οθʹ. Ἐν πυρὶ ἀποκαλυπτομένης τῆς ἐσχάτης ἡμέρας, καὶ ὑπὸ πυρὸς τηνικαῦτα δοκιμαζομένης, ἑκάστου τῆς πράξεως, φησὶ Παῦλος δηλονότι, εἴ τινος τὸ ἔργον τῆς ἀφθάρτου οὐσίας ἐστίν, ὃ ἑαυτῷ εἰς οἰκοδομὴν ἐναπέθετο, μενεῖ μέσον τοῦ πυρὸς ἄφθαρτον, καὶ οὐ μόνον οὐ κατακαήσεται, ἀλλὰ καὶ λαμπρυνθήσεται τῆς μικρᾶς ἴσως καθαιρόμενον εἰς τὸ παντελὲς ἰλύος· εἴ τινος δὲ τὸ ἔργον, τῆς φθειρομένης ὕλης ἐστί, ὃ ἑαυτῷ εἰς φόρτον ἐδέσμευσεν, ἐμπρησθὲν κατακαήσεται, καὶ κενὸν αὐτὸν μέσον τοῦ πυρὸς καταλείψει. Ἔργον δὲ ἄφθαρτον καὶ διαμένον ἐστί, δάκρυα μετανοίας, ἐλεημοσύνη, συμπάθεια, προσευχή, ταπείνωσις, πίστις, ἐλπίς, ἀγάπη, καὶ εἴ τι ἕτερον ἐν σκοπῷ εὐσεβείας πράττεται· ἃ καὶ ζῶντι τῷ ἀνθρώπῳ συνοικοδομεῖται εἰς ναὸν ἅγιον τοῦ Θεοῦ, καὶ ἐκλείποντι συναπέρχεται, καὶ συμμένει ἄφθαρτα εἰς αἰῶνας. Τὸ δὲ ὑπὸ τοῦ πυρὸς ἐκείνου φθειρόμενον ἔργον, δῆλον τοῖς πᾶσίν ἐστι, φιληδονία, φιλοδοξία, φιλαργυρία, μῖσος, φθόνος, κλοπή, μέθη, λοιδορία, κατάκρισις, καὶ εἴ τι φαῦλον διὰ σώματος κατὰ ἐπιθυμίαν, ἢ θυμὸν ἐνεργεῖται· ταῦτα καὶ περιόντι τῷ ἀνθρώπῳ συμφθείρεται, ἐκκαιομένῳ ὑπὸ τοῦ πυρὸς τῆς ἐπιθυμίας, καὶ ἀποῤῥηγνυμένῳ τοῦ σώματος, συναπέρχεται, οὐ συμμένει δέ, ἀλλὰ καταφθαρέντα, τὸν ἐργάτην αὐτῶν μέσον τοῦ πυρὸς ἐπαφίησιν εἰς αἰῶνας αἰώνων ἀθάνατα κολαζόμενον.