Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Κεφάλαια πρακτικά ἑκατόν

Νικήτας Στηθᾶτος

Η άνωθεν σοφία, η ερμηνεία των Γραφών και η τελείωση εν αγάπη

Η σύγκριση της θείας με την κοσμική γνώση, η πνευματική ερμηνεία της Γραφής, τα ποικίλα χαρίσματα του Πνεύματος και η κυριαρχία της αγάπης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 13 από 14

Αὐτὸς τοῖς φοβουμένοις αὐτὸν δίδωσι γλῶσσαν παιδείας, καὶ οὖς συνέσεως εἰς τὸ ἀκούειν ἄνωθεν τῆς φωνῆς αὐτοῦ, καὶ ἀπαγγέλλειν εἰς τὸν οἶκον Ἰακώβ, τὴν τῶν πιστῶν Ἐκκλησίαν, τὰ προστάγματα αὐτοῦ· οἷς δὲ μὴ ὑπάρχει ὀφθαλμὸς εἰς τὸ ὁρᾷν τὰς ἀκτῖνας τοῦ ἡλίου τῆς δικαιοσύνης, καὶ οὖς εἰς τὸ ἀκούειν τὰ ἔνδοξα τοῦ Θεοῦ, σκότος ἐστὶν ἡ ἀποκλήρωσις [ἀποπλήρωσις] τῆς ἀγνωσίας, καὶ ἡ ἐλπὶς μετὰ τῶν λόγων ματαία. Τούτων οὐδεὶς λαλεῖ δίκαια, οὐδὲ ἔστι κρίσις ἐν αὐτοῖς ἀληθείας· πεποίθασι γὰρ ἐπὶ ματαίοις, καὶ λαλοῦσι κενά· κύουσι φθόνον, καὶ τίκτουσι βασκανίαν, ὅτι ἀπερίτμητά εἰσι τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν, καὶ διὰ τοῦτο ἐγενήθη αὐτοῖς τῆς γνώσεως τοῦ Θεοῦ ὁ λόγος εἰς ὀνειδισμόν, καὶ οὐ μὴ βουληθῶσιν αὐτοῦ ἀκοῦσαι.

ξγʹ. Σοφία τίς ἐστιν ἐν τοῖς τὸν φθόνον ὠδίνουσι κατὰ τοῦ πλησίον. Πῶς γὰρ ἐροῦσιν οἱ βάσκανοι, φησὶν Ἱερεμίας, ὅτι Σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος Κυρίου μεθ’ ἡμῶν ἐστιν; ὅταν ἐκτήκονται τῷ ζήλῳ κατὰ τῶν λαβόντων τὴν χάριν τοῦ Πνεύματος διὰ σοφίας καὶ γνώσεως τοῦ Θεοῦ. Ἀλλ’ εἰς μάτην ἐγενήθη γνῶσις ψευδὴς γραμματεῦσι καὶ σοφοῖς τοῦ κόσμου, τῆς ἀληθινῆς ἐξαμαρτήσασι γνώσεως. Διὰ τοῦτο ᾐσχύνθησαν σοφοὶ ἐκπεπτωκότες τῆς τοῦ Παρακλήτου σοφίας, ταύτην ἐν υἱοῖς ἁλιέων πληθυνομένην ὁρῶντες, καὶ ἐπτοήθησαν τὴν δύναμιν τῶν λόγων αὐτῶν, καὶ ἑάλωσαν ἐν τοῖς δικτύοις τῶν νοημάτων αὐτῶν, ἐπειδὴ τὴν ὄντως σοφίαν καὶ τὴν γνῶσιν Κυρίου ἀπεδοκίμασαν.

ξδʹ. Τί τῷ ζήλῳ ἐκτετήκασι βάσκανοι, κατὰ τῶν πεπλουτηκότων τὴν χάριν τοῦ Πνεύματος; κατὰ τῶν λαβόντων γλῶσσαν πυρὸς ὡσεὶ κάλαμον γραμματέως ὀξυγράφου, τὴν πηγὴν ἐγκαταλιπόντες τῆς τοῦ Θεοῦ σοφίας; Εἰ γὰρ τῇ ὁδῷ τοῦ Θεοῦ ἐπορεύθησαν, κατῴκησαν ἂν ἐν εἰρήνῃ ἀπαθείας εἰς τὸν αἰῶνα χρόνον· ἔμαθον ποῦ ἐστι φρόνησις, ποῦ ἐστιν ἰσχύς, ποῦ ἐστι σύνεσις, καὶ γνῶσις τῶν ὄντων, ποῦ ἐστι μακροβίωσις καὶ ζωή, ποῦ ἐστι φῶς ὀφθαλμῶν, καὶ σοφία μετὰ εἰρήνης· ἔμαθον τίς εὑρίσκει τὸν τόπον αὐτῆς, καὶ τίς εἰς τοὺς θησαυρὸς αὐτῆς εἰσέρχεται, καὶ ὅπως ἐντέλλεται ὁ Θεὸς διὰ τοῦ προφήτου τοῖς τοῦ λόγου μύσταις λέγων ὁ προφήτης· Ἐν ᾧ τὸ ἐνύπνιόν ἐστι τῆς ἀποκαλύψεως, διηγησάσθω τὸ ἐνύπνιον τῆς ὀπτασίας αὐτοῦ, καὶ ἐν ᾧ ὁ λόγος μου πρὸς αὐτόν, διηγησάσθω τὸν λόγον μου ἐπ’ ἀληθείας· καὶ αὖθις· Γράψον σεαυτῷ πάντας τοὺς λόγους οὓς ἐχρημάτισα πρὸς σὲ ἐπὶ βιβλίου· καὶ οὐδέποτε ἂν τῷ φθόνῳ κατὰ τῶν τοιούτων ἐτήκοντο.

ξεʹ. Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ οἱ βάσκανοι δυνήσονται εὖ εἰπεῖν καὶ βουλεύσασθαι, μεμελετηκότες κακά. Πτέρνῃ γὰρ πτερνιοῦσι τοὺς πλησίον αὐτῶν, ἐπειδὴ δολίως πορεύονται, καὶ καταπαίζουσι τοὺς φίλους αὐτῶν, ἀλήθειαν μὴ λαλοῦντες, διότι μεμάθηκεν ἡ γλῶσσα αὐτῶν λαλεῖν μάταια καὶ ψευδῆ.

Σύνες οὖν ὁ διὰ τὴν τοῦ Θεοῦ γνῶσιν καὶ τὸν λόγον, ὑπ’ αὐτῶν φθονούμενός τε καὶ ἐμπαιζόμενος, καὶ ἐκτενῶς δεήθητι, κατὰ τὸν Ἱερεμίαν, καὶ εἰπέ· «Κύριε, μνήσθητί μου, καὶ ἐπίσκεψαί με, καὶ ἀθώωσόν με ἀπὸ τῶν καταδιωκόντων με βασκάνων ἀνδρῶν·» μὴ εἰς μακροθυμίαν σου βάλῃς με, δοκιμάσαι με θέλων ἐπὶ πολύ· γνῶθι ὡς ἔλαβον ἐμπαιγμὸν ὑπὸ τῶν ἀθετούντων τὴν γνῶσίν σου, συντέλεσον αὐτοὺς ἐν τῷ ζήλῳ αὐτῶν, καὶ ἔσται ὁ λόγος ἐμοὶ τῆς γνώσεώς σου εἰς εὐφροσύνην, καὶ εἰς χαρὰν καρδίας μου· οὐδὲ γὰρ ἐκάθισα ἐν συνεδρίῳ μετὰ τῶν παιζόντων τὴν γνῶσίν σου, ἀλλ’ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου, καὶ ἐκαθήμην κατὰ μόνας, ὅτι πικρίας ἀπὸ τοῦ φθόνου αὐτῶν ἐνεπλήσθην, καὶ ἀκούσεις, εὖ οἶδα, ἐὰν ἐπιστρέψῃς πεπλανημένον ἀπὸ τῆς ὁδοῦ αὐτοῦ·

Ἀποκαταστήσω σε ἐν τοῖς φίλοις μου, πρὸ προσώπου μου στήσῃ, καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς στόμα μου ἔσῃ. Λυτρώσομαί σε ἐκ χειρὸς βασκάνων λοιμῶν, λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ. ξϛʹ. Τέλος λόγου τὸ πᾶν, οἱ βάσκανοι σοφοὶ ἀκουέτωσαν· ἐκαθαριεύθησαν Ναζιραῖοι Θεοῦ τοῖς πόνοις ὑπὲρ χιόνα· ἔλαμψαν τῷ βίῳ ὑπὲρ γάλα, ὑπὲρ λίθον σάπφειρον τὸ εἶδος τῆς σοφίας αὐτῶν, καὶ ὑπὲρ μάργαρον καθαρὸν ὁ χαρακτὴρ τῶν λόγων αὐτῶν· οἱ δέ γε ἐσθίοντες τρυφὰς τῆς κοσμικῆς γνώσεως, ἠφανίσθησαν ἐν ταῖς ἐξόδοις τοῦ Πνεύματος, οἱ τιθηνούμενοι ἐπὶ κοκκίνῳ σοφίας Ἑλλήνων, κοπρίαν ἀγνωσίας περιεβάλοντο, καὶ ἐδόθησαν ἐπ’ αὐτοῖς δεσμοί, καὶ ἐδέθησαν ἐν αὐτοῖς· συνεδέθη γὰρ ἡ γλῶσσα αὐτῶν πρὸς τὸν λάρυγγα αὐτῶν, καὶ ἀπεκωφώθησαν, ἐπεὶ τὴν ὄντως σοφίαν καὶ γνῶσιν τοῦ θείου ἀπεδοκίμασαν Πνεύματος, μὴ διὰ πόνων ταύτην λαβεῖν ἐθελήσαντες.

ξζʹ. Ὁ Θεὸς ὁ ταπεινῶν ξύλον ὑψηλόν, καὶ ὑψῶν ξύλον ταπεινόν, ὁ ξηραίνων ξύλον χλωρόν, καὶ ἀναθάλλων ξύλον ξηρόν, αὐτός ἐστιν ὁ διδοὺς στόμα ἀνεῳγμένον, ἐν μέσῳ Συναγωγῆς πολλῆς, τοῖς δούλοις αὐτοῦ, καὶ ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, ὅτι ἡ σοφία, καὶ ἡ σύνεσις, καὶ ἡ ἰσχὺς αὐτοῦ ἐστι, καὶ αὐτὸς ἀλλοιοῖ ὥσπερ καιροὺς καὶ χρόνους, οὕτω καὶ ψυχὰς ζητούσας καὶ ποθούσας αὐτὸν καθιστᾷ κατὰ παθῶν βασιλεῖς, καὶ μεθιστᾷ ἀπὸ ζωῆς εἰς ζωήν, διδοὺς σοφίαν τοῖς σοφοῖς τῷ πνεύματι, καὶ φρόνησιν τοῖς εἰδόσι σύνεσιν· αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα τοῖς ἐρευνῶσι τὰ βάθη τοῦ Θεοῦ, καὶ γινώσκειν δίδωσιν αὐτοῖς τὰ ἐν τῷ σκότει τῶν αἰνιγμάτων, ὅτι τὸ φῶς τῆς σοφίας καὶ γνώσεως μετ’ αὐτοῦ ἐστι, καὶ ᾦ βούλεται δίδωσιν αὐτό.

ξηʹ. Παντὶ τῷ καθ’ ὑπομονὴν ἐργαζομένῳ τὰς ἐντολὰς κατὰ τὸν ἐκτὸς καὶ ἐντὸς ἄνθρωπον, καὶ πρὸς μόνην ἀφορῶντι τὴν δόξαν τοῦ Θεοῦ, τιμὴ δίδοται γνώσεως οὐρανίου, εἰρήνη ψυχῆς καὶ ἀφθαρσία, ὡς οὐκ ἀκροατῇ, ἀλλὰ ποιητῇ τοῦ νόμου τῆς χάριτος· οὗ καὶ τὴν γνῶσιν ἐμμάρτυρον οὖσαν ἐξ ἔργων, οὐκ ἀτιμάζει Θεός, ἀλλὰ συνδοξάζει τοῖς λόγοις τῆς γνώσεως τῶν διὰ σοφίας αὐτοῦ λαμψάντων ἐν τῇ τῶν πιστῶν Ἐκκλησίᾳ, ἐπειδὴ προσωποληψία οὐκ ἔστι παρ’ αὐτῷ. Τῷ δὲ ἐξ ἐριθείας ἀγωνιζομένῳ, καὶ ἀπειθοῦντι μὲν τοῖς λόγοις τῶν ἀγομένων ὑπὸ τοῦ Πνεύματος, πειθομένῳ δὲ τῇ ἑαυτοῦ συνέσει, καὶ τοῖς ἀπατηλοῖς λόγοις τῶν τὴν μόρφωσιν περικειμένων μόνην τῆς εὐσεβείας, καὶ ἀγομένων ὑπὸ φιλοδόξου, καὶ φιληδόνου πνεύματος, θλίψις καὶ στενοχωρία δίδοται, φθόνος, καὶ θυμός, καὶ ὀργή, νῦν μὲν εἰς ἀντιμισθίαν τῆς πλάνης αὐτοῦ, ἔσχατον δέ, εἰς κατηγορίαν τῶν μεταξὺ ἀλλήλων κατηγορούντων, ἢ καὶ ἀπολογουμένων αὐτοῦ λογισμῶν· ἐν ἡμέρᾳ ᾗ κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ.

ξθʹ. Ὥσπερ οὐκ ἔστιν Ἰουδαῖος ὁ ἐν τῷ φανερῷ, κατὰ τὸν εἰπόντα, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή, ἀλλ’ ὁ ἐν κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐκ ἐν γράμματι, οὕτως οὐδὲ τέλειος ἀνὴρ ἐν γνώσει καὶ σοφίᾳ, ὁ ἐν τῷ φανερῷ μόνῳ καὶ κατεγλωττισμένῳ λόγῳ πολύς, οὐδὲ σπουδαῖος ἄκρως, ὁ ἐν τῇ σωματικῇ καὶ φανερᾷ γυμνασίᾳ τῶν πόνων, ἀλλ’ ὁ ἐν τῇ κρυπτῇ καὶ νοερᾷ ἐργασίᾳ σπουδαῖος, καὶ ὁ ἐκ καθαρᾶς καὶ ἀγαθῆς καρδίας διὰ Πνεύματος Θεοῦ λέγων, καὶ οὐ διὰ γραμμάτων, σοφὸς ἐν γνώσει καὶ τέλειος, οὗ καὶ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ Θεοῦ, ὡς ἀγνοουμένου μέν, ἢ φθονουμένου τοῖς ἀνθρώποις, μόνῳ δὲ Θεῷ, καὶ τοῖς τῷ αὐτοῦ Πνεύματι κινουμένοις, φιλουμένου τε καὶ γινωσκομένου.

οʹ. Εἰ ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ, κατὰ τὸν εἰπόντα, τίς ἐξ ἀγώνων καὶ πόνων ἀσκήσεως μόνων τελειωθήσεται ἐνώπιον τοῦ Θεοῦ; διὰ γὰρ πράξεως, εἰς ἕξιν ἀρετῆς στοιχειούμεθα, καὶ ἱστῶμεν τὴν ἐνέργειαν τῶν παθῶν, οὐ μέντοι δὲ τελειούμεθα διὰ μόνης αὐτῆς ἐν τῷ πληρώματι τοῦ Χριστοῦ. Τί οὖν ἐστι τὸ ἀνάγον ἡμᾶς εἰς τελειότητα; Ἡ ἐνδιάθετος εἰς Θεὸν πίστις, ἥτις ἐστὶν ἐλπιζομένων ὑπόστασις, δι’ ἧς Ἄβελ πλείονα θυσίαν παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, καὶ ἐμαρτυρήθη εἶναι δίκαιος, καὶ Ἀβραὰμ καλούμενος ὑπήκουσεν ἐξελθεῖν, καὶ παροικῆσαι εἰς τὴν γῆν τῆς ἐπαγγελίας.

Αὕτη ἀνάγει τοὺς ἐν ἀληθείᾳ σπουδάζοντας, εἰς ἐλπίδας μεγάλας τῶν ὑψηλῶν τοῦ Θεοῦ δωρεῶν, κακεῖθεν εἰς τὴν γνῶσιν τῶν ὄντων, καὶ δίδωσιν αὐτοῖς θησαυροὺς ἀκενώτους ἐν καρδίᾳ τοῦ πνεύματος, εἰς τὸ ἐκβάλλειν ἐκεῖθεν καινὰ καὶ παλαιὰ μυστήρια τοῦ Θεοῦ, καὶ διδόναι τοῖς χρῄζουσιν. Ὁ οὖν ταύτης εὐμοιρήσας, ἀνῆλθε, καὶ ἐτελειώθη δι’ ἀγάπης εἰς γνῶσιν Θεοῦ, καὶ εἰσῆλθεν εἰς τὴν κατάπαυσιν αὐτοῦ. καταπαύσας καὶ αὐτὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός.

οαʹ. Εἰ τοὺς ἀπειθήσαντας ὤμοσεν ὁ Θεὸς πάλαι μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, ὅθεν οὐδὲ ἠδυνήθησαν δι’ ἀπιστίαν εἰσελθεῖν, πῶς ἄν τινες διὰ μόνης γυμνασίας σωματικῆς, ἄνευ πίστεως, δυνηθῶσιν εἰσελθεῖν εἰς τὴν τῆς ἀπαθείας κατάπαυσιν, καὶ τὴν τῆς γνώσεως τελειότητα, ὁπότε πολλοὺς ὁρῶμεν μὴ δυνηθέντας οὕτως εἰσελθεῖν, καὶ ἐγκαταπαῦσαι ἀπὸ πάντων τῶν πόνων αὐτῶν; Σκοπεῖν οὖν ἕκαστον χρή, μήποτέ ἐστιν ἐν αὐτῷ καρδία πονηρὰ ἀπιστίας, καὶ διὰ τοῦτο ὑστερεῖται, ἐν πόνοις πολλοῖς ὤν, τῆς καταπαύσεως καὶ τελειώσεως αὐτοῦ, οὗ εἵνεκεν, καὶ ἀεὶ τοῖς ἔργοις διαπονεῖται τῆς πρακτικῆς, καὶ τὸν ἄρτον τῆς ὀδύνης ἐσθίει, καὶ εἰ ἀπολείπεται σαββατισμὸς αὐτῷ, σπουδάσαι εἰσελθεῖν διὰ πίστεως εἰς τὴν τῆς ἀπαθείας κατάπαυσιν, καὶ εἰς τὴν τῆς γνώσεως τελειότητα, ἵνα μὴ ἐν τῷ παλαιῷ ὑποδείγματι πέσῃ τῆς ἀπειθείας, καὶ τὰ αὐτὰ τοῖς πάλαι ἀπειθήσασι πείσεται.

οβʹ. Αἰσθητοὶ ὄντες, λογικοί τε καὶ νοητοί, δεκάτην τινὰ καὶ ἡμεῖς ἐξ ἑαυτῶν ὀφείλομεν προσφέρειν Θεῷ, καὶ ὡς μὲν αἰσθητοί, καλῶς αἰσθάνεσθαι τῶν αἰσθητῶν πραγμάτων, καὶ διὰ τῆς καλλονῆς τῶν τοιούτων, ἀνατρέχειν καὶ ἀνάγειν τούτων τὴν ἄπταιστον γνῶσιν πρὸς τὸν Δημιουργόν· ὡς δὲ λογικοί, τὸ εὖ λέγειν περὶ θείων καὶ ἀνθρωπίνων πραγμάτων· ὡς δὲ νοητοί, τὸ ἀπταίστως νοεῖν περὶ Θεοῦ, περὶ ζωῆς αἰωνίου, περὶ οὐρανῶν βασιλείας, καὶ περὶ τῶν ἐν αὐτῇ κεκρυμμένων μυστηρίων τοῦ Πνεύματος, ἵνα καὶ τὸ αἰσθάνεσθαι, καὶ τὸ λέγειν, καὶ τὸ νοεῖν ὑγιῶς καὶ ἀνυπαιτίως κατὰ Θεὸν ἐξετάζηται, ὅπερ ἐστὶν ἀληθινὸν τῷ ὄντι, καὶ θεῖον μέτρον, καὶ ἱερὰ τῷ Θεῷ προσφορά.

ογʹ. Δεκάτη κυρίως ἐστὶ πρὸς Θεόν, τὸ ψυχικὸν Πάσχα, ἤγουν ἡ διάβασις πάσης ἐμπαθοῦς ἕξεως, καὶ πάσης ἀλόγου αἰσθήσεως· ἐν ᾗ θύεται μὲν ὁ λόγος, τῇ θεωρίᾳ τῶν ὄντων, τρώγεται δὲ ὁ αὐτὸς ἐν τῷ ἄρτῳ τῆς γνώσεως, καὶ πίνεται τὸ τίμιον αὐτοῦ αἷμα ἐν τῷ κρατῆρι τῆς ἀποῤῥήτου σοφίας. Τοῦτο γοῦν ὁ φαγὼν καὶ πασχάσας τὸ Πάσχα, ἔθυσεν ἑαυτῷ τὸν Ἀμνὸν τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ οὐκ ἔτι οὐ μὴ ἀποθάνῃ, ἀλλὰ κατὰ τὴν τοῦ Κυρίου φωνήν, ζήσεται εἰς τὸν αἰῶνα.

οδʹ. Ὁ ἐκ νεκρῶν ἔργων ἐγερθείς, Χριστῷ συνανέστη. Εἰ δὲ Χριστῷ συνανέστη διὰ τῆς γνώσεως, Χριστὸς δὲ οὐκ ἔτι ἀποθνήσκει, οὐδὲ αὐτοῦ θάνατος ἀγνωσίας κυριεύσει. Ὃ γὰρ ἀπέθανε πάλαι τῇ ἁμαρτίᾳ, παρακινηθεὶς τῆς κατὰ φύσιν κινήσεως, ἀπέθανεν ἐφάπαξ· ὃ δὲ νῦν ζῇ, ζῇ τῷ Θεῷ διὰ τῆς ἐλευθερίας τοῦ ἁγίου Πνεύματος, τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν ἔργων τῆς ἁμαρτίας· ὥστε οὐκ ἔτι ζῇ αὐτὸς τῇ σαρκὶ καὶ τῷ κόσμῳ, νεκρωθεὶς τοῖς μέλεσι τοῦ σώματος αὐτοῦ, καὶ τοῖς πράγμασι τοῦ βίου, ἀλλὰ ζῇ ἐν αὐτῷ ὁ Χριστός, ὡς ὑπὸ χάριν γεγονότι Πνεύματος ἁγίου, καὶ οὐκ ὄντι ὑπὸ νόμον σαρκός, ὅπλα δικαιοσύνης τὰ μέλη αὐτοῦ δηλονότι προσαγαγόντι τῷ Θεῷ καὶ Πατρί.

οεʹ. Ὁ τῆς δουλείας τῶν παθῶν ἐλευθερώσας τὰ μέλη αὐτοῦ, καὶ τῇ δουλείᾳ τῆς δικαιοσύνης παραστήσας αὐτά, εἰς ἁγιασμὸν Πνεύματος ἁγίου προσήγγισεν, ὑπὲρ τὸν νόμον τῆς σαρκὸς γεγονώς. Καὶ οὐκ ἔτι ἁμαρτία κυριεύσει αὐτοῦ, τῇ ἐλευθερίᾳ καὶ τῷ νόμῳ σχολάζοντος τοῦ Πνεύματος· οὐ γὰρ ὥσπερ τὰ τέλη τῆς δουλείας τῶν παθῶν, οὕτω καὶ τὰ τέλη τῆς δουλείας τῆς δικαιοσύνης· ἐκεῖνα μὲν γὰρ εἰς νοητὸν ὄλεθρον πέφυκε λήγειν ψυχῆς, ταῦτα δέ, εἰς ζωὴν αἰώνιον τελευτᾷ τὴν κεκρυμμένην ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

οϛʹ. Ὁ νόμος τῆς σαρκὸς ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἄνθρωπος σαρκικῶς, κυριεύει αὐτοῦ, ἐὰν δέ, ἀποθάνῃ καὶ νεκρωθῇ τῷ κόσμῳ, καταργεῖται ἀπὸ τοῦ νόμου αὐτῆς· ἄλλως δὲ νεκρωθῆναι τῷ κόσμῳ οὐκ ἔστιν, εἰ μὴ τοῖς μέλεσι νεκρωθῶμεν τοῦ σώματος. Νεκρούμεθα δὲ τούτοις, ὅταν μέτοχοι τοῦ ἁγίου Πνεύματος χρηματίσωμεν. Πνεύματος δὲ ἁγίου τότε εἶναι γνωριζόμεθα μέτοχοι, ὅταν καρποὺς ἀξίους τοῦ Πνεύματος προσφέρωμεν τῷ Θεῷ, ἀγάπην εἰς Θεὸν ἐξ ὅλης ψυχῆς καὶ εἰς τὸν πλησίον ἐκ διαθέσεως, χαρὰν καρδίας ἐκ καθαρᾶς συνειδήσεως, εἰρήνην ψυχῆς ἐξ ἀπαθείας, καὶ ταπεινώσεως, ἀγαθωσύνην τῶν τοῦ νοὸς λογισμῶν, μακροθυμίαν ἐν ταῖς θλίψεσι καὶ τοῖς πειρασμοῖς, χρηστότητα ἐν τῇ καταστολῇ τῶν ἠθῶν, πίστιν ἐνδιάθετον εἰς Θεὸν καὶ μὴ διστάζουσαν ἔν τινι, πραότητα ἐκ ταπεινοφροσύνης καὶ κατανύξεως, καὶ περιεκτικὴν ἐγκράτειαν τῶν αἰσθήσεων. Ὅταν οὕτω καρποφορήσωμεν τῷ Θεῷ, ἔξω νόμου τελοῦμεν σαρκός, καὶ οὐκ ἔστι καθ’ ἡμῶν νόμος κολάζων ἡμᾶς διὰ τοὺς καρπούς, οὓς ἔτι ζῶντες τῇ σαρκί, ἐκαρποφορήσαμεν τῷ θανάτῳ· κατηργήθημεν γὰρ ἀπὸ τοῦ νόμου αὐτῆς ὡς ἐκ νεκρῶν ἔργων συναναστάντες Χριστῷ, διὰ τῆς ἐλευθερίας τοῦ Πνεύματος.

οζʹ. Οἱ τὴν ἀπαρχὴν τοῦ πνεύματος διὰ τῆς παλιγγενεσίας τοῦ λουτροῦ ἐσχηκότες, καὶ τετηρηκότες αὐτὴν ἄσβεστον, αὐτοὶ τῷ βάρει τῆς σαρκὸς πιεζόμενοι, ἐν ἑαυτοῖς στενάζουσι, τὴν υἱοθεσίαν διὰ τῆς πληρώσεως τοῦ Παρακλήτου ἀπεκδεχόμενοι, ἵνα τὴν ἀπολύτρωσιν τοῦ ἰδίου αὐτῶν σώματος ἀπὸ τῆς δουλείας τῆς φθορᾶς ἴδωσι· συναντιλαμβάνεται γὰρ ταῖς φυσικαῖς αὐτῶν ἀσθενείαις τὸ Πνεῦμα, καὶ ἐντυγχάνει ὑπὲρ αὐτῶν στεναγμοῖς ἀλαλήτοις, ὅτι κατὰ Θεόν ἐστι τὸ φρόνημα αὐτῶν, καὶ ἡ τούτων ἐλπίς, τὴν ἀποκάλυψιν ἐκδέχεται ἰδεῖν ἐν τῇ θνητῇ ἑαυτῶν σαρκὶ τῶν υἱῶν τοῦ Θεοῦ, ἥτις ἑστὶν ἡ ζωοποιὸς τοῦ Ἰησοῦ νέκρωσις· ἵνα υἱοὶ Θεοῦ ὡς ὑπὸ Πνεύματος ἁγίου ἀγόμενοι, χρηματίσωσι καὶ αὐτοί, καὶ ἐλευθερωθῶσιν ἀπὸ τῆς δουλείας τῆς σαρκὸς καὶ καταντήσωσιν εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ, οἷς ὡς ἀγαπῶσι τὸν Θεόν, πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν.

οηʹ. Πνευματικῶς συγκρινομένης τῆς θείας Γραφῆς, καὶ πνευματικοῖς ἀνακαλυπτομένων τῶν ἐν αὐτῇ θησαυρῶν διὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐ δύναται ψυχικὸς ἄνθρωπος τὴν τούτων ἀνακάλυψιν δέξασθαι. Πλέον τῆς ἀκολουθίας τῶν αὐτοῦ λογισμῶν, μὴ καταδεχόμενος ἕτερόν τι νοῆσαι ἢ ἀκοῦσαι παρ’ ἑτέρου λεγόμενον· οὐδὲ γὰρ ἔχει τὸ Πνεῦμα τοῦ Θεοῦ ἐν αὐτῷ, τὸ ἐρευνῶν τὰ βάθη τοῦ Θεοῦ, καὶ γινῶσκον τὰ τοῦ Θεοῦ, ἀλλὰ τὸ πνεῦμα τοῦ κόσμου τὸ ὑλικόν, τὸ ζήλου καὶ φθόνου μεστόν, ἔριδός τε καὶ διχοστασίας ἀνάπλεων, οὗ χάριν καὶ μωρία αὐτῷ ἐστι, τὸ τὴν διάνοιαν ἐρευνᾷν, καὶ τὸν νοῦν ἀνιχνεύειν τοῦ γράμματος. Γνῶναι γὰρ μὴ δυνάμενος ὅτι πνευματικῶς ἀνακρίνεται πάντα τὰ τῆς θείας Γραφῆς, κατὰ τῶν θείων καὶ ἀνθρωπίνων πραγμάτων, καταμωκᾶται τῶν συγκρινόντων ταῦτα πνευματικῶς, καὶ οὐ πνευματικούς, οὐδὲ ὑπὸ θείου Πνεύματος ἀγομένους, ἀλλ’ ἀναγωγικοὺς τοὺς τοιούτους καλῶν, ὅσον τὸ κατ’ αὐτόν, διαστρέφει, καὶ ἀνατρέπει, ὡς ὁ Δημᾶς ἐκεῖνος, τοὺς λόγους αὐτῶν, καὶ τὰ θεῖα νοήματα· οὐχ οὕτως δὲ ὁ πνευματικός, ἀλλὰ ἀνακρίνει μὲν πάντα, θείῳ ἐνεργούμενος Πνεύματι, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακριθῆναι δύναται, ἐπειδὴ νοῦς ἐστιν αὐτῷ τοῦ Χριστοῦ, ὃν οὐδεὶς συμβιβάσαι ἰσχύσει.

οθʹ. Ἐν πυρὶ ἀποκαλυπτομένης τῆς ἐσχάτης ἡμέρας, καὶ ὑπὸ πυρὸς τηνικαῦτα δοκιμαζομένης, ἑκάστου τῆς πράξεως, φησὶ Παῦλος δηλονότι, εἴ τινος τὸ ἔργον τῆς ἀφθάρτου οὐσίας ἐστίν, ὃ ἑαυτῷ εἰς οἰκοδομὴν ἐναπέθετο, μενεῖ μέσον τοῦ πυρὸς ἄφθαρτον, καὶ οὐ μόνον οὐ κατακαήσεται, ἀλλὰ καὶ λαμπρυνθήσεται τῆς μικρᾶς ἴσως καθαιρόμενον εἰς τὸ παντελὲς ἰλύος· εἴ τινος δὲ τὸ ἔργον, τῆς φθειρομένης ὕλης ἐστί, ὃ ἑαυτῷ εἰς φόρτον ἐδέσμευσεν, ἐμπρησθὲν κατακαήσεται, καὶ κενὸν αὐτὸν μέσον τοῦ πυρὸς καταλείψει. Ἔργον δὲ ἄφθαρτον καὶ διαμένον ἐστί, δάκρυα μετανοίας, ἐλεημοσύνη, συμπάθεια, προσευχή, ταπείνωσις, πίστις, ἐλπίς, ἀγάπη, καὶ εἴ τι ἕτερον ἐν σκοπῷ εὐσεβείας πράττεται· ἃ καὶ ζῶντι τῷ ἀνθρώπῳ συνοικοδομεῖται εἰς ναὸν ἅγιον τοῦ Θεοῦ, καὶ ἐκλείποντι συναπέρχεται, καὶ συμμένει ἄφθαρτα εἰς αἰῶνας. Τὸ δὲ ὑπὸ τοῦ πυρὸς ἐκείνου φθειρόμενον ἔργον, δῆλον τοῖς πᾶσίν ἐστι, φιληδονία, φιλοδοξία, φιλαργυρία, μῖσος, φθόνος, κλοπή, μέθη, λοιδορία, κατάκρισις, καὶ εἴ τι φαῦλον διὰ σώματος κατὰ ἐπιθυμίαν, ἢ θυμὸν ἐνεργεῖται· ταῦτα καὶ περιόντι τῷ ἀνθρώπῳ συμφθείρεται, ἐκκαιομένῳ ὑπὸ τοῦ πυρὸς τῆς ἐπιθυμίας, καὶ ἀποῤῥηγνυμένῳ τοῦ σώματος, συναπέρχεται, οὐ συμμένει δέ, ἀλλὰ καταφθαρέντα, τὸν ἐργάτην αὐτῶν μέσον τοῦ πυρὸς ἐπαφίησιν εἰς αἰῶνας αἰώνων ἀθάνατα κολαζόμενον.

πʹ. Ἡ γνῶσις ἡ τοῦ Θεοῦ, τὸ ἐγνῶσθαι ὑπὸ Θεοῦ σημαίνει τὸν εἰς ταύτην διὰ ταπεινοφροσύνης καὶ προσευχῆς οἰκοδομηθέντα, καὶ τὸ γνῶσιν ἀψευδῆ πλουτῆσαι παρὰ Θεοῦ τῶν ὑπερφυῶν αὐτοῦ μυστηρίων· εἰ δὲ φυσίωσις ὁρᾶται περὶ αὐτόν, οὐκ ᾠκοδομήθη διὰ τούτων ἐν αὐτῇ, ἀλλ’ ὑπὸ τοῦ πνεύματος τοῦ κόσμου τούτου τοῦ ὑλικοῦ ἄγεται. Διὰ τοῦτο καὶ εἰδέναι τι δοκεῖ ὁ τοιοῦτος, μηδὲν ἐγνωκὼς τῶν θείων πραγμάτων καθὼς γνῶναι δεῖ. Ὁ δέ γε τὸν Θεὸν ἀγαπῶν, καὶ μηδὲν ἡγούμενος προτιμότερον τῆς ἀγάπης αὐτοῦ, καὶ τοῦ πλησίον, ἐκεῖνος ἔγνω καὶ τὰ βάθη τοῦ Θεοῦ, καὶ τὰ μυστήρια τῆς αὐτοῦ βασιλείας, καθὼς χρὴ γνῶναι, τὸν ὑπὸ θείου κινούμενον Πνεύματος, καὶ ἔγνωσται ὑπὸ τοῦ Θεοῦ, ἐργάτης ἀληθὴς τοῦ Παραδείσου τῆς Ἐκκλησίας αὐτοῦ, ὃς ἐργάσεται δι’ ἀγάπης τὸ θέλημα τοῦ Θεοῦ· ἐπιστρέφων δηλονότι ψυχὰς καὶ ἀξίους ἐξάγων ἐξ ἀναξίων, τῷ λόγῳ τῷ δοθέντι αὐτῷ διὰ Πνεύματος ἁγίου, καὶ φυλάσσει τὸ ἔργον αὐτοῦ διὰ ταπεινοφροσύνης καὶ κατανύξεως ἄσυλον.

παʹ. Πάντες εἰς Χριστὸν ἐβαπτίσθημεν ἐν ὕδατι καὶ Πνεύματι ἁγίῳ, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν τρώγομεν, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν πίνομεν· ταῦτα δέ εἰσιν ὁ Χριστός, ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν ἡμῶν εὐδοκεῖ ὁ Θεός. Πολλοὶ γὰρ τῶν πιστῶν καὶ σπουδαίων ἐν πολλοῖς πόνοις ἀσκήσεως καὶ γυμνασίας σωματικῆς τὰ ἑαυτῶν ὑπωπίασαν καὶ κατίσχνωσαν σώματα, διὰ δὲ τὸ μὴ ἔχειν αὐτοὺς κατάνυξιν ἐκ συντετριμμένης καὶ φιλαγάθου γνώμης καὶ συμπάθειαν ἐξ ἀγάπης πρὸς τοὺς πλησίον, καὶ ἑαυτούς, κενοὶ τοῦ πληρώματος τοῦ ἁγίου Πνεύματος κατελείφθησαν, καὶ μακρὰν τῆς τοῦ Θεοῦ ἐγένοντο γνώσεως, μήτραν διανοίας ἄκαρπον ἐσχηκότες, καὶ λόγον ἄναλον καὶ ἀφώτιστον.

πβʹ. Οὐ τὸ ἀνελθεῖν ἐν τῷ Σιναίῳ ἐστί, διὰ πράξεως, ὄρει τὸ ζητούμενον τοῖς Ναζιραίοις παρὰ τοῦ λόγου, οὐδὲ τὸ καθαρισθῆναι πρὸ τοῦ ἀνελθεῖν, καὶ τὰ ἱμάτια πλῦναι, καὶ μὴ συνελθεῖν γυναικί, ἀλλὰ καὶ τὸ ἰδεῖν, οὐ τὰ ὀπίσθια τοῦ Θεοῦ, ἀλλ’ αὐτὸν τὸν Θεὸν ἐν τῇ δόξῃ αὐτοῦ, εὐδοκοῦντα ἐν αὐτοῖς καὶ τὰς πλάκας τούτοις διδόντα τῆς γνώσεως, καὶ ἀποστέλλοντα αὐτοὺς εἰς οἰκοδομὴν τοῦ λαοῦ αὐτοῦ.

πγʹ. Οὐ πάντας τοὺς ὑπηρέτας αὐτοῦ καὶ μαθητὰς ὁ λόγος εἰς τὴν τῶν κεκρυμμένων καὶ μειζόνων μυστηρίων αὐτοῦ ἀνακάλυψιν, μεθ’ ἑαυτοῦ ἐπιφέρεται, ἀλλά τινας, ὅσοις προσετέθη οὖς, καὶ ἀνεῴχθη ὀφθαλμὸς ὀπτασίας καὶ γλῶσσα καινὴ ἐτρανώθη· τούτους ἔτι παραλαμβάνων, καὶ ἀποχωρίζων ἀπὸ τῶν ἄλλων, καὶ αὐτῶν ὡσαύτως μαθητῶν ὄντων, ἐπὶ τὸ Θαβώριον τῆς θεωρίας ἀνέρχεται ὄρος, καὶ μεταμορφοῦται ἔμπροσθεν αὐτῶν· οὐκ ἔτι μυσταγωγῶν αὐτοὺς τὰ τῆς βασιλείας τῶν οὐρανῶν, ἀλλὰ δεικνύων αὐτοῖς τὴν τῆς θεότητος δόξαν τε καὶ λαμπρότητα, καὶ τὸν μὲν χαρακτῆρα τοῦ βίου καὶ λόγου αὐτῶν, λάμπειν ἐξ αὐτοῦ δίδωσιν, ὡς τὸν ἥλιον, μέσον τῆς τῶν πιστῶν Ἐκκλησίας· τὰ δὲ νοήματα αὐτῶν μεταποιεῖ εἰς λευκότητα, καὶ καθαρότητα φωτὸς ὑπερλάμπρου, καὶ τὸν νοῦν ἑαυτοῦ αὐτοῖς ἐντίθησιν, καὶ ἐκφέρειν ἀπολύει διὰ στόματος καινά τε καὶ παλαιά, εἰς οἰκοδομὴν τῆς αὐτοῦ Ἐκκλησίας.

πδʹ. Πολλοὶ τὰς ἑαυτῶν χώρας ἐν ἐπιμελείᾳ πολλῇ ἐγεώργησαν, καὶ σπέρμα καθαρὸν ἐν αὐταῖς κατεβάλοντο τὰς ἀκάνθας προαποτεμόντες, καὶ τὰς τριβόλους τῷ πυρὶ τῆς μετανοίας ἐμπρήσαντες, ἀλλὰ διὰ τὸ μὴ βρέξαι ἐν αὐταῖς τὸν Θεὸν ὑετὸν Πνεύματος ἁγίου ἐκ κατανύξεως, οὐδὲν ἐκεῖθεν ἠμήσαντο· τῷ αὐχμῷ γὰρ ἐξηράνθησαν, καὶ τὸν στάχυν τὸν πολύχουν οὐκ ἐκαρποφόρησαν ἑαυτοῖς, τῆς τοῦ Θεοῦ γνώσεως. Διὸ εἰ καὶ μὴ λιμῷ λόγου Θεοῦ, ἀλλὰ πένητες γνώσεως Θεοῦ, καὶ κενοὶ ταῖς χερσὶν ἐναπέψυξαν, ὀλίγοις τισὶν εἰς διατροφὴν ἐξ ἐράνου ἐφοδιάσαντες ἑαυτούς.

πεʹ. Πᾶς ὁ ἐκφέρων λόγους ὠφελείας ἀπὸ τοῦ στόματος, εἰς οἰκοδομὴν τοῦ πλησίον, ἐκ θησαυρῶν καρδίας ἀγαθῶν ἐκφέρει αὐτούς, ἀγαθὸς ὢν κατὰ τὴν τοῦ Κυρίου φωνήν. Οὐδεὶς δὲ δύναται εἰς θεολογίαν κινηθῆναι, καὶ εἰπεῖν τὰ περὶ Θεοῦ, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ· καὶ οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν, λέγει τὰ ἐναντία τῆς εἰς Χριστὸν πίστεως, ἀλλ’ ὅσα οἰκοδομεῖ, ὅσα πρὸς Θεὸν ἀνάγει, καὶ τὴν βασιλείαν αὐτοῦ, καὶ τὴν παλαιὰν εὐγένειαν ἀποκαθιστᾷ, καὶ συνάπτει Θεῷ τῶν σωζομένων τινάς. Εἰ δὲ καὶ ἡ φανέρωσις τοῦ Πνεύματος ἑκάστῳ δίδοται πρὸς τὸ συμφέρον, ἄρα ὁ τὸν λόγον πεπλουτηκὼς τῆς σοφίας Θεοῦ, καὶ τοῦ λόγου τῆς γνώσεως εὐμοιρήσας, ὑπὸ τοῦ θείου Πνεύματος ἐνεργεῖται, καὶ οἶκός ἐστι τῶν ἀκενώτων θησαυρῶν τοῦ Θεοῦ.

πϛʹ.

Ἄμοιρος οὐ καταλιμπάνεται τῆς τοῦ Πνεύματος χάριτος, πᾶς ὁ εἰς Χριστὸν βαπτισθεὶς καὶ πιστεύσας, εἰ μήπου ἔκδοτον ἑαυτὸν εἰς πᾶσαν ἐνέργειαν τοῦ ἐναντίου δέδωκε πνεύματος, καὶ τὴν πίστιν τοῖς ἔργοις ἐμόλυνεν· ἢ ῥᾳθυμίᾳ καὶ ἀμελείᾳ συζῇ, ἐπὶ τὸν τὴν ἀπαρχὴν τοῦ ἁγίου Πνεύματος τετηρηκότα ἄσβεστον, ἣν ἐκ τοῦ ἁγίου βαπτίσματος ἔλαβεν· σβεσθεῖσαν ἀνάψαντα ἐξ ἔργων δικαιοσύνης, οὐκ ἔστι μὴ οὐχὶ καὶ τὸ πλήρωμα αὐτῆς τοῦτον ἄνωθεν δέξασθαι· ἢ γὰρ καλῶς ἀγωνισάμενος τοῦ λόγου τῆς σοφίας Θεοῦ, διὰ τοῦ πληρώματος ἀξιοῦται τοῦ Πνεύματος εἰς διδασκαλίαν τῆς Ἐκκλησίας· ἢ τοῦ λόγου τῆς γνώσεως τῶν μυστηρίων Θεοῦ, κατὰ τὸ αὐτὸ Πνεῦμα εἰς τὸ εἰδέναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν· ἢ τῆς ἐνδιαθέτου πίστεως ἐν τῷ αὐτῷ Πνεύματι, εἰς τὸ πιστεύειν τὰς ἐπαγγελίας Θεοῦ κατὰ τὸν Ἀβραάμ· ἢ τοῦ χαρίσματος τῶν ἰαμάτων ἐν τῷ αὐτῷ Πνεύματι, εἰς τὸ ἰᾶσθαι τὰς νόσους· ἢ τῆς ἐνεργείας τῶν δυνάμεων, εἰς τὸ δαίμονας ἀπελαύνειν καὶ σημεῖα ποιεῖν· ἢ τῆς προφητείας, εἰς τὸ προορᾷν καὶ προλέγειν τὰ μέλλοντα· ἢ τῆς διακρίσεως τῶν πνευμάτων, εἰς τὸ διακρίνειν τίς ἐν Πνεύματι Θεοῦ λέγει, καὶ τίς οὔ· ἢ τῆς ἑρμηνείας διαφόρων γλωσσῶν· ἢ τῆς ἀντιλήψεως τῶν καταπονουμένων· ἢ τῆς κυβερνήσεως ποιμνίων Θεοῦ, καὶ λαοῦ· ἢ τῆς πρὸς πάντας ἀγάπης, καὶ τῶν χαρισμάτων αὐτῆς, τῆς μακροθυμίας, τῆς χρηστότητος, καὶ τῶν ἄλλων ὁμοῦ.

Εἰ δὲ ἐκ πάντων τούτων ἄμοιρος εὐρεθῇ τις, οὐκ ἔχω, πῶς εἴπω τὸν τοιοῦτον πιστόν, ἢ τοῦ καταλόγου τῶν ἐνδεδυμένων Χριστὸν ἀπὸ τοῦ θείου βαπτίσματος.

πζʹ. Ὁ τὴν ἀγάπην ἔχων, οὐκ οἶδε διὰ ζῆλον φθονεῖν, οὐ περπερεύεται ὡς ἐπηρμένος καὶ προπέτης, οὐ φυσιοῦται κατά τινος, οὐκ ἀσχημονεῖ τὰ ἀπρεπῆ πρὸς τὸν πλησίον ποιῶν, οὐ ζητεῖ τὰ ἑαυτοῦ συμφέροντα μόνα, ἀλλὰ καὶ τὰ τοῦ πλησίον, οὐ παροξύνεται κατὰ τῶν λυπούντων ταχέως, οὐ λογίζεται, εἰ πάθῃ ποτέ τι κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ τῶν φίλων, συγχαίρει δὲ τῇ ἀληθείᾳ τῆς δικαιοσύνης αὐτῶν· πάντα στέγει τὰ ἐπερχόμενα αὐτῷ λυπηρά· πάντα ἐξ ἁπλότητος καὶ ἀκακίας πιστεύει, πάντα τὰ ἐπηγγελμένα ἡμῖν ἀπὸ Θεοῦ ἐλπίζει ἀπολαβεῖν, πάντα ὑπομένει τὰ τῶν πειρασμῶν, μὴ ἀποδιδοὺς κακὸν ἀντὶ κακοῦ, καὶ οὐδέποτε τῆς τοῦ πλησίον ἀγάπης ἐκπίπτει ὁ τῆς ἀγάπης ἐργάτης.

πηʹ. Τῶν ἠξιωμένων τῆς ἄνωθεν χάριτος τοῦ ἁγίου Πνεύματος ἐν διαφόροις χαρίσμασιν, οἱ μὲν εἰσὶν ἔτι νήπιοι καὶ ἀτελεῖς εἰς τὰ θεῖα χαρίσματα, οἱ δὲ ἄνδρες καὶ τέλειοι ἐν τῷ τούτων πληρώματι· καὶ οἱ μὲν πρὸς ἐργασίαν τῶν θείων ἐπεκτεινόμενοι ἐντολῶν, αὐξάνουσί τε ἐν τούτοις καὶ πληρούμενοι τῶν μειζόνων τοῦ Πνεύματος δωρεῶν, καταργοῦσι τὰ ὄπισθεν τῆς νηπιότητος χαρίσματα· οἱ δὲ εἰς τὸ ἄκρον ἐλάσαντες τῆς τοῦ Θεοῦ ἀγάπης καὶ γνώσεως, παύονται λοιπὸν τῶν ἐκ μέρους χαρισμάτων· εἴτε προφητεῖαί εἰσιν, ὡς τὸ λόγιον, εἴτε διακρίσεις πνευμάτων, εἴτε ἀντιλήψεις, εἴτε κυβερνήσεις, καὶ τὰ ἑξῆς. Ὁ γὰρ εἰς τὰ ἀνάκτορα τῆς ἀγάπης εἰσελθών, οὐκ ἔτι ἐκ μέρους γινώσκει Θεὸν τὴν ἀγάπην, ἀλλὰ πρόσωπον πρὸς πρόσωπον ὁμιλῶν αὐτῷ, ἐπιγινώσκει αὐτόν, καθὼς καὶ αὐτὸς ὑπ’ αὐτοῦ ἐπεγνώσθη.

πθʹ. Ὁ ἐκ ζήλου τῶν πνευματικῶν χαρισμάτων τὴν ἀγάπην διώξας, καὶ καταλαβών, οὐκ ἀνέχεται μόνῳ ἑαυτῷ λαλεῖν διὰ προσευχῆς καὶ ἀναγνώσεως εἰς οἱ κοδομήν· ὁ γὰρ λαλῶν γλώσσῃ μόνῃ Θεῷ διὰ προσευχῆς καὶ ψαλμῳδίας, ἑαυτὸν οἰκοδομεῖ, ὥς φησι Παῦλος· ἀλλὰ καὶ προφητεύειν, κατ’ αὐτόν, ἐπείγεται, εἰς οἰκοδομὴν τῆς τοῦ Θεοῦ Ἐκκλησίας, ἤγουν διδάσκειν τοὺς πλησίον τὴν ἐργασίαν τῶν τοῦ Θεοῦ ἐντολῶν, καὶ ὅπως χρὴ σπεύδειν εἰς τὸ εὐαρεστῆσαι Θεῷ. Τί γὰρ καὶ ὠφελῆσαί τινας δυνηθείη ἂν ὁ ἑαυτῷ καὶ Θεῷ μόνῳ λαλῶν, προεστὼς διὰ προσευχῆς καὶ ψαλμῳδίας ἀεί, ἐὰν μὴ λαλήσῃ καὶ τοῖς ὑπ’ αὐτόν, ἢ ἐν ἀποκαλύψει Πνεύματος ἁγίου, ἢ ἐν γνώσει τῶν μυστηρίων Θεοῦ, ἢ ἐν προορατικῷ χαρίσματι προφητείας, ἢ ἐν διδαχῇ λόγου σοφίας Θεοῦ; Τίς γὰρ τῶν ὑπηκόων παρασκευάσεται εἰς πόλεμον παθῶν, καὶ δαιμόνων, ἐὰν μὴ εὔσημον διδασκαλίας λόγον δῷ ἐγγράφως, ἢ καὶ διὰ ζώσης φωνῆς; Ὄντως ἐὰν μὴ πρὸς τὴν οἰκοδομὴν τοῦ ποιμνίου αὐτοῦ ζητῇ ὁ ποιμήν, ἵνα περισσεύῃ τῷ λόγῳ τῆς διδασκαλίας καὶ τῇ γνώσει τοῦ Πνεύματος, οὐκ ἔστι ζηλωτὴς τῶν τοῦ Θεοῦ χαρισμάτων. Ἐκ γὰρ τοῦ μόνον προσεύχεσθαι καὶ ψάλλειν τῇ γλώσσῃ πολλὰ τῷ πνεύματι, ἤγουν τῇ ψυχῇ προσευχόμενος, ἑαυτὸν οἰκοδομεῖ, ὁ δὲ νοῦς αὐτοῦ ἄκαρπός ἐστι, μὴ προφητεύων τῆς διδασκαλίας τῷ λόγῳ, καὶ οἰκοδομῶν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ.

Εἰ δὲ Παῦλος, ὁ πάντων ἀνθρώπων μᾶλλον, διὰ προσευχῆς, συναπτόμενος τῷ Θεῷ, πέντε λόγους διὰ τοῦ ἐγκάρπου νοὸς αὐτοῦ μᾶλλον ἠθέλησεν εἰπεῖν ἐν Ἐκκλησίᾳ, ἵνα καὶ ἄλλους κατηχήσῃ, ἢ μυρίους λόγους ψαλμῳδίας ἐν γλώσσῃ· ἄρα τῆς ἀγάπης ἀπεπλανήθησαν οἱ ἄλλων ἐξάρχοντες, καὶ τῇ ψαλμῳδίᾳ μόνῃ μετὰ τῆς ἀναγνώσεως ἐκδεδωκότες τὸ τοῦ ποιμένος ἀξίωμα.

ϟʹ. Ὁ τὸ εἶναι δοὺς ἡμῖν ἐξ ὑποκειμένης ὕλης καὶ νοερᾶς οὐσίας, καὶ εἰς ἒν τὰ ἐναντία τῆς φύσεως καθ’ ἑαυτὰ παραδόξως συνουσιώσας καὶ ὑποστήσας, καὶ τὸ εὖ εἶναι δέδωκε διὰ τοῦ λόγου τῆς σοφίας αὐτοῦ, καὶ τοῦ λόγου τῆς γνώσεως, ὡς ἂν τοῦτο μὲν ἴδωμεν διὰ τῆς τοῦ Πνεύματος γνώσεως, τοὺς κεχαρισμένους ἡμῖν ἀποκρύφους παρ’ αὐτοῦ θησαυροὺς τῆς βασιλείας τῶν οὐρανῶν, τοῦτο δὲ καὶ γνωρίσωμεν τοῖς πλησίον διὰ τῆς τοῦ λόγου σοφίας τῆς χρηστότητος αὐτοῦ τὸν πλοῦτον, καὶ τὰ ἀγαθὰ τῆς αἰωνίου ζωῆς, ἃ ἡτοίμασεν εἰς τρυφὴν τοῖς ἀγαπῶσιν αὐτόν.

ϟαʹ. Ὁ ὑπὲρ τὰς ἀπειλὰς καὶ τὰς ἐπαγγελίας τῶν τριῶν γενόμενος νόμων, εἰς τὴν μὴ ὑποκειμένην νόμῳ ζωὴν εἰσῆλθεν, νόμος γεγονὼς Ἐκκλησίας, καὶ μὴ ἀρχόμενος ὑπὸ νόμου. Ἡ δὲ ἐλευθέρα ἐστίν, ἡ μὴ ὑποκειμένη νόμῳ ζωή· ἄρα πάσης φυσικῆς ἀνάγκης καὶ παρατροπῆς ὑπεράνω ἐστί· καὶ ὁ εἰσελθὼν εἰς αὐτὴν ἐλευθερωθεὶς ὡς ἔξω σαρκός, καὶ πῦρ χρηματίσας ἐν μετουσίᾳ τοῦ Πνεύματος, ὅλως καὶ αὐτὸς τῷ ὑπεράνω πάσης φύσεως ἡνώθη Χριστῷ, καταργηθέντος ἐν αὐτῷ τοῦ ἐκ μέρους.

ϟβʹ. Ὁ τοῦ πρώτου νοὸς τὴν γνῶσιν χωρήσας, ὅς ἐστι τῶν ὅλων ἀρχὴ καὶ τέλος, καὶ ἀόριστος καθ’ ἑαυτόν, καὶ τῶν ἄλλων ἁπάντων ὑπάρχει ἐντὸς καὶ ἐκτός, οἶδε καὶ μόνος μονάζειν, καὶ μέσον μόνων μονάζειν· ὡς μήτε τῷ μόνον εἶναι, τοῦ τελείου ζημίαν ὑφίστασθαι, μήτε τῷ μετὰ πολλῶν, τῆς μονώσεως, ἀλλ’ εἶναι τὸν αὐτὸν πανταχοῦ καὶ ἐν πᾶσι μόνον· ὡς ἀρχὴν μὲν πρὸς τὸ μονάζειν τοῖς ἄλλοις ὄντα κινήσεως, τέλος δὲ προκείμενον τῆς ἀρετῆς τελειότατον.

ϟγʹ. Ἡ ἀσύγχυτος ἕνωσις, καὶ συνάφεια τῆς ψυχῆς, καὶ τοῦ σώματος, συμφωνοῦσα καθ’ ἑαυτήν, ἓν ἔργον ἀποτελεῖ, εἴτε τῆς ὕλης, εἴτε τῆς φύσεως μὴ συμφωνοῦσα δέ, τὴν ἐπιθυμίαν τῆς νίκης ἐγείρει ἐμφύλιον. Ἀλλ’ ὁ λόγος ἐλθὼν καὶ τὸ κῦρος λαβών, λύει μὲν αὐτίκα τὸν ζῆλον, πρεσβεύσας δὲ τὴν ὁμόνοιαν, τὸ πᾶν τῶν ἔργων τῇ φύσει καὶ τῷ πνεύματι δίδωσιν.