Ἔργον
Νικήτας Στηθᾶτος – Κεφάλαια πρακτικά ἑκατόν
Η ιερά ησυχία, η αποταγή και οι πνευματικές θεωρίες
Η ματαιότητα των επίγειων μεριμνών, η φύση της ιεράς ησυχίας και η διάκριση των νυκτερινών οραμάτων από τις θείες αποκαλύψεις.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ιερά ησυχία, η αποταγή και οι πνευματικές θεωρίες
Η ματαιότητα των επίγειων μεριμνών, η φύση της ιεράς ησυχίας και η διάκριση των νυκτερινών οραμάτων από τις θείες αποκαλύψεις.
μζʹ. Τὸ ὑπὸ τοῦ θείου Πνεύματος ἐγγινόμενον φῶς τῇ ψυχῇ, ὑπαναχωρεῖν εἴωθεν ἐκ ῥᾳθυμίας, καὶ ἀμελείας, καὶ ἐξ ἀδιαφορίας, τῆς ἐν λόγοις καὶ βρώμασιν· ἥ τε γὰρ τῶν βρωμάτων ἀδιαφορία, καὶ τὸ ὑγρὸν τῆς διαίτης, αὐτό τε τὸ ἀκρατὲς τῆς γλώττης, καὶ τῶν ὀφθαλμῶν τὸ ἀφύλακτον, διώκειν τοῦτο πέφυκεν ἐξ αὐτῆς, καὶ σκοτεινοὺς ἡμᾶς ἀπεργάζεσθαι· σκότους δὲ πληρωθέντων ἡμῶν, τὰ θηρία πάντα τοῦ ἀγροῦ τῆς καρδίας ἡμῶν, καὶ οἱ σκύμνοι λογισμοὶ τῶν παθῶν αὐτίκα διέρχονται ὠρυόμενοι ἐν αὐτῇ, ζητοῦντες βρῶσιν ἐμπαθείας, καὶ τοῦ ἁρπάσαι τὸν ἀποτεθέντα ἐν ἡμῖν παρὰ τοῦ Πνεύματος θησαυρόν· ἀλλ’ ἡ φίλη τῷ ὄντι ἐγκράτεια, καὶ ἡ ἀγγελοποιὸς προσευχή, οὐ μόνον οὐδὲν τῶν τοιούτων συγχωρεῖ περὶ τὴν ψυχὴν διελθεῖν, ἀλλὰ καὶ τὸ φέγγος ἄσβεστον τοῦ Πνεύματος περὶ τὸν νοῦν διατηρεῖ, καὶ τὴν καρδίαν ἤρεμον ἀποτελεῖ, καὶ ἁγνὴν πηγάζει τὴν θείαν κατάνυξιν, καὶ τὴν ψυχὴν εἰς ἀγάπην πλατύνει Θεοῦ, καὶ αὐτὴν ὅλην ὅλῳ δι’ εὐφροσύνης καὶ παρθενίας συνάπτει Χριστῷ.
μηʹ. Οὐδὲν οὕτως ἕτερον οἰκεῖον τῷ λόγῳ, ὡς ἁγνεία καὶ σωφροσύνη ψυχῆς· τούτων δὲ μήτηρ ἡ περιεκτικὴ καὶ φίλη ἐγκράτεια· τῆς δὲ πατήρ, ὁ φόβος· οὗτος δὲ εἰς πόθον τραπείς, καὶ τῇ ἐφέσει τῶν θείων συναφθεὶς πραγμάτων, ἄφοβον ἀπεργάζεται τὴν ψυχὴν καὶ πλήρη ἀγάπης Θεοῦ, καὶ τοῦ θείου λόγου γεννήτριαν.
μθʹ. Φόβος μὲν πρότερον συναφθεὶς τῇ ψυχῇ, ἐγκύμονα τοῦ λόγου τῆς κρίσεως αὐτὴν διὰ μετανοίας ποιεῖ, ἣν ὠδῖνες ᾅδου τῶν κολάσεων περικυκλοῦσιν αὐτίκα, στεναγμοί τε καὶ πόνοι ἐν συνοχῇ κατατρύχουσι τῆς καρδίας, ἀναλογιζομένην τὴν μέλλουσαν ἐπὶ κακοῖς ἀνταπόδοσιν. Εἶτα διὰ πολλῶν δακρύων καὶ πόνων αὕτη ἐν γαστρὶ διανοίας τὸ συλληφθὲν ἀπαρτίσασα, πνεῦμα σωτηρίας ἐπὶ τὴν γῆν γεννᾷ τῆς καρδίας αὐτῆς, καὶ τῶν ὠδίνων ἐλευθερωθεῖσα τοῦ ᾅδου, καὶ τῶν στεναγμῶν ἀπαλλαγεῖσα τῆς κρίσεως, πόθος καὶ χαρὰ τῶν μελλόντων ἀγαθῶν αὐτὴν διαδέχεται, καὶ προσυπαντᾷ αὐτὴν ἡ φίλη μετὰ σωφροσύνης ἁγνεία, καὶ τῷ ἔρωτι αὐτὴν ἐπισυνάπτει Θεῷ· τούτῳ δὲ ἡ ψυχὴ συναφθεῖσα, ἀῤῥήτου ἡδονῆς ἐπαισθάνεται, ὡς ἐντεῦθεν τὰ τῆς κατανύξεως προχέειν μεθ’ ἡδονῆς καὶ γλυκύτητος δάκρυα· ἔξω τε γίνεσθαι αὐτὴν τῆς παγκοσμίου αἰσθήσεως, καὶ ὡς ἐξεστηκυῖαν ὄπισθεν τοῦ νυμφίου διώκειν· καὶ οὕτω κράζειν φωναῖς ἀλαλήτοις· Ὀπίσω σου δραμοῦμαι εἰς ὀσμὴν μύρου σου, ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ διάθεσίς μου, ποῦ ποιμαίνεις; ποῦ κοιτάζεις; ἐν μεσημβρίᾳ καθαρᾶς θεωρίας; μήποτε γένωμαι ὥσπερ ἡ βαλλομένη ἐπ’ ἀγέλαις δικαίων· ἐλλάμψεις παρὰ σοὶ μυστηρίων μεγάλων· ἣν εἰσενεγκὼν ὁ νυμφίος εἰς τὸ ταμιεῖον τῶν κεκρυμμένων αὐτοῦ μυστηρίων, θεωρητικὴν αὐτὴν τῶν λόγων τῆς κτίσεως μετὰ σοφίας ἀποτελεῖ.
νʹ. Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τῆς παρθενίας τὴν ἁγνείαν ἀδύνατόν μοι τοῦ λοιποῦ ἐπικτήσασθαι, φθορᾷ καὶ μανίᾳ τοῦ σώματος ποικίλως ὑποπεσόντι· ἔνθα γὰρ πόνοι μετανοίας ἐν κακοπαθείᾳ καὶ θέρμῃ καταβληθῶσι ψυχῆς, καὶ δακρύων ἐκ κατανύξεως ποταμοὶ ῥεύσουσιν, ἐκεῖθεν πάντα τὰ ὀχυρώματα κατασύρεται, καὶ πυρκαϊὰ πᾶσα παθῶν κατασβέννυται, καὶ τελεῖται ἡ ἄνωθεν ἀναγέννησις δι’ ἐπιδημίας τοῦ Παρακλήτου· καὶ πάλιν ἁγνείας καὶ παρθενίας παλάτιον ἡ ψυχὴ γίνεται, ἐν ᾗ ὁ ὑπὲρ φύσιν Θεὸς καταβὰς διὰ φωτὸς καὶ χαρᾶς ἀῤῥήτου, καὶ ὡς ἐπὶ θρόνου δόξης ἐφ’ ὑψηλοῦ κεκαθικὼς τοῦ νοὸς αὐτῆς, δίδωσι τὴν εἰρήνην ταῖς περὶ αὐτὴν δυνάμεσιν, οὕτω λέγων· Εἰρήνη ὑμῖν ἀπὸ τῶν πολεμίων παθῶν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν εἰς τὸ κατὰ φύσιν κινεῖσθαι· εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν εἰς τὸ ὑπὲρ φύσιν τελειωθῆναι.
Τῷ τριττῷ οὖν τῆς εἰρηνικῆς δωρεᾶς τὸ τριμερὲς θεραπεύσας αὐτῆς, καὶ εἰς τὴν τριαδικὴν τελείωσιν ἀναγαγών, καὶ ἑνώσας αὐτὴν ἑαυτῷ, ὅλην παρθένον ἤδη, καὶ καλήν, καὶ ὡραίαν ἐν εὐωδίᾳ τῶν μύρων τῆς ἁγνείας ἀναχωνεύων ἀποτελεῖ, καί φησι πρὸς αὐτήν· Ἀνάστα, ἐλθὲ πλησίον μου, καλή μου περιστερά, δι’ ἐμπράκτου φιλοσοφίας, ὅτι ἰδοὺ ὁ χειμὼν τῶν παθῶν παρῆλθεν· ὁ ὑετὸς τῶν φιληδόνων λογισμῶν ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ τὰ ἄνθη τῶν ἀρετῶν, ὤφθη μετ’ εὐωδίας τῶν νοημάτων ἐν τῇ γῇ τῆς καρδίας σου· ἀνάστα, ἐλθὲ πλησίον μου ἐν γνώσει φυσικῆς θεωρίας, καὶ ἐλθὲ σύ, περιστερά μου, δι’ ἑαυτῆς ἐν σκέπῃ καὶ γνόφῳ μυστικῆς θεολογίας, καὶ πίστεως τῆς στερεᾶς ἐν ἐμοὶ τῷ Θεῷ πέτρας.
ναʹ. Μακάριος, ἐμοί, τῆς καλῆς ἀλλοιώσεώς τε καὶ ἀναβάσεως, ὁ διὰ τῆς ἐμπράκτου φιλοσοφίας τὸ τεῖχος τῆς ἐμπαθεστάτης ἕξεως ὑπερβάς, κἀκεῖθεν πτέρυξιν ἀπαθείας περιηργυρωμέναις τῇ γνώσει εἰς τὸν νοητὸν ἀέρα τῆς θεωρίας τῶν ὄντων ὑπεραρθείς, καὶ αὐτόθεν εἰς γνόφον θεολογίας εἰσδύς, καὶ καταπαύσας ἀπὸ πάντων τούτων τῶν ἔργων αὐτοῦ, ἐν Θεῷ, τῇ μακαρίᾳ ζωῇ, ὅτι ἄγγελος ἐπίγειος καὶ οὐράνιος ἄνθρωπος ἀποτελεσθείς, ἐδόξασε τὸν Θεὸν ἐν ἑαυτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτόν.
νβʹ. Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον τοῦ Θεοῦ, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον· ἐπειδὴ οὐχ ὅσα μὲν ἀρέσκει τοῖς ἀνθρώποις, ταῦτα καὶ Θεῷ· ἀλλ’ ὅσα δοκεῖ μὲν οὐ καλά, εἰσὶ δὲ καὶ λίαν τῇ φύσει καλὰ τῷ εἰδότι τοὺς λόγους τῶν ὄντων καὶ γεγονότων.
νγʹ. Καλὸν τὸ θανεῖν τῷ κόσμῳ, ζῆσαι δὲ τῷ Χριστῷ· ἄλλως γὰρ οὐ δύναταί τις ἄνωθεν γεννηθῆναι, κατὰ τὴν τοῦ Κυρίου φωνήν· ἐὰν δὲ μὴ ἄνωθεν γεννηθῇ, οὐδὲ εἰς τὴν βασιλείαν δύναται τῶν οὐρανῶν εἰσελθεῖν· αὕτη δὲ ἡ γέννησις, ἐξ ὑποταγῆς Πατέρων πνευματικῶν γίνεσθαι πέφυκεν. Εἰ μὴ γὰρ πρότερον τὸν τοῦ λόγου σπόρον διὰ τῆς διδασκαλίας τῶν Πατέρων ἐγκυμονήσωμεν καὶ υἱοποιηθῶμεν τῷ Θεῷ δι’ αὐτῶν, οὐ δυνάμεθα ἄνωθεν γεννηθῆναι· οὕτω γὰρ οἱ μὲν δώδεκα ἐξ ἑνὸς τοῦ Χριστοῦ, οἱ δὲ ἑβδομήκοντα ἐκ τῶν δώδεκα ἐγεννήθησαν, καὶ υἱοποιήθησαν τῷ Θεῷ καὶ Πατρὶ κατὰ τὸ εἰρημένον ὑπὸ Κυρίου· «Ὑμεῖς ἐστε υἱοὶ τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.» Ὅθεν καὶ πρὸς ἡμᾶς ὁ Παῦλός φησιν· «Εἰ γὰρ καὶ μυρίους παιδαγωγοὺς ἔχετε, ἀλλ’ οὐ πολλοὺς πατέρας· ἐγὼ ὑμᾶς ἐγέννησα, μιμηταί μου γίνεσθε.» νδʹ. Τὸ μὴ ὑποταγῆναι Πατρὶ πνευματικῷ κατὰ μίμησιν τοῦ μέχρι θανάτου καὶ σταυροῦ ὑποταγέντος Υἱοῦ τῷ Πατρί, τὸ μὴ γεννηθῆναι ἄνωθέν ἐστιν· ὁ δὲ μὴ γεγονὼς υἱὸς ἀγαπητὸς πατρὸς ἀγαθοῦ, πῶς πατὴρ ἄρα, μὴ λόγῳ καὶ πνεύματι γεννηθεὶς ἄνωθεν, υἱῶν ἀγαθῶν καὶ αὐτὸς γένηται ἀγαθὸς πατήρ· καὶ ἀγαθὰ τέξεται τέκνα, τῆς ἀγαθότητος τοῦ πατρὸς αὐτῶν σύμμορφα; Εἰ δὲ μὴ οὕτως, κατὰ τὸ δένδρον πάντως, καὶ ὁ καρπὸς αὐτοῦ.
νεʹ. Κακὸν ἡ ἀπιστία, τῆς πονηρᾶς φιλαργυρίας καὶ τοῦ φθόνου τὸ πονηρότατον κύημα· εἰ δὲ αὕτη κακόν, πόσῳ μᾶλλον ἡ τίκτουσα; ὅσον ὅτι τὴν τοῦ χρυσοῦ φιλίαν τῆς Χριστοῦ φιλίας προτιμοτέραν ἐν τοῖς υἱοῖς τῶν ἀνθρώπων ἐργάζεται, καὶ τὸν δημιουργὸν τῆς ὕλης ἑαυτῆς ἐλάττονα τίθεται, καὶ αὐτῇ λατρεύειν μᾶλλον, ἢ τῷ Θεῷ πείθει, τοὺς τῇ κτίσει παρὰ τὸν κτίσαντα τὴν λατρείαν προσνέμοντας, καὶ τὴν τοῦ Θεοῦ ἀλήθειαν μεταλλάσσοντας ἐν τῷ ψεύδει.
Εἰ δὲ τοσοῦτον ἡ νόσος κακόν, ὡς καὶ δευτέρας αὐτὴν εἰδωλολατρείας κληρώσασθαι ὄνομα, ποίας οὐχ ὑπερβαίνει κακίας ὑπερβολὴν ἡ νοσοῦσα ταύτην ἐθελουσίων ψυχή; νϛʹ. Εἰ μὲν τοῦ Χριστοῦ φίλος εἶναι φιλεῖς, μισήσεις ἄρα χρυσόν, καὶ τὴν τούτου λίχνον φιλίαν, ὡς τὴν διάνοιαν στρέφουσαν πρὸς ἑαυτὴν τοῦ φιλοῦντος, καὶ ἀποσπῶσαν αὐτὴν ἀπὸ τῆς γλυκυτάτης ἀγάπης τοῦ Ἰησοῦ· ἥτις οὐκ ἐν εἴδει λόγου φαίνεσθαί μοι δοκεῖ, ἀλλ’ ἐν εἴδει πράξεως τῶν αὐτοῦ ἐντολῶν. Εἰ δὲ τοῦ χρυσοῦ ἐπιθυμεῖς, φεῦ! κερδήσεις μὲν κατορύττων αὐτὸν τόγε νῦν ἔχον, εἴ γε κέρδος καὶ οὐ ζημίαν ἐσχάτην ἔχεις αὐτοῦ τὴν φιλίαν, προτιμῶν αὐτὴν τοῦ Χριστοῦ. Ἐκεῖνον δέ, ἴσθι, ζημιωθήσῃ, καὶ προσαπολέσῃς τῇ ζημίᾳ, καὶ ὃν ἔχεις τὸ κεφάλαιον, τὸν Θεόν, οὗ χωρὶς οὐκ ἔστιν ἀνθρώποις σωτηρίας ζωή.
νζʹ. Εἰ φιλεῖς χρυσόν, Χριστὸν οὐ φιλεῖς. Εἰ δὲ Χριστὸν οὐ φιλεῖς, φιλεῖς δὲ χρυσόν, ὅρα τίνι σε ὁ τύραννος ἐξομοιοῦσθαι παρασκευάζει· ἐκείνῳ τῷ μαθητῇ μέν, ἀλλ’ ἀπίστῳ, φίλῳ δέ, ἀλλ’ ἐπιβούλῳ φανέντι, καὶ κακῶς εἰς τὸν κοινὸν Δεσπότην ἐμπαροινήσαντι, καὶ ἀθλίως ἐκπεσόντι πίστεως ἅμα καὶ τῆς πρὸς ἐκεῖνον ἀγάπης, καὶ εἰς βυθὸν ἐγκυβιστήσαντι ἀπογνώσεως· οὗ σὺ δεδιὼς τὸ ὑπόδειγμα, φεῦγε χρυσόν, ἐμοὶ πειθόμενος, καὶ τὴν τούτου φιλίαν, ἵνα δυνηθῇς κερδῆσαι Χριστόν, ἐν τῷ φιλεῖν σεαυτόν.
Εἰ δ’ οὖν, ἀλλ’ οἶδας τὸν τόπον τοῦ ἐκπεπτωκότος τὸν ἴδιον. νηʹ. Μὴ διὰ χρυσοῦ, ἢ συνδρομῆς ἀνθρώπων καὶ ἐξαιτήσεως ἐπιτυχεῖν προεδρίας σπεύσῃς ποτέ, εἰ καὶ συνορᾷς ἑαυτὸν ἰσχύοντα ὠφελῆσαι ψυχάς, ἄνευ τῆς ἄνωθεν κλήσεως, ἐπεὶ τρία ταῦτά σοι προσυπαντήσει, καὶ τούτων ἓν ἀποβήσεται. Ἢ γὰρ ἀγανάκτησις ἀπὸ Θεοῦ σοι ἐπέλθῃ, καὶ ὀργὴ διὰ ποικίλων ἐπιφορῶν καὶ περιστάσεων· ἐκπολεμωθήσονταί σοι γὰρ οὐκ ἄνθρωποι μόνον, ἀλλὰ καὶ ἡ κτίσις σχεδὸν ἅπασα, καὶ γενήσεταί σοι πολυστένακτος ἡ ζωή· ἢ μετὰ πολλῆς ἀτιμίας ἐκεῖθεν καθαιρεθήσῃ, τῶν κατὰ σοῦ ὑπερισχυσάντων· ἢ ἀποθάνῃς ἐν οὐ καιρῷ σου ἀποτμηθεὶς τῆς παρούσης ζωῆς.
νθʹ. Οὐκ ἔστι καταφρονῆσαι δόξης καὶ ἀτιμίας, καὶ ὑπεράνω γενέσθαι ὀδύνης καὶ ἡδονῆς; εἰ μή τις πρὸς τὰ τέλη τῶν πραγμάτων βλέπειν ἀξιωθήσεται. Ὁπηνίκα γὰρ πάσης δόξης, καὶ ἡδονῆς, τρυφῆς, καὶ πλούτου, καὶ εὐημερίας τὰ τέλη εἰς οὐδὲν ἴδῃ καταγινόμενα, τοῦ θανάτου ταῦτα διαδεχομένου καὶ διαφθείροντος, τηνικαῦτα πάντων καταγνοὺς τῶν ἀνθρωπίνων πραγμάτων σαφῆ ματαιότητα, τρέπει τὰς αἰσθήσεις αὐτοῦ πρὸς τὰ τέλη τῶν θείων πραγμάτων.
Καὶ τῶν μὲν ὄντων καὶ μηδαμῶς διαφθαρῆναι δυναμένων ἀντέχεται, τούτων δὲ ἀντιποιούμενος, ὀδύνης μὲν καὶ ἡδονῆς ὑπεράνω γίνεται· ὀδύνης, ὡς τὸ φιλήδονον, καὶ φιλόδοξον, καὶ φιλοχρήματον καταγωνισάμενος τῆς ψυχῆς· ἡδονῆς δέ, ὡς τὴν τοῦ κόσμου ἀποσεισάμενος αἴσθησιν.
Διὸ καὶ τιμώμενος καὶ ἀτιμαζόμενος ὁ αὐτός ἐστιν, ὀδύναις τε καὶ ἀνέσεσι βαλλόμενος σώματος, ἐν πᾶσιν εὐχαριστεῖ τῷ Θεῷ, καὶ οὐ κατασπᾶται τὸν λογισμόν. ξʹ. Ἔστι καὶ ἀπὸ τῶν ἐνυπνίων τὰς τῆς ψυχῆς κινήσεις καὶ διαθέσεις καταστοχάζεσθαι τὸν σπουδαῖον, καὶ τῆς καταστάσεως ἐπιμελεῖσθαι αὐτοῦ.
Κατὰ γὰρ τὴν διάθεσιν τοῦ ἐντὸς ἀνθρώπου, καὶ τῶν φροντίδων αὐτοῦ, εἰσὶ καὶ τοῦ σώματος αἱ κινήσεις, καὶ τοῦ νοὸς αἱ φαντασίαι. Εἰ μέν τις οὖν φιλόϋλον καὶ φιλήδονον τὴν ψυχὴν ἔχει, κτήσεις πραγμάτων καὶ χρημάτων εὐπορίαν φαντάζεται, μορφάς τε γυναικῶν καὶ συμπλοκὰς ἐμπαθεῖς, ἐξ ὧν ὁ ἐσπιλωμένος αὐτῷ χιτών, καὶ ὁ μιασμὸς τῆς σαρκὸς ἐπιγίνεται.
Εἰ δὲ πλεονεκτικὴν καὶ φιλάργυρον, χρυσὸν ὁρᾶ κατὰ πάντα, καὶ τοῦτον εἰσπράττει, καὶ πλεονάζει τοῖς τόκοις, καὶ εἰς θησαυροὺς ἀποτίθεται, καὶ ὡς ἀσυμπαθὴς κατακρίνεται. Εἰ δὲ θυμώδη καὶ βάσκανον, θηρίοις καὶ ἰοβόλοις διώκεται ἑρπετοῖς, καὶ φόβοις καὶ δειλίᾳ καθυποβάλλεται· εἰ δὲ πεφυσιωμένην τῇ κενῇ δόξῃ, εὐφημίας καὶ προσυπαντήσεις λαοῦ, θρόνους ἀρχῆς καὶ ἡγεμονίας φαντάζεται, καὶ περὶ τὰ μήπω ὄντα αὐτῷ, ὡς ὄντα, ἢ πάντως ἐσόμενα, καὶ ἐγρηγορῶν διατίθεται. Εἰ δὲ ὑπερήφανον καὶ ἀλαζονείας μεστήν, ἐπὶ ὀχημάτων φέρεσθαι λαμπροτάτων ὁρᾷ ἑαυτόν, καὶ πτεροῖς ἔσθ’ ὅτε εἰς ἀέρα πετόμενον, καὶ πάντας τὴν ὑπεροχὴν τρέμοντας τῆς ἐξουσίας αὐτοῦ. Οὕτω δὴ καὶ φιλόθεος ἄνθρωπος, σπουδαῖος ὢν εἰς ἐργασίαν τῆς ἀρετῆς, καὶ δίκαιος εἰς εὐσεβείας ἀγῶνας, καὶ καθαρὰν τῆς ὕλης ἐπιφερόμενος τὴν ψυχήν, μελλόντων πραγμάτων ἐκβάσεις καθ’ ὕπνους ὁρᾷ καὶ φρικτῶν θεαμάτων ἀποκαλύψεις, ἀεί τε εὐχόμενον ἑαυτὸν ἐν κατανύξει καὶ εἰρηνικῇ καταστάσει, ψυχῆς τε καὶ σώματος ἀφυπνιζόμενος καταλαμβάνει, ὡς εἶναι μὲν ἐπὶ τῶν παρειῶν αὐτοῦ τὰ δάκρυα, ἐπὶ δὲ τῶν χειλέων τὴν πρὸς Θεὸν ὁμιλίαν.
ξαʹ. Τῶν καθ’ ὕπνους φανταζομένων τὰ μὲν αὐτῶν ἐστιν ἐνύπνια, τὰ δὲ ὁράσεις, τὰ δὲ ἀποκαλύψεις. Καὶ τὰ μὲν ἐνύπνιά εἰσιν, ὅσα μὴ μένει περὶ τὸ φανταστικὸν τοῦ νοὸς ἀναλλοίωτα, ἀλλὰ συγκεχυμένην, καὶ ἀλλεπάλληλον, καὶ πυκνῶς ἀλλοιουμένην ἀπ’ ἄλλου εἰς ἄλλο φέρει τὴν φαντασίαν· ἐξ ὧν οὐδεμία τῶν φανταζομένων ἐπιγίνεται ὠφέλεια, καὶ αὐτὴ ἡ φαντασία μετὰ τὴν ἀφύπνησιν ὄλλυται. Ἧς καὶ καταφρονεῖν οἱ σπουδαῖοι ὀφείλουσιν. Αἱ δὲ ὁράσεις εἰσίν, ὅσαι ἀναλλοίωτοί εἰσι· καὶ οὐκ ἐκ τούτου εἰς ἕτερον μετασχηματίζονται, ἀλλὰ μένουσιν ἐντετυπωμέναι τῷ νοῒ ἐπὶ πολλὰς περιόδους ἐτῶν καὶ ἀλάθητοι· καὶ ὅσοι μελλόντων πραγμάτων ἐκβάσεις δεικνύουσι, καὶ ψυχῆς ὠφέλειαν ἐκ κατανύξεως προξενοῦσι καὶ φοβερῶν θεαμάτων· σύννουν τε καὶ σύντρομον τὸν ὁρῶντα ἐκ τῆς τῶν ὁρωμένων ἀναλλοιώτου φρικτῆς θεωρίας ἀποτελοῦσιν, ὧν καὶ περὶ πολλοῦ τίθεσθαι χρεὼν τοὺς σπουδαίους τὰς ὀπτασίας.
Αἱ δὲ ἀποκαλύψεις εἰσίν, αἱ παρὰ πᾶσαν τὴν αἴσθησιν γινόμεναι θεωρίαι τῆς καθαρωτάτης καὶ πεφωτισμένης ψυχῆς, αἵτινες ξένων τινῶν θείων πραγμάτων καὶ νοημάτων φέρουσι δύναμιν, κεκρυμμένων τε μυστηρίων Θεοῦ μυσταγωγίαν καὶ ἐκβάσεις μεγίστων εἰς ἡμᾶς ὑποθέσεων, καὶ κοινὴν ἐναλλαγὴν ἐπὶ τῶν κοσμικῶν καὶ ἀνθρωπίνων πραγμάτων.
ξβʹ. Τῶν εἰρημένων τὰ μὲν εἰσὶν ὑλικῶν καὶ φιλοσάρκων ἀνδρῶν, ὧν ὁ Θεὸς ἡ κοιλία καὶ ἡ ὕβρις τοῦ κόρου· ὧν τὸ ζοφερὸν τοῦ νοός, ἐκ βίου ἠμελημένου καὶ τετριμμένου τοῖς πάθεσι, καὶ οὓς φαντάζουσί τε καὶ παίζουσι δαίμονες· τὰ δὲ σπουδαίων καὶ καθαιρομένων τὰ τῆς ψυχῆς αἰσθητήρια, καὶ διὰ τῶν ὁρωμένων εὐεργετουμένων εἰς θείων πραγμάτων κατάληψιν, καὶ εἰς ἐπίδοσιν ἀναβάσεως· τὰ δὲ τελείων, καὶ ὑπὸ θείου ἐνεργουμένων πνεύματος, καὶ ἡνωμένων Θεῷ ἐκ θεολόγου ψυχῆς.
ξγʹ. Οὐ πάντων αἱ καθ’ ὕπνους ὄψεις εἰσὶν ἀληθεῖς, οὐδὲ πάντων τῷ ἡγεμονικῷ τοῦ νοὸς ἐντυποῦνται· ἀλλὰ μόνων ἐκείνων τῶν κεκαθαρμένων τὸν νοῦν, καὶ τετρανωμένων τὰ αἰσθητήρια τῆς ψυχῆς, καὶ πρὸς φυσικὴν ἀναδραμόντων θεωρίαν· ὧν οὐδεμία φροντὶς πραγμάτων βιωτικῶν, οὐδέ τις μέριμνα τῆς παρούσης ζωῆς· ὧν αἱ μακραὶ ἀσιτίαι εἰς περιεκτικὴν ἐγκράτειαν ἕστησαν· καὶ οἱ κατὰ Θεὸν ἱδρῶτες καὶ πόνοι, εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ τὴν γνῶσιν τῶν ὄντων τὸ κατάλυμα εὗρον μετὰ σοφίας τῆς κρείττονος· ὧν ὁ βίος ἀγγελικὸς καὶ ἡ ζωὴ νῦν παρὰ Θεῷ κέκρυπται, καὶ ἡ προκοπὴ ἐξ ἱερᾶς ἡσυχίας εἰς βάσιν προφητῶν τῆς τοῦ Θεοῦ Ἐκκλησίας ἀνέβη· περὶ ὧν καὶ ἐν Μωϋσῇ λελάληκεν ὁ Θεός· «Ἐὰν γένηται προφήτης ἐν ὑμῖν, ἐν ὕπνῳ ὀφθήσομαι αὐτῷ, καὶ ἐν ὁράματι λαλήσω πρὸς αὐτόν.» Καὶ ἐν Ἰωήλ· «Καὶ ἔσται μετὰ ταῦτα, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται.» ξδʹ.
Ἡσυχία ἐστὶ νοὸς κατάστασις ἀνενόχλητος, γαλήνη ἐλευθερίας καὶ ἀγαλλιωμένης ψυχῆς, καρδίας ἐν Θεῷ βάσις ἀτάραχος καὶ ἀκύμαντος, θεωρία φωτός, γνῶσις Θεοῦ μυστηρίων, λόγος σοφίας ἐκ καθαρᾶς διανοίας, ἄβυσσος νοημάτων Θεοῦ, ἁρπαγὴ νοός, ὁμιλία Θεοῦ, ἀκοίμητος ὀφθαλμός, προσευχὴ νοερά, ἄπονος ἐν πόνοις μεγάλοις ἀνάπαυσις· καὶ τέλος ἕνωσις μετὰ Θεοῦ καὶ συνάφεια.
ξεʹ. Μέχρις ἡ ψυχὴ στασιάζῃ καθ’ ἑαυτήν, ἀτάκτως κινουμένων αὐτῆς τῶν δυνάμεων, καὶ οὔπω χωρητικὴ γέγονε τῶν θείων ἀκτίνων, οὐδὲ ἐλευθερίας ἠξιώθη τῆς δουλείας τοῦ φρονήματος τῆς σαρκός, οὐδὲ εἰρήνης ἀπήλαυσεν, ἄρτι λήξαντος αὐτῇ τοῦ πολέμου τῶν ἀκαθέκτων παθῶν, πολλῆς δέεται σιωπῆς τῶν χειλέων, ὡς λέγειν καὶ αὐτὴν μετὰ τοῦ Δαβίδ· «Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ.» Ἀεὶ δὲ σκυθρωπὴν εἶναι δεῖ, καὶ στυγνὴν πορεύεσθαι τὴν ὁδὸν τῶν ἐντολῶν τοῦ Χριστοῦ, ἐν τῷ θλίβεσθαι ὑπὸ τοῦ ἐχθροῦ, καὶ ἀναμένειν τὴν ἐπιδημίαν τοῦ Παρακλήτου· δι’ οὗ ταύτῃ κατανυσσομένῃ, καὶ πλυνομένῃ τοῖς δάκρυσιν, ἡ ὄντως ἐλευθερία ἐπιβραβεύεται.
ξϛʹ. Ὁπηνίκα ὁ ἐν ἡσυχίᾳ τὸ μέλι τῶν ἀρετῶν ἐργαζόμενος, ὑπεράνω τῆς ταπεινώσεως γένηται τῆς σαρκὸς ἐξ ἀγώνων φιλοσοφίας, καὶ εἰς τὸ κατὰ φύσιν ἔλθῃ τὰ τῶν δυνάμεων αὐτοῦ τῆς ψυχῆς ἐκ καταβεβλημένου φρονήματος, χωρήσῃ τε τὰς ἀκτῖνας τοῦ Πνεύματος, δάκρυσι καθαρθεὶς τὴν καρδίαν καὶ τῆς ζωοποιοῦ νεκρώσεως τοῦ Χριστοῦ τὴν ἀφθαρσίαν ἐνδύσηται, καὶ τὸν Παράκλητον, ἐν τῷ ὑπερῴῳ τῆς ἡσυχίας καθεζόμενος, μετὰ πυρίνης γλώττης καὶ αὐτὸς ὑποδέξηται, τηνικαῦτα λαλεῖν ἐν παῤῥησίᾳ τὰ μεγαλεῖα τοῦ Θεοῦ χρεωστεῖ, καὶ ἐν Ἐκκλησίᾳ μεγάλῃ τὴν δικαιοσύνην αὐτοῦ εὐαγγελίζεσθαι, ὡς ἐν μέσῳ τῆς κοιλίας δεξάμενος τὸν νόμον τοῦ Πνεύματος· ἵνα μή, ὡς ὁ πονηρὸς δοῦλος ἐκεῖνος, ὁ τὸ τάλαντον τοῦ οἰκείου κατακρύψας δεσπότου, εἰς πῦρ βληθήσεται τὸ αἰώνιον. Οὕτω γὰρ καὶ Δαβὶδ τὴν ἁμαρτίαν ἀπονιψάμενος διὰ μετανοίας, καὶ τὸ προφητικὸν πάλιν ἀπολαβὼν χάρισμα, ὥσπερ μὴ δυνάμενος τὴν εὐεργεσίαν κρύπτειν, ἔλεγε πρὸς Θεόν· «Ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω· Κύριε, σὺ ἔγνως· τὴν δικαιοσύνην σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου· τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα· οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς.» ξζʹ.
Νοῦς ἰλύος πάσης ἐκκαθαρθείς, οὐρανὸς κατάστερος ἐν λαμπροῖς καὶ φωτεινοτάτοις νοήμασι γίνεται τῇ ψυχῇ, τὸν Ἥλιον τῆς δικαιοσύνης ἔχων λάμποντα ἐν ἑαυτῷ, καὶ φαιδρὰς τὰς ἀκτῖνας τῆς θεολογίας εἰς τὸν κόσμον ἐκπέμποντα· ὁ λόγος δὲ τούτῳ καθαρὸς γενόμενος ἐξ ἀβύσσου σοφίας, ἁπλᾶς καὶ ἀμιγεῖς ἐκεῖθεν ἀνάγει πρὸς αὐτὸν τὰς τῶν πραγμάτων ἰδέας, καὶ τὰς ἀποκαλύψεις τῶν κεκρυμμένων τετρανωμένας, εἰς τὸ εἰδέναι τί τὸ βάθος, καὶ ὕψος, καὶ πλάτος τῆς γνώσεως τοῦ Θεοῦ. Ταύτας δὲ φυσικῶς ἐκεῖνος ἐγκολπωσάμενος, διατρανοῖ τὰ βάθη τοῦ Πνεύματος διὰ τοῦ λόγου πᾶσι τοῖς ἔχουσι Πνεῦμα Θεῖον ἐν τοῖς ἐγκάτοις, καὶ δημοσιεύει τῶν δαιμόνων τοὺς δόλους, καὶ τὰ μυστήρια διηγεῖται τῆς βασιλείας τῶν οὐρανῶν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.