Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Κεφάλαια πρακτικά ἑκατόν

Νικήτας Στηθᾶτος

Η θεία οικονομία των πειρασμών και η αληθινή ταπεινοφροσύνη

Η αναγκαιότητα των πειρασμών για την αυτογνωσία, οι βαθμίδες της ταπείνωσης και η πνευματική κατάνυξη που ελευθερώνει από τα πάθη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 6 από 14

ιδʹ. Οὐ βούλεται τῶν σπουδαίων τὴν ἐργασίαν ὁ Θεὸς ἀβασάνιστον εἶναι, ἀλλὰ καὶ λίαν δεδοκιμασμένην. Διὰ τοῦτο οὖν τὸ πῦρ ἐπαφίησι τῶν πειρασμῶν, καὶ τὴν χάριν συστέλλει πρὸς ὀλίγον τὴν διδομένην αὐτοῖς ἄνωθεν, καὶ τῶν λογισμῶν τὴν γαλήνην ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας κυμανθῆναι κατὰ καιρὸν συγχωρεῖ· ἵν’ ἴδῃ τὴν ῥοπὴν τῆς ψυχῆς, τίνι τὸ πλεῖστον χαρίζεται· πότερον αὐτῷ τῷ ποιητῇ καὶ εὐεργέτῃ αὐτῆς, ἢ τῇ αἰσθήσει τοῦ κόσμου, καὶ τῷ λείῳ τῆς ἡδονῆς· καὶ οὕτως ἢ τὴν χάριν διπλασιάζει αὐτοῖς, προκόπτουσιν εἰς τὴν ἀγάπην αὐτοῦ, ἢ μαστίζει τούτους τοῖς πειρασμοῖς καὶ ταῖς θλίψεσι, προσκειμένους τοῖς πράγμασιν· ἕως οὗ μῖσος λάβωσι τῶν ὁρωμένων τῆς ἀστάτου περιφορᾶς, καὶ τὴν πικρίαν τῶν ἐκεῖθεν ἡδονῶν δάκρυσιν ἀποκλύσονται.

ιεʹ. Τῆς εἰρήνης τῶν λογισμῶν ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας ἐκταραχθείσης, αὐτίκα καὶ τὰ πεπυρωμένα βέλη τῆς ἐπιθυμίας, κατὰ τοῦ ὀξέως τρέχοντος πρὸς τὰ ὕψη νοός, παρὰ τῶν θηρευτῶν καὶ φιλοσάρκων δαιμόνων, πέμπονται συνεχῶς. Ὁ δέ γε νοῦς τῆς ἐπὶ τὰ ἄνω κινήσεως περικοπείς, εἰς ἀπρεπεῖς κινήσεις καὶ πεφυρμένας ἐμπίπτει, καὶ οὕτως ἀτάκτως ἡ σὰρξ ἐπανίστασθαι κατὰ τοῦ πνεύματος ἄρχεται, γαργαλισμοῖς τὸν νοῦν καὶ πυρώσεσιν κατασπῶσα, καὶ πρὸς βόθρον ἡδονῆς καταχῶσαι τοῦτον ἐπιθυμοῦσα. Καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐκολόβωσε τὰς ἡμέρας ἐκείνας, καὶ δύναμιν ὑπομονῆς τοῖς ἑαυτοῦ ἐπεβράβευσε δούλοις, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ.

ιϛʹ. Ὁ τῆς πορνείας πολύπειρος καὶ πολυμέθοδος δαίμων τοῖς μὲν πτῶσις καὶ λάκκος βορβόρου γίνεται· τοῖς δέ, μάστιξ καὶ ῥάβδος δικαία· τοῖς δέ, πεῖρα καὶ ψυχῆς βάσανος. Τούτων τὸ μέν, περὶ τοὺς εἰσαγωγικοὺς ἔτι τὸν ζυγὸν ἕλκοντας τῆς ἀσκήσεως, χαύνως καὶ ἀμελῶς θεωρεῖται· τὸ δέ, περὶ τοὺς μέσον ἔχοντας προκοπῆς εἰς τὴν ἀρετήν, καὶ σχολαιότερον πρὸς αὐτὴν ἐπεκτεινομένους· τὸ δέ, περὶ τοὺς ἤδη πρὸς θεωρίαν τὸ πτερὸν πετάσαντας τοῦ νοός, καὶ ἄρτι καλῶς ἐλάσαντας πρὸς τὴν τελεωτέραν ἀπάθειαν· ἑκάστου πρὸς τὸ συμφέρον δηλονότι οἰκονομουμένου ἄνωθεν.

ιζʹ. Πτῶσις καὶ λάκκος βορβόρου τοῖς ἐν ἀδιαφορίᾳ πάσῃ τὸν μονήρη διανύουσι βίον, ὁ τῆς πορνείας γίνεται δαίμων· τὰ μέλη τούτων, τῆς πορνείας τῇ φλογὶ καὶ τῇ ἐπιθυμίᾳ, κατεμπιπρῶν, καὶ μεθόδους παρέχων αὐτοῖς εἰς τὸ ποιεῖν τὸ τῆς σαρκὸς θέλημα, καὶ ἄνευ ὁμιλίας ἑτέρας σαρκός. Περὶ ὧν αἰσχρόν ἐστι καὶ λέγειν, καὶ ἐννοεῖν. Οὗτοι σάρκα τε, κατὰ τὸν εἰρηκότα, μιαίνουσι, καὶ τοὺς καρποὺς ἐσθίουσι τῆς ἁλμυρᾶς ἡδονῆς, καὶ ζόφου τὰς ὄψεις πληροῦνται, καὶ τῶν κρειττόνων ἐνδίκως ἐξαμαρτάνουσιν, οἷς ἴαμα βουλομένοις ἔσται τῆς μετανοίας ἡ θέρμη, καὶ ἡ ἐκ ταύτης τῶν δακρύων κατάνυξις· ἥτις καὶ τὴν ἀποφυγὴν τοῦ κακοῦ ποιεῖται, καὶ τὴν ψυχὴν καθαίρει τῶν μολυσμῶν, καὶ κληρονόμον αὐτὴν τοῦ ἐλέους Θεοῦ ἀπεργάζεται· ἢν εἰκότως καὶ ὁ σοφὸς αἰνιττόμενος Σολομών, Ἴαμα, ἔφη, καταπαύει ἁμαρτίας μεγάλας.

ιηʹ. Μάστις καὶ ῥάβδος γίνεται δικαίως τοῦτο τὸ πνεῦμα, τοῖς περὶ τὴν πρώτην ἀπάθειαν τελειουμένοις διὰ τῆς ἐμπράκτου φιλοσοφίας, καὶ προκοπὰς ἄρτι ποιουμένοις ἐπὶ τὰ πρόσω καὶ τελεώτερα. Ὁπηνίκα γὰρ τὸν τόνον τῆς ἐχομένης ἀσκήσεως διὰ ῥᾳθυμίας ἐνδώσουσι, καὶ πρὸς ἀφύλακτον θεωρίαν τῆς τοῦ κόσμου αἰσθήσεως μικρὸν ὑπεκκλίνωσι, καὶ τῶν ἀνθρωπίνων πραγμάτων ἐν ἐπιθυμίᾳ γένωνται, τηνικαῦτα καὶ ὁ μαστίζων οὗτος κατ’ αὐτῶν ἐπαφίεται, ἐξ ἄκρας τῆς τοῦ Θεοῦ πρὸς αὐτοὺς ἀγαθότητος, καὶ τύπτειν τὸν λογιζόμενον τοῦτον ἄρχεται, λογισμοῖς ἐπιθυμίας σαρκός· ὡς ἂν μὴ φέροντες, ἐπὶ τὸ οἰκεῖον φρούριον αὖθις ἐπαναδράμωσι σπουδαίως τῆς εὐτόνου ἐργασίας καὶ προσοχῆς· καὶ προθυμότερον τῶν σωζόντων αὐτοὺς ἔργων, δι’ ἐπιπονωτέρας ἀγωγῆς δράξωνται. Οὐ βούλεται γὰρ ὁ Θεὸς φιλάγαθος ὤν, τὴν εἰς τοῦτο φθάσασαν ψυχὴν ὅλως πρὸς τὴν τοῦ κόσμου αἴσθησιν ἐπιστρέφεσθαι, ἀλλὰ βαίνειν ἐπὶ τὰ πρόσω ἀεί, καὶ τῶν τελειοτέρων ἔργων σπουδαίως ἐφάπτεσθαι· ἵνα μὴ μάστιξ κακίας τῷ ταύτης ἐγγίσῃ σκηνώματι.

ιθʹ. Πεῖρα, καὶ σκόλωψ, καὶ βάσανος κατ’ οἰκονομίαν ἐκείνοις τοῦτο τὸ πνεῦμα γίνεται, ὅσους ἡ πρώτη πρὸς δευτέραν ἀπάθειαν ἤλασεν· ὡς ἂν ὑπὸ ταύτης ὀχλούμενοι, τῆς φυσικῆς μέμνηνται ἀσθενείας, καὶ μὴ τῇ ὑπερβολῇ τῶν ἐκ τῆς θεωρίας ἀποκαλύψεων, κατὰ τὸ λόγιον, ὑπεραίρωνται, ἀλλὰ τὸν ἀντιστρατευόμενον τῷ νόμῳ βλέποντες τοῦ νοὸς αὐτῶν, καὶ τὴν ψιλὴν ἀποσείσωνται μνήμην τῆς ἁμαρτίας· φόβῳ τοῦ μὴ λαβεῖν αἴσθησιν τῆς ἐντικτομένης λύμης ἀπὸ τῆς μνήμης αὐτῆς, καὶ τοῦ ὕψους τῆς θεωρίας μὴ χαλάσωσι τὸ ὀπτικὸν τοῦ νοὸς αὐτῶν.

κʹ. Μόνοι καὶ τῆς ψιλῆς μνήμης τῆς ἁμαρτίας τὸν ἑαυτῶν νοῦν ἀνενόχλητον διατηρῆσαι ἴσχυσαν, ὅσοι τὴν ζωοποιὸν τοῦ Κυρίου νέκρωσιν ἐν τοῖς ἑαυτῶν μέλεσι καὶ νοήμασιν ἄνωθεν λαβεῖν διὰ τοῦ Πνεύματος ἠξιώθησαν, καὶ τὴν μὲν σάρκα νεκρὰν τῇ ἁμαρτίᾳ περιφέρουσι, τὸ δὲ πνεῦμα ζωὴν διὰ δικαιοσύνην τὴν ἐν Χριστῷ Ἰησοῦ κατεπλούτησαν.

Καὶ ὅσοις ὁ νοῦς ἐδόθη Χριστοῦ ἐν λόγῳ σοφίας, τούτοις καὶ ἡ ἀνενόχλητος ζωοποιὸς νέκρωσις ἐν γνώσει εὑρέθη Θεοῦ. καʹ. Ταῖς καθαιρομέναις ἄρτι ψυχαῖς εἴωθέ πως τὸ τῆς ἐπιθυμίας καὶ τοῦ θυμοῦ ἐπεμβαίνειν πνεῦμα.

Τίνα τρόπον; ἵνα τοὺς καρποὺς κατασείσῃ τοῦ Πνεύματος τοῦ ἁγίου, ἐπιβρίθοντας εἰς ἑαυτάς· ἐπειδὴ δὲ καὶ ἡ χαρὰ τῆς ἐλευθερίας διάχυσίν τινα ἐργάζεται εἰς τὰς τοιαύτας ψυχάς, ἡ πάντα πρὸς συμφέρον οἰκονομοῦσα σοφία, πρὸς ἑαυτὴν ἀεὶ βουλομένη διὰ τῶν αὐτῆς χαρισμάτων ἕλκειν αὐτῶν τὴν διάνοιαν, καὶ μένειν αὐτὰς ἐν ταπεινοφροσύνῃ ἀσείστους, ἵνα μὴ τῇ πολλῇ ἐλευθερίᾳ καὶ τῷ πλούτῳ τῶν χαρισμάτων τῶν ἄλλων κατεπαρθῶσιν, ἢ καὶ οἰηθῶσιν, ἐξ ἰδίας δυνάμεως καὶ συνέσεως, τὸ μέγα κτήσασθαι τοῦτο παλάτιον τῆς εἰρήνης, δίδωσι τούτοις χώραν τοῖς πνεύμασιν ἐπιπηδᾷν αὐταῖς, ἐν συστολῇ αὐτῆς· ὡς ἂν φόβῳ βαλλόμεναι πτώσεως, ἐπὶ τὴν ἰδίαν ἵστανται φυλακὴν τῆς μακαρίας ταπεινοφροσύνης· καὶ ἵνα μαθοῦσαι ὅτι σαρκὶ καὶ αἵματι δέδενται, ἐπιζητῶσι φυσικῶς τὸ οἰκεῖον φρούριον, ἐν ᾧ ἀβλαβεῖς δύνανται διαφυλαχθῆναι, τῇ δυνάμει τοῦ πνεύματος.

κβʹ. Κατὰ τὴν ἐπικρατοῦσαν τῶν παθῶν ἀῤῥωστίαν, καὶ τὴν ἐγκειμένην ἐν ἡμῖν σῆψιν τῆς ἁμαρτίας, τῶν πειρασμῶν ἡ ἐπιφορὰ γίνεται· καὶ τὸ ποτήριον τῆς ἀψίνθου τῶν κριμάτων Θεοῦ, ἢ δριμύτερον κιρνᾶται ἡμῖν, ἢ συμπαθέστερον. Εἰ μὲν γὰρ ἰάσιμός τις εἴη καὶ εὐθεράπευτος ἡ ἐγκειμένη ἐν ἡμῖν ὕλη τῆς ἁμαρτίας, ἀπὸ λογισμῶν δηλαδὴ φιληδόνων ἢ φιλοζώων, κεκραμένον συμπαθείᾳ τὸ ποτήριον τῶν πειρασμῶν παρὰ τοῦ ἰατροῦ τῶν ψυχῶν ἡμῶν δίδοται, ὡς ἐν ἀνθρωπίνοις ἐξεταζομένοις νοήμασι [νοσήμασι], καὶ ἔτι τὰ ἀνθρώπινα πάσχουσιν· εἰ δὲ δυσίατός τις εἴη καὶ ἐγκειμένη εἰς βάθος, καὶ τὴν πρὸς θάνατον κατεργάζεται σῆψιν, ἀπὸ λογισμῶν ἀλαζονείας καὶ ὑπερηφανίας ἐσχάτης, ἄκρατον ἐν δριμύτητι θυμοῦ δίδοται· ὡς ἂν τῷ πυρὶ τῶν ἀλλεπαλλήλων ὁμοῦ πειρασμῶν ἐκτακεῖσα καὶ λεπτυνθεῖσα ἡ νόσος διὰ ταπεινώσεως; ἀπογένηται ἀπὸ τῶν ψυχῶν ἡμῶν, καὶ τοὺς ἁλμυροὺς τῶν λογισμῶν διὰ δακρύων ἀποκλυσώμεθα [ἀποκλαυσώμεθα], καὶ καθαροὶ ἐποφθῶμεν ἐν φωτὶ ταπεινώσεως τῷ ἰατρῷ τῶν ψυχῶν ἡμῶν.

κγʹ. Οὐκ ἔστιν ἄλλως τοὺς ἀγωνιζομένους φυγεῖν τὸ ἀλλεπάλληλον τῶν πειρασμῶν, εἰ μὴ τὴν ἑαυτῶν ἀσθένειαν ἐπιγνῶσι, καὶ ξένους πάσης δικαιοσύνης ἑαυτοὺς ἡγήσονται, πάσης τε παρακλήσεως ἀναξίους, πάσης τιμῆς, πάσης ἀναπαύσεως. Σκοπὸς γὰρ Θεῷ τῷ ἰατρῷ τῶν ψυχῶν ἡμῶν ἀεὶ ταπεινοὺς ἡμᾶς εἶναι καὶ κατηφεῖς, ξένους ἀπὸ παντὸς ἀνθρώπου, καὶ μιμητὰς τῶν αὐτοῦ παθημάτων. Πρᾶος γὰρ ἦν, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ ἐν πραότητι καὶ ταπεινώσει καρδίας βούλεται ἡμᾶς τρέχειν τὸν δρόμον τῶν αὐτοῦ ἐντολῶν.

κδʹ. Ἡ ταπείνωσις, οὐκ ἐκ τρίψεως αὐχένος, ἢ αὐχμηρᾶς κόμης, ἢ χιτῶνος ἠμελημένου καὶ τραχυτάτου καὶ πιναροῦ κατορθοῦται, ἐν οἷς οἱ πολλοὶ τὸ πᾶν τῆς ἀρετῆς ἐπιγράφουσιν, ἀλλ’ ἐκ συντετριμμένης καρδίας, καὶ πνεύματι ταπεινώσεως, κατὰ τὸν εἰπόντα Δαβίδ· «Πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.» κεʹ. Ἄλλο ταπεινολογία, καὶ ἄλλο ταπείνωσις, καὶ ἄλλο ταπεινοφροσύνη. Ἡ μὲν γὰρ ταπεινολογία καὶ ἡ ταπείνωσις, διὰ πάσης κακοπαθείας καὶ τῶν ἔξωθεν πόνων τῆς ἀρετῆς, κατορθοῦνται τοῖς ἀγωνιζομένοις, περὶ μόνην τὴν σωματικὴν ἐργασίαν καὶ γυμνασίαν τὸ συναγόμενον ἔχουσαι· διὸ καὶ μὴ οὔσης τῆς ψυχῆς πολλάκις ἐν καταστάσει, πειρασμοῦ ὑπαντήσαντος, ἐκταράσσεται· ἡ δὲ ταπεινοφροσύνη θεῖόν τι πρᾶγμα οὖσα καὶ ὑψηλόν, ἐν μόνοις ἐπιγίνεται τοῖς τὸ μέσον ὑπερπηδήσασι διὰ τῆς τοῦ Παρακλήτου ἐπιδημίας· προβαδίσασι δηλονότι διὰ ταπεινώσεως πάσης τὴν ὁδὸν τὴν τραχυτάτην τῆς ἀρετῆς.

κϛʹ. Ἡ ταπεινοφροσύνη εἰς βάθη ψυχῆς εἰσδῦσα, καὶ ὡσεὶ λίθος βαρὺς ἐπιπεσοῦσα αὐτῇ, τοσούτῳ ταύτην ἐκθλίβει καὶ ἐκπιέζει δυνάμει, ὡς κενωθῆναι πᾶσαν αὐτῆς τὴν ἰσχὺν ἐν τῇ ἀκατασχέτῳ φορᾷ τῶν δακρύων, καὶ κηλῖδος πάσης τῶν λογισμῶν καθαρθῆναι τὸν νοῦν, καὶ ἐν ὀπτασίᾳ γενέσθαι, κατὰ τὸν Ἡσαΐαν, Θεοῦ, καὶ οὕτως εἰπεῖν ἐνεργούμενον καὶ αὐτόν· Ὢ τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὤν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος, ἐγὼ οἰκῶ, καὶ τὸν βασιλέα Κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου.

κζʹ. Ὅταν εἰς βάθος τὸ ταπεινολογεῖν σοι προσγένηται, τότε τὸ ὑψηγορεῖν ἀποστηθήσεταί σοι [ἀποκτηθήσεται]· ὅταν δὲ εἰς βάθος ἡ ταπείνωσις ἐῤῥιζωθήσεται τῆς καρδίας σου, τότε καὶ τὸ ἐπιπολαίως, ἢ κατὰ βάθος ταπεινολογεῖν, ἀποβληθήσεταί σοι. Ὁπηνίκα δὲ ἄνωθεν τὴν ταπεινοφροσύνην καταπλουτήσῃς, τηνικαῦτα αὐτή τε ἡ ἔξωθεν ταπείνωσις, καὶ ἡ τῆς γλώττης ταπεινολογία, τέλεόν σοι καταργηθήσεται, κατὰ τὸν οὕτω λέγοντα Παῦλον· «Ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται.»

κηʹ. Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, κατὰ τοσοῦτον ἀπέχει ἡ ἀληθὴς ταπεινολογία τῆς ἀληθινῆς ταπεινώσεως· καθόσον δὲ μείζων γῆς οὐρανός, καὶ ψυχὴ σώματος, κατὰ τοσοῦτον ἡ διὰ Πνεύματος ἁγίου διδομένη τοῖς τελείοις ταπεινοφροσύνη, καὶ τελειοτέρα, καὶ μείζων τῆς ἀληθινῆς ταπεινώσεως.

κθʹ. Μήτε τὸν ταπεινὰ φθεγγόμενον ἐν σχήματι καὶ καταστολῇ ταπεινώσεως, ταπεινὸν εἶναι τὴν καρδίαν ὑπολάβῃς εὐκόλως, μήτε τὸν ὑψηλὰ καὶ μετέωρα, ἀλαζονείας καὶ τύφου μεστόν, ἐκτὸς τῆς ἐπὶ τούτοις βασάνου· ἐκ δὲ τῶν καρπῶν αὐτῶν ἐπιγνώσῃ αὐτούς.

λʹ. Ὁ καρπὸς τοῦ Πνεύματος τοῦ ἁγίου ἐστὶν ἀγάπη, χαρά, εἰρήνη, ἀγαθωσύνη, μακροθυμία, χρηστότης, πίστις, πραότης, ἐγκράτεια· ὁ δὲ τοῦ ἐναντίου πνεύματος καρπός ἐστι μῖσος, ἀθυμία κοσμική, ἀκαταστασία ψυχῆς, ταραχὴ καρδίας, πονηρία, περίεργον φρόνημα, ὀλιγωρία, ὀργή, ἀπιστία, φθόνος, ἀδηφαγία, μέθη, λοιδορία, κατάκρισις, ἐπιθυμία τῶν ὀφθαλμῶν, τῦφος καὶ ἀλαζονεία ψυχῆς. Ἐκ γοῦν τῶν τοιούτων καρπῶν· τὸ δένδρον ἔστω σοι γνώριμον, καὶ οὕτω πάντως εἰδὼς ἔσῃ ποίου πνεύματος ὑπάρχει ὁ ἐντυγχάνων σοι. Ἔχεις γὰρ τὰ σημεῖα τούτων καὶ ἀπὸ τῆς τοῦ Κυρίου φωνῆς ἐκδηλότερον· «Ὁ ἀγαθός, φησίν, ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ ἐκβάλλει τὰ ἀγαθά· ὁ δὲ πονηρὸς ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ ἐκβάλλει τὰ πονηρά·» ἐπειδὴ κατὰ τὸ δένδρον καὶ ὁ καρπὸς αὐτοῦ.

λαʹ. Ἐν οἷς οὖν εἰσὶ καὶ ἀναθεωροῦνται τὰ τοῦ ἁγίου Πνεύματος, ἐν αὐτοῖς ἐστι καὶ ἡ κατοίκησις τοῦ Θεοῦ· ἐκ τούτων καὶ ἡ ἀθόλωτος πηγὴ τοῦ λόγου μετὰ σοφίας καὶ γνώσεως, κἄν τε ταπεινολογοῦντες ἀκούωνται, κἄν τε ὑψηλὰ λέγοντες· ἐν οἷς δὲ οὐκ ἀναθεωροῦνται οἱ καρποὶ καὶ τὰ χαρίσματα τούτου, ἀλλὰ τοῦ ἐναντίου πνεύματος, ἐν αὐτοῖς σκότος ἐστὶν ἀγνωσίας Θεοῦ, ἐσμός τε παθῶν, καὶ κατοίκησις πολεμίων πνευμάτων, εἴτε ταπεινὰ φθεγγόμενοι καὶ φοροῦντες ὁρῶνται, εἴτε ὑψηλὰ μετὰ στολῆς ἐξάλου καὶ τῆς φαινομένης σεμνότητος.

λβʹ. Οὐ προσώποις, ἢ σχήμασιν, ἢ λόγοις χαρακτηρίζεται ἡ ἀλήθεια, οὐδὲ ἐν τούτοις Θεὸς ἀναπαύεται, ἀλλ’ ἐν καρδίαις συντετριμμέναις, καὶ πνεύμασι ταπεινώσεως, καὶ ψυχαῖς πεφωτισμέναις ὑπὸ τῆς γνώσεως τοῦ Θεοῦ. Ἔστι γὰρ ὅτε ὑποπίπτοντά τινα λόγοις ὁρῶμεν ἐκτός, καὶ ταπεινοῖς πρὸς πάντα χρώμενον ῥήμασι, τὸν ἔπαινον θηρώμενον τῶν ἀνθρώπων· ἐντὸς δὲ οἰήσεως γέμοντα, δόλου, καὶ βασκανίας, καὶ πρὸς τὸν πλησίον μνησικακίας· καὶ ἔστιν ὅτε διὰ δικαιοσύνην μαχόμενόν τινα λόγοις ὑψηλοῖς σοφίας ὁρῶμεν ἐκτός, καὶ κατὰ τοῦ ψεύδους, ἢ τῆς παραβάσεως τῶν θείων νόμων ἱστάμενον, καὶ πρὸς μόνην ὁρῶντα δηλαδὴ τὴν ἀλήθειαν, καὶ ἐντὸς πάσης ὄντα μετριοφροσύνης, ταπεινώσεως, καὶ ἀγάπης πρὸς τὸν πλησίον· ἔσθ’ ὅτε καὶ καυχώμενον ἐν Κυρίῳ, κατὰ τὸν οὕτω λέγοντα Παῦλον, καὶ καυχώμενον ἐν Κυρίῳ, κατὰ τὸν οὔτω λέγοντα Παῦλον, καὶ καυχώμενον ἐν Κυρίῳ· «Καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου.» λγʹ. Οὐ τῶν παρ’ ἡμῶν λεγομένων, ἢ πραττομένων τὴν ἐπιφάνειαν ὁρᾷ ὁ Θεός, ἀλλὰ τὰς διαθέσεις τῶν ψυχῶν, καὶ τὸν σκοπὸν δι’ ὃν ἢ πράττομέν τι τῶν ὁρωμένων, ἢ λέγομέν τι τῶν νοουμένων· ὥσπερ δὴ καὶ τὰς δυνάμεις τῶν λόγων, καὶ τὰ τέλη τῶν ἔργων, οἱ συνέσει τῶν λοιπῶν διαφέροντες, ὁρῶσι μᾶλλον, καὶ τὰς κρίσεις τούτων ποιοῦσιν ἀνεπισφαλεῖς· καθὰ καὶ ἄνθρωπος μὲν εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν ὁρᾷ.

λδʹ. Οὐ δεῖν ἐκρίθη Θεῷ μὴ κατὰ γενεὰς καὶ γενεάς, προφήτας αὐτοῦ καὶ φίλους κατασκευάζεσθαι διὰ Πνεύματος, εἰς καταρτισμὸν τῆς Ἐκκλησίας αὐτοῦ. Εἰ γὰρ ὁ παλαιὸς δράκων οὐχ ὑφῆκεν ἐμεῖν τὸν ἰὸν τῆς ἁμαρτίας ἐν ταῖς ἀκοαῖς τῶν ἀνθρώπων, δι’ οὗ πάλιν ὁ τῆς ψυχῆς ἐπιγίνεται ὄλεθρος, πῶς ὁ πλάσας κατὰ μόνας τὰς καρδίας ἡμῶν, οὐ πένητα ἀπὸ γῆς ταπεινώσεως ἀναστήσει· καὶ ἀπὸ κοπρίας παθῶν ἐγείρει πτωχόν, τὴν τοῦ πνεύματος ἐπιφερόμενος μάχαιραν, ὅ ἐστι ῥῆμα Θεοῦ, εἰς βοήθειαν τῆς κληρονομίας αὐτοῦ; Εἰκότως οὖν ἐκ ταπεινώσεως ἀρχόμενοι οἱ ἑαυτοὺς ἀπαρνούμενοι, πρὸς ὕψος ἀνατρέχουσι γνώσεως, καὶ δίδοται αὐτοῖς ἄνωθεν ῥῆμα σοφίας, δυνάμει Θεοῦ, ὡς εὐαγγελιζομένοις σωτηρίαν τῇ Ἐκκλησίᾳ αὐτοῦ. λεʹ. «Γνῶθι σαυτόν·» καὶ τοῦτό ἐστιν ἡ ἀληθινὴ τῷ ὄντι ταπείνωσις, ἡ ταπεινοφρονεῖν ἐκδιδάσκουσα, ἡ συντρίβουσα τὴν καρδίαν, καὶ αὐτὸ τοῦτο ἐργάζεσθαι καὶ φυλάσσειν. Εἰ δὲ μήπω ἔγνως σαυτόν, οὔτε τί ἐστι ταπείνωσις οἶδας, οὔτε ἥψω τῆς ἀληθοῦς ἐργασίας καὶ φυλακῆς· τὸ γὰρ ἑαυτὸν ἐπιγνῶναι, τέλος τῆς τῶν ἀρετῶν ἐργασίας.

λϛʹ. Ὁ ἐκ καθαρότητος εἰς γνῶσιν τῶν ὄντων ἐλάσας, ἔγνω ἑαυτόν, κατὰ τὸ εἰρημένον· «Γνῶθι σαυτόν·» ὁ δὲ μήπω εἰς γνῶσιν πεφθακὼς αὐτῶν τε τῶν λόγων τῆς κτίσεως, καὶ τῶν θείων καὶ ἀνθρωπίνων πραγμάτων, ἔγνω μὲν τὰ περὶ αὐτὸν καὶ τὰ ἐκτὸς αὐτοῦ, ἑαυτὸν δὲ οὐδαμῶς.

λζʹ. Οὐκ εἴ τι ἐγώ, τοῦτο πάντως καὶ τὰ κατ’ ἐμέ· οὐδὲ εἴ τι τὰ κατ’ ἐμέ, τοῦτο καὶ τὰ περὶ ἐμέ· οὐδὲ εἴ τι τὰ περὶ ἐμέ, τοῦτο καὶ τὰ ἐκτὸς ἐμοῦ· ἀλλ’ ἄλλο ταῦτα, καὶ ἄλλο ἐκεῖνα, καὶ ἄλλο τὰ ἄλλα· ἐγὼ μὲν γὰρ εἰκών εἰμι Θεοῦ, ἐν ψυχῇ νοερᾷ τε καὶ ἀθανάτῳ, καὶ λογικῇ θεωρούμενος, ὡς νοῦν ἔχων τοῦ λόγου πατέρα, καὶ τῆς ψυχῆς ἀδιαίρετόν τε καὶ ὁμοούσιον· τὰ δέ γε κατ’ ἐμέ, τὸ βασιλικόν ἐστι, τὸ ἀρχικόν, τὸ λογικόν τε καὶ αὐτεξούσιον· τὰ δὲ περὶ ἐμέ, ὅσα ἐκ προαιρέσεως αἱρετέα, τὸ γεωργὸν εἶναι, ἢ ἔμπορον, ἢ μαθηματικόν, ἢ φιλόσοφον· τὰ δὲ ἐκτὸς ἐμοῦ, ὅσα τε περὶ τὸ φιλότιμον τοῦ βίου καὶ τὴν κάτω εὐγένειαν, πλοῦτος, δόξα, τιμή, εὐημερία καὶ ὕψος ἀξιωμάτων, ἢ τὸ ἀνάπαλιν, πενία, ἀδοξία, ἀτιμία, καὶ δυστυχία.

ληʹ. Πᾶς ὁ ἑαυτὸν ἐπιγνούς, κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ τῶν κατὰ Θεόν, καὶ εἰσῆλθεν εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, τὴν νοερὰν τοῦ Πνεύματος λειτουργίαν, καὶ εἰς λιμένα θεῖον τῆς ἀπαθείας καὶ ταπεινώσεως· ὁ δὲ μήπω ἑαυτὸν διὰ ταπεινοφροσύνης καὶ γνώσεως ἐπιγνούς, ἐν μόχθῳ ἔτι καὶ ἱδρῶτι κατὰ τὸν βίον πορεύεται. Τοῦτο γὰρ καὶ Δαβὶδ αἰνιττόμενος ἔλεγε· «Τοῦτο κόπος ἐστὶν ἐνώπιόν μου, ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ.» λθʹ. Ὁπόταν ἐπιγνῷ τις ἑαυτόν· τοῦτο δὲ πολλῆς δεῖται τῆς ἔξωθεν φυλακῆς, καὶ τῆς ἀπὸ τῶν κοσμικῶν πραγμάτων σχολῆς, καὶ αὐτῆς τῆς τοῦ συνειδότος ἐρεύνης· αὐτίκα καὶ θεία τις αἰφνίδιον τῇ ψυγῇ ταπείνωσις ὑπὲρ λόγον ἐπιδημεῖ, συντριμμὸν φέρουσα τῇ καρδίᾳ καὶ δάκρυα θερμῆς κατανύξεως, ὡς τηνικαῦτα λογίζεσθαι τὸν ὑπ’ αὐτῆς ἐνεργούμενον, γῆν ἑαυτόν, καὶ σποδόν, καὶ σκώληκα, καὶ οὐκ ἄνθρωπον, καὶ προσέτι μηδὲ τῆς κτηνώδους ταύτης ζωῆς ἄξιον, διὰ τὸ ὑπερβάλλον τῆς δωρεᾶς ταύτης τοῦ Θεοῦ, ἐν ᾗ ὁ χρονίσαι ἀξιωθείς, μέθης ἄλλης ἀῤῥήτου πληροῦται, τῆς κατανύξεως, καὶ εἰς τὸν βυθὸν τῆς ταπεινοφροσύνης εἰσέρχεται· καὶ ἐκστὰς ἑαυτοῦ, πάντων ἀλογεῖ τῶν ἐκτὸς βρωμάτων, πόσεως, καὶ σκεπασμάτων τοῦ σώματος, μὴ ὑπερβαίνων τὴν χρείαν, ὡς ἀλλοιωθεὶς τὴν καλὴν ἀλλοίωσιν τῆς δεξιᾶς τοῦ Ὑψίστου.

μʹ. Χρῆμα μέγιστον ἐν ἀρεταῖς ἡ ταπείνωσις· αὕτη γὰρ ἐν οἷς ἂν ἐμφυτευθείη διὰ μετανοίας εἰλικρινοῦς καὶ τὴν εὐχὴν συνέμπορον μετὰ ἐγκρατείας προσλάβηται, παθῶν μὲν αὐτίκα δουλείας ἐλευθέρους αὐτοὺς ἀπεργάζεται, εἰρήνην δὲ ταῖς δυνάμεσιν αὐτῶν ἐμπαρέχει, καὶ τὴν καρδίαν καθαίρει διὰ δακρύων, καὶ πληροῖ γαλήνης αὐτὴν ἐν τῇ ἐπιδημίᾳ τοῦ Πνεύματος· οὕτω δὲ τούτων διατεθέντων, διατρανοῦται ὁ λόγος ἐντεῦθεν αὐτοῖς τῆς γνώσεως τοῦ Θεοῦ, καὶ ἐν θεωρίᾳ ἔρχονται τῶν μυστηρίων τῆς βασιλείας τῶν οὐρανῶν, καὶ αὐτῶν τῶν λόγων τῆς κτίσεως· καθόσον δὲ εἰς τὰ βάθη τοῦ Πνεύματος ἐμβαθύνουσι, κατὰ τοσοῦτον καὶ εἰς ταπεινοφροσύνης βυθὸν καταδύονται. Ἐκ δὲ τούτου αὐξάνεται αὐτοῖς ἡ ἐπίγνωσις τῶν οἰκείων μέτρων, γνωρίζεται ἡ ἀσθένεια τῆς ἀνθρωπίνης φύσεως, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ τῶν πλησίον πληθύνεται, ὡς ἁγιασμὸν ἡγεῖσθαι αὐτοὺς ἀπαρύεσθαι ἐκ μόνου τοῦ ἀσπασμοῦ, καὶ τῆς τῶν συναναστρεφομένων ἐγγύτητος.

μαʹ. Οὐδὲν οὕτως ἕτερον πρὸς ἔρωτα Θεοῦ καὶ ἀγάπην ἀνθρώπων πτεροῖ τὴν ψυχήν, ὡς ταπεινοφροσύνη, κατάνυξις, καὶ εὐχὴ καθαρά. Ἡ μὲν γὰρ συντρίβει τὸ πνεῦμα, δακρύων τε πηγάζει λιβάδας, καὶ τὴν ἀνθρωπίνην ἐπ’ ὄψει βραχύτητα φέρουσα τῶν οἰκείων μέτρων εἰδέναι τὴν ἀσθένειαν ἐκδιδάσκει· ἡ δὲ καθαίρει τῆς ὕλης τὸν νοῦν, καὶ φωτίζει τῆς καρδίας τὸ ὄμμα, καὶ ὁλολαμπῆ τὴν ψυχὴν ἀπεργάζεται· ἡ δὲ συνάπτει τὸν ἄνθρωπον ὅλον τῷ Θεῷ, καὶ τοῦτον ἀγγέλοις ποιεῖ ὁμοδίαιτον, καὶ γλυκύτητος τῶν αἰωνίων τοῦ Θεοῦ ἀγαθῶν ἀπογεύει, καὶ θησαυροὺς αὐτῷ δίδωσι μυστηρίων μεγάλων, καὶ πυρπολοῦσα τῇ ἀγάπῃ, τολμᾷν τιθέναι αὐτὸν πείθει τὴν ἰδίαν ψυχὴν ὑπὲρ τῶν φίλων αὐτοῦ, ὡς ὑπεράνω γεγονότα τῶν ὅρων τῆς τοῦ σώματος ταπεινώσεως.

μβʹ. Φύλασσέ μοι τὴν καλὴν παρακαταθήκην τῆς πλουτοποιοῦ ταπεινώσεως, ἐν ᾗ τῆς ἀγάπης οἱ ἀπόκρυφοι θησαυροὶ ἐναπόκεινται, ἐν ᾗ τῆς κατανύξεως οἱ μαργαρῖται φυλάττονται· καὶ ὁ βασιλεὺς Χριστὸς ὁ Θεὸς ὡς εἰς θρόνον ἐπαναπαύεται χρυσοκόλλητον, τὰς δωρεὰς διανέμων τοῦ ἁγίου αὐτοῦ Πνεύματος, τοῖς τροφίμοις αὐτῆς· καὶ τὰ μεγάλα τούτοις αὐτοῦ δωρούμενος ἀξιώματα, τὸν τῆς γνώσεως αὐτοῦ λόγον, τὴν σοφίαν αὐτοῦ τὴν ἀπόῤῥητον, τὴν τῶν θείων πραγμάτων διόρασιν, τὴν τῶν ἀνθρωπίνων πραγμάτων προόρασιν, τὴν διὰ τῆς ἀπαθείας ζωοποιὸν νέκρωσιν, καὶ τὴν μετ’ αὐτοῦ συνάφειαν, εἰς τὸ συμβασιλεύειν αὐτῷ ἐν τῇ τοῦ Πατρὸς καὶ Θεοῦ βασιλείᾳ, καθὼς αὐτὸς πρὸς αὐτὸν τὴν παράκλησιν ποιεῖται λέγων ὑπὲρ ἡμῶν· «Πάτερ, οὓς δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ αὐτοὶ ὦσιν.» μγʹ.

Ὅταν πρακτικῶς κοπιῶν τις περὶ τὴν ἐργασίαν τῶν ἐντολῶν, αἴφνης ἐν ἀνεκλαλήτῳ καὶ ἀῤῥήτῳ χαρᾷ γένηται, ὡς ἀλλοιωθῆναι αὐτὸν ξένην καὶ ὑπὲρ λόγον ἀλλοίωσιν, καὶ τὸ μὲν βάρος ἀποθέσθαι τοῦ σώματος, ἐπιλαθέσθαι δὲ βρώσεως, ὕπνου, καὶ τῶν ἄλλων τῆς φύσεως ἀναγκῶν, γινωσκέτω ταύτην εἶναι Θεοῦ ἐπιδημίαν πρὸς αὐτόν, τὴν ποιοῦσαν ἐν τοῖς ἀγωνιζομένοις τὴν ζωοποιὸν νέκρωσιν, καὶ δωρουμένην αὐτοῖς ἐντεῦθεν ἤδη τὴν τῶν ἀσωμάτων κατάστασιν· ταύτης τῆς μακαρίας ζωῆς πρόξενος, ἡ ταπείνωσις· τροφὸς δὲ καὶ μήτηρ, ἡ ἁγία κατάνυξις· φίλη δὲ καὶ ἀδελφή, ἡ τοῦ θείου φωτὸς θεωρία· θρόνος ἡ ἀπάθεια· καὶ τέλος ἡ ἁγία Τριὰς ὁ Θεός.

μδʹ. Ὁ ταύτην καταλαβὼν τὴν ἀκρόπολιν, οὐ δύναται ὑπὸ τὰ δεσμὰ κρατεῖσθαι τῆς τῶν ὅλων αἰσθήσεως, οὐχ ὁρᾷ τι τῶν τοῦ βίου τερπνῶν, οὐ διακρίνει τοῦ ἀνοσίου τὸν ὅσιον· ἀλλ’ ὥσπερ ὁ Θεὸς ἐπίσης βρέχει καὶ ἀνατέλλει τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους, πονηρούς τε καὶ ἀγαθούς, οὕτως ἐπίσης καὶ αὐτὸς τὰς τῆς ἀγάπης ἀνατέλλει καὶ ἁπλοῖ πρὸς πάντας ἀκτῖνας, καὶ οὐ στενοχωρεῖται τὰ σπλάγχνα, πάντων ἐγκυμονῶν τὴν ἀγάπην, καὶ στενοχωρεῖται καὶ βιάζεται, μὴ εὐεργετῶν ὅσον βούλεται· ἐκ τούτου πηγή τις, ὡς ἐξ Ἐδέμ, ἄλλη ἐκπορεύεται κατανύξεως, εἰς τέσσαρας διαιρουμένη ἀρχάς· εἰς ταπεινοφροσύνην, εἰς ἀγνείαν, εἰς ἀπάθειαν, καὶ εἰς ὕψος ἀπερισπάστου εὐχῆς, καὶ ποτίζει τὸ πρόσωπον πάσης τῆς νοητῆς κτίσεως τοῦ Θεοῦ.

μεʹ. Οἱ μὴ τῆς γλυκύτητος τῶν τῆς κατανύξεως δακρύων γευσάμενοι, μηδὲ εἰδότες τίς ἡ χάρις αὐτῆς καὶ τίς ἡ ἐνέργεια, οὐδὲν τῶν εἰς τεθνεῶτας χεομένων δακρύων, ταῦτα διαφέρειν οἴονται, προσαναπλάττοντες ἑαυτοῖς, ἄλλ’ ἄττα εἴδη κενῶν προφάσεων πολλά, καὶ ἀπορίας συλλογισμούς· τὰ δὲ φυσικῶς ἡμῖν ἐμπεφύκασι, καὶ ἡνίκα τὸ ἀγέρωχον ἄρτι τοῦ νοὸς πρὸς ταπείνωσιν κλίνῃ, μύσῃ δὲ καὶ ἡ ψυχὴ τὰς ὁράσεις αὐτῆς ἀπὸ τῆς ἀπάτης τῶν ὁρωμένων, καὶ ταύτας πρὸς μόνην τὴν θεωρίαν τοῦ ἀΰλου καὶ πρώτου φωτὸς ἐκπετάσῃ, πᾶσαν ἀποσεισαμένη τοῦ κόσμου τὴν αἴσθησιν, καὶ τύχῃ τῆς ἄνωθεν τοῦ πνεύματος παρακλήσεως, αὐτίκα τὰ δάκρυα ὡς ὕδατα πηγῆς ἐκβλύζουσιν ἐξ αὐτῆς, καὶ τὰ αἰσθητήρια ταύτης καταγλυκαίνουσι, πάσης εὐφροσύνης ἐμπιπλῶντα αὐτῆς τὴν διάνοιαν καὶ θείου φωτός· οὐ μήν, ἀλλὰ γὰρ καὶ συντρίβουσι τὴν καρδίαν, καὶ τὸν νοῦν ταπεινόφρονα ἐν ὀπτασίᾳ τοῦ κρείττονος ἀπεργάζονται, ἃ γενέσθαι ἀδύνατον ἐν τοῖς ἄλλως θρηνοῦσι καὶ κοπτομένοις.

μϛʹ. Ἀδύνατον ἄλλως τὴν πηγὴν τῶν δακρύων ἀναστομῶσαί τινα, ἄνευ βαθυτάτης ταπεινοφροσύνης, οὔτε πάλιν ταπεινόφρονα εἶναι, ἄνευ τῆς ἐγγινομένης ἀπὸ τῆς ἐπιδημίας τοῦ πνεύματος κατανύξεως· τὴν γὰρ κατάνυξιν ἡ ταπεινοφροσύνη, καὶ τὴν ταπεινοφροσύνην ἡ κατάνυξις, διὰ τοῦ ἁγίου ἀπογεννᾷ Πνεύματος· ὡς εἴ τις γὰρ σειρὰ ἀλλήλων αὗται ἐχόμεναι, καὶ ἐν μιᾷ χάριτι συνδεόμεναι, ἄῤῥηκτον τὸν σύνδεσμον τοῦ Πνεύματος ἔχουσι.