Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Κεφάλαια πρακτικά ἑκατόν

Νικήτας Στηθᾶτος

Η αδιάλειπτη προσευχή, η ψαλμωδία και τα χαρίσματα του Πνεύματος

Η ποιότητα της προσευχής, η υπεροχή της νοεράς εργασίας έναντι της σωματικής άσκησης και η κλίμακα των επτά χαρισμάτων του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 8 από 14

ξηʹ. Τὰς μὲν σωματικὰς ὀρέξεις καὶ τὰ σκιρτήματα τῆς σαρκὸς ἵστησιν ἐγκράτεια, καὶ νηστεία, καὶ ἀγῶνες πνευματικοί· τὰς δὲ φλεγμονὰς τῆς ψυχῆς καὶ τὰ οἰδήματα τῆς καρδίας καταψύχει τῶν θείων Γραφῶν ἡ ἀνάγνωσις, καὶ ταπεινοῖ ἡ ἀένναος προσευχή, καὶ ὡσεὶ ἔλεον καθιλαρύνει αὐτὰς ἡ κατάνυξις.

ξθʹ. Οὐδὲν οὕτως ἕτερον, ὡς εὐχὴ καθαρά τε καὶ ἄϋλος, συνόμιλον τῷ Θεῷ τὸν ἄνθρωπον ἀπεργάζεται, καὶ ἑνοῦν οἶδεν αὐτῷ τὸν λόγῳ ἀπερισπάστως μετὰ πνεύματος προσευχόμενον· ἡνίκα καὶ τοῖς δάκρυσιν ἀποσμηχομένην ἔχει τὴν ἰδίαν ψυχήν, τῷ ἡδεῖ τε καταγλυκαινομένην τῆς κατανύξεως, καὶ τῷ φωτὶ καταφωτιζομένην τοῦ Πνεύματος.

οʹ. Καὶ ἡ ποσότης ἐν ταῖς τῶν εὐχῶν ψαλμῳδίαις ἀρίστη, ἡνίκα ταύτης καρτερία προηγεῖται καὶ προσοχή. Ἀλλ’ ἡ ποιότης ἐστὶ τὸ ζωογονοῦν τὴν ψυχήν, ἣ καὶ πρόξενος τοῦ καρποῦ. Ποιότης δὲ ψαλμῳδίας καὶ προσευχῆς, τὸ μετὰ τοῦ πνεύματος εὔχεσθαι, καὶ τῷ νοΐ. Εὔχεται δέ τις τῷ νοΐ, ὅταν εὐχόμενος καὶ ψάλλων, ἀναθεωρεῖ τὸν νοῦν τὸν ἐγκείμενον ἐν τῇ θείᾳ Γραφῇ· καὶ δέχεται ἀναβάσεις ἐκεῖθεν νοημάτων ἐν τῇ καρδίᾳ αὐτοῦ ἐκ θεοπρεπῶν ἐννοιῶν, ὑφ’ ὧν ἁρπαζομένη νοερῶς ἡ ψυχὴ εἰς ἀέρα φωτός, ἐλλάμπεται τρανῶς, καὶ καθαίρεται πλέον, καὶ πρὸς οὐρανοὺς ὅλη μετάρσιος γίνεται, καὶ τῶν ἀποκειμένων τοῖς ἁγίοις ἀγαθῶν κατοπτεύει τὰ κάλλη· ὧν τῇ ἐπιθυμίᾳ ἐκκαιομένη, τὸν καρπὸν εὐθὺς τῆς εὐχῆς ἐκπέμπει ἀπὸ τῶν ὀφθαλμῶν, καὶ τὸ νᾶμα τῶν δακρύων πηγάζει, ἐκ τῆς φωτοποιοῦ ἐνεργείας τοῦ Πνεύματος. Ὧν ἡ γεῦσις τοσοῦτον ἡδεῖα, ὡς καὶ σωματικῆς τροφῆς ἔσθ’ ὅτε τὸν ἐν μεθέξει τούτων γενόμενον ἐπιλανθάνεσθαι. Καὶ τοῦτό ἐστιν ὁ καρπὸς τῆς εὐχῆς, ὁ ἐκ τῆς ποιότητος τῆς ψαλμῳδίας ἐγγινόμενος ταῖς τῶν εὐχομένων ψυχαῖς.

οαʹ. Οὐ ὁ καρπὸς ἀναθεωρεῖται τοῦ Πνεύματος, ἐκεῖ καὶ ἡ ποιότης τῆς προσευχῆς. Καὶ οὗ ἡ ποιότης, ἐκεῖ ἀρίστη καὶ ἡ ποσότης τῆς ψαλμῳδίας. Καρποῦ δὲ μὴ φαινομένου, ἄνικμος καὶ ἡ ποιότης. Εἰ δὲ αὕτη ξηρά, περιττὸν ἡ ποσότης· ἥτις, εἰ καὶ σώματος γυμνασίαν φέρει, ἀλλὰ πάντως γε τοῖς πολλοῖς ἀκερδής ἐστι.

οβʹ. Βλέπε τὸν δόλον εὐχόμενος καὶ ᾄδων τοὺς ψαλμοὺς τῷ Κυρίῳ. Ἢ γὰρ ἄλλα ἀντ’ ἄλλων οἱ δαίμονες τὴν αἴσθησιν τῆς ψυχῆς ὑποκλέπτοντες, λέγειν ἡμᾶς ἀπατῶσι, τοὺς στίχους εἰς βλασφημίαν τρέποντες τῶν ψαλμῶν, ὡς εἰπεῖν ἡμᾶς διὰ στόματος ἃ μὴ θέμις· ἣ τὴν ἀρχὴν τῶν ψαλμῶν ἀρξαμένους, ἐπὶ τὸ τέλος ποιοῦσιν ἡμῶν τὸν λόγον, τὰ ἐν μέσῳ διασκεδάζοντες ἀπὸ τοῦ νοός· ἢ ἐπὶ τὸ αὐτὸ τὸν ἕνα στίχον ἀεὶ ἐπανακυκλοῦσι, μὴ συγχωροῦντες διὰ τῆς λήθης τὸ ἐχόμενον εὑρεῖν τοῦ ψαλμοῦ· ἢ ἐν μέσῳ γινομένων ἡμῶν τοῦ ψαλμοῦ, αἴφνης αἴρουσι τοῦ νοὸς τὴν μνήμην ἅπασαν τῶν ἐπισυναφθέντων στίχων· ὡς μηδὲ μνημονεύειν ἡμᾶς τίνα ἐπὶ στόματος εἴχομεν τῆς ψαλμῳδίας, μηδὲ δυναμένους εὑρεῖν ταῦτα καὶ ἐπαναλαβεῖν ἐπὶ γλώσσης.

Τοῦτο δὲ ποιοῦσιν, ὥστε βαλεῖν ἡμᾶς εἰς ὀλιγωρίαν καὶ ἀκηδίαν· καὶ ἵνα καταργήσωσιν ἡμῶν τοὺς καρποὺς τῆς προσευχῆς, τὴν τῆς ὥρας βραδυτῆτα ὑποτιθέμενοι. Ἀλλ’ ἔνστηθι σὺ δυνατῶς, καὶ τὸν ψαλμὸν σχολαιότερον ἔχου· ὡς ἂν τὴν τῆς εὐχῆς ἀπὸ τῶν στίχων διὰ θεωρίας τρυγήσῃς ὠφέλειαν, καὶ τὸν φωτισμὸν τοῦ ἁγίου Πνεύματος καταπλουτήσῃς τὸν ἐγγινόμενον ἐν ταῖς τῶν εὐχομένων ψυχαῖς.

ογʹ. Ὅταν τι τοιοῦτον ἐπισυμβῇ σοι ψάλλοντι συνετῶς, μὴ ὀλιγωρήσας ἀκηδιάσῃς· μηδὲ τὴν τοῦ σώματος ἀνάπαυσιν τῆς ψυχικῆς ὠφελείας σου προτιμήσῃς, τὴν βραδυτῆτα τῆς ὥρας κατανοῶν. Ἀλλὰ ἔνθα σε ἡ αἰχμαλωσία τοῦ νοὸς καταλήψεται, στῆθι, καὶ εἰ πρὸς τὸ τέλος γένησαι τοῦ ψαλμοῦ, σὺ πρὸς τὴν ἀρχὴν ἐκθύμως ἀνάδραμε· καὶ δραξάμενος αὐτῆς, αὖθις ἔχου τοῦ ψαλμοῦ καθ’ ὁδόν, κἂν πολλάκις ἐν μιᾷ ὥρᾳ ἡ αἰχμαλωσία προσυπαντήσῃ. Τοῦτο γὰρ ποιοῦντός σου, μὴ φέροντες τὴν ὑπομονὴν τῆς σῆς καρτερίας οἱ δαίμονες καὶ τὸν τόνον τῆς προθυμίας σου, αἰσχύνης πληρωθέντες, οἰχήσονται ἀπὸ σοῦ.

οδʹ. Ἀένναον προσευχὴν ἐκείνην εἶναι γίνωσκε ἀσφαλῶς, τὴν μὴ λήγουσαν ἀπὸ τῆς ψυχῆς διὰ πάσης ἡμέρας τε καὶ νυκτός· ἥτις οὐκ ἐν ἐκτάσει χειρῶν, ἢ παραστάσει σώματος, καὶ γλώττης ἤχῳ, τοῖς ὁρῶσιν ὁρᾶται· ἀλλ’ ἐν νοερᾷ μελέτῃ τῆς τοῦ νοὸς ἐργασίας, καὶ τῆς τοῦ Θεοῦ μνήμης δι’ ἐπιμόνου κατανύξεως τοῖς νοεῖν εἰδόσι νοεῖται.

οεʹ. Δύναταί τις ἀεὶ προσανέχειν εὐχῇ, ὁπόταν τοὺς ἑαυτοῦ λογισμοὺς ἐπισυνηγμένους ἔχῃ περὶ τὴν ἡγεμονίαν τοῦ νοός, ἐν εἰρήνῃ καὶ εὐλαβείᾳ πολλῇ, τὰ βάθη τοῦ Θεοῦ ἀνορύττοντας, καὶ ζητοῦντας ἐκεῖθεν γεύσασθαι τὸ γλυκύτατον νᾶμα τῆς θεωρίας.

Εἰρήνης δὲ τοιαύτης ἀπούσης, οὐ δύναται. Εἴ τινι γὰρ αἱ ψυχικαὶ δυνάμεις διὰ γνώσεως σπένδονται, τούτῳ καὶ ἡ διηνεκὴς προσευχὴ κατωρθώθη. οϛʹ. Ἐὰν ᾄδης ᾆσμα εὐχῆς τῷ Θεῷ, καὶ ἀδελφὸς παραστῇ τῇ θύρᾳ κρούων τῆς κέλλης σου, μὴ προτιμήσῃς τὸ ἔργον τῆς εὐχῆς τοῦ ἔργου τῆς ἀγάπης, καὶ παρίδῃς κρούοντα τὸν σὸν ἀδελφόν· τοῦτο γὰρ οὐκ ἔστι φίλον Θεῷ. Ἔλαιον γὰρ ἀγάπης θέλει, καὶ οὐ θυσίαν προσευχῆς. Ἀλλὰ τὸ δῶρον ἀφεὶς τῆς προσευχῆς, δὸς ὁμιλίαν ἀγάπης τῷ ἀδελφῷ, θεραπεύσας αὐτόν. Καὶ τότε στραφείς, πρόσφερέ σου τὸ δῶρον τῷ Πατρὶ τῶν πνευμάτων μετὰ δακρύων καὶ συντετριμμένης καρδίας, καὶ πνεῦμα εὐθὲς ἐγκαινισθήσεται τοῖς ἐγκάτοις σου.

οζʹ. Οὐκ ἐν ὡρισμένῳ καιρῷ καὶ τόπῳ τὸ τῆς εὐχῆς τελεῖται μυστήριον. Εἰ γὰρ ὁρίζεις τὰ τῆς εὐχῆς ἐν ὥραις, καὶ καιροῖς, καὶ τόποις, ὁ τούτων ἐκτὸς ἄρα χρόνος σχολὴν ἐν ἄλλοις ἄγει πράγμασι ματαιότητος. Ὅρος γὰρ εὐχῆς τοῦτό ἐστι, τό περ Θεὸν ἀνεκκίνητον τοῦ νοός· ἔργον δέ, τὸ περὶ θεῖα πράγματα στρέφεσθαι τὴν ψυχήν· τέλος δέ, τὸ κολληθῆναι Θεῷ τὴν διάνοιαν, καὶ ἓν πνεῦμα μετ’ αὐτοῦ χρηματίσαι, κατὰ τὸν ὅρον καὶ λόγον τοῦ Ἀποστόλου.

οηʹ. Εἰ καὶ τοῖς μέλεσι τῆς σαρκὸς ἐνεκρώθης, καὶ τὴν ψυχὴν ἐζωοποιήθης διὰ τοῦ Πνεύματος, καὶ ὑπερφυῶν χαρισμάτων ἠξιώθης ἀπὸ Θεοῦ, ἀλλὰ σύ γε μὴ ἄνετον ἐάσῃς τὸ λογιζόμενον τῆς ψυχῆς σου· στρέφεσθαι δὲ ἀεὶ τοῦτο ἔθιζε περὶ τὴν μνήμην τῶν ποτέ σοι ἡμαρτημένων, καὶ τῶν ἐν τῷ ᾅδῃ ποινῶν, καὶ ὡς κατάδικον νοερῶς ἑαυτὸν κατανόει. Οὕτω δὲ στρέφων ἐν τούτοις τὸν νοῦν, καὶ οὕτω κατανοῶν ἑαυτόν, συντετριμμένον φυλάξεις τὸ πνεῦμα, καὶ τὴν πηγὴν βλύζουσαν ἕξεις τῆς κατανύξεως, τὰ τῆς θείας χάριτος ῥεῖθρα, Θεόν τε βλέποντα εἰς σέ, καὶ διδόντα σοι Πνεῦμα εἰς ἐπιστηριγμὸν τῆς καρδίας σου.

οθʹ. Νηστεία λελογισμένη, ἀγρυπνίαν μετὰ μελέτης καὶ προσευχῆς λαβοῦσα συνέμπορον, ταχέως τοῖς τῆς ἀπαθείας ὅροις ἐπιβῆναι ποιεῖ τὸν ἐργάτην αὐτῆς, ἡνίκα τοῦτον, καὶ τὴν ψυχὴν δι’ ὑπερβολὴν ταπεινώσεως, καταντλουμένην ἔχοντα τοῖς δάκρυσιν ἕξει, καὶ ὑπὸ τῆς ἀγάπης τοῦ Θεοῦ πυρπολούμενον.

Εἰς τοῦτο δὲ ἐλθόντα, πρὸς τὴν εἰρήνην αὐτὸν τοῦ πνεύματος ἄγει τὴν πάντα νοῦν ἐλεύθερον ὑπερέχουσαν, καὶ διὰ τῆς ἀγάπης ἑνοῖ τῷ Θεῷ. πʹ. Οὐχ οὕτω βασιλεὺς ἐπὶ δόξῃ καὶ βασιλείᾳ μέγα φρονεῖ, καὶ εἰς κράτος ἐναμβρυνόμενος χαίρει, ὡς μοναχὸς ἐπὶ ψυχῆς ἀπαθείᾳ, καὶ δάκρυσι κατανύξεως.

Ὁ μὲν γὰρ συμμαραινόμενον ἔχει τῇ βασιλείᾳ τὸ φρόνημα· ὁ δὲ συναπερχομένην ἐκεῖθεν καὶ μένουσαν μετ’ εὐφροσύνης τὴν μακαρίαν ἀπάθειαν εἰς ἀπεράντους αἰῶνας. Οἷα γὰρ τροχὸς μέσον ἀνθρώπων κυλίεται κατὰ τὴν παροῦσαν ὁ τοιοῦτος ζωήν· μικρὰ μὲν τῇ γῇ καὶ τοῖς ἐν αὐτῇ προσεγγίζων διὰ τὴν ἀνάγκην τῆς φύσεως, ὅλος δὲ σφαιρειδῶς πρὸς ἀέρα φερόμενος νοητόν, ἀνακυκλουμένην ἐν ἑαυτῷ φέρει τὴν ἀρχὴν πρὸς τὸ τέλος, καὶ τὰ εἴδη τῶν χαρισμάτων ἐγκεκολαμμένα τῷ στεφάνῳ τῆς ταπεινώσεως. ᾯ καὶ πλήθουσά ἐστι τράπεζα, ἡ θεωρία τῶν ὄντων· πόμα δέ, ὁ κρατὴρ τῆς σοφίας· καὶ ἀνάπαυσις, ὁ Θεός.

παʹ. Ὁ πόνοις ἀρετῶν ἑαυτὸν ἑκουσίως ἐκδούς, καὶ τὸν τῆς ἀσκήσεως δρόμον θερμότερον ἐξανύων, μεγάλων ἀξιοῦται ἀπὸ Θεοῦ δωρεῶν. Ἔνθεν τοι καὶ πρὸς τὸ μέσον προκόπτων, εἰς θείας ἀποκαλύψεις καὶ ὀπτασίας ἔρχεται· καὶ τοσοῦτον ὅλος φωτοειδὴς καὶ σοφὸς γίνεται, ὅσῳ καὶ τῶν ἀγνώμων αὐτῷ ὁ κάματος ἐπιτείνεται· ὅσον δὲ πρὸς ὕψος ἀνέρχεται θεωρίας, τοσοῦτον καὶ τὸν φθόνον πολὺν τῶν ὀλεθρίων δαιμόνων ἐγείρει κατ’ αὐτοῦ. Οὐδὲ γὰρ φέρουσιν ὁρᾷν ἄνθρωπον εἰς ἀγγέλου φύσιν μεταβαλλόμενον· οὗ χάριν καὶ λεληθότως τὸ ὀξὺ τῆς οἰήσεως βέλος θήγουσι κατ’ αὐτοῦ. Καὶ εἰ μὲν τὸν δόλον συνεὶς τῷ ὀχυρώματι προσφύγῃ τῆς ταπεινώσεως, καταγνοὺς ἑαυτοῦ, ἐκφεύγει τὸν τῆς ὑπερηφανίας ὄλεθρον, καὶ εἰς λιμένας εἰσάγεται σωτηρίας. Εἰ δ’ οὖν, ἀλλ’ ἐγκαταληφθεὶς ἄνωθεν, πνεύμασιν ἐξαιτοῦσιν ἐκδίδοται εἰς ἀκούσιον παίδευσιν, ἐπεὶ μὴ τῇ ἑκουσίῳ ἑαυτὸν ἐδοκίμασε· τὰ δέ εἰσι φιλήδονα καὶ φιλόσαρκα, πονηρὰ καὶ θυμώδη· ἃ καὶ ταπεινοῦσιν αὐτὸν ταῖς ἐπιφοραῖς δριμέως, ἕως οὗ ἐπιγνῷ τὴν οἰκείαν ἀσθένειαν, καὶ θρηνήσας, ἀποθήσῃ τὴν βάσανον· καὶ εἴπῃ μετὰ τοῦ Δαβὶδ καὶ αὐτός· «Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου.» πβʹ.

Ὁ Θεὸς οὐ βούλεται ἡμᾶς εἶναι τοῖς πάθεσιν ἀεὶ ταπεινούς, καὶ ὑπ’ αὐτῶν διωκομένους ὡς λαγῳοὺς γενέσθαι, καὶ τιθέναι πέτραν καταφυγὴν μόνον αὐτόν· ἐπεὶ οὐκ ἂν εἶπεν· «Ἐγὼ εἶπα Θεοὶ ἐστέ, καὶ υἱοὶ Ὑψίστου πάντες,» ἀλλὰ καὶ ὡς ἐλάφους ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τῶν αὐτοῦ ἐντολῶν ἀνατρέχειν, καὶ διψητικωτάτους γίνεσθαι τῶν ζωοποιῶν ναμάτων τοῦ Πνεύματος· ἵνα καθάπερ ἐκεῖναι φύσει τοὺς ὄφεις ἐσθίουσαι τῇ ἐκ τοῦ πολλοῦ δρόμου θερμότητι τὴν ἰοβόλον φύσιν τῶν ὄφεων εἰς μόσχον παραδόξως, ὥς φασι, μεταποιοῦσι, μηδὲν ἐκεῖθεν βλαπτόμεναι· οὕτω καὶ ἡμεῖς πάντα λογισμὸν ἐμπαθείας ἐν γαστρὶ διανοίας δεχόμενοι, τῷ ἐμπύρῳ δρόμῳ τῶν τοῦ Θεοῦ ἐντολῶν, καὶ τῇ δυνάμει τοῦ Πνεύματος μεταποιῶμεν δι’ αἰχμαλωσίας εἰς εὐώδη καὶ σωτηριώδη πρᾶξιν τῆς ἀρετῆς, ὡς ἂν πᾶν νόημα αἰχμαλωτίζειν φαινοίμεθα, διὰ πράξεως, εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.

Ὁ γὰρ ἄνω κόσμος, οὐ διὰ χοϊκῶν καὶ ἀτελῶν ἀνδρῶν, ἀλλὰ διὰ πνευματικῶν καὶ τελείων, καὶ εἰς ἄνδρα τέλειον ἀναδεδραμηκότων τοῦ πληρώματος τοῦ Χριστοῦ, πληρωθῆναι δεῖται. πγʹ. Ὁ ἀεὶ περὶ τὸ αὐτὸ στρεφόμενος, καὶ μὴ ποῤῥωτέρω κινηθῆναι βουλόμενος, ἡμιόνῳ τῷ περὶ τὴν μηχανὴν ἐπὶ τὸ αὐτὸ κινουμένῳ ἔοικεν. Ὁ γὰρ ἀεὶ μαχόμενος τῇ σαρκί, καὶ περὶ τὴν γυμνασίαν τοῦ σώματος ἐνασχολούμενος μόνην, διὰ πάσης κακοπαθείας ἔλαθεν ἑαυτὸν τὰ μέγιστα ζημιούμενος, ὡς μὴ καταλαβὼν τοῦ θείου βουλήματος τὸν σκοπόν· ἡ γὰρ σωματικὴ γυμνασία, κατὰ τὸν Παῦλον, πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἕως οὗ τὸ χοϊκὸν φρόνημα καταποθῇ τῆς σαρκὸς τοῖς τῆς μετανοίας ῥεύμασι, καὶ ἡ ζωοποιὸς τοῦ πνεύματος νέκρωσις τῷ σώματι ἐπιγένηται, καὶ ὁ νόμος τοῦ πνεύματος βασιλεύσῃ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν· ἡ δὲ εὐσέβεια τῆς ψυχῆς, ἡ διὰ τῆς τῶν ὄντων γνώσεως καὶ τῶν ἀθανάτων φυτῶν, τῶν θείων ἐννοιῶν λέγω, θεωρουμένη ὡς ξύλον ζωῆς, ἐν τῇ νοερᾷ τοῦ νοὸς ἐργασίᾳ, πανταχοῦ καὶ ἐν πᾶσιν ὠφέλιμός ἐστιν, ὡς καθαρότητα καρδίας ἐργαζομένη· ὡς εἰρηνοποιοῦσα ἐν ταῖς δυνάμεσιν αὐτῆς, νοὸς φωτισμόν, ἀγνείαν σώματος, σωφροσύνην, περιεκτικὴν ἐγκράτειαν, ταπεινοφροσύνην, κατάνυξιν, ἀγάπην, ἁγιασμόν, γνῶσιν οὐράνιον, σοφίαν λόγου, καὶ θεωρίαν Θεοῦ.

Ὃς τοίνυν ἐκ πολλῆς γυμνασίας ἀνέδραμεν εἰς τὴν τοιαύτην τελειότητα τῆς εὐσεβείας, τὴν ἐρυθρὰν τῶν παθῶν διαπεράσας θάλασσαν, εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσῆλθε, ἐξ ἧς ῥέει τὸ γάλα καὶ τὸ μέλι τῆς τοῦ Θεοῦ γνώσεως, ἡ ἀδαπάνητος τῶν ἁγίων τρυφή.

πδʹ. Ὁ μὲν μὴ προαιρούμενος ἀπὸ τῶν μερικῶν καὶ πρὸς ὀλίγον τὸ ὠφέλιμον ἐχόντων ἀναστῆναι, καὶ ἐπὶ τὰ καθόλου ἐπωφελῆ ἀνελθεῖν, ἔτι τὸν πιτυρίαν ἄρτον ἐσθίει ἐν ἱδρῶτι τοῦ προσώπου αὐτοῦ, κατὰ τὴν ἄνωθεν ἀπόφασιν τοῦ Θεοῦ· διὸ καὶ ἀνόρεκτον ἐπιφέρεται τὴν ψυχὴν τοῦ νοητοῦ μάννα, καὶ αὐτοῦ τοῦ ἐκρεύσαντος μέλιτος ἀπὸ τῆς ῥαγείσης πέτρας τῷ Ἰσραήλ. Ὁ δὲ ἀκηκοώς· «Ἐγείρεσθε· ἄγωμεν ἐντεῦθεν,» καὶ ἀπὸ τῆς τοῦ διδασκάλου φωνῆς ἐγερθεὶς τῆς ἐπιπόνου ἐργασίας, καὶ ἐσθίειν τὸν ἄρτον τῆς ὀδύνης ἀφείς, τὴν αἴσθησιν ἀπεσείσατο, καὶ τῆς τοῦ Θεοῦ σοφίας τοῦ κρατῆρος ἐγεύσατο, οὗτος ἔγνω, ὅτι Χριστὸς ὁ Κύριος, ὡς πεπληρωκὼς μὲν τὸν νόμον τῶν ἐντολῶν ἐν τῇ διακονίᾳ τοῦ λόγου, ἀνελθὼν δὲ εἰς τὸ ὑπερῷον καὶ τὴν ἐπιδημίαν περιμένων τοῦ Παρακλήτου.

πεʹ. Κατὰ τὰς τάξεις καὶ τοὺς βαθμοὺς τῆς ἐμφιλοσόφου ζωῆς, δεῖ πάντως ἡμᾶς ὁδεύειν ἐπὶ τὰ πρόσω, καὶ πρὸς τὸ ὑπερκείμενον, σπουδαίως ἀνέρχεσθαι, ὡς ἀεικινήτους ὄντας περὶ Θεόν, καὶ στάσιν μὴ εἰδότας ποτὲ τοῦ καλοῦ. Ἔνθεν τοι καὶ ἀπὸ μὲν τῆς ἐμπράκτου ἀσκήσεως, ἐπὶ τὴν φυσικὴν θεωρίαν τῆς κτίσεως. Ἀπὸ δὲ ταύτης, ἐπὶ τὴν μυστικὴν τοῦ λόγου θεολογίαν ἀνέρχεσθαι χρή, καὶ καταπαύειν ἐν αὐτῇ ἀπὸ πάντων τῶν ἔργων τῆς σωματικῆς γυμνασίας, ὡς ὑπεράνω γεγονότας τῆς τοῦ σώματος ταπεινώσεως, καὶ τῆς ἀληθινῆς διακρίσεως τὴν γνῶσιν εἰληφότας τὴν εὐδιάκριτον. Εἰ δὲ οὔπω ταύτης τῆς διακρίσεως ἐλάβομεν τὴν γνῶσιν, οὐδὲ οὕτως ὁδεύειν ἐπὶ τὰ πρόσω, καὶ πρὸς τὸ τελειότερον οἴδαμεν ἐπιτείνεσθαι, χείρους ἔτι τῶν κατὰ κόσμον ἐσμέν, οἳ ὅρον οὐκ οἴδασι προκοπῆς τῆς ἐχούσης ἀξίας, οὐδὲ στάσιν τῆς ἀναβάσεως, ἕως πρὸς τὸ ὑπερκείμενον τῶν ἄλλων ἀξιωμάτων ἀνέλθωσι, καὶ τὴν περὶ τούτου ἔφεσιν ἐν αὐτῷ καταπαύσωσιν.

πϛʹ. Ἡ εὐτόνως ἐν θερμότητι καθαιρομένη ψυχὴ διὰ πόνων ἀσκήσεως, αὐγάζεται ὑπὸ τοῦ θείου φωτός, καὶ ὁρᾷν κατὰ μικρὸν ἄρχεται φυσικῶς τὸ δοθὲν αὐτῇ κάλλος ἀρχῆθεν ἀπὸ Θεοῦ, καὶ πλατύνεσθαι εἰς τὴν ἀγάπην τοῦ πεποιηκότος αὐτήν. Καθόσον δὲ τρανοῦνται αὐτῇ ἐκ καθάρσεως αἱ ἀκτῖνες τοῦ ἡλίου τῆς δικαιοσύνης, καὶ τὸ φυσικὸν κάλλος ἀπογυμνοῦται αὐτῇ, καὶ γνωρίζεται, κατὰ τοσοῦτον τοὺς πόνους τῆς γυμνασίας καὶ αὐτὴ πληθύνει, εἰς πλείονα κάθαρσιν ἑαυτῆς· ἵνα καθαρῶς, ἧς ἠξιώθη δωρεᾶς, καταμάθῃ τὴν δόξαν. καὶ τὴν παλαιὰν εὐγένειαν ἀναλάβηται· καὶ τὴν εἰκόνα καθαρὰν καὶ ἀμιγῆ τῆς ὕλης ἀνασώσῃ τῷ πλάσαντι· καὶ οὐδαμῶς τῆς προσθήκης τῶν πόνων ἐνδίδωσιν, ἕως οὗ ῥύπου παντὸς καὶ μολυσμοῦ ἑαυτὴν ἐκκαθάρῃ, καὶ ἀξίαν εἰς θεωρίαν καὶ ὁμιλίαν Θεοῦ ἀπεργάσηται. πζʹ. «Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου,» ὁ ὑπὸ τῆς ἀχλύος ἔτι τοῦ γεώδους φρονήματος καλυπτόμενος βοᾷ πρὸς Θεόν. Ἡ γὰρ τοῦ χοϊκοῦ νοὸς ἄγνοια, ἀχλὺς οὖσα, καὶ ζόφος βαθύς, τὰς ὁράσεις τῆς ψυχῆς ἐπικαλύπτουσα, σκοτεινὴν αὐτὴν καὶ ζοφώδη περὶ τὸ νοεῖν τὰ θεῖά τε καὶ ἀνθρώπινα, ἀπεργάζεται, μὴ δυναμένην πρὸς τὰς αὐγὰς τοῦ θείου φωτὸς ἀτενίζειν, ἢ ἐν ἀπολαύσει γίνεσθαι τῶν ἀγαθῶν ἐκείνων, «ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη.»

Ταῦτα δὲ ἀποκαλυπτομένη διὰ μετανοίας τοὺς ὀφθαλμούς, ὁρᾷ καθαρῶς, ἀκούει ἐν γνώσει, καὶ νοεῖ συνετῶς. Οὐ μὴν ἀλλὰ καὶ ἀναβάσεις περὶ τούτων διατίθεται νοημάτων ἐν τῇ καρδίᾳ αὐτῆς. Ἔνθεν τοι καὶ ἀπογευσαμένη τοῦ ἡδέος αὐτῶν, τρανοῦται τὴν γνῶσιν, καὶ διὰ λόγου σοφίας Θεοῦ διηγεῖται πᾶσι τὰ θαυμάσια τοῦ Θεοῦ ἀγαθά, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, καὶ πάντας εἰς τὴν μετουσίαν τῶν τοιούτων προτρέπεται, διὰ πολλῶν ἀγώνων, καὶ δακρύων ἐλθεῖν.

πηʹ. Ἑπτὰ τῶν χαρισμάτων ὄντων τοῦ Πνεύματος, ἄνωθεν ὁ λόγος ἀρχόμενος, ἀπὸ τῆς σοφίας ἀπαριθμεῖται αὐτά, καὶ καταβιβάζει τὸ τέλος, εἰς τὸν θεῖον φόβον τοῦ Πνεύματος, πνεῦμα λέγων σοφίας, πνεῦμα συνέσεως, πνεῦμα βουλῆς, πνεῦμα ἰσχύος, πνεῦμα γνώσεως, πνεῦμα εὐσεβείας, πνεῦμα φόβου Θεοῦ. Ἡμᾶς δὲ δεῖ ἀπὸ τοῦ φόβου τοῦ καθαίροντος ἄρχεσθαι, ὅς ἐστι τῶν κολάσεων, ἵνα διὰ τούτου καλῶς πρότερον τὴν ἀποχὴν τοῦ κακοῦ ποιήσαντες, καὶ διὰ μετανοίας προκαθαρθέντες τῶν σπίλων τῆς ἁμαρτίας, ἐπὶ τὸν φόβον τοῦ Πνεύματος τὸν ἁγνὸν καταντήσωμεν τοῦτον, καθ’ ὁδὸν ἐρχόμενοι πρὸς αὐτόν, καὶ καταπαύοντες ἐν αὐτῷ πᾶσαν ἐργασίαν τῆς ἀρετῆς.

πθʹ. Ὁ ἀπὸ τοῦ φόβου τῆς κρίσεως ἐναρξάμενος, καὶ εἰς καθαρότητα καρδίας διὰ δακρύων προκόπτων τῆς μετανοίας, πληροῦται πρῶτον σοφίας, ἐπειδὴ καὶ ἀρχὴ ταύτης ὁ φόβος, κατὰ τὸ εἰρημένον, ἐστίν· εἶτα συνέσεως, καὶ μεθ’ ἅμα βουλῆς, δι’ ἧς ἑαυτῷ τὰ λυσιτελῆ βουλεύεσθαι κατασπάζεται. Εἰς τοῦτο δὲ προκόψας διὰ τῆς ἐργασίας τῶν ἐντολῶν, εἰς γνῶσιν τῶν ὄντων ἀνέρχεται, καὶ λαμβάνει θείων καὶ ἀνθρωπίνων πραγμάτων ἀκριβεστάτην τὴν εἴδησιν.

Ἐντεῦθεν δὲ ὅλος εὐσεβείας γενόμενος ἐνδιαίτημα, εἰς τὴν τῆς ἀγάπης ἀκρόπολιν ἀνελθὼν τελειοῦται· καὶ εὐθὺς ὁ ἁγνὸς τοῦ Πνεύματος φόβος λαμβάνει αὐτὸν εἰς τὸ φυλάττειν τὸν ἐναποτεθέντα θησαυρὸν ἐν αὐτῷ τῆς βασιλείας τῶν οὐρανῶν. Οὗτος ὁ φόβος λίαν σωτήριος ὤν, τὸν εἰς τὴν περιωπὴν τῆς ἀγάπης ἀνυψωθέντα, σύντρομον ποιεῖ καὶ ἐναγώνιον, φόβῳ τοῦ μὴ ἐκπεσεῖν τοῦ τοιούτου ὕψους τῆς ἀγάπης Θεοῦ, καὶ πάλιν εἰς τὸν φόβον ἀποῤῥιφῆναι τὸν φρικτὸν τῆς κολάσεως.