πασῶν τῶν ἄνω ἐν τρόμῳ καὶ φόβῳ δυνάμεων καὶ θάρσους πληρουσῶν ἀνερχομένας αὐτάς.
Εἶθ’ οὕτως οἰκείως καὶ καθαρῶς ἑκάστη τούτων ὡς φίλῳ φίλη συνάπτεται νεύματι θείῳ ἐκείνῳ τῷ τάγματι, οὗ τὸ τῆς δόξης καὶ στάσεως χάρισμα ἔλαβε διὰ τῆς τοῦ ἁγίου Πνεύματος μετουσίας ἐν τῇ παρούσῃ ζωῇ καὶ μεθ’ οὗ τῇ τῶν πιστῶν Ἐκκλησίᾳ ἐφανερώθη εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ. Τούτῳ δὲ συνάπτεται ὡς συνδιαιτᾶσθαι αὐτῷ καὶ συνευφραίνεσθαι καὶ ἐπαναπαύεσθαι μέλλουσα ἐν τῇ σκιᾷ τῶν πτερύγων αὐτοῦ μέχρι τῆς μελλούσης γενέσθαι κοινῆς ἀποκαταστάσεως πρὸς Θεοῦ.
Αἱ δὲ ζοφώδεις καὶ δεινῶς σκοτειναὶ ἐκ φαύλων ἔργων καὶ λόγων καὶ νοημάτων, ἠθῶν τε καὶ ἐπιτηδευμάτων καὶ διαθέσεων, αἱ τῶν ἁμαρτωλῶν, καὶ δυσωδίας ἀποπνέουσι, βιαίως τοῦ σώματος ἀποσπώμεναι, ἧς αὐτῷ σὺν ἀηδίᾳ πάσῃ καὶ μεταδιδόασιν ἐξερχόμεναι. Αὗται ὡς πλήρεις ζόφου καὶ δυσοσμίας καὶ ῥύπου παρὰ κολαστῶν ἀγγέλων καὶ σκοτεινῶν ἀβουλήτως καὶ μετὰ φόβου δεινοῦ, τρόμου τε καὶ δειλίας εἰς ᾅδου μυχοὺς ὡς εἰς φρουρὰν δνοφερὰν καὶ ἀπαραμύθητον ἀπαγόμεναι, παραδίδονται φρουράρχοις πνεύμασιν ἀκαθάρτοις καὶ πονηροῖς, ἔνθα ὁ τοῦ σκότους ἄρχων δεσμοῖς αἰωνίοις εἰς πυρὸς αἰωνίου τηρεῖται ὑπέκκαυμα μετὰ τῶν σκοτεινῶν ἀγγέλων τῶν ὁμοίων αὐτοῦ. Τούτοις δὲ παραδίδονται ὡς συνέσεσθαι μέλλουσαι αὐτοῖς αἰωνίως, οἷς ὡς φίλοις κατὰ τὸν βίον ἔν τε τοῖς ἔργοις καὶ τοῖς λόγοις ἐχρήσαντο καὶ ὧν τὰς ὑποθήκας ἀγαπήσασαι εἰς ἔργα πρὸς λύμην ἑαυτῶν καὶ ἄλλων ἐξήγαγον, κακὸν ὑπόδειγμα ἐν τῇ ζωῇ ταύτῃ γενόμεναι καὶ χαρακτῆρας κακοὺς εἰς φαῦλον μνημόσυνον καταλείψασαι.
ιεʹ. Οἷον τὸ χωρίον ἐν ᾧ ἡ ταύτης μετὰ ταῦτα κατάπαυσις; Τούτων αἱ μὲν ὡς κατάκριτοι μένουσιν εἰς ἀφεγγεῖς καὶ δεινῶς σκοτεινοὺς τόπους τοῦ ᾅδου, καθάπερ εἴρηται. Μένουσι δὲ ὡς ἐν δεσμωτηρίῳ καὶ φυλακῇ, ἐν λύπαις καὶ θλίψεσι καὶ στεναγμοῖς βαρυτάτοις ἀλήκτως ἐξεταζόμεναι, τῆς μνήμης ἐν αὐταῖς φερούσης ἀεὶ καὶ γυμνὰς παριστώσης τὰς φαύλας καὶ πονηρὰς αὐτῶν πράξεις, ὡς ἐν τῷ βίῳ ἐπράχθησαν πρὸς αὐτῶν, συνόντων αὐταῖς καὶ τῶν δαιμόνων, πῦρ βλεπόντων, πῦρ ἀφιέντων τοῦ στόματος καὶ τετριγότων κατ’ αὐτῶν τοὺς ὀδόντας καὶ τὰς ἀπειλὰς ἐπισειόντων αὐταῖς τῶν κολάσεων. Ἐν τούτοις δὲ οὔσαις αὐταῖς οὐκ ἔστι παραμυθία τις ἄλλη, ἀνακαλουμένη καὶ ἀνακουφίζουσα τὸ κατώδυνον αὐτῶν, ἢ αἱ ὑπὲρ αὐτῶν νῦν γινόμεναι λιταὶ εἰς Θεὸν καὶ τοὺς πένητας εὐποιΐαι. Ὅμως δὲ τῆς φοβερᾶς ἐκείνης ἀποφάσεως ἀπεκδεχόμεναι ἀκοῦσαι τοῦ ἀπαραλογίστου κριτοῦ τῆς φρικτὸν οὕτω βοώσης· «Ἀπέλθετε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ», διὰ μόνης ταύτης τῆς ὑπομνήσεως τῆς ἐκ τοῦ συνειδότος ἀναφερομένης αὐταῖς τῷ φρικτῷ φόβῳ ἐκείνῳ κατατήκονται καὶ δεινῶς ἀποπήγνυνται.
Αἱ δέ, ὡς φίλαι Θεῷ καὶ τοῖς ἀγγέλοις συνόμιλοι, ἐν τόποις φωτεινοῖς τῶν ἄνω δυνάμεων ταῖς φίλαις αὐταῖς δυνάμεσι συναυλίζονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, μεμνημέναι τῶν οἰκείων ἀγαθῶν ἔργων, τῆς ἐν τῷ βίῳ δικαιοσύνης καὶ ἐναρέτου πολιτείας αὐτῶν, καὶ χαρᾶς ἐντεῦθεν ἀρρήτου πληρούμεναι. Ἔνθεν τοι καὶ ὑπὸ τὸ πρῶτον ἐκεῖνο φῶς οὖσαι μετὰ τῶν θείων ἀγγέλων καὶ ἀρχαγγέλων καὶ τῶν ἀπείρων δυνάμεων τοῦ Θεοῦ γαληνὸν βλεπόντων, ἐνδόξως συνόντων, τὸν ὕμνον ᾀδόντων, τούτων μὲν τὸ ἀλληλούϊα, τούτων δὲ τὸν τρισάγιον καὶ τῶν πλησίον Θεοῦ τὸν γὲλ γέλ, ὡς γέγραπται, μένουσιν οἷα δὴ ζῶσαι κομίσασθαι τὴν ἐπαγγελίαν παρὰ Θεοῦ, ἣν αὐταῖς ἐπηγγείλατο, καὶ στρέφουσιν ἐν τῷ νῷ τὰς νοητὰς ἐκείνας νοήσεις τελεώτερον ἐν γνώσει τελείᾳ τοῖς ἀγγέλοις παραπλησίως, καταργηθέντος ἐν αὐταῖς τοῦ ἐκ μέρους καὶ τοῦ τελείου τρανωθέντος ἐν ἀποκαλύψει καὶ θεωρίᾳ τοῦ Πνεύματος καὶ προσέτι τῆς ἡδίστης ἐκείνης ἀκοῦσαι φωνῆς ἀπεκδέχονται, οὕτω καλούσης· «Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου· κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου».
Ἧς γένοιτο καὶ ἡμᾶς ἐνωτισθῆναι, ἀναταξαμένους τὸν παρόντα λόγον εἰς ἀποτροπὴν μὲν τῶν αἱρετικῶν καὶ διεφθαρμένων ἀνδρῶν μηδὲν λεγόντων πιστόν, εἰς ὠφέλειαν δὲ τῶν ἐντυγχανόντων πιστῶν, ὀρθοτομοῦντας καὶ καταπαύσαντας αὐτὸν εἰς τὴν εὐκταίαν ταύτην φωνὴν τὴν εἰς χαρὰν μεγάλην ῥηθῆναι μέλλουσαν παρὰ Θεοῦ τοῖς δικαίοις, καὶ μετὰ πάντων τῶν ἀπ’ αἰῶνος ἁγίων ἐν ἀπολαύσει γενέσθαι τῶν αἰωνίων ἀγαθῶν τοῦ Θεοῦ καὶ συμβασιλεῦσαι Χριστῷ ἐν εὐφροσύνῃ καὶ χαρᾷ τοῦ ἁγίου Πνεύματος εἰς δόξαν αὐτῆς τῆς ἁγίας καὶ ὁμοουσίου καὶ ἀδιαιρέτου Τριάδος, ᾗ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.