Ἔργον
Νικήτας Στηθᾶτος – Κεφάλαια πρακτικά ἑκατόν
Η ουράνια ιεραρχία, η Βασιλεία του Θεού και η τελική δοξολογία
Η εσωτερική οργάνωση της ψυχής, οι αγγελικές τάξεις του άνω κόσμου, η μετοχή στη Βασιλεία και η θεολογική αναφορά στην Τριάδα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ουράνια ιεραρχία, η Βασιλεία του Θεού και η τελική δοξολογία
Η εσωτερική οργάνωση της ψυχής, οι αγγελικές τάξεις του άνω κόσμου, η μετοχή στη Βασιλεία και η θεολογική αναφορά στην Τριάδα.
ϟδʹ. Τῶν ἐν ἡμῖν τριῶν ὄντων κυριωτάτων, τὸ μὲν αὐτῶν ἄρχει, οὐκ ἄρχεται δέ· τὸ δὲ καὶ ἄρχει καὶ ἄρχεται· τὸ δὲ οὐκ ἄρχει, ἄρχεται δέ. Ὅταν οὖν τὸ ἄρχον ὑπὸ ἑτέραν γένηται τῶν ἀρχομένων ἀρχήν, δοῦλον τὸ φύσει ἐλεύθερον τοῖς φύσει δούλοις ὁρᾶται· καὶ τῆς ἰδίας ἐξίσταται ἀρχῆς τε καὶ φύσεως, καὶ στάσις ἐν τούτοις μεγάλη ἐστί. Στάσεως δὲ τοιαύτης ἐν τούτοις οὔσης, οὔπω τὰ πάντα ὑποτεταγμένα ὁρῶμεν τῷ λόγῳ. Ὁπηνίκα δὲ τὸ ἄρχον τῶν ἄλλων κρατήσειε, καὶ ὑπὸ τὴν οἰκείαν ἀρχὴν καὶ δεσποτείαν ἄξει αὐτά, τηνικαῦτα εἰς ἓν συνδραμόντα τὰ διεστῶτα, καὶ ὁμοφωνήσαντα, εἰρήνην ἄγει τὰ πρὸς τὸν Θεόν· καὶ πάντων ὑποταγέντων τῷ λόγῳ, παραδίδοται ἡ βασιλεία παρ’ αὐτοῦ τῷ Θεῷ καὶ Πατρί.
ϟεʹ. Ταῖς τέσσαρσιν ἀρχαῖς τῶν γενικῶν ἀρετῶν, ἡ πεντὰς τῶν αἰσθήσεων καθυποταγεῖσα, καὶ αὐτὴ φυλάξασα τὴν εὐπείθειαν, τὴν ἐκ τεσσάρων στοιχείων πλασθεῖσαν φύσιν τοῦ σώματος, ἀταράχως κινεῖσθαι περὶ τὸν τροχὸν τοῦ βίου παρασκευάζει. Οὕτω δὲ κινουμένης αὐτῆς, αἱ δυνάμεις πρὸς ἑαυτὰς οὐ στασιάζουσιν· ἀλλὰ τοῦ παθητικοῦ μέρους τῆς ἐπιθυμίας καὶ τοῦ θυμοῦ, τῷ λογιστικῷ συναφθέντος, ἀναλαβὼν τὸ φυσικὸν κράτος ὁ νοῦς, ἄρμα μὲν ἑαυτοῦ τὰς τέσσαρας ποιεῖται ἀρχάς· θρόνον δὲ τὴν δούλην πεντάδα, καὶ τῆς τυραννούσης καταστρατεύσας σαρκός, τέθριππος εἰς οὐρανοὺς ἁρπαζόμενος αἴρεται, καὶ τῷ βασιλεῖ παραστὰς τῶν αἰώνων, στέφεται τῆς νίκης τὸ στέφος· καὶ ἐν αὐτῷ καταπαύει πάντα τὸν δρόμον αὐτοῦ.
ϟϛʹ. Τοῖς ἐν τῷ χρόνῳ τελειουμένοις τῆς θεωρίας, καὶ εἰς τοὺς στύλους ἐπερειδομένοις τοῦ Πνεύματος, κρατὴρ κιρνᾶται, καὶ ἄρτος ἐκ βασιλικῆς προτίθεται πανδαισίας, θρόνος εἰς ἀνάπαυσιν, καὶ εἰς πλοῦτον ἀργύριον, καὶ θησαυρὸς μαργάρων, καὶ λίθων τιμίων ἐπὶ θύραις εὑρίσκεται, καὶ πλοῦτος αὐτοῖς ἀναρίθμητος ἐν χερσὶ δίδοται. Τούτους διορατικοὺς ἄνδρας ἡ πρᾶξις ἀποτελέσασα, ἐκ ταχυτάτων εἰς ἔργα, βασιλεῖ, καὶ οὐκ ἀνδράσι νωθροῖς παρεστάναι παρασκευάζει.
ϟζʹ. Πότερον ἡ βασιλεία τῶν οὐρανῶν ἐντεῦθεν ἤδη πᾶσι δίδοται τοῖς σπουδαίοις, ἢ μετὰ τὴν λύσιν τοῦ σώματος; Εἰ μὲν οὖν ἐντεῦθεν, τὸ νῖκος ἀκαταμάχητον, ἡ χαρὰ ἀνεκλάλητος, καὶ ἡ πρὸς τὸν παράδεισον ἡμῶν ἄνοδος ἐλευθέρα· ἵσταται γὰρ οὗτος κατὰ θείας ἀμέσως ἀνατολάς. Εἰ δὲ μετὰ πότμον καὶ λύσιν, ζητητέον, εἰ φόβου χωρὶς ἡ ἔξοδος γίνεται, καὶ τί ποτέ ἐστι βασιλεία οὐρανῶν, καὶ βασιλεία Θεοῦ, καὶ παράδεισος μάθωμεν· καὶ τί τοῦ ἑτέρου διαφέρε· τὸ ἕτερον, καὶ τίς ὁ χρόνος τούτων ἑκάστου, καὶ εἰ ἐν τοῖς ἀμφοτέροις γινόμεθα, καὶ πῶς, καὶ πότε, καὶ μετὰ πόσον χρόνον. Ὁ γὰρ εἴσω τῆς πρώτης γεγονώς, ἔτι περιὼν καὶ τὴν σάρκα φορῶν, τῶν ἑτέρων οὐ διήμαρτεν.
ϟηʹ. Ὁ ἄνω κόσμος ἀτελὴς ἔτι ὤν, μένει τὴν πλήρωσιν, εἰς τὸ λαβεῖν τὴν ἰδίαν ἀποκατάστασιν ἀπὸ τῶν πρωτοτόκων τοῦ Ἰσραὴλ τῶν ὁρώντων Θεόν. Ἀπὸ γὰρ τῶν εἰς γνῶσιν ἀνατρεχόντων Θεοῦ ἀναπληρούμενος τελειοῦται· καὶ τελειωθεὶς τὸν κάτω κόσμον, τῶν πιστῶν καὶ ἀπίστων ὁρίζων τὰ τέλη, μίαν ἑαυτῷ ποιεῖται τὴν σύνοδον, ἀπονέμων τὸν ἴδιον ἑκάστῳ βαθμόν, καὶ διαιρῶν ἀπ’ ἀλλήλων τὰ μὴ καθ’ ἑαυτὰ συναγόμενα· καὶ τὰς μὲν παρ’ αὐτοῦ τῶν ἄλλων ἀρχὰς καὶ τὰ τέλη, ἄγει πρὸς ἑαυτόν, καὶ ὡς ὅρος ὁρίζει ταύτας ἀόριστος· αὐτὸς δὲ ὑπ’ ἄλλης ἀρχῆς, οὔτε ἄγεται, οὔτε μὴν ὁρίζεται ὡς φερόμενος.
Ἴδιον γὰρ τὸ ἀεικίνητον ἔχει, ὡς μήτε συστέλλεσθαι τοῦτον καθ’ ἑαυτόν, μήτε τῶν οἰκείων ὅρων ὑπερεκτείνεσθαι, ἀλλ’ εἶναι τῶν ἄλλων σαββατισμῶν καὶ κατάπαυσιν πάσης ἀρχῆς καὶ κινήσεως ϟθʹ. Ἡ ἐνὰς τῶν ἄνω δυνάμεων, ὡς ὑμνῳδὸς καὶ τῶν ὕμνων ἐξάρχουσα, τριαδικὴν ποιεῖται χοροστατοῦσα τὴν σύνταξιν, καὶ τριαδικῶς τῇ Τριάδι παρισταμένη, ἐν φόβῳ λειτουργοῦσα, προσαναφέρει τὸν ὕμνον. Τούτων αἱ μὲν τῇ ἀρχῇ καὶ πάντων αἰτίᾳ καθυφαπλοῦνται, ἀφ’ ἧς ἄρχονται, ὅσαι προσεχεῖς καὶ τῶν ὕμων ἐξάρχουσαι, Θρόνοι, Χερουβίμ, Σεραφίμ, αὖται ὄνομα, αἷς ἴδιον ἡ ἐμπύριος σοφία, καὶ ἡ γνῶσις τῶν οὐρανίων, καὶ τέλος, ὁ θεοπρεπὴς ὕμνος τοῦ Γέλ, κατὰ τὴν Ἑβραΐδα φωνήν· αἱ δὲ μέσον τούτων καὶ τῶν ἐφεπομένων τῆς τάξεως, περὶ Θεὸν ἵστανται, Ἐξουσίαι, Κυριότητες, καὶ Δυνάμεις· αἷς ἴδιον τῶν μεγάλων πραγμάτων αἱ διευθετήσεις, αἱ τῶν θαυμάτων ἐνέργειαι, καὶ τῶν σημείων αἱ τερατουργίαι· καὶ τέλος ὁ Τρισάγιος ὕμνος, τό, Ἅγιος, Ἅγιος, Ἅγιος· αἱ δὲ πρὸς ἡμᾶς τελευτῶσαι, ὑπεράνω μὲν ἡμῶν, ὑποβεβηκυῖαι δὲ τὸν ἄνω περὶ Θεὸν ἵστανται, Ἀρχαί, Ἀρχάγγελοι, Ἄγγελοι· αἷς ἴδιον τὸ λειτουργικὸν ἐν διακονίαις, καὶ τέλος ὁ ἱερὸς ὕμνος τοῦ Ἀλληλούϊα.
Ταύταις ἡ λογικὴ τῶν ἀνθρώπων φύσις διὰ πάσης ἀρετῆς τελειουμένη, καὶ διὰ πάσης γνώσεως, καὶ σοφίας ἀνυψουμένη, τοῦ Πνεύματος, καὶ τοῦ θείου πυρός, οἰκειοῦται τοῖς θείοις χαρίσμασιν, ὡς τὸ ἴδιον διὰ καθαρότητος ἐπισπωμένη πασῶν. Ταῖς μὲν γάρ, τῇ διακονίᾳ, καὶ λειτουργίᾳ τῶν ἐντολῶν τοῦ Θεοῦ· ταῖς δέ, τῇ συμπαθείᾳ, καὶ τῇ προστασίᾳ τῶν ὁμοφύλων· ἔτι δὲ τῇ τῶν μεγάλων καὶ θείων πραγμάτων οἰκονομίᾳ, καὶ ταῖς ἐνεργείαις τοῦ Πνεύματος· ταῖς δέ, τῇ ἐμπύρῳ σοφίᾳ τοῦ λόγου, καὶ τῇ γνώσει τῶν θείων καὶ ἀνθρωπίνων πραγμάτων συγκοινωνεῖ.
Οὕτω τελειουμένη, καὶ τὰς δωρεὰς ἀμείβουσα τὰς τῆς φύσεως, τῇ δεκάδι Θεῷ διὰ τούτων συνάπτετοι, ὡς ἀπαρχὴν δεκάτης αὐτῇ προσενεγκοῦσα ἐξ ἑαυτῆς. ρʹ. Θεὸς ἡ Μονὰς καὶ Τριάς, ἀπὸ μονάδος ἀρχόμενος εἰς ἑαυτὸν οἷα δὴ δεκάς, κυκλικῶς τελειοῦται, Οὗτος τὰς πάντων ἀρχὰς καὶ τὰ τέλη ἐντὸς ἔχει. Ἔστι δὲ πάντων ἐκτός, ὡς ὑπερκείμενος τῶν ὅλων. Τούτου ὁ ἐντὸς γεγονώς, ἐντὸς τοὺς λόγους καὶ τὴν γνῶσιν τῶν ὄντων ἐχώρησεν· ἔξω δὲ πάντων ἑστώς, ἐντὸς πάντων αὐλίζεται, τὰς ἀρχὰς εἰδὼς καὶ τὰ τέλη τούτων, ὡς μετὰ Πατρὸς διὰ τοῦ Λόγου συνάφειαν νοερὰν ἐσχηκώς, καὶ τελειωθεὶς ἐν τῷ Πνεύματι· αὐτῇ τῇ παντελείῳ καὶ ἀδιαιρέτῳ Τριάδι καὶ ὁμοουσίῳ, τῇ ἐν Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ πνεύματι προσκυνουμένῃ, καὶ ἐν μιᾷ δοξαζομένῃ φύσει καὶ βασιλείᾳ καὶ δυνάμει θεότητος· ᾗ κράτος εἰς τοὺς αἰῶνας.
Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.