Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Λόγοι

Νικήτας Στηθᾶτος

Ομολογία πίστεως

Συστηματική έκθεση του ορθόδοξου δόγματος περί της Αγίας Τριάδος, της χριστολογίας, των εσχάτων και της τιμής των ιερών εικόνων και λειψάνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 7 από 10

ΝΙΚΗΤΑ ΜΟΝΑΧΟΥ ΤΟΥ ΣΤΗΘΑΤΟΥ, ΠΡΕΣΒΥΤΕΡΟΥ ΚΑΙ ΗΓΟΥΜΕΝΟΥ ΜΟΝΗΣ ΤΩΝ ΣΤΟΥΔΙΟΥ ΠΡΟΕΚΘΕΣΙΣ ΟΜΟΛΟΓΙΑΣ ΚΑΙ ΠΙΣΤΕΩΣ Τὸν περὶ θείων καὶ ἀνθρωπίνων πραγμάτων φιλοσοφεῖν ἐγνωκότα χρὴ δόξης μὲν τῆς ὑγιοῦς καὶ ὀρθῆς εἶναι, βίου δὲ σεμνοῦ τε καὶ καθαροῦ, ὡς μὴ τοῦτον ἀντιφθέγγεσθαι τῇ δόξῃ διὰ τῶν προσύλων ἔργων καὶ πραγμάτων· οὕτω γὰρ ἂν τῆς μὲν ὁ λόγος διὰ λείας δραμεῖται, ὡς δεσμῶν ἐμπαθείας ἐλεύθερος, τοῦ δὲ τὸ ἔργον σύνδρομον τῷ λόγῳ, ὡς ἐκείνῳ συμφωνοῦν τοῖς τρόποις ἀεὶ καὶ κατὰ μηδένα τρόπον ἀντιπίπτον αὐτῷ.

Ὁ μὲν οὖν σκοπὸς τοῦ λόγου τοιοῦτος· καὶ ἡ κρίσις, ὡς ἔμοιγε δοκεῖ, τῆς ἀληθείας οὐ πόρρω. Αὐτὸς δὲ ἐγὼ μέλλων τὴν ἐμὴν ἐμφανίσαι τοῖς πᾶσιν ὁμολογίαν καὶ τὸν διπλοῦν δεδοικὼς ἀγῶνα τοῦ λόγου, μή τι τοῦ δέοντος ἐν ἀμφοτέροις ἐλλείπων φανήσομαι, οὐκ οἶδ’ ὅπως ἔλθω πρὸς λόγους καὶ λόγους θείων Γραμμάτων φιλοσοφίας, λόγου μὲν ἀμοιρῶν δεσμῶν κρείττονος, βίου δὲ ἱεροῦ τῷ φαύλῳ λειπόμενος καὶ μὴ κατολιγωρῶν, ὡς παιζομένων τῶν ὁρωμένων. Ἀλλ’ ἵνα μὴ τῶν δωρεῶν καταψεύδεσθαι ὀφθῶμεν Θεοῦ καὶ κατορύττειν ὡς ἀγνώμονες δοῦλοι τὸ τάλαντον ἐλεγχθῶμεν τῷ φθόνῳ, ἄλλως τε καὶ διὰ τοὺς ἐπηρεαστὰς τῶν λόγων ῥινηλατεῖν μεμαθηκότας καὶ τὰς λέξεις θηρᾶν, ἐῶ γὰρ λέγειν στρεβλοῦν, ἐσπουδακότας εἰς κίνδυνον τῶν γεγεννηκότων τοὺς λόγους αὐτοὺς ἐξ ἀπλάστου καὶ εὐθείας ψυχῆς, φέρε καὶ τοῦ βίου τὴν δόξαν προτετιμηκότες, ᾗ ἐγεννήθημεν καὶ ἐτράφημεν καὶ μεθ’ ἧς εἰς τόδε τὸ περιὸν κατηντήσαμεν γῆρας, ταύτην εἰς γνῶσιν προθήσομαι τοῖς βουλομένοις μαθεῖν τὰ ἡμέτερα. Ἔχει δὲ οὕτως.

Πιστεύω εἰς ἕνα Θεὸν Πατέρα, παντοκράτορα, ἄναρχον ὄντα καὶ ἀΐδιον, πάντων ὁρατῶν καὶ ἀοράτων ποιητήν. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν μονογενῆ, τὸν ἀπαθῶς καὶ ἀϊδίως ἐξ αὐτοῦ γεννηθέντα τοῦ Θεοῦ καὶ Πατρός—καὶ οὐκ ἄλλην ἀρχὴν ἢ μόνον τὸν Πατέρα γινώσκομεν—, ὃν ὡς φῶς ἐκ φωτὸς καὶ Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ ὁμοούσιόν τε καὶ συναΐδιον ὁμολογῶ τῷ Πατρί. Καὶ εἰς Πνεῦμα ἅγιον τὸ ἐκπορευόμενον ἀϊδίως ἐκ τοῦ Θεοῦ καὶ Πατρός, τὸ φῶς γνωριζόμενον καὶ Θεὸν ἀληθινόν, ὡς ὑπάρχον Πατρὶ καὶ Υἱῷ, συναΐδιόν τε καὶ ὁμοούσιον καὶ τῆς αὐτῆς φύσεώς τε καὶ οὐσίας ὁμοῦ καὶ δυνάμεως.

Ταῦτα ἐκ νεότητος ὁμολογῶν, πιστεύω τὴν ὁμοούσιον Τριάδα, τὴν ὁμότιμόν τε καὶ ὁμοδύναμον καὶ ὁμόθρονον, τὴν εἰς μίαν συναγομένην θεότητά τε καὶ κυριότητα, μὴ συγχεομένων μηδὲ συμφυρομένων τῶν τριῶν προσώπων καὶ ὑποστάσεων εἰς ἓν πρόσωπον. Ταύτην ἐν μονάδι τριάδα καὶ ἐν τριάδι μονάδα δοξάζων, πιστεύω τριάδα μὲν ταῖς τρισὶν ὑποστάσεσιν, μονάδα δὲ τῇ μιᾷ οὐσίᾳ τε καὶ θεότητι.

Οὕτως ἕνα Θεὸν ὁμολογῶ ἐν τρισὶν ὑποστάσεσι καὶ ἕνα Κυρίον. Οὐ γὰρ εἰς τρεῖς κυριότητας φέρω τὴν μίαν θεότητα, οὐδὲ ἄλλον τὸν Θεὸν παρὰ τὰ τρία γινώσκω πρόσωπα, ἢ παρὰ τὸν ἕνα Θεὸν ἕτερα τρία τῆς Τριάδος ὁμοούσια ἐπίσταμαι πρόσωπα, ἅ ἐστιν ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα, ἀλλὰ τὴν παναγίαν Τριάδα ἀριθμῶ μὲν οὐκ οὐσίαις καὶ φύσεσι, ἢ διαφόροις θεότησιν, ἢ τρισσαῖς κυριότησιν, ἀλλ’ ὑποστάσεσί τε καὶ ἰδιότησι νοεραῖς καὶ τελείαις ὑφεστώσαις καθ’ ἑαυτάς, διαιρῶ δὲ τοῖς προσώποις, ἤγουν ταῖς ὑποστάσεσι, μένουσαν αὐτὴν ἀδιαίρετον τῇ οὐσίᾳ καὶ ἄτμητον, ἤγουν τῆ φύσει καὶ τῆ θεότητι. Ἀλλ’ οὐδὲ τρεῖς θεότητας, ἢ τρεῖς φύσεις, ἢ τρεῖς οὐσίας, ἢ τρεῖς θεούς, μείζονα τυχὸν καὶ ἐλάσσονα, ἐπὶ τῆς Τριάδος δοξάζω. Τοὺς καὶ οὕτω φρονοῦντας ἀναθέματι καθυποβάλλω.

Μίαν γὰρ ἀρχὴν τῆς μιᾶς γινώσκω θεότητος, μίαν βασιλείαν, μίαν ἐξουσίαν, δύναμίν τε καὶ ἐνέργειαν καὶ βουλὴν μίαν, μίαν θέλησιν, μίαν δεσποτείαν καὶ μίαν κυριότητα τῆς μιᾶς ἐν τρισὶ προσώποις καὶ ὑποστάσεσι οὐσίας καὶ φύσεως, οὐδαμῶς δὲ καὶ εἰς μίαν ὑπόστασιν ἢ εἰς ἓν πρόσωπον τὰς τρεῖς ὑποστάσεις καὶ τὰ τρία πρόσωπα συγχέω, ἀλλὰ τέλειον οἶδα Θεὸν τὸν Πατέρα, τέλειον Θεὸν τὸν Υἱόν, τέλειον Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, ἐπειδὴ τὴν αὐτὴν καὶ μίαν ἕκαστον πρόσωπον ἀμέριστον καὶ ἀνελλιπῆ καὶ τελείαν ἔχει θεότητα καὶ ὡς μὲν Θεὸς τὸ αὐτὸ καθέστηκεν ἕκαστον καθ’ ἑαυτὸ θεωρούμενον, τοῦ νοὸς μόνου γνωρίζοντος τὰ ἀχώριστα, τὸ δὲ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα εἰς τὰ τρία Θεός.

Οὐ γὰρ ἄλλος Θεὸς ὁ Πατήρ, οὐδὲ ἄλλος Θεὸς ὁ Υἱός, οὐδὲ ἄλλος πάλιν Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, ἐπεὶ μηδὲ ἄλλη φύσις ὁ Πατήρ, μηδὲ ἄλλη φύσις ὁ Υἱός, μηδὲ ἄλλη πάλιν φύσις τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλὰ Θεὸς μὲν ὁ Πατήρ, Θεὸς δὲ καὶ ὁ Υἱός, Θεὸς δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς μίαν ἀμερίστως καὶ ἀνελλιπῶς τὰ τρία πρόσωπα πληροῦντα θεότητα, ἐν ἑκάστῳ δηλονότι οὔσης ὁλοτελῶς τῆς θεότητος. Θεότης γὰρ μερισμὸν οὐχ ὑφίσταται ἡ ἐν τοῖς τρισὶ προσώποις πληρωτικῶς καὶ ἐντελῶς ὑπάρχουσα. Ἔστι γὰρ μετὰ τοῦ εἶναι Θεός, Πατὴρ ὁ Πατὴρ καὶ οὔτε Υἱὸς οὔτε Πνεῦμα ἅγιον, ἀλλ’ ὅπερ ὁ Υἱὸς κατ’ οὐσίαν ἐστὶν καὶ ὃ κατὰ φύσιν ὑπάρχει τὸ Πνεῦμα τὸ ἅγιον.

Καὶ ἔστι μετὰ τοῦ εἶναι Θεός, Υἱὸς ὁ Υἱὸς καὶ οὔτε Πατὴρ οὔτε Πνεῦμα ἅγιον, ἀλλ’ ὅπερ ὁ Πατὴρ κατὰ φύσιν κηρύττεται καὶ ὃ κατ’ οὐσίαν καθορᾶται τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ ἔστι μετὰ τοῦ εἶναι Θεός, <Πνεῦμα τὸ> Πνεῦμα ἅγιον καὶ οὔτε Πατὴρ θεωρούμενον οὔτε Υἱὸς λαμβανόμενον, ἀλλ’ ὅπερ ὁ Πατὴρ κατ’ οὐσίαν ἀγγέλλεται, ἑκάστου γνωριζομένου τῇ ἰδιότητι.

Ταύτην τὴν ἁγίαν Τριάδα οὐ τελείαν μόνον δοξάζω τῇ τῆς μίας θεότητος τελειότητι, ἀλλὰ καὶ ὑπερτελῆ καὶ ὑπέρθεον μὴ μεριζομένην, μήτε ἀπαλλοτριουμένην δόξῃ καὶ βασιλείᾳ καὶ ἀϊδιότητι. Ἐν ταύτῃ τῇ ὁμοουσίῳ Τριάδι οὔτε κτιστόν τι οἶδα, οὔτε δοῦλον, οὔτε ἐπείσακτον, ὡς πρότερον μὲν δῆθα οὐχ ὑπάρχον, ὕστερον δὲ ἐπεισελθόν, ἀλλ’ ἄτρεπτον καὶ ἀναλλοίωτον καὶ ἀεὶ ὡσαύτως ἔχουσαν αὐτὴν δοξάζω ἐξ ἁπαλῶν ὀνύχων καὶ ὑμνῶ καὶ προσκυνῶ καὶ τιμῶ.

Ἔτι δὲ πιστεύω καὶ εἰς ἕνα τῆς αὐτῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς πρὸ πάντων αἰώνων καὶ χρόνων ἀπαθῶς γεννηθέντα Υἱὸν τοῦ Θεοῦ καὶ Θεὸν Λόγον, τὸν πρὸς ἡμᾶς μὲν δι’ οἶκτον ἑκουσίᾳ βουλῇ καὶ εὐδοκίᾳ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος ἐλθόντα, μὴ χωρισθέντα δὲ τῶν κόλπων τοῦ γεννηθέντος Πατρός, διὰ δὲ Πνεύματος ἁγίου ἀπειρόγαμον μήτραν εἰσδύντα Μαρίας τῆς ἁγνῆς καὶ παντὸς ἀπηλλαγμένην μολύσματος κατὰ σῶμα καὶ ψυχὴν καὶ διάνοιαν, τὸν σαρκωθέντα καὶ μορφωθέντα τὸ ἡμέτερον καὶ ἄνθρωπον κατὰ ἀλήθειαν γεγονότα, τὸν ἀεὶ ὡς ἀληθῶς Θεὸν γνωριζόμενον, τὸν ἄχρονον καὶ χρονικὴν ἀρχὴν καταδεξάμενον. Τοῦτον οὐχ ὡς φαντασίᾳ, καθὰ Μανιχαίοις καὶ Οὐαλεντινιανοῖς δοκεῖ τοῖς παράφροσιν, ἀλλ’ ἀληθείᾳ καὶ πνεύματι γεγονότα δοξάζω καὶ σάρκα μὲν τὸν Υἱὸν καὶ Λόγον ἀναλαβέσθαι πιστεύω τὴν ἡμῖν ὁμοούσιον, ψυχὴν δὲ λογικὴν τὴν ψυχαῖς ταῖς ἡμετέραις ὁμόφυλον, νοῦν δὲ τῷ ἡμετέρῳ παραπλήσιον νῷ.

Τοῦτον ὁλόκληρον γνωρίζω γεννηθέντα ἄνθρωπον ἐκ τῆς ἁγίας Παρθένου, ἀνακαθαίροντα τῷ ὁμοίῳ τὸν ὅμοιον καὶ τῷ συγγενεῖ τὸ συγγενὲς ἀνασῴζοντα ἐπὶ τῇ σαρκώσει τοῦ Λόγου, ἅμα λέγω σὰρξ ἔμψυχος λογική, ἅμα Θεοῦ Λόγου σὰρξ ἔμψυχος λογική. Οὐ γὰρ ὡς ἐν ῥοπῇ ὀφθαλμοῦ ταύτην τὸν Λόγον προτερεύουσαν ἔχειν δοξάζω, ἀλλὰ σύνδρομον τῇ φυσικῇ τοῦ Λόγου συμβάσει τὴν ὕπαρξιν ἔχουσαν. Πιστεύω γὰρ σαρκωθῆναι τὸν Λόγον ἐκ τῶν ἀχράντων καὶ ἁγνῶν αἱμάτων τῆς παναγίας ἀχράντου καὶ ἀειπαρθένου Μαρίας καὶ χρηματίσαι κατὰ ἀλήθειαν ἄνθρωπον ἐν τῇ γαστρί τε τῇ παρθενικῇ κυοφορηθῆναι καὶ πεπληρωκέναι τὸν χρόνον τῆς ἐννόμου κυήσεως, ὁμοιωθῆναί τε ἡμῖν ἐν πᾶσι τοῖς φυσικοῖς καὶ ἁμαρτίαν οὐ φέρουσι καὶ τεχθῆναι τοῦτον Θεὸν ὅλον καὶ ὁλόκληρον ἄνθρωπον, οὐ μὴν ἀλλὰ καὶ τὴν γεννήσασαν αὐτὸν Παρθένον μετὰ τὴν γέννησιν τηρηθῆναι ἄψαυστόν τε καὶ ἄχραντον, ἣν καὶ θεοτόκον κυρίως καὶ ἀληθῶς ἀναδειχθεῖσαν τιμῶ, ὡς γεννηθέντος Θεοῦ <Λόγου> ἐξ αὐτῆς, τὴν δευτέραν γέννησιν μετὰ τὴν πρώτην αὐτοῦ τὴν ἀΐδιον καὶ ἐκ Πατρὸς φυσικὴν καὶ ἀνέκφραστον γέννησιν δι’ ἡμᾶς ἐν χρόνῳ προσδεξαμένου.

Πιστεύων προσκυνῶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν δυσὶ φύσεσι καὶ ἐνεργείαις καὶ θελήσεσι τελείαις ὡς τέλειον Θεὸν καὶ τέλειον ἄνθρωπον. Ἐκ δύο γὰρ φύσεων τὴν ἕνωσιν ἔσχηκε θεότητός τε καὶ ἀνθρωπότητος, μὴ τροπὴν δεξάμενος ἢ φυρμὸν τῇ ἑνώσει τῶν φύσεων, ἢ διαίρεσιν, ἢ τομὴν μετὰ τὴν ἕνωσιν τῶν μορφῶν, ἤτοι τῶν οὐσιῶν, ὡς ὁ μεμηνὼς Νεστόριος καὶ Εὐτυχὴς ὁ κακόφρων φληναφεῖ. Ἕνα πρεσβεύω τὸν σαρκωθέντα Υἱὸν καὶ Λόγον ἐκ τῆς Παρθένου διὰ Πνεύματος ἁγίου καὶ μίαν αὐτοῦ τὴν ὑπόστασιν σύνθετον λέγω, ὡς ὁμολογῶν αὐτὸν ἐν δυσὶ ταῖς φύσεσι καὶ ταῖς ἐνεργείαις καὶ τοῖς θελήμασιν.

Ὁμολογῶ δὲ τοῦ Λόγου τὰς γεννήσεις, ὡς εἴρηται, μίαν μὲν τὴν ἐκ Θεοῦ καὶ Πατρός, ἣν καὶ ἄχρονον καὶ ἀΐδιον οἴδαμεν, δευτέραν δὲ τὴν ἐκ τῆς παναγίας παρθένου καὶ θεοτόκου Μαρίας, ἣν πρόσφατον καὶ χρονικὴν ἔγνωμεν.

Τοῦτον, ὡς μὲν Θεόν, ὁμοούσιον τῷ Πατρὶ προσκυνῶ, ὡς δὲ ἄνθρωπον, ἡμῖν καὶ τῇ μητρὶ τὸν αὐτὸν ὁμοούσιον σέβομαι, ὁρατὸν αὐτὸν καὶ ἀόρατον, κτιστὸν ὡσαύτως καὶ ἄκτιστον, σωματικὸν αὐτὸν καὶ ἀσώματον, ἁπτὸν τὸν αὐτὸν καὶ ἀνέπαφον, περίγραπτον καὶ ἀπερίγραπτον, ἐπίγειον τὸν αὐτὸν καὶ ὑπέρτατον καὶ ὅσα διττῆς ἀμερίστως εὑρίσκεται φύσεως.

Τοῦτον ἕνα γινώσκω καὶ διπλοῦν, ἕνα μὲν κατὰ τὴν ὑπόστασιν, ἤγουν πρόσωπον, διπλοῦν δὲ κατὰ τὰς φύσεις καὶ τὰς αὐτῶν ἰδιότητας, λέγω δὴ τὰ θελήματα καὶ τὰς ἐνεργείας, ἐνεργούσης δηλαδὴ ἑκατέρας μορφῆς μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκε, τοῦ μὲν Λόγου κατεργαζομένου τοῦτο ὅπερ ἐστὶ τοῦ Λόγου μετὰ τῆς κοινωνίας τοῦ σώματος, κοινωνοῦντος αὐτῷ τοῦ Λόγου τῆς πράξεως, ὧν καὶ τὸ μὲν λάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκε.

Δύο οὖν ἐπὶ Χριστοῦ φύσεις ἀληθῶς καὶ οὐσίας ὁμολογῶ θεότητος καὶ ἀνθρωπότητος, ἀτρέπτως, ἀδιαιρέτως, ὡσαύτως καὶ φυσικὰ δύο θελήματα καὶ δύο φυσικὰς ἐνεργείας, ἅτε δὴ τέλειον ὄντα Θεὸν καὶ τέλειον ἄνθρωπον, ἕνα καὶ τὸν αὐτὸν τοῦτον Κύριον Ἰησοῦν Χριστὸν καὶ ὡς μὲν Θεὸν ἐπὶ τῆς θαλάσσης βαδίσαντα καὶ τοῖς ἀνέμοις ἐπιτιμήσαντα καὶ ἐν πέντε ἄρτοις χιλιάδας κορέσαντα καὶ νεκροὺς ἀναστήσαντα καὶ πᾶσαν ἀπελαύνοντα νόσον καὶ δαιμόνας δραπετεύοντα, ὡς δὲ ἄνθρωπον πεινάσαντα καὶ διψήσαντα, κοπιάσαντά τε καὶ ἀλγηκότα τῷ πάθει, εἶτα καὶ σταυρὸν ἑκουσίως ὑπομείναντα καὶ ὡς Θεὸν ἀναστάντα τριήμερον ἐν φθαρτῷ τῷ σώματι, τοῖς μαθηταῖς τε ἐμφανισθέντα καὶ εἰς οὐρανὸν ἀνελθόντα μεθ’ ἧς προσείληφεν ἁγίας σαρκὸς ἐκ δεξιῶν τε τοῦ Πατρὸς καθεστότα, ὅθεν καὶ ἀναδιδόντα ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ὡς ἀτελεύτητον τὴν βασιλείαν ἔχοντα καὶ τὸ κράτος τῆς θεϊκῆς ἐξουσίας ἀπέραντον.

Ὁμολογῶ οὖν καὶ ἓν βάπτισμα, ὡς διὰ τοῦ βαπτίσματος τὸν μὲν ῥυπὸν τῆς προγονικῆς ἁμαρτίας ἀπολουσάμενος καὶ συνταφεὶς τῷ Χριστῷ, ἁγιασθεὶς δὲ τὸ σῶμα· καὶ τὴν ψυχὴν ἀσώματον ἔχω καὶ ἀθάνατον, ὡς νοερὰν καὶ θείαν ἀπὸ Θεοῦ καὶ μετὰ πότμον σῴζουσαν αἰωνίως τὰς ἑαυτῆς ἰδιότητας. Ἔτι πρὸς τούτοις καὶ νεκρῶν πιστεύω ἀνάστασιν· καὶ τὴν μὲν τῶν δικαίων βασιλείαν ἀτελεύτητον εἰς αἰῶνα αἰώνων ὁμολογῶ, τὴν δὲ τῶν ἁμαρτωλῶν κόλασιν καὶ τῶν δαιμόνων αὐτῶν διαιωνίζουσαν ὡσαύτως καὶ μὴ παυομένην ποτέ, ἢ τοὺς ἁμαρτωλούς τε καὶ δαίμονας εἰς τὴν ἀποκατάστασιν τὴν ἀρχαίαν αὖθις διελθεῖν, ὡς ὁ σκοτεινὸς Ὠριγένης ἀδολεσχεῖ.

Οὕτω τοίνυν ὁμολογῶ καὶ οὕτως πιστεύω καὶ τοὺς μὴ οὕτω πιστεύοντας ἢ φρονοῦντας ὡς ἐχθροὺς τῆς ὀρθοδόξου πίστεως τῶν χριστιανῶν καὶ τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας πολεμίους ὑπάρχοντας βδελύσσομαί τε καὶ ἀναθέματι καθυποβάλλω, καθὼς πλατύτερον ἐν τῇ πρὸς Λέοντα πρόεδρον Ἀρκαδιουπόλεως ἐπιστολῇ μου στηλιτεύσας πᾶσαν αἵρεσιν ἀναθέματι καθυπέβαλον.

Ἐπὶ δὲ πᾶσι τούτοις τοῖς εἰρημένοις προσκυνῶ καὶ σέβομαι, τιμῶ καὶ ἀσπάζομαι τὴν ἄχραντον καὶ ἁγίαν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, αὐτῆς τε τῆς ἀχράντου τεκούσης αὐτὸν θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν ἁγίων τῶν ἀπ’ αἰῶνος καὶ ἔτι ὑπὸ θείου Πνεύματος δηλουμένων, ὡς τῶν πρωτοτύπων οὔσας εἰκόνας ἁγίας καὶ τοῖς ἀσπαζομένοις αὐτὰς παρεχούσας ἁγιασμόν. Τοῖς δέ γε λυττήσασί ποτε κατὰ τῶν ἁγίων εἰκόνων καὶ τοῖς ἔτι μὴ τὸ σέβας καὶ τὴν προσκύνησιν καὶ τὸν ἀσπασμὸν ὁλοψυχῶς αὐταῖς ἀπονέμουσι μὴ δοθείη τόπος ἀνέσεως ἢ μερὶς ἐν τῇ τῶν πιστῶν ἀναπαύσει κατὰ τὸν αἰῶνα τὸν μέλλοντα.

Ἔτι δὲ καὶ τὰς σοροὺς καὶ τὰ λείψανα τῶν ὑπὲρ τῆς ἀγάπης τοῦ Θεοῦ ἢ διὰ μαρτυρίου τελειωθέντων καὶ ὁμολογίας Χριστοῦ, ἢ διὰ σημείων δοξασθέντων, ἢ διὰ λόγου καὶ διδασκαλίας φανερωθέντων εἰς ὠφέλειαν τῆς τῶν πιστῶν Ἐκκλησίας, προσπτύσσομαί τε καὶ τὸ πρόσωπόν μου πᾶσι τούτοις ἐντίθημι, ὡς ἁγιασμὸν ἐκ τούτων εἰς ψυχὴν καὶ σῶμα ἀποματτόμενος. Ἀλλὰ καὶ τὰς θεοπνεύστους τούτων συγγραφάς τε καὶ διδασκαλίας τῶν παλαιῶν τε καὶ νέων διδασκάλων ἁγίων τῆς Ἐκκλησίας Χριστοῦ συνᾳδούσας τῷ Εὐαγγελίῳ καὶ τῇ διδασκαλίᾳ τῶν ἀποστόλων δέχομαι καὶ τιμῶ καὶ ἀσπάζομαι, ὡς προξένους ψυχικῆς ὠφελείας καὶ συνεργοὺς τῷ Εὐαγγελίῳ Χριστοῦ. Τὰς δέ γε νόθους τῶν ἀθέων αἱρετικῶν οὐ μόνον οὐ δέχομαι, ἀλλὰ καὶ σὺν τοῖς γράψασιν αὐτὰς τῷ ἀναθέματι, ὡς φθοροποιοὺς καὶ πάσης βλάβης προξένους, καθυποβάλλω.

Τέλος, ἐπὶ τοῖς ὁμολογουμένοις, ἀσπάζομαι καὶ τὸν καθαρώτατον καὶ ἁγνότατον βίον, τὸν ἐν πράξεσι μὲν ἐνάρετον, τὸν ἀληθῆ, τὸν ἡγιασμένον καὶ πάσης ἀπηλλαγμένον αἰσχρότητος καὶ ἀκαθαρσίας σαρκός, ἐν λόγῳ δὲ καὶ γνώσει θείων καὶ ἀνθρωπίνων πραγμάτων πεφωτισμένον καὶ σοφίᾳ Θεοῦ καταλαμπόμενον ἔμπροσθεν τῶν ἀνθρώπων εἰς κοινὴν τῶν ὁρώντων οἰκοδομὴν καὶ ὠφέλειαν.

Βδελύσσομαι δὲ καὶ τέλεον ἀποσείομαι τὸν ῥυπαρὸν καὶ ἀκάθαρτον, τὸν ἐν ἡδοναῖς μὲν χοιρώδη καὶ ἄλογον, ἐν πλεονεξίᾳ δὲ ἀσυμπαθῆ καὶ ἀπάνθρωπον καὶ ἐν ἀλαζονείᾳ δαιμωνιώδη καὶ ὑπερήφανον. Αὕτη μου ἡ πᾶσα ὁμολογία ἐν ᾗ ἐγεννήθη. Αὕτη μου ἡ πίστις ἐν ᾗ βεβάπτισμαι καὶ αὕτη ἡ δόξα ᾗ συνετράφη, ᾗ συνέζησα καὶ εἰς τόδε τὸ περιὸν κατήντησα γῆρας, ὑπὲρ ἧς καὶ τὸ αἷμα κενῶσαι ἂν οὐ παρῃτησάμην, λόγους ὑπὲρ αὐτῆς εἰσπραττόμενος. Μεθ’ ἧς συναπέλθοιμι, Χριστὲ βασιλεῦ, τοῦ βίου τοῦδε καὶ τοῦ σκήνους ἀπαίρων, τῷ σῷ Πνεύματι ὁδηγούμενος εἰς τόπους φωτός, οὓς ἡτοίμασας τοῖς σε μόνον θεμένοις ἐλπίδα καὶ ἐκ ψυχῆς ἀγαπήσασι καὶ ὅλους ἑαυτοὺς θύσασί σοι τῷ τοῦ πόθου πυρὶ καὶ τοῦ Πνεύματος, ὡς ἄν, καὶ τὴν σκηνὴν καταλύων, ἐν ἀποκρύφῳ τῆς σῆς σκήνης τῶν πτερύγων ἐν Πνεύματι καταλύσω ἀγαλλιάσεως, φέρων ταύτης τῆς ὁμολογίας τὸν πλοῦτον, ἔνθα τῶν ἑορταζόντων ἡ κατοικία ἐν Πνεύματι καὶ τῶν ἐμῶν θεοφόρων πατέρων ἡ εὐφροσύνη καὶ Θεὸς Πατὴρ ἐν Υἱῷ σοι τῷ μονογενῇ καὶ τῷ Πνεύματι τριαδικῶς ἀνυμνεῖται ὑπὸ ἀπείρων δυνάμεων. Γένοιτο, ἀμήν, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.