Ὁ γὰρ ἄνω κόσμος, οὐ διὰ χοϊκῶν καὶ ἀτελῶν ἀνδρῶν, ἀλλὰ διὰ πνευματικῶν καὶ τελείων, καὶ εἰς ἄνδρα τέλειον ἀναδεδραμηκότων τοῦ πληρώματος τοῦ Χριστοῦ, πληρωθῆναι δεῖται.
πγʹ. Ὁ ἀεὶ περὶ τὸ αὐτὸ στρεφόμενος, καὶ μὴ ποῤῥωτέρω κινηθῆναι βουλόμενος, ἡμιόνῳ τῷ περὶ τὴν μηχανὴν ἐπὶ τὸ αὐτὸ κινουμένῳ ἔοικεν. Ὁ γὰρ ἀεὶ μαχόμενος τῇ σαρκί, καὶ περὶ τὴν γυμνασίαν τοῦ σώματος ἐνασχολούμενος μόνην, διὰ πάσης κακοπαθείας ἔλαθεν ἑαυτὸν τὰ μέγιστα ζημιούμενος, ὡς μὴ καταλαβὼν τοῦ θείου βουλήματος τὸν σκοπόν· ἡ γὰρ σωματικὴ γυμνασία, κατὰ τὸν Παῦλον, πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἕως οὗ τὸ χοϊκὸν φρόνημα καταποθῇ τῆς σαρκὸς τοῖς τῆς μετανοίας ῥεύμασι, καὶ ἡ ζωοποιὸς τοῦ πνεύματος νέκρωσις τῷ σώματι ἐπιγένηται, καὶ ὁ νόμος τοῦ πνεύματος βασιλεύσῃ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν· ἡ δὲ εὐσέβεια τῆς ψυχῆς, ἡ διὰ τῆς τῶν ὄντων γνώσεως καὶ τῶν ἀθανάτων φυτῶν, τῶν θείων ἐννοιῶν λέγω, θεωρουμένη ὡς ξύλον ζωῆς, ἐν τῇ νοερᾷ τοῦ νοὸς ἐργασίᾳ, πανταχοῦ καὶ ἐν πᾶσιν ὠφέλιμός ἐστιν, ὡς καθαρότητα καρδίας ἐργαζομένη· ὡς εἰρηνοποιοῦσα ἐν ταῖς δυνάμεσιν αὐτῆς, νοὸς φωτισμόν, ἀγνείαν σώματος, σωφροσύνην, περιεκτικὴν ἐγκράτειαν, ταπεινοφροσύνην, κατάνυξιν, ἀγάπην, ἁγιασμόν, γνῶσιν οὐράνιον, σοφίαν λόγου, καὶ θεωρίαν Θεοῦ.