Ἔργον
Νικήτας Στηθᾶτος – Κεφάλαια πρακτικά ἑκατόν
Οι βαθμίδες της απαθείας και η αντιμετώπιση των πονηρών πνευμάτων
Η μετάβαση προς την απάθεια μέσω των ασκητικών πόνων, η διάκριση των λογισμών και οι μέθοδοι απόκρουσης των δαιμονικών επιθέσεων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Οι βαθμίδες της απαθείας και η αντιμετώπιση των πονηρών πνευμάτων
Η μετάβαση προς την απάθεια μέσω των ασκητικών πόνων, η διάκριση των λογισμών και οι μέθοδοι απόκρουσης των δαιμονικών επιθέσεων.
Ἡ γὰρ δικαιοσύνη τῶν ἀνθρώπων τοσούτῳ τῆς δικαιοσύνης ἀπολείπεται τοῦ Θεοῦ, ὅσον εἰς μέγεθος ἡ γῆ τοῦ οὐρανοῦ, καὶ ὁ κώνωψ τοῦ λέοντος. πβʹ. Ὁ εἰς βάθος τρωθεὶς ὑπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, ἀπολειπομένην ἔχει τῆς προθέσεως τὴν τοῦ σώματος δύναμιν. Οὐ γὰρ ἔστι κόρος τῇ τούτου προθέσει ἐν πόνοις καὶ ἱδρῶσιν ἀσκήσεως· κατὰ γὰρ τοὺς λίαν διψῶντας διακείμενος, τὸ διακαὲς αὐτῆς, οὐκ ἔστι τὸ θεραπεῦον εἰς κόρον· ἀλλὰ διὰ πάσης ἡμέρας τε καὶ νυκτὸς διψᾷ τὸ πονεῖν, καὶ τῇ δυνάμει τοῦ σώματος ἥττηται. Οἶμαι δὲ ὅτι τῷ ὑπερφυεῖ τούτῳ πάθει καὶ οἱ τοῦ Χριστοῦ μάρτυρες κρατηθέντες, τῶν βασάνων οὐκ ἐπῃσθάνοντο· καὶ κόρον οὐκ εἶχον ταύταις προσομιλοῦντες· ἀλλ’ ἐνίκων αὐτοὶ ἑαυτοὺς τῷ διακαεῖ πρὸς Θεὸν ἔρωτι, καὶ ἀεὶ ἀπολειπομένους ἑώρουν τῆς πρὸς τὸ παθεῖν ἐμπύρου προθέσεως.
πγʹ. Ὁ ἑαυτόν, καθ’ οἷον δή τινα τρόπον, τινὶ παραμετρῶν τῶν συνασκουμένων, ἢ συνόντων αὐτῷ ἀδελφῶν, λέληθε φρεναπατῶν ἑαυτόν, καὶ ξένην Θεοῦ βαδίζων ὁδόν. Ἢ γὰρ ἑαυτὸν ὁ τοιοῦτος οὐκ ἔγνω, ἢ τῆς φερούσης παρετράπη πρὸς οὐρανούς, ἣν οἱ σπουδαῖοι καταβεβλημένῳ φρονήματι τρέχουσι, καὶ δι’ ἧς τῶν παγίδων ὑπεριπτάμενοι τοῦ ἐχθροῦ εἰς νοητὸν ἀέρα πτέρυξιν ἀπαθείας χωροῦσι, καὶ ἐν φωτεινοῖς ἐνεαρίζουσι τόποις μετριοφροσύνης κεκοσμημένοι.
πδʹ. Ὁ πεφυσιωμένος καὶ οἰήσει τὰς φρένας ἐξαπατώμενος, οὔποτε ταπεινώσεως ἐν φωτὶ κατανύξεως ἐπιτεύξεται χάριτος, δι’ ἧς ἐπιβραβεύεται φῶς σοφίας Θεοῦ τοῖς τὴν καρδίαν συντετριμμένοις, κατὰ τὸ γεγραμμένον· «Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς·» ἀλλὰ νὺξ αὐτὸν καλύψει παθῶν, ἐν ᾗ πάντα τὰ θηρία τοῦ δρυμοῦ τῆς ἀνθρωπίνης φύσεως διέρχονται· καὶ οἱ σκύμνοι τοῖς οἰήσεως, ὁ τῆς κενοδοξίας λέγω καὶ τῆς πορνείας δαίμων, ὠρυόμενοι ζητοῦσι τίνα καταπίωσι, καὶ εἰς γαστέρας ἀπογνώσεως παραπέμψωσι.
πεʹ. Τῷ ζῶντι κατὰ ἀνθρώπους, καὶ κινουμένῳ τῷ τῆς οἰήσεως πνεύματι, θάλασσα κακῶν ὁ βίος καὶ ἡ παροῦσα ζωὴ γίνεται. Καταντλοῦσα τὸ νοερὸν αὐτοῦ τῆς ψυχῆς τῇ ἅλμῃ τῶν ἡδονῶν, καὶ τοῖς ἀγρίοις κύμασι τῶν παθῶν, τὸ τριμερὲς αὐτοῦ κατατύπτουσα ὑπὸ τῶν πνευμάτων δηλονότι τῆς πονηρίας ἐκμαινομένη· ᾧ δεινὴ ἀπορία μεγίστης ἀθυμίας ἐπανατείνεται, ὁπηνίκα τὸ σκάφος αὐτοῦ καὶ τὸ πηδάλιον τῆς ψυχῆς ὑπὸ τῶν ἡδονῶν συντρίβεται τῆς σαρκός· καὶ ὁ κυβερνήτης νοῦς ὑπὸ τὸν βυθὸν τὴς ἁμαρτίας καὶ τὸν νοητὸν θάνατον γίνεται· ἕως ἡ μὲν θάλασσα τῶν κακῶν εἰς ἄβυσσον ταπεινώσεως καὶ γαλήνην αὐτῷ καταστορέσῃ τὰ κύματα, ἡ δὲ ἅλμη τῶν ἡδονῶν εἰς ὄμβρους δακρύων τὰ ῥεύματα μεταστρέψῃ, καὶ εἰς ἡδονὴν μεταβάλῃ φωτοειδοῦς κατανύξεως.
πϛʹ. Ὁ εἰς κόρον ταῖς τοῦ σώματος ἡδοναῖς καὶ ταῖς πράξεσιν αὐτοῦ ἐκδουλεύσας εἰς, κόρον χρήσαιτο καὶ τοῖς τῆς ἀσκήσεως πόνοις, ἐν ἱδρῶσι κακοπαθείας· ἵνα κόρος κόρῳ, καὶ ἡδονὴ ὀδύνῃ, καὶ ἄνεσις κόποις σώματος ἐκκρουσθῇ σοι, καὶ κόρον εὐφροσύνης καὶ ἀγαλλιάσεως εἰς ἀνάπαυσιν εὕρῃς.
Οὕτω γὰρ καὶ ἁγνείας κατατρυφήσεις τῆς εὐωδίας καὶ καθαρότητος καὶ ἡδονῆς ἀπολαύσεις ἀῤῥήτου, τῶν ἀθανάτων καρπῶν τῶν τοῦ πνεύματος· ἐπειδὴ καὶ τὰ σμήχοντα φάρμακα κατὰ ἀναλογίαν εἰώθαμεν τοῦ ῥύπου τῶν ἐσθημάτων εἰς κάθαρσιν αὐτῶν ἐπιβαλεῖν, ὁπηνίκα τῷ ῥύπῳ εἰς βάθος ἀχρειωθῶσιν.
πζʹ. Ἐπωφελῆ τὰ νοσήματα τοῖς ἔτι περὶ τὸν κατ’ ἀρετὴν βίον εἰσαγωγικοῖς, συνεργοῦντα τούτοις εἰς τὴν τῆξιν καὶ τὴν ταπείνωσιν τῆς ζεούσης σαρκός. Ταῦτα γὰρ τὴν μὲν δύναμιν τῆς σαρκὸς ἀσθενεστάτην ἐργάζονται, τὸ δὲ χοϊκὸν φρόνημα τῆς ψυχῆς ἐκλεπτύνουσιν· αὐτὸν δὲ τὸν τόνον αὐτῆς εὐτονώτερόν τε καὶ δυνατώτερον, κατὰ τὸν θεῖον ἀποτελοῦσιν Ἀπόστολον. «Ὅταν γάρ, φησίν, ἀσθενῶ, τότε δυνατός εἰμι.» Ἀλλ’ ὅσῳ ταῦτα τούτοις ἐπωφελῆ, τοσοῦτον ἐπιβλαβῆ τοῖς προβεβηκόσιν ἐν πόνοις τῶν ἀρετῶν, καὶ ἄρτι τὴν αἴσθησιν ὑπερκύψασιν, καὶ εἰς οὐρανίους θεωρίας κεχωρηκόσιν. Ἀπείργουσι γὰρ αὐτοὺς τῆς ἐπὶ τὰ θεῖα σχολῆς, καὶ παχύνουσι ταῖς ὀδύναις καὶ περιστάσεσι τὸ τῆς ψυχῆς αὐτῶν λογιζόμενον· τῷ νέφει τε τῆς ἀθυμίας ἐπιθολοῦσιν αὐτό, καὶ τὴν κατάνυξιν τῷ αὐχμῷ τῶν πόνων ἀποξηραίνουσιν.
Ὃ καὶ Παῦλος εἰδώς, ἐπιμελούμενος καλῶς ἑαυτοῦ τῷ τῆς διακρίσεως νόμῳ, ἔλεγεν· «Ὑπωπιάζω μου τὸ σῶμα ταῖς γυμνασίαις τῶν πόνων, καὶ δουλαγωγῶ ταῖς θεραπείαις, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.» πηʹ. Ἐκ τῆς ἀνωμάλου καὶ μὴ τὸ ἴσον ἐχούσης διαίτης πολλάκις τίκτονται τοῖς πολλοῖς τὰ νοσήματα, ἢ πρὸς ἄκραν ἀσιτίαν τοῦ σπουδαίου καὶ εἰς πόνους ἀρετῶν ἀμέτρως καὶ ἀδιακρίτως ἐκταθέντος. ἢ πρὸς ἀδδηφαγίαν καὶ κόρον ἐκκλίναντος τὸν τῇ φύσει πολέμιον. Ἀναγκαῖον οὖν τοῖς τε πρὸς ἀρετὴν εἰσαγωγικοῖς ἡ ἐγκράτεια, καὶ τοῖς ὑπὲρ τὸ μέσον τοὺς ἀγῶνας μεταθεμένοις εἰς τὴν ἀκροτάτην τῆς θεωρίας ἐπίβασιν. Μήτηρ γὰρ ὑγείας αὕτη, φίλη τῆς ἁγνείας, καὶ ταπεινοφροσύνης ἀγαθὴ σύνευνος.
πθʹ. Διττὴν εἶναι τὴν ἀπάθειαν ἴσθι, καὶ διττῶς ἐν τοῖς σπουδαίοις μάλιστα γίνεσθαι. Καὶ πρῶτον μὲν ἀπὸ τοῦ τέλους τῆς ἐμπράκτου φιλοσοφίας ἡ πρώτη γίνεται τοῖς σπουδαίοις ἀπάθεια, ἥτις ἐκ νομίμου ἀθλήσεως τοῖς πόνοις πολυτρόπως προκόψασα, νεκροῦν μὲν οἶδεν αὐτίκα τὰ πάθη, καὶ τὰς ὁρμὰς τῆς σαρκὸς ἀπράκτους ἱστᾷν· κινεῖσθαι δὲ πρὸς τὸ κατὰ φύσιν τὰς τῆς ψυχῆς δυνάμεις ποιεῖ· καὶ τὸν νοῦν ἐν μελέτῃ τῶν θείων μετὰ συνέσεως ἀποκαθιστᾷ.
Ἔπειτα ἀπὸ τῆς ἀρχῆς τῆς φυσικῆς θεωρίας, ἡ δευτέρα καὶ τελειοτέρα σοφῶς αὐτοῖς ἐπιγίνεται, ἥτις ἐκ νοερᾶς ἡσυχίας τῶν λογισμῶν, εἰς εἰρηνικὴν τοῦ νοὸς ἀνυψωθεῖσα κατάστασιν, διορατικώτατόν τε καὶ προορατικώτατον οἶδε τὸν νοῦν ἀπεργάζεσθαι· διορατικώτατον μέν, ἐν πράγμασι θείοις, ἔν τε ὀπτασίαις τοῦ κρείττονος, ἔν τε ἀποκαλύψεσι μυστηρίων Θεοῦ· προορατικώτατον δέ, ἐν πράγμασιν ἀνθρωπίνοις, μακρόθεν ἐρχομένοις καὶ μέλλουσι γίνεσθαι· ἐν αἷς ἓν καὶ τὸ αὐτὸ πνεῦμα τὸ ἐνεργοῦν ἐστι, τὸ κρατοῦν μὲν καὶ συνέχον κατὰ τὴν πρώτην ἀπάθειαν, ἀπολύον δέ, κατὰ τὴν δευτέραν, καὶ ἐλευθερίαν αἰωνίου ζωῆς, ὡς ὁ Παῦλός φησι.
ϟʹ. Ὁ τῆς ἀπαθείας πλησιάσας τοῖς ὅροις, ὀρθὰς μὲν περὶ Θεὸν καὶ τὰς φύσεις τῶν ὄντων ποιούμενος τὰς ὁράσεις, ἐκ τῆς καλλονῆς τῶν κτισμάτων ἀναλόγως τῆς αὐτοῦ καθαρότητος πρὸς τὸν Ποιητὴν ἀνατρέχων, δέχεται τὰς φωτοχυσίας τοῦ Πνεύματος· ἀγαθὰς δὲ τὰς ὑπολήψεις ἔχων πρὸς πάντας, ἀεὶ λογίζεται περὶ πάντων καλά· ἁγίους τε πάντας ὁρᾷ καὶ ἁγνούς, καὶ περὶ θείων καὶ ἀνθρωπίνων πραγμάτων τὴν κρίσιν ὀρθὴν ἐπιφέρεται· καὶ ἐρῷ μὲν οὐδενὸς τῶν περὶ τὴν ὕλην τοῦ κόσμου, καὶ τοῖς ἀνθρώποις σπουδαζομένων· ἐκδὺς δὲ τῷ νῷ τῆς παγκοσμίου αἰσθήσεως, πρὸς οὐρανοὺς καὶ Θεὸν ἀνατρέχει καθαρὸς πάσης ἰλύος, καὶ πάσης δουλείας ἐλεύθερος, καὶ ὅλος γίνεται τῶν νοητῶν τοῦ Θεοῦ ἀγαθῶν ἐν μόνῳ τῷ πνεύματι, καὶ τὸ θεῖον κάλλος ὁρᾷ, καὶ θεοπρεπῶς ἐμφιλοχωρεῖ τοῖς θείοις τόποις, τῆς μακαρίας Θεοῦ δόξης, ἐν ἀῤῥήτῳ σιγῇ καὶ χαρᾷ, καὶ τὰς αἰσθήσεις πάσας ἀλλοιωθείς, ὡς ἄγγελος ἐν ὑλικῷ σώματι, ἄϋλος τοῖς ἀνθρώποις συναναστρέφεται.
ϟαʹ. Αἰσθήσεις οἶδεν ὁ λάγος πέντε καὶ τῆς ἀσκήσεως· ἀγρυπνίαν, μελέτην, εὐχήν, ἐγκράτειαν, καὶ ἡσυχίαν· ταύταις ὁ τὰς ἑαυτοῦ αἰσθήσεις ἐπισυνάψας, καὶ τὴν μὲν ὅρασιν τῇ ἀγρυπνίᾳ, τὴν ἀκοὴν δὲ τῇ μελέτῃ, τὴν ὄσφρησιν τῇ εὐχῇ, τὴν γεῦσιν τῇ ἐγκρατείᾳ, καὶ τὴν ἁφὴν συζεύξας τῇ ἡσυχίᾳ, ταχέως καθαίρει τὸν νοῦν τῆς ἰδίας ψυχῆς, καὶ λεπτύνας διὰ τούτων αὐτόν, ἀπαθῆ καὶ διορατικὸν αὐτὸν ἀπεργάζεται.
ϟβʹ. Νοῦς ἀπαθής ἐστιν, ὁ τῶν ἑαυτοῦ κρατήσας παθῶν, καὶ ὑπεράνω λύπης καὶ χαρᾶς γεγονώς· ὃς οὔτε ταῖς ἐξ ἐπιφορῶν λύπαις ἐπιστυγνάζει, οὔτε τῇ ἐξ εὐθυμίας διαχεῖται χαρᾷ, ἀλλ’ ἐν μὲν ταῖς θλίψεσι, χαιρομένην ἐπιφερόμενος τὴν ψυχήν, ἐν δὲ ταῖς εὐθυμίαις, ἐγκρατευομένην, καὶ μὴ τοῦ μέτρου φερομένην ἐκτός.
ϟγʹ. Πολλὴ κατὰ τῶν εἰς θεωρίαν προκοπὰς ποιουμένων ἡ τῶν δαιμόνων μανία. Ἐφεδρεύουσι γὰρ κατ’ αὐτῶν νύκτα καὶ μεθ’ ἡμέραν· καὶ διὰ μὲν τῶν συνόντων πειρασμοὺς χαλεποὺς ἑαυτοῖς ἐπεγείρουσι· δι’ ἑαυτῶν δὲ κτύπους ποιοῦσιν εἰς φόβον.
Καὶ ὑπνοῦσιν ἐπιτίθενται τούτοις, τῇ ἀνέσει φθονοῦντες αὐτῶν, καὶ ποικίλως λυποῦσιν αὐτούς, εἰ καὶ μὴ δύνανται ἀδικῆσαι τοὺς ἀνακειμένους Θεῷ. Καὶ εἰ μὴ ἄγγελος Κυρίου παντοκράτορος· ὁ φυλάσσων αὐτοὺς ἦν, οὐκ ἂν τῆς αὐτῶν ἐπιβουλῆς καὶ τοῦ θανάτου τοὺς βρόχους ἐξέφυγον.
ϟδʹ. Ἐναγωνίως ἔχων περὶ τὴν ἔμπρακτον φιλοσοφίαν τῆς ἀρετῆς, πρόσεχε ἀκριβῶς ταῖς τῶν ὀλεθρίων δαιμόνων ἐπιβουλαῖς. Ὅσῳ γὰρ ἀναβάσεις προκοπῶν εἰς ὑψηλὰς ἀρετὰς διατίθεσαι, καὶ τὸ φῶς αὐξάνεταί σοι τὸ θεῖον ἐν προσευχαῖς, καὶ πρὸς ἀποκαλύψεις ἔρχῃ καὶ ὀπτασίας ἀῤῥήτους διὰ τοῦ Πνεύματος, τοσοῦτον ἐκεῖνοι ἀνερχόμενόν σε ὁρῶντες πρὸς οὐρανόν, τρύζουσι τοὺς ὀδόντας, καὶ τὰ τῆς κακίας αὐτῶν πολύπλοκα δίκτυα ἐπὶ τὸν νοητὸν ἀέρα σπουδαίως ἐκτείνουσιν. Οὐ μόνον γὰρ οἱ τῆς ἐπιθυμίας καὶ τοῦ θυμοῦ φιλόσαρκοί τε καὶ θηριώδεις κατὰ σοῦ πνεύσουσι δαίμονες, ἀλλὰ καὶ οἱ τῆς βλασφημίας φθόνῳ πικρῷ σοι ἐπαναστήσονται.
Καὶ πρὸς τούτοις, φανερῶς τε καὶ ἀφανῶς οἱ περὶ τὸν ἀέρα, καὶ τὰς ἀρχάς, καὶ τὰς ἐξουσίας ἱπτάμενοι, κατὰ φαντασίαν γυμνὴν ἐν ἰδέαις ξέναις καὶ φρικταῖς μεμορφωμένοι, εἰς κάκωσίν σου ὅσον τὸ ἐπ’ αὐτοῖς ἐγερθήσονται· ἀλλὰ τῇ νοερᾷ ἐργασίᾳ τῆς προσευχῆς ὄμματι νοὸς ἐγρηγόρῳ ἐνασχολούμενος, καὶ ταῖς ἐννοίαις τῆς φυσικῆς θεωρίας ἐν τοῖς ποιήμασιν ἐμμελετῶν τοῦ Θεοῦ, οὐ φοβηθήσῃ ἀπὸ τοῦ βέλους αὐτῶν τοῦ πετωμένου ἡμέρας· οὐδὲ γὰρ τῷ σκηνώματί σου πλησιάσαι ἰσχύσουσιν, ὑπὸ τοῦ ἐν σοὶ φωτὸς οἷα σκότος ἐκδιωκόμενοι, καὶ ὑπὸ τοῦ θείου πυρὸς ἐμπιπράμενοι.
ϟεʹ. Τὴν τοῦ θείου Πνεύματος χάριν δεδίττονται σφόδρα τῆς πονηρίας τὰ πνεύματα· καὶ μᾶλλον ὅταν πλουσίως ἐπιφοιτήσασα, ἢ καθαιρομένοις ἡμῖν ἐκ μελέτης καὶ καθαρᾶς προσευχῆς. Μὴ τολμῶντα γὰρ πλησιάσαι τῷ σκηνώματι τῶν καταλαμπομένων ἐκεῖθεν, μόναις ταῖς φαντασίαις καὶ τοῖς φοβεροῖς κτύποις, καὶ ταῖς ἀσήμοις φωναῖς ἐκφοβεῖν καὶ ταράσσειν ἐπιχειροῦσι, καὶ τοῦ ἔργου ἀπάγειν τῆς ἀγρυπνίας καὶ προσευχῆς· ἀλλὰ καὶ κατεψευσμένον τι ὑπνούντων αὐτῶν ἐπὶ γῆς, οὐ φείδονται. Φθονοῦντες δὲ τῇ βραχυτάτῃ τῶν πόνων αὐτῶν ἀναπαύσει, ἐφεδρεύουσι, καὶ σπασμοῖς τισιν αἴρουσι τὸν ὕπνον ἀπὸ τῶν βλεφάρων αὐτῶν, ἐπιπονωτέραν τούτων τὴν ζωὴν καὶ ὀδύνης μεστὴν ποιεῖν διὰ τῶν τοιούτων ἐπινοουμένων.
ϟϛʹ. Ἐνσωματοῦσθαι δοκοῦσι λεπτόντως τὰ τοῦ σκότους πνεύματα ὡς ὁ λόγος ἐκ πείρας ὑπονοεῖν δίδωσιν· εἴτε τοῦτο φαντάζοντα, τῆς αἰσθήσεως ὑποκλεπτομένης, εἴτε καὶ εἰς τοῦτο κατακριθέντα ἀπὸ τῆς πάλαι ἐκπτώσεως. Πλὴν ὅμως συμπλέκεσθαι τῇ ἐναγωνίῳ ἐφορμῶσι ψυχῇ, τρεπομένου αὐτῆς πρὸς ὕπνον τοῦ δούλου σώματος· ὃ καὶ δοκιμή τις εἶναί μοι δοκεῖ ψυχῆς, ἄρτι γινομένης ὑπεράνω τῆς τοῦ σώματος ταπεινώσεως· ὡς ἂν τὸ θυμοειδὲς αὐτῆς καὶ ἀνδρεῖον, ὅπως ἔχοι κατὰ τῶν τοιούτων ἀποδειχθῇ, ἀπειλούντων αὐτῇ τὰ φρικτά, ἐν θυμῷ καὶ μανίᾳ πολλῇ· οἷς ἡ ἔρωτι τετρωμένη Θεοῦ, καὶ ταῖς γενικαῖς ἀρεταῖς πεπυκνωμένη ψυχή, οὐ μόνον τῷ δικαίῳ θυμῷ ἀντιτάσσεται, ἀλλὰ καὶ τύπτει τούτους, εἴ τις ἐν αὐτοῖς αἴσθησις ἐν τῷ δοκεῖν ἀφειδῶς ἀπογεωθεῖσι τῇ ἐκπτώσει τοῦ πρώτου καὶ θείου φωτός.
ϟζʹ. Πρὸ τῆς συμπλοκῆς καὶ τῆς ἥττης πολλάκις οἱ δαίμονες τὴν αἴσθησιν τῆς ψυχῆς ἐκταράττουσι, καὶ τὸν ὕπνον ἀπὸ τῶν βλεφάρων ἁρπάζουσιν. Ἀλλὰ θάρσους καὶ ἀνδρείας ἡ ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου πεπληρωμένη ψυχή, ἀλογεῖ μὲν τῆς τούτων ἐφόδου καὶ πικρᾶς μανίας, ἐν δὲ τῷ ζωοποιῷ μόνῳ τύπῳ, καὶ τῇ ἐπικλήσει τοῦ Ἰησοῦ καὶ Θεοῦ, τάς τε φαντασίας αὐτῶν διαλύει, καὶ τούτους ἅμα φυγάδας ἀποτελεῖ.
ϟηʹ. Εἰ τὰ σκύλα προνομεῦσαι τῶν πολεμίων πνευμάτων, ἐκ πρακτικῆς ἐξῆλθες φιλοσοφίας, ὅρα καὶ πρόσεχε τοῖς ὅπλοις ἑαυτὸν πάντοθεν τοῦ Πνεύματος καθοπλίσας. Οἶδας γὰρ τίνων τὰ σκεύη ἁρπάσαι προεθυμήθης· πολεμίων μέν, ἀλλὰ νοητῶν καὶ ἀσάρκων, ὁ μετὰ σώματος ἔτι τῷ βασιλεῖ τῶν πνευμάτων καὶ Θεῷ στρατευόμενος. Ἴσθι γὰρ ὡς πικρότερον ἢ πρότερον ἐκστρατεύσουσι κατὰ σοῦ, καὶ πολλοὶ ταῖς κατὰ σοῦ γενήσονται μηχαναῖς· ἕως ἢ λαθόντες ἐν τῷ τὰ σκύλα προσαπολύειν, μετὰ τούτων σε δορυάλωτον ἀφαρπάσωσι, καὶ πολλῆς πικρίας τὴν ψυχήν σου πληρώσωσιν, ἢ κακοῖς σε καὶ ὀδυνηροῖς καθυποβάλλωσι πειρασμοῖς, εἰς σκώλοπα τῆς σαρκός σου καὶ κάκωσιν.
ϟθʹ. Οὐ δύναται πηγὴ ἀγαθὴ νάματα θολερὰ καὶ ὀζώδη πηγάζειν, ὕλης κοσμικῆς ἀποπνέοντα· οὐδὲ καρδία ἐκτὸς τῆς βασιλείας οὖσα τῶν οὐρανῶν, ῥεῖθρα ζωῆς ποτε θείας ἐκβλύζειν, εὐωδίαν μύρου νοητοῦ ἀναπέμποντα. Μήτι γάρ, φησίν, ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; Μὴ δύναται βάτος ἐλαίας ποιῆσαι, ἢ βαλάνους ἐλαία; Οὕτως οὐδὲ πηγὴ μία καρδίας, πονηρὸν καὶ ἀγαθὸν ἐπὶ τὸ αὐτὸ τεκεῖν νόημα· ἀλλ’ ὁ μὲν ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ ἐκφέρει τὰ ἀγαθά· ὁ δὲ πονηρὸς ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ ἐκφέρει τὰ πονηρά, κατὰ τὴν τοῦ Κυρίου φωνήν.
ρʹ. Ὥσπερ ἀδύνατον ἐλαίου καὶ πυρὸς ἄνευ λύχνου καίεσθαι, καὶ φαίνειν τοῖς ἐν τῇ οἰκίᾳ, οὔτω καὶ ψυχὴν ἀμήχανον ἄνευ θείου Πνεύματος καὶ πυρός, τὰ θεῖα τρανότερον φθέγγεσθαι, καὶ φωτίζειν ἀνθρώπους. Πᾶν γὰρ δώρημα τέλειον, ἄνωθέν ἐστιν ἐκ τοῦ τῶν φώτων Πατρός, ἐπιβραβευόμενον πάσῃ φιλοθέῳ ψυχῇ· παρ’ ᾧ οὐκ ἔνι, κατὰ τὸ λόγιον, παραλλαγὴ καὶ τροπῆς ἀποσκίασμα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.