Ἔργον
Νικήτας Στηθᾶτος – Λόγοι
Το θέμα: λειτουργικής τάξεως και μυστικού ασπασμού
Εξέταση της χρήσης της ζώνης από τους διακόνους και τους μοναχούς, καθώς και ανάλυση του συμβολισμού του εν Χριστώ ασπασμού των ιερέων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το θέμα: λειτουργικής τάξεως και μυστικού ασπασμού
Εξέταση της χρήσης της ζώνης από τους διακόνους και τους μοναχούς, καθώς και ανάλυση του συμβολισμού του εν Χριστώ ασπασμού των ιερέων.
Νικήτα μονάζοντος τοῦ Στηθάτου εἰς τὴν ζώνην τῶν στουδιτῶν διακόνων. Ἡ ζώνη τῶν καθ’ ἡμᾶς διακόνων οὐχ ὡς δοκεῖ τισι περιττή τίς ἐστιν ἢ λόγου χωρίς, ἀλλ’ ἀρχαιότυπος τῶν ἀποστόλων ὑπάρχει παράδοσις, καθὼς ἐν τῇ θεωρίᾳ τοῦ πονηθέντος ἡμῖν λόγου περὶ ταύτης πλατύτερον ἀπεδείξαμεν καὶ νῦν πεζῷ καὶ συντετμημένῳ τῷ λόγῳ σαφέστερον δείκνυμεν. Ἡ ἐκκλησιαστικὴ ἱεραρχία ἡμῶν καὶ ἅπας ὁ διάκοσμος τοῦ ἱεροῦ βήματος τῆς ἄνω ἱεραρχίας τῶν οὐρανῶν ὑποτύπωσίς ἐστι καὶ εἰκὼν διὰ πάσης τῆς ὁρωμένης ταύτης ἱεραρχικῆς πραγματείας, ἣν ὄμμασι καθαροῖς ἰδόντες οἱ θεολόγοι τῶν ἀποστόλων κατὰ τὴν ἀναλογίαν τῆς ἄνω τάξεως τῶν οὐρανίων δυνάμεων τελεῖσθαι παρέδωκαν ἐν τῇ τῶν πιστῶν Ἐκκλησίᾳ καὶ τὴν κάτω τάξιν τῶν ἱερέων καὶ διακόνων ἡμῶν. Καὶ τοῦτό φησι Διονύσιος, ὁ τὰ θεῖα πολύς, ἐν τῷ περὶ τῆς οὐρανίας ἱεραρχίας συντάγματι, ὃς καὶ περὶ τῆς ζώνης τῶν λειτουργικῶν δυνάμεων τοῦ Θεοῦ ἐν τούτῳ τάδε φησί· «Τί βούλονται αὐταῖς αἱ ζῶναι;» Καὶ μετ’ ὀλίγα· «Τὰς δὲ ζώνας τὸ τῶν γονίμων αὐτῶν δυνάμεων <ἐμφαίνειν> φρουρητικὸν καὶ τὸ τὴν συναγωγὸν αὐτῶν ἕξιν εἰς αὐτὴν ἑνιαίως συνεστράφθαι καὶ κύκλῳ μετ’ εὐκοσμίας τῇ ἀμεταπτώτῳ ταὐτότητι περὶ ἑαυτὴν συνελίσσεσθαι.»
Ὁμοειδοῦς τοίνυν οὔσης τῶν οὐρανίων νόων τῆς τάξεως τῶν μοναχῶν τε καὶ ἱερέων, ὡς οὗτός φησιν ἐν τῇ θεωρίᾳ τῆς μοναχικῆς τελειώσεως, οὐκ ἔξω τοῦ εἰκότος φερόμενοι ζώννυμεν τοὺς διακόνους ἡμεῖς, ἀλλ’ ἐννόμως ἄγαν τοῦτο ποιοῦμεν κατὰ τὴν πάλαι τῶν ἀποστόλων καὶ προφητῶν θεωρίαν τε καὶ παράδοσιν.
Καὶ ἄκουε Ἰωάννου, τοῦ ἠγαπημένου μαθητοῦ καὶ θεολόγου, ἐν τῇ Ἀποκαλύψει τῆς φρικτῆς θεωρίας αὐτοῦ λέγοντος οὕτω· «Καὶ μετὰ ταῦτα εἶδον· καὶ ἰδοὺ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ καὶ ἐξῆλθον οἱ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγάς, οἳ ἧσαν ἐνδεδυμένοι λίνον καθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.» Εἰ βούλῃ δέ, καὶ Δανιὴλ τοῦ προφήτου, λέγοντος περὶ τούτου ὁμοίως ἐκείνῳ ἐν ταῖς ἰδίαις ὁράσεσιν· «Ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον· καὶ ἰδοὺ ἀνὴρ ἐνδεδυμένος βαδὴν καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη χρυσίον ὀφάζ.» Τί δαί; Οὐχὶ καὶ Μωσῇ ὁ Θεὸς οὕτω πάλαι προσέταξεν, εἰπὼν πρὸς αὐτόν· «Καὶ τοὺς υἱοὺς Ἀαρὼν προσάξεις καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας καὶ ζώσεις αὐτοὺς ταῖς ζώναις καὶ περιθήσεις αὐτοὺς τὰς κιδάρεις καὶ ἔσονται ἐμοὶ λειτουργοὶ ἐν ἱερατείᾳ εἰς τὸν αἰῶνα.» Οὐχὶ καὶ Σαμουήλ, ὅστις λειτουργῶν ἦν, ὡς γέγραπται, τῷ Κυρίῳ πρὸ προσώπου Ἡλεῖ τοῦ ἱερέως· «Οἱ δὲ υἱοί, φησί, Ἡλεῖ ἦσαν λοιμοί, οὐκ εἰδότες τὸν Κύριον, καὶ Σαμουὴλ ἦν λειτουργῶν ἐνώπιον Κυρίου, παιδάριον περιεζωσμένον ἐφούδ.» Ἀλλὰ καὶ Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ πρῶτος ἀρχιερεὺς τῆς τῶν πιστῶν Ἐκκλησίας, ἐπισφραγίσας τάς τε ὁράσεις περὶ τῆς ζώνης καὶ τὰς ἀποκαλύψεις τῶν ἀποστόλων, ἔφη· «Καὶ περιζωσάμενος διακόνει μοι.»
Οὕτως οὖν εἰπὼν ἐν τῇ χάριτι καὶ πάλαι προστάξας δέδωκεν ἡμῖν, τῇ μεγάλῃ αὐτοῦ Ἐκκλησίᾳ, οὕτω κατὰ τὴν ὑποτύπωσιν τῆς ἄνωθεν ἱεραρχίας αὐτοῦ τοὺς λειτουργοὺς ἡμῶν διακόνους ζωννύειν ἐν τῷ διακονεῖν αὐτοὺς αὐτῷ ἐπὶ τῆς ἱερᾶς ἀνακειμένῳ καὶ θυομένῳ τραπέζης. Διδάσκει δέ με καὶ Γρηγόριος, ὁ τῆς θεολογίας αὐλός, περὶ ζώνης οὕτω θεολογῶν ὑψηγόρως· «Ἀναλώσομεν, φησί, τὸ θύμα κατὰ σπουδὴν καὶ ἄζυμα ἐπὶ πικρίδων συνεσθόντες καὶ τὰς ὀσφύας περιεζωσμένοι», διεξιών περ ἐξ ἁπλῶν τῇ σοφίᾳ τὸν λόγον, τὰ ἤθη ῥυθμίζων ἡμῶν· «Σοὶ δέ, φησίν, ἀναστελλέτω ζώνῃ καὶ σωφροσύνῃ τὸ ἐπιθυμητικὸν καὶ χρεμετιστικόν, ὡς ἡ θεία φησὶ Γραφὴ τὸ τοῦ πάθους αἰσχρὸν διασύρουσα, ἵνα καθαρῶς ἐσθίῃς τὸ πάσχα, νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς καὶ τὴν Ἰωάννου ζώνην μιμούμενος τοῦ ἐρημικοῦ, τοῦ προδρόμου καὶ μεγάλου τῆς ἀληθείας κήρυκος.» Εἰ δὲ ἄλλως μὲν ἐν τούτῳ τὰ τῆς καθολικῆς ἐκκλησίας τῶν λαϊκῶν, ἄλλως δὲ τὰ τῆς ἡμετέρας ἔχει τῶν μοναχῶν, θαυμαστὸν οὐδέν. Ὥσπερ γὰρ ἄλλος βίος καὶ ἀλλοῖος ἐν ἀμφοτέροις, οὕτω καὶ ἄλλη δίαιτα καὶ ἄλλο σχῆμα καὶ ἄλλη τάξις ὅμου καὶ ζωὴ ἐν ἑκατέροις τοῖς μέρεσιν. Ἀλλὰ γὰρ οὐδ’ ἡ τάξις ἄρα τῶν τῆς Ἐκκλησίας διακόνων τῆς ἡμετέρας ἀκριβείας ἀποπίπτει τοῦ μυστηρίου.
Κἂν γὰρ δοκῶσιν ἄζωστοι εἶναι, ἀλλ’ ὅμως ἐζωσμένοι εἰσὶ διὰ τῆς ἐν τῷ στιχαρίῳ κολαφῆς, ἤγουν μίτρας, ἥπερ καὶ φέρει ζώνης τὸν τύπον, ὡς τὴν χρείαν ἀποπληροῦσα πᾶσαν αὐτῆς. Ὥσπερ γὰρ τὸ ζώννυσθαι ἔχομεν ἡμεῖς ἐκ τῆς παλαιᾶς παραδόσεως τῶν ἀποστόλων, καθὼς ὁ μέγας ἀναγράφει Διονύσιος καὶ ἡμεῖς διεμνημονεύσαμεν ἄνωθεν, οὕτω καὶ ἡ καθολικὴ τῶν λαϊκῶν ἐκκλησία οὕτως ἔσχεν ἀπὸ τῆς παραδόσεως ἔχειν τῶν ἀποστόλων τοὺς διακόνους αὐτῆς, ὡς Κλήμης ὁ πάπας Ῥώμης ἐν ταῖς ἀποστολικαῖς διατάξεσιν ἀναγράφεται. Φέρεται γὰρ ἐν τῷ περὶ ἐπισκόπων δευτέρῳ βιβλίῳ κατὰ τὸ νδʹ κεφάλαιον ἐπὶ λέξεως ἔχων οὕτω· «Καὶ πρῶτον μὲν ὁ οἶκος, φησίν, ἔστω ἐπιμήκης, κατὰ ἀνατολὰς τετραμμένος, ἐξ ἑκατέρων τῶν μερῶν ἔχων τὰ παστοφόρια πρὸς ἀνατολήν, ὅστις ἔοικε νηΐ. Κείσθω δὲ μέσος ὁ τοῦ ἐπισκόπου θρόνος, παρ’ ἑκάτερα δὲ αὐτοῦ καθεζέσθω τὸ πρεσβυτέριον καὶ οἱ διάκονοι παριστάσθωσαν εὐσταλεῖς τῆς πλείονος ἐσθῆτος.»
Εἰκότως οὖν ἀποδέδεικται ὅτι, ὥσπερ τοῖς μοναχοῖς διακόνοις πρέπει μετὰ τῆς παρθενίας ἥ τε φυλακὴ τῶν αἰσθήσεων καὶ ἡ ἀπονέκρωσις τῆς σαρκός, ἣν διὰ τῆς ζώνης ἐμφαίνουσιν, οὕτω καὶ τοῖς λαϊκοῖς διακόνοις μετὰ τοῦ γάμου καὶ ἡ ἄνετος σωφροσύνη ἁρμόζει, ἣν διὰ τῆς ὁρωμένης κολαφῆς τοῦ στιχαρίου αὐτῶν ὑπαινίττονται· ἄνετον δὲ εἰπὼν σωφροσύνην, τὴν ἐν γάμῳ καὶ συναφείᾳ δεδήλωκεν ὁμιλίαν ὁ λόγος, ἐν ᾗ καὶ μᾶλλον χρεία τῆς σωφροσύνης πολλή, ἵνα μὴ καθ’ ἡδονὴν ἡ χρῆσις, ἀλλὰ κατὰ σκοπὸν παιδοποιΐας γίνηται, λειτουργοῦσα τῇ πάλαι προστάξει Θεοῦ, τῇ λεγούσῃ· «Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν.» Ἀλλὰ τὰ περὶ τῆς ζώνης, ὡς ἔπος εἰπεῖν, ἀποχρώντως ἐρρήθη.
Τοῦ αὐτοῦ, εἰς τὸν διὰ τῶν χειρῶν ἀσπασμόν. Ἀλλ’ οὐδὲ ὁ διὰ τῶν χειρῶν ἀσπασμὸς ἐπὶ μόνῳ τῷ πραττομένῳ τὸν ἴδιον ἵστησι λόγον· ἔχει δὲ καὶ αὐτὸς ἄρα μυστικώτερόν τι πάντως ἐμφῆναι τοῖς τὰ ἡμέτερα ἐξετάζουσιν, ὡς τῷ ὁρωμένῳ μὴ συγκλειόμενος. Τρία γοῦν ταῦτα τοῖς ὁρῶσι ψυχῆς ὀφθαλμοῖς ἐμφαίνει τὰ μυστικώτατα, τὴν πρὸς ἀλλήλους καταλλαγήν, τῶν τοῦ νοῦ φαντασμάτων τὴν ἀποδίωξιν καὶ τὴν τοῦ ἁγίου Πνεύματος ἐπισκίασιν.
Ἐπειδὴ γὰρ σταυρῷ μὲν τυποῦμεν τοὺς μεγάλους τῶν δακτύλων καὶ πρώτους, περιβαλλόμενοι τὸ τῆς ἀκακίας κουκούλλιον, τὰς παλάμας δὲ ἔνθεν κἀκεῖθεν ἡπλωμένας ἀντικρὺ πρὸς ἀλλήλους ἐκτείνομεν, οἵ τε ἱερεῖς καὶ οἱ ὅλον τὸ σχῆμα τῆς ἐσταυρωμένης ἀναλαβόντες ζωῆς, διὰ μὲν τοῦ σταυροειδοῦς δεσμοῦ τῶν δακτύλων τὸ ἐγκρατὲς καὶ δεδεμένον τῆς παρρησίας ἐμφαίνομεν, ἧς χάριν ὡς ὅπλον τὴν εὐλάβειαν ἐνδυόμεθα· διὰ δὲ τῆς ἀναπετάσεως τῶν χειρῶν τὴν τῆς ἀγάπης διάθεσιν, ἣν εἰς ἀλλήλους ἔχειν πρὸς Χριστοῦ ἐπετράπημεν, καὶ ὅπως ἕκαστος ἑκάστου τὴν φιλίαν πρὸς ἑαυτὸν ἐπισπᾶται δεικνύομεν· διὰ δὲ τῆς προσψαύσεως τῶν δακτύλων, ὅπως δεξιὰς ἀλλήλοις ὀρέγομεν καὶ χεῖρας χερσὶν ἐμβάλλοντες συναπτόμεθα, τὴν εἰς ἀλλήλους ἑνότητα καὶ ὁμοτροπίαν καὶ τὸ ἄρρηκτον τῆς ἀγάπης δηλοῦμεν· διὰ δὲ τοῦ ἀσπασμοῦ τῶν σταυροειδῶς δεδεμένων δακτύλων, τὴν φιλίαν τοῦ ἐσταυρωμένου αἰνιττόμεθα βίου, ὅπως ἐκθύμως αὐτὸν ἀσπαζόμεθα, οὐ μόνον δέ, ἀλλὰ καὶ τὴν νέκρωσιν τῶν μελῶν καὶ τὴν καθήλωσιν τῶν πράξεων τῆς σαρκός, καὶ ἄλλως, τὴν πρὸς ἀλλήλους ταπείνωσιν, ὅπως τῷ συνδεσμῷ τοῦ Πνεύματος συνδεόμενοι, τὴν τοῦ πλησίον πρόσψαυσιν, ὡς ἁγιασμὸν δεχόμενοι, ἀσπαζόμεθα.
Καὶ ταῦτα μὲν κατὰ τὴν πρώτην τάξιν πρὸς ἀλλήλους οἱ ἱερεῖς, ὡς εἴρηται, καὶ οἱ τῷ μεγάλῳ σχήματι τεθωρακισμένοι, τῷ πράγματι καταλλαττόμενοι, τῇ συναφείᾳ συναπτόμεθα τῆς ἀγάπης.
Οὐχ οὕτως δὲ ἄρα καὶ ἐπὶ τῶν φερόντων τὸν ἀρραβῶνα τοῦ σχήματος γίγνεται. Ἐκεῖνοι γὰρ ἔτι τῶν εἰσαγωγικῶν, εἰς ἀγῶνας τελοῦντες καὶ τὴν στάσιν ἔχοντες οὐ πρὸς μόνας τὰς τῶν παθῶν ἐνεργείας, ἀλλὰ καὶ πρὸς τὰς τοῦ νοῦ φαντασίας καὶ πρὸς τὰ τῶν πονηρῶν ἰνδάλματα λογισμῶν, ἀπερικάλυπτοι τὰς κεφαλὰς ἐρχόμενοι, κλίνουσι ταύτας τῶν εἰρημένων πατέρων ἐνώπιον, τοῦτο μὲν τὴν πρὸς αὐτοὺς δούλωσιν καὶ ταπείνωσιν ἐνδεικνύμενοι, τοῦτο δὲ καὶ τὴν παρ’ ἐκείνων εὐλογίαν αἰτούμενοι. Οἱ δέ, πρῶτα μὲν σταυρῷ τὰς τούτων ἐπισφαγίζουσι κεφαλάς, εἶτα τὰς δεξιὰς χεῖρας ταῖς κάραις ἐπιτιθέντες αὐτῶν καὶ ἅμα τὰς ἐπιτεθείσας οἱ θέντες ἀσπασάμενοι χεῖρας, ἐπευχόμενοι αὐτούς, ἀπολύουσιν. Ἴδιον δὲ τούτοις πᾶσίν ἐστι τὸ τοῖς μέν «Εὐλόγησον, εὖξαί μοι» λέγειν, τοῖς δέ «Ὁ Θεὸς σῶσαί σε, ἀδελφέ».
Ἀλλὰ χρεὼν εἰπεῖν καὶ τῆς δευτέρας τάξεως τὸ μυστήριον. Ἡ μὲν γὰρ διὰ τῶν δακτύλων σφραγὶς τοῦ σταυροῦ τὰς τοῦ νοὸς φαντασίας καὶ τοὺς τύπους ἀπελαύνει τῶν πονηρῶν λογισμῶν· ἡ ἐπίθεσις δὲ τῶν χειρῶν τὴν τοῦ Πνεύματος εὐλογίαν καὶ κάθοδον ἐκκαλεῖται, κατὰ τὴν πάλαι δοθεῖσαν τοῖς ἱερεῦσι παρὰ τῶν ἀποστόλων παράδοσιν· «Ἐτίθεσαν γάρ, φησί, τὰς χεῖρας αὐτῶν οἱ ἀπόστολοι ἐπὶ τοὺς πιστεύοντας καὶ κατήρχετο ἐπ’ αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον.» Τὸ δὲ τὰ ἄκρα τῶν δακτύλων τοὺς ἱερεῖς ἀσπάζεσθαι τὴν εἰσαγωγικὴν ἐμφαίνει τῶν εἰσαγομένων ταπείνωσιν, ὅπως φίλη τοῖς πατράσιν οὖσα παρὰ τούτων ἀσπάζεται, δι’ ἧς προκοπῶν ἀναβάσεις καθ’ ἑκάστην ἐκεῖνοι ποιούμενοι, ἐπὶ τὰ πρόσω βαίνουσι τῆς ἀρετῆς καὶ προκόπτουσιν.
Τοῦτο οὖν ἐστιν, ὦ φιλότης, τοῦ διὰ τῶν χειρῶν ἀσπασμοῦ τὸ μυστήριον. Ἡ δέ γε θεωρία τῆς τούτου πράξεως τοῖς πλέον μὲν τῶν ὁρωμένων φαντασθῆναι μὴ δυναμένοις μωρία ἐστί, μὴ εἰδόσιν ὅτι πνευματικός ἐστιν ὁ νόμος καὶ πνευματικοῖς πνευματικά, κατὰ τὸν Παῦλον, συγκρίνομεν, τοῖς δὲ μεταθεμένοις ὑπὲρ τὰ ὁρώμενα φιλοσοφίᾳ τὸ λογιζόμενον, θείου πράγματος ἔργον, συνάπτον εἰς ἓν τοὺς ταῖς μερισταῖς ζωαῖς τε καὶ φαντασίαις διαιρουμένους εἰς ἑτερότητας καὶ τῷ συνδεσμῷ τοῦ Πνεύματος εἰς ἀγάπην ἑνίζον αὐτούς, ὡς τὴν ἑνιαίαν ἀσπασαμένους ζωήν.
Ἀλλ’ ἀπόχρη καὶ ταῦτα εἰς τὴν τῆς προκειμένης θεωρίας ἀπόδοσιν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.