Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Κεφάλαια πρακτικά ἑκατόν

Νικήτας Στηθᾶτος

Η καταπολέμηση των τριών αρχηγικών παθών και η μετάνοια

Αναλυτική εξέταση της φιληδονίας, της φιλαργυρίας και της φιλοδοξίας, η παιδαγωγική σημασία των πτώσεων και η αποκατάσταση μέσω της μετάνοιας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 2 από 14

ληʹ. Τρεῖς εἰσιν οἱ γενικώτατοι πάντων τῶν παθῶν ἔξαρχοι· καὶ τρεῖς αἱ κατ’ αὐτῶν παρατάξεις, καὶ τρεῖς οἱ τούτων καταγωνιζόμενοί τε καὶ καταβάλλοντες· ὁ εἰσαγωγικός, ὁ μέσος, καὶ ὁ τέλειος· τὸν τῆς φιληδονίας, τὸν τῆς φιλαργυρίας, καὶ τὸν τῆς φιλοδοξίας τρικέφαλον δράκοντα.

λθʹ. Οὐχ εἷς καὶ τρεῖς αὐτὸς ἀγὼν τοῖς τρισὶ κατὰ τῶν τριῶν ἀρχῶν καὶ δυνάμεων τοῦ ἐξουσιάζοντος πνεύματος, ἀλλ’ ἄλλος καὶ ἄλλος. Ἄλλως κατὰ στρατευομένης τῆς μιᾶς καὶ μιᾶς τούτων ἀρχῆς ὑφ’ ἑκάστου τοῦ πρὸς τὴν μάχην αὐτῆς ἱσταμένου καὶ καθοπλιζομένου φυσικῶς τῷ δικαίῳ θυμῷ.

μʹ. Ὁ ἄρτι πρὸς τοὺς ἀγῶνας τῆς εὐσεβείας ἀποδυσάμενος, καὶ εἰσαγωγικὸς ὢν πρὸς παράταξιν τῶν παθῶν, κατὰ τοῦ πνεύματος τῆς φιληδονίας πᾶσαν αἴρει τὴν μάχην αὐτοῦ, καὶ δυνατὸς διὰ πάσης κακοπαθείας κατ’ αὐτοῦ ἐκστρατεύει, σάρκας μὲν ταῖς ἀσιτίαις ἐκτήκων, ταῖς χαμευνίαις, ταῖς ἀγρυπνίαις, καὶ ταῖς παννύχοις δεήσεσι, ψυχὴν δὲ συντρίβων τῇ μνήμῃ τῶν τοῦ ᾅδου ποινῶν, καὶ τῇ τοῦ θανάτου μελέτῃ, καὶ τὴν καρδίαν ἀποσμήχων τοῦ ῥύπου τῶν συνδυασμῶν καὶ συγκαταθέσεων διὰ δακρύων τῆς μετανοίας.

μαʹ. Ὁ πρὸς τὸ μέσον τῆς ἀρχῆς μεταθέμενος τὴν ἐπίβασιν, καὶ τοὺς ἱδρῶτας τοὺς κατὰ τοῦ φιληδόνου πνεύματος διὰ τοῦ σπόγγου τῆς πρώτης ἀπαθείας ἀπομαξάμενος, ἄρτι δὲ τοὺς ὀφθαλμοὺς ἀποκαλυφθείς, καὶ τὰς φύσεις ὁρᾷν τῶν ὄντων ἀρξάμενος, κατὰ τοῦ πνεύματος τῆς ἀπίστου φιλαργυρίας αἵρει τὰ ὅπλα τῆς πίστεως, τὸν νοῦν μὲν ἀνυψῶν ἑαυτοῦ τῇ μελέτῃ τῶν θείων πραγμάτων, τὸν δὲ λόγον παραθήγων τοῖς λόγοις τῆς κτίσεως, καὶ εἰς τὸ τὰς φύσεις αὐτῶν ἐκδιηγεῖσθαι διατρανῶν· τὴν δὲ ψυχὴν ἀνάγων τῇ πίστει ἀπὸ τῶν ὁρωμένων, ἐπὶ τὰ ὕψη τῶν ἀοράτων, καὶ πείθων αὐτὸν εἶναι προνοητήν, τὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παραγαγόντα Θεόν, τῶν οἰκείων ἔργων, καὶ ὅλην τὴν ἐλπίδα ποιῶν τῆς ἐνθέου ζωῆς.

μβʹ. Ὁ τὸ μέσον διὰ θεωρίας καὶ ἀπαθείας περάσας, καὶ τὸ ἀπατηλὸν ὑπερκύψας τῆς παγκοσμίου αἰσθήσεως, ἄρτι δὲ μετὰ τοῦ λόγου τῆς γνώσεως καὶ τῆς ἐνυποστάτου Θεοῦ σοφίας, τῷ γνόφῳ τῆς θεολογίας εἰσδύς, κατὰ τοῦ πνεύματος τῆς φιλοδοξίας, αἴρει, δυνάμει τῆς ταπεινοφροσύνης, τὰ ὅπλα, ψυχὴν μὲν ἐν ταῖς ἱεραῖς ἀποκαλύψεσι κατανύσσων, καὶ δάκρυα προχέειν ἀνωδύνως ποιῶν· τὸ δέ γε φρόνημα αὐτῆς τῇ μνήμῃ καταβάλλων τῆς ἀνθρωπίνης ἀσθενείας, καὶ ἀνυψῶν αὐτὸ τῆς θείας γνώσεως τοῖς νοήμασι.

μγʹ. Νηστείαις μὲν γάρ, καὶ ἀγρυπνίαις, καὶ προσευχαῖς, χαμευνίαις τε καὶ κόποις σώματος, καὶ τῇ ἐκκοπῇ τῶν θελημάτων ἐν ταπεινώσει ψυχῆς, ἄπρακτον ἱστῶμεν τὸ τῆς φιληδονίας πνεῦμα· χειρούμεθα δὲ αὐτὸ τοῖς τῆς μετανοίας δάκρυσι, καὶ πρὸς τὸ δεσμωτήριον ἄγοντες τῆς ἐγκρατείας, ἀκίνητον τοῦτο καὶ ἀνενέργητον ἀποτελοῦμεν, ἐν τῇ τῶν σπουδαίων δηλονότι καὶ ἀγωνιζομένων ἱστάμενοι παρατάξει.

μδʹ. Πίστεως ὅπλοις καὶ μαχαίρᾳ τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, τὸ τῆς φιλαργυρίας πνεῦμα κατατροπωσάμενοι, ἀποσφάττομεν· ἄρτι πρὸς τὴν θεωρίαν τῶν ὄντων μετὰ λόγου σοφίας ἀναδραμόντες, καὶ ὑπεράνω τῆς ταπεινώσεως γεγονότες τῶν ὁρωμένων, διὰ τοῦ λόγου τῆς γνώσεως, καὶ πρὸς τὰ βασίλεια τῆς ἀγάπης μετὰ τῶν πολυόλβων θησαυρῶν τῆς πρὸς Θεὸν ἐλπίδος ἐγκαταπαύσαντες.

μεʹ. Πτεροῖς ἀπαθείας καὶ ταπεινοφροσύνης ἐν τῷ ἀέρι τῆς μυστικῆς θεολογίας νηχόμενοι, καὶ εἰς τὸν ἄνω βυθὸν τῆς γνώσεως τῶν μυστηρίων Θεοῦ μετὰ θείου Πνεύματος εἰσερχόμενοι ταῖς ἀστραπαῖς τῶν ἐνθέων δογμάτων καὶ νοημάτων, τὸ τῆς φιλοδοξίας καταφλέγομεν πνεῦμα· ὄμβροις δὲ δακρύων καὶ ποταμοῖς κατανύξεως εἰς τὰ τέλη τῶν ἀνθρωπίνων πραγμάτων ὁρῶντες, τοὺς τριστάτας αὐτοῦ καταποντίζομεν δαίμονας, οἰήσει τε καὶ κενοδοξίᾳ, καὶ ὑπερηφανίᾳ, καθ’ ἡμῶν ἐκστρατεύσαντας.

μϛʹ. Ὁ τὴν ἐπιθυμίαν τῆς σαρκός, καὶ τὴν ἐπιθυμίαν τῶν ὀφθαλμῶν, καὶ τὴν ἀλαζωνείαν τοῦ βίου, τὸν κόσμον, ταῦτα τῆς ἀδικίας, δι’ ὧν τῆς φιλίας ἐχθροὶ γινόμεθα τῷ Θεῷ, ἐκθύμως μισήσας, καὶ ταύταις ἀποταξάμενος, ἑαυτῷ τὸν κόσμον ἐσταύρωσε, καὶ αὐτὸς ἐσταυρώθη αὐτῷ, λύσας τὴν ἀναμεταξὺ Θεοῦ καὶ ψυχῆς ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, καὶ ποιήσας ἐν ἀμφοτέροις εἰρήνην. Ὁ γὰρ τούτοις ἐν τῇ ἀπεκδύσει τοῦ σαρκικοῦ φρονήματος νεκρωθείς, κατήλλαξεν ἑαυτὸν τῷ Θεῷ, ἀποκτείνας τὴν ἔχθραν τοῦ κόσμου ἐν τῇ νεκρώσει τῶν ἡδονῶν, διὰ τῆς ἐσταυρωμένης τῷ κόσμῳ ζωῆς, καὶ τὴν μετὰ Ἰησοῦ φιλίαν ἠσπάσατο. Τοίνυν οὐκ ἔτι ὁ τοιοῦτος ἐχθρὸς ὡς φίλος τοῦ κόσμου, ἀλλὰ φίλος τοῦ Θεοῦ καθίσταται, ὡς ἐσταυρωμένος τῷ κόσμῳ, καὶ δυνάμενος λέγειν·

Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. μζʹ. Πᾶσα τοῖς ἀγωνιζομένοις ἐγκατάλειψις διὰ ταῦτα γίνεσθαι πέφυκε· διὰ κενοδοξίαν, διὰ τὴν εἰς τὸν πλησίον κατάκρισιν, καὶ διὰ τὴν ἐπ’ ἀρεταῖς ἔπαρσιν. Εἴ τι οὖν τούτων ἐν ταῖς ψυχαῖς τῶν ἀγωνιζομένων προσεμπελάσαν ἡγήσεται, τὴν ἀπὸ Θεοῦ τούτοις ἐγκατάλειψιν προξενεῖ· καὶ οὐκ ἂν ταύτης τὴν ἐπὶ πτώμασι δικαίαν ἐκφύγωσι κρίσιν, μέχρις οὗ τὴν προηγησαμένην αἰτίαν τῆς ἐγκαταλείψεως ἀποσεισάμενοι, εἰς τὸ ὕψος τῆς ταπεινοφροσύνης προσφύγωσιν.

μηʹ. Οὐ γὰρ τὸ μὴ καθαρεύειν ἐμπαθῶν νοημάτων, τοῦτό ἐστι μόνον καρδίας ἀκαθαρσία καὶ σπῖλος ψυχῆς, ἀλλὰ καὶ τὸ ἐν πλήθει κατορθωμάτων ἐπαίρεσθαι, καὶ τὸ ἐπ’ ἀρεταῖς φυσιοῦσθαι, καὶ τὸ μεγάλα οἴεσθαι ἐπὶ σοφίᾳ καὶ γνώσει Θεοῦ, καὶ τὸ μέμφεσθαι τῶν ἀδελφῶν τοὺς ῥᾳθύμους καὶ ἀμελεῖς· καὶ τοῦτο δῆλον ἐκ τῆς τοῦ Φαρισσαίου καὶ τοῦ Τελώνου παραβολῆς.

μθʹ. Μὴ οἵου τῶν παθῶν ἀνεθῆναι, καὶ τῶν γενομένων ἐκεῖθεν ἐμπαθῶν νοημάτων τὸν μολυσμὸν ἐκφυγεῖν, ἀγέρωχον ἔτι φέρων τὸ φρόνημα καὶ ἐξωγκωμένον ἐπ’ ἀρεταῖς· οὐ γὰρ μὴ ἴδῃς εἰρήνης αὐλήν, ἐν ἀγαθωσύνῃ τῶν λογισμῶν, οὐδὲ εἰς ναὸν ἀγάπης εἰσέλθῃς μετὰ χαρᾶς, ἐν πάσῃ χρηστότητι καὶ γαλήνῃ καρδίας, ἕως οὗ ἐν σεαυτῷ πεποιθὼς εἶ καὶ τοῖς ἔργοις σου.

νʹ. Ἐὰν εἰς εὐχροίας σωμάτων προσπάσχῃ σου ἡ ψυχὴ κατ’ ἐμπάθειαν, καὶ ὑπὸ τῶν ἐκεῖθέν σοι δῆθεν τικτομένων ἐμπαθῶν λογισμῶν τυραννῆται, μὴ ὑπολάμβανε ταύτας εἶναι αἰτίας τῆς ἐν σοὶ ταραχῆς καὶ ἐμπαθεστάτης κινήσεως, ἀλλὰ κεκρυμμένην ἴσθι ἐντὸς εἶναι τὴν αἰτίαν τῆς σῇς ψυχῆς, ὡς λίθον μαγνῆτίν τινα, ἕλκουσαν πρὸς ἑαυτὴν δυνάμει ἕξεως ἐμπαθοῦς καὶ πονηρᾶς συνηθείας τὴν ἀπὸ τῶν προσώπων λύμην, ὡς σίδηρον, ἐπεὶ καὶ κτίσματα Θεοῦ πάντα, καὶ λίαν τῷ ἰδίῳ λόγῳ καλά, μηδένα λόγων κατήγορον ἔχοντα τῆς πλάσεως τοῦ Θεοῦ.

ναʹ. Ὥσπερ οἱ θάλασσαν περαιούμενοι καὶ ναυτιῶντες, οὐ παρὰ τὴν τῆς θαλάσσης φύσιν πάσχουσι τοῦτο, ἀλλὰ παρὰ τὴν τῆς ἔνδοθεν προαποκειμένης αἰτίας τοῦ σεσηπότος χυμοῦ, οὕτω καὶ ἡ ψυχή, οὐ παρὰ τὴν τῶν προσώπων αἰτίαν, ἀλλὰ παρὰ τὴν τῆς ἔτι ἐναποκειμένης τοῦ κακοῦ ἕξεως, ἐν αὐτῇ τὸν ἐμπαθέστατον ὑφίσταται κλόνον καὶ τάραχον.

νβʹ. Κατὰ τὴν ἔνδοθεν διάθεσιν τῆς ψυχῆς, συναλλοιοῦσθαι πέφυκε καὶ ἡ φύσις αὐτὴ τῶν πραγμάτων· ὅταν οὖν κατὰ φύσιν ἵσταται αὐτῇ τὰ νοερὰ αἰσθητήρια, καὶ ὁ νοῦς περὶ τοὺς λόγους τῶν γεγονότων ἀπλανῶς ὁδεύῃ, τὸν λόγον ἔχων διατρανοῦντα τὰς φύσεις καὶ τὰς κινήσεις αὐτῶν, κατὰ φύσιν ὁρᾶται αὐτῇ καὶ τὰ πράγματα, καὶ τὰ πρόσωπα, καὶ πᾶσα φύσις ἐνύλων σωμάτων, μὴ ἔχοντά τινα λύμης ἢ βλάβης ἐγκεκρυμμένην αἰτίαν. Ὅταν δὲ παρὰ φύσιν αὐτῆς αἱ δυνάμεις κινῶνται, πρὸς ἑαυτὰς στασιάζουσαι, παρὰ φύσιν αὐτῇ καὶ ταῦτα ὁρᾶται· μὴ διὰ τῆς φυσικῆς αὐτῶν καλλονῆς πρὸς κατανόησιν τοῦ γενεσιουργοῦ ταύτην ἀνάγοντα, ἀλλὰ διὰ τῆς ἐμπαθεστάτης ἕξεως αὐτῆς εἰς βυθὸν ἀπωλείας κατάγοντα.

νγʹ. Εἰ πέπτωκας ἐγκαταλειφθεὶς πτώματι σαρκός, ἢ γλώττης, ἢ λογισμοῦ, ἐπίπονον ἕλκων καὶ τραχύτατον βίον, μὴ ξένον τοῦτο καὶ παράδοξόν σοι καταφανῇ· σὸν γάρ ἐστι τὸ πτῶμα, καὶ ἀπὸ τῆς σῆς αἰτίας· εἰ μὴ γὰρ αὐτὸς ἢ καινόν τι πρῶτον καὶ ὄγκου μεστόν, ὡς οὐκ ὤφελον, ᾠήθης περὶ σαυτοῦ, ἢ κατεπήρθης ἑτέρου ἀλαζονικῷ τῷ φρονήματι, ἢ ἔκρινας ἐν ἀσθενείᾳ φύσεως ἀνθρωπίνης τινά, οὐκ ἂν ἐγκαταλειφθεὶς κρίσει δικαίᾳ Θεοῦ, τὴν ἑαυτοῦ ἐπέγνως ἀσθένειαν, ἔγνως δέ, ἵν’ ἐντεῦθεν μάθῃς μὴ κρίνειν, μὴ φρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, μή τινος κατεπαίρεσθαι.

νδʹ. Πεπτωκὼς εἰς βάθη κακῶν, μηδαμῶς τὴν ἀνάκλησιν ἀπελπίσῃς, εἰ καὶ εἰς πέταυρον κατηνέχθης ἔσχατον ᾅδου κακίας· εἰ γὰρ ταῖς ἐμπράκτοις ἀρεταῖς προκαταβληθέντα θερμῶς τὸν θεμέλιον ἔχεις παρὰ σοὶ τῆς εὐσεβείας, εἰ καὶ πτῶσιν ὑπέστη κατασεισθὲν τὸ οἰκοδομηθὲν ταύτης οἴκημα παρὰ σοῦ, ἐκ διαφόρων λίθων τῆς ἀρετῆς, ἕως ἐδάφους τῆς ἐμπαθεστάτης γῆς τῶν κακῶν, ἀλλ’ οὐκ ἐπιλησθήσεταί σου τῶν παλαιῶν πόνων καὶ ἱδρώτων ὁ Θεός, εἴγε συντετριμμένην ἐπὶ τοῖς πτώμασί σου τὴν καρδίαν φέροις, μεμνημένην τε ἡμερῶν ἀρχαίων, καὶ τὴν ἑαυτῆς ἀνακαλουμένην πτῶσιν ἐν στεναγμοῖς, αὐτοῦ κατ’ ἐνώπιον. Ἐπιβλέπων γὰρ ἐπιβλέψεται τάχιον ἐπὶ σὲ τρέμοντα τοὺς λόγους αὐτοῦ, καὶ ἅψεταί σου τῶν ὀφθαλμῶν ἀοράτως τῆς κατωδύνου καρδίας, καὶ τῷ προκαταβληθέντι παρὰ σοῦ θεμελίῳ τῆς ἀρετῆς μετὰ πόνων, ἐπιστήσειε, καὶ δώῃ σοι τῆς προτέρας ἰσχύος κρείττονά τε καὶ τελειοτέραν ἰσχύν, ἐν θέρμῃ ζέοντος πνεύματος· εἰς τὸ πάλιν ἀνακτήσασθαι τὰ καταβληθέντα, βασκανίᾳ τοῦ πονηροῦ, μεθ’ ὑπομονῆς ἔργα τῆς ἀρετῆς· καὶ ἀνεγεῖραι, ἐν πνεύματι ταπεινώσεως, τὸν οἶκον αὐτῆς τοῦ προτέρου λαμπρότερον· εἰς ἀνάπαυσιν, κατὰ τὸ γεγραμμένον, αἰωνίαν αὐτοῦ.

νεʹ. Πάντα τὰ πρὸς ἀτιμίαν ἡμῖν συμβαίνοντα, εἴτε ἐξ ἀνθρώπων, εἴτε ἐκ δαιμόνων, κρίσει δικαίᾳ Θεοῦ, κατ’ οἰκονομίαν ἐπισυμβαίνουσι πρὸς ταπείνωσιν τοῦ ματαίου φυσήματος τῶν ψυχῶν ἡμῶν· σκοπὸς γὰρ τῷ κυβερνήτῃ Θεῷ τῆς ἡμετέρας ζωῆς, τὸ ἀεὶ ταπεινοὺς ἡμᾶς εἶναι, καὶ μὴ φρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν· μὴ δὲ οἴεσθαι μεγάλα περὶ ἑαυτῶν, ἀλλὰ πρὸς αὐτὸν ἀφορᾷν, καὶ μιμεῖσθαι αὐτοῦ, κατὰ τὸ ἐφικτόν, τὴν μακαρίαν ταπείνωσιν, ἐπειδὴ πρᾶος ἦν καὶ ταπεινὸς τὴν καρδίαν· καὶ τοιούτους ἡμᾶς γενέσθαι ἐπιποθεῖ ὁ ὑπομεμενηκὼς ὑπὲρ ἡμῶν θάνατον ἄδικόν τε καὶ ἄτιμον· οὐδὲν γὰρ οὕτως ἕτερον φίλον αὐτῷ, καὶ οἰκειούμενον ἐν πάσῃ ἀληθῶς ἀρετῇ, καὶ δυνάμενον ἀπὸ κοπρίας παθῶν ἀνυψοῦν, ὡς πραότης, καὶ ταπείνωσις, καὶ ἀγάπη πρὸς τὸν πλησίον· τούτων δὲ μὴ συνόντων ἡμῖν ἐργαζομένοις τὰς ἀρετάς, πᾶσα μάταιος ἡ ἐργασία, καὶ ἅπας κόπος ἀσκήσεως ἀνωφελὴς καὶ ἀπρόσδεκτος.

νϛʹ. Τοῖς μὲν εἰσαγωγικοῖς εἰς τὸν κατ’ ἀρετὴν βίον φόβος τῶν κολάσεων συνεργεῖ εἰς ἐργασίαν τῶν ἐντολῶν, καὶ ἀποφυγὴν τῶν κακῶν, τοῖς δὲ κατ’ ἀρετὴν ἐπὶ θεωρίαν προκόψασι τῆς τοῦ Θεοῦ δόξης ἄλλος ἀναλόγως παρέπεται φόβος, λίαν ὢν αὐτοῖς φοβερὸς ἐξ ἀγάπης, ὁ ἁγνός, ὃς καὶ συνεργεῖ τούτοις εἰς τὴν παραμονὴν ἀκλονήτως ἵστασθαι τῆς ἀγάπης τοῦ Θεοῦ, φοβουμένοις τὸν ἐκ ταύτης φοβερὸν ὄλισθον. Ἐκείνοις μὲν γὰρ πεσοῦσι τοῦ κατὰ χεῖρα σκοποῦ, μεταμελομένοις, καὶ αὖθις ἀνισταμένοις, ὁ πρῶτος φόβος παρέπεται μετ’ ἐλπίδων χρηστῶν, τούτοις δὲ τοῦ ὕψους φθόνῳ τοῦ ἀντιπάλου ἐξαμαρτήσασι διὰ πτώσεως τῆς θεωρίας Θεοῦ, οὐκ εὐθὺς ὁ δεύτερος ἕπεται, ἀχλὺς δέ τις καὶ σκότος ψηλαφητὸν αὐτοὺς διαδέχεται, πλῆρες ἀθυμίας, καὶ ὀδυνῶν, καὶ πικρίας μετὰ τοῦ πρώτου τῶν κολάσεων φόβου. Καὶ εἰ μὴ Κύριος Σαβαὼθ τὰς ἡμέρας ἐκείνας ἐκολόβωσε τῆς ἀφορήτου ταύτης ὀδύνης, οὐκ ἂν ἐσώθη πᾶς ὁ ἐκεῖθεν ἐκπίπτων.