Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόδημος ὁ Ἁγιορείτης – Ὁμολογία πίστεως

Νικόδημος ὁ Ἁγιορείτης

Η υπεράσπιση του συγγραφέα από την Ιερά Κοινότητα του Αγίου Όρους

Αναφορά στην υποκλοπή και νοθεία της επιστολής του αγίου Νικοδήμου, καθώς και η έκδοση συνηγορικού και αθωωτικού γράμματος από την Ιερά Σύναξη των είκοσι μονών του Άθω.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόδημος ὁ Ἁγιορείτης

—

Κεφάλαιο 8 από 9

Ἐν προσθήκης δὲ μέρει λέγομεν καὶ τοῦτο, ὅτι ἡμεῖς τόσον ἐναντίοι εἴμεθα εἰς τὸ ἀνωτέρω φρόνημα, ἤτοι εἰς τὸ νὰ φρονοῦμεν ὅτι εἶναι φθαρτὰ τὰ Μυστήρια, καὶ ὅτι δὲν εὑρίσκεται ὅλον τὸ Σῶμα τοῦ Κυρίου εἰς ὅλα τὰ μέρη τοῦ ἡγιασμένου Ἄρτου, ὥστε ὁπού, ἀκούσαντες πρότερον, ὅτι ἕνας ἑτοιμάζεται νὰ ἐκδώσῃ ἕνα του Πόνημα περὶ τούτου διαλαμβάνον, ἐγράψαμεν εἰς ἕνα Ἱερὸν ὑποκείμενον, διὰ νὰ ἐμποδίσωμεν τὴν ἔκδοσιν τοιούτου πονήματος· καθ’ ὅτι αὐτὸ ἔχει νὰ ταράξῃ μεγάλως τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, καὶ νὰ βλάψῃ εἰς τὰ καίρια τοὺς ἁπλοϊκοὺς ἀδελφούς, ὡς μὴ χωροῦντας τὰ τοιαῦτα, καὶ ἀκολούθως ἔχει νὰ καταστήσῃ τῆς ἀγορᾶς καὶ τῶν τριόδων περιλαλήματα τὰ τῶν Μυστηρίων θειότατα.

Οἱ δὲ καλοὶ ἀδελφοί, πιάσαντες τὸ γράμμα ἡμῶν, ἄνοιξαν αὐτό· ἀνοίξαντες δὲ αὐτὸ καὶ ἀναγνώσαντες, ἐνόθευσαν αὐτό, προσθέσαντες τὴν προσθήκην ταύτην, τὴν λέγουσαν «ἔγωγε τῷ ἀνωτέρω», ἵνα μὲ αὐτὴν δυσφημήσωσιν ἡμᾶς ὡς αἱρετικοὺς καὶ κακοδόξους· ἀλλ’ εἴη εὐλογητὸς ὁ Θεὸς ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὑτῶν, κατὰ τὸν Ἰώβ· ἡ γὰρ ἀνωτέρω προσθήκη τοσοῦτον τυφλὴ ἐγένετο, ὥστε ὁποὺ πάντες σχεδὸν οἱ ἐλλόγιμοι Διδάσκαλοι τοῦ Ἁγίου Ὄρους ἐγνώρισαν τὴν ῥᾳδιουργίαν καὶ κακοπλαστίαν ταύτην· ὅθεν καὶ συμφώνως ὡμολόγησαν καὶ ὁμολογοῦσιν, ὅτι προσθήκη καὶ νόθευμα ὁ ἀνωτέρω λόγος ἐστίν, ὡς μηδένα τόπον ἔχων ἐκεῖ κατὰ σύνταξιν καὶ τέχνην γραμματικῆς· εἶτα καὶ παρεξηγήσαντες αὐτό, τὸ ἀντέγραψαν οἱ τυμβωρύχοι καὶ διέσπειραν αὐτὸ εἰς πάμπολλα μέρη, θέλοντες νὰ μᾶς κατηγορήσουν ὡς αἱρετικούς, καὶ νὰ ἐκβάλωσι τὸ ὄνομα ἡμῶν ὡς πονηρόν.

Ἆρα Χριστιανῶν ἴδια ταῦτα; ἆρα δύναται περαιτέρω προβῆναι ἡ τούτων κακία; ἀλλ’ εἴθε, εἴθε μὴ αὐτοῖς λογισθείησαν ταῦτα παρὰ τῷ Θεῷ· μᾶλλον δέ, εἴθε δῴη αὐτοῖς ὁ Κύριος φωτισμὸν καὶ σύνεσιν, ἵνα παύσουν τοῦ λοιποῦ τῶν τοιούτων, καὶ ἵνα διορθωθοῦν.

Ἐπειδὴ δέ, προβαίνοντος τοῦ καιροῦ, ἐβλέπαμεν καὶ ἠκούαμεν πὼς ἐβλάπτοντο πολλοὶ ἀδελφοὶ ἐκ τῆς ἀναγνώσεως τοῦ κακῶς ἀνοιχθέντος καὶ νοθευθέντος ἐκείνου γράμματός μας, τούτου χάριν παρεστάθημεν ἐπὶ τῆς Κοινῆς τοῦ Ἁγίου Ὄρους Συνάξεως, καὶ αἰτήσαντες εἰς τὸ πρᾶγμα διόρθωσιν, ἔσχομεν ταύτην ἐπιπειθῆ· δέδωκε γὰρ ἡμῖν τὸ κάτω ῥηθησόμενον Γράμμα, ἐνσφράγιστον τῇ Σφραγῖδι τῆς Κοινότητος καὶ ἐνυπόγραφον, ὅπερ ἐν τῷ περιωνύμῳ Ναῷ τοῦ Πρωτάτου ἀναγνωσθὲν εἰς ἐπήκοον πάντων, οὕτως ἐπὶ λέξεως ἔχει: «Ὁσιώτατοι Πατέρες, καὶ ἐν Χριστῷ ἡμῖν ἀγαπητοὶ ἀδελφοί, οἱ τῷ καθ’ ἡμᾶς Ἁγίῳ Ὄρει ἐνασκούμενοι, ἔν τε τοῖς Ἱεροῖς Μοναστηρίοις, ἐν ταῖς Σκήταις, καὶ ἐν τοῖς Κελλίοις, ἅπαντας ὑμᾶς ἀδελφικῶς ἐν Κυρίῳ ἀσπαζόμεθα.

Οὐδὲν τῆς ἀγάπης ἀνώτερον, οὐδὲ τῆς εἰρήνης γλυκύτερον· ἡ μὲν γὰρ ἀγάπη, τὸ σημεῖον καὶ χαρακτηριστικὸν γνώρισμά ἐστι τῶν μαθητῶν τοῦ Χριστοῦ, ἡ δὲ εἰρήνη, κληρονομία ἐστὶ τοῦ Δεσπότου Χριστοῦ, ἣν ἀφῆκεν εἰς ἡμᾶς τοὺς αὐτῷ πιστεύοντας· ‘εἰρήνην γάρ φησιν ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν’. Ἀλλ’ ὁ κοινὸς ἐχθρὸς τοῦ ἀνθρωπίνου γένους, καὶ παντὸς κακοῦ πρωταίτιος Διάβολος δὲν παύει ἀπὸ τοῦ νὰ πολεμῇ τὰς ἀνωτέρω δύω κορυφαίας ἀρετάς, τὴν ἀγάπην, λέγω, καὶ τὴν εἰρήνην, μῖσος μὲν ἀντὶ ἀγάπης, ταραχὴν δὲ ἀντὶ εἰρήνης προξενῶν διὰ τῶν ὑπακουόντων τοῖς αὑτοῦ θελήμασι.

Τί ταῦτα βούλονται προοιμιαζόμενα; ὅτι πρὸ τριῶν ἤδη χρόνων ὁ ἐνταῦθα Σοφολογιώτατος Διδάσκαλος Κῦρ Νικόδημος ἀπέστειλε μίαν ἐπιστολὴν πρὸς ἕνα Ἱερὸν καὶ Πνευματικὸν ὑποκείμενον, διαλαμβάνουσαν περί τινος μυστικῆς ὑποθέσεως· τὴν ῥηθεῖσαν δὲ ἐπιστολὴν τοῦ Κῦρ Νικοδήμου μερικοὶ κακότροποι καὶ σκολιοὶ εἰς τὴν γνώμην, βαλόντες εἰς χεῖράς των ἐν Κωνσταντινουπόλει, ἤνοιξαν αὐτὴν καὶ τὴν ἀνέγνωσαν, τὸ ὁποῖον εἶναι πρᾶγμα παρανομώτατον, πρᾶγμα εἰς τὴν πολιτικὴν κοινωνίαν τῶν ἀνθρώπων ὀλεθριώτατον, καὶ τῇ καταδίκῃ τῶν τυμβωρύχων ὑπεύθυνον, κατὰ τὸν σοφὸν Συνέσιον, ἀλλὰ δὴ καὶ ταῖς ἀραῖς καὶ κατάραις τῆς τοῦ Χριστοῦ μεγάλης Ἐκκλησίας καταδικαζόμενον· ὅθεν καὶ ἐπὶ Ἱερεμίου Πατριάρχου Γράμμα ἐξεδόθη Πατριαρχικὸν καὶ Συνοδικόν, ἐν ᾧ ταῖς παλαμναιοτάταις κατάραις ὑποβάλλεται, ὅποιος ἤθελεν ἀνοίξῃ γράμμα ξένον καὶ τὸ ἀναγνώσῃ.

Τὴν ἀνωτέρω, λοιπόν, ἐπιστολὴν τοῦ Κῦρ Νικοδήμου, δὲν ἔφθασε πὼς ἄνοιξαν οἱ κακότροποι ἐκεῖνοι καὶ τὴν ἀνέγνωσαν, ἀλλὰ καὶ τὴν ἐνόθευσαν καὶ κακῶς ἐξήγησαν καὶ οὕτω νενοθευμένην τὴν ἀντέγραψαν καὶ τὰ ἀντίγραφα αὐτῆς διέσπειραν εἰς πάμπολλα μέρη τοῦ Ὄρους.

Διὰ τί τέλος καὶ σκοπόν; διὰ νὰ δυσφημήσουν τὸν διαληφθέντα Κῦρ Νικόδημον, ὅτι εἶναι αἱρετικὸς καὶ κακόδοξος. Ὅθεν ταῦτα μαθὼν ὁ αὐτὸς Κῦρ Νικόδημος, παρεστάθη ἐπὶ τῆς Κοινῆς ἡμῶν Συνάξεως, καὶ ὁμολογήσας ὅσα ἡ Καθολικὴ καὶ Ἀνατολικὴ Ἐκκλησία ὁμολογεῖ, τὸν μὲν ἑαυτόν του ἀπέδειξεν ἀθῷον, καὶ πάντῃ ἀνεύθυνον ἀπὸ τὰς κατ’ αὐτοῦ ἐπιφερομένας κατηγορίας, τοὺς δὲ δυσφημοῦντας αὐτὸν ἀπέδειξε ψεύστας καὶ συκοφάντας. Τούτου χάριν καὶ ἡμεῖς ἅπαντες οἱ τῶν εἴκοσιν Ἱερῶν Μοναστηρίων Προϊστάμενοι, διὰ τοῦ παρόντος ἡμῶν ἐνσφραγίστου Γράμματος, δηλοποιοῦμεν ἅπασι τοῖς τῷ Ἁγιωνύμῳ Ὄρει ἐνασκουμένοις ἀδελφοῖς ἔν τε τοῖς Ἱεροῖς Μοναστηρίοις, ἐν ταῖς Σκήταις καὶ ἐν τοῖς Κελλίοις, ὅτι ἡ ῥηθεῖσα ἐπιστολὴ τοῦ Κῦρ Νικοδήμου κακῶς ἀνοίχθη, κακῶς ἐνοθεύθη, κακῶς ἐξηγήθη, καὶ κακῶς διεσπάρησαν τὰ ἀντίγραφα αὐτῆς εἰς πάμπολλα μέρη τοῦ Ὄρους· οὐ γὰρ Χριστιανῶν ἴδιαι αἱ ῥᾳδιουργίαι αὗται καὶ σκευωρίαι, πολλῷ δὲ μᾶλλον Μοναχῶν καὶ Ἱεροκηρύκων· καὶ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ ἑξῆς διοριζόμεθα, ὅτι ἡ πολλάκις ῥηθεῖσα ἐπιστολὴ τοῦ Κῦρ Νικοδήμου νὰ ᾖναι καὶ νὰ λέγηται ἄκυρος, καὶ ὡς μὴ οὖσα, ὅπου καὶ ἂν εὑρεθῇ, ὁμοίως καὶ τὰ ἶσα αὐτῆς· καὶ ὅσοι ἔχουν αὐτὴν ἀντιγραμμένην, νὰ τὴν καίουν, καὶ νὰ μὴ τὴν ἀναγινώσκουν, μηδὲ νὰ λαμβάνουν κακῶς ὕλην ἐξ αὐτῆς εἰς τὸ νὰ δυσφημοῦν τὸν ῥηθέντα Κῦρ Νικόδημον.

Ἡμεῖς γὰρ ἅπαντες ὁμοφώνως κηρύττομεν αὐτὸν καὶ ὁμολογοῦμεν εὐσεβέστατον καὶ ὀρθοδοξότατον, καὶ τῶν δογμάτων τῆς τοῦ Χριστοῦ Ἐκκλησίας τρόφιμον, καθὼς καὶ ἐκ τῶν Ἱερῶν καὶ κοινωφελῶν Συγγραμμάτων αὐτοῦ ἀποδεικνύεται, μέσα εἰς τὰ ὁποῖα οὐδὲν φρόνημα αἱρετικὸν περιέχεται· καὶ καθὼς ἡμεῖς ὁμολογοῦμεν αὐτὸν Ὀρθόδοξον, οὕτω καὶ ὑμεῖς ἅπαντες νὰ τὸν γνωρίζητε, ὡς τοιοῦτον ὄντα τῇ ἀληθείᾳ.

Εἴτις δὲ εἰς τὸ μετὰ ταῦτα, ἐκ τῆς νενοθευμένης ἐκείνης ἐπιστολῆς κινούμενος, ἀνοίγει στόμα καὶ λαλεῖ κατὰ τοῦ ἀνωτέρω Διδασκάλου Κῦρ Νικοδήμου ἀδίκως καὶ συκοφαντικῶς, οὗτος προφανῶς ἐλεγχθείς, ὄχι μόνον θέλει παιδευθῇ αὐστηρῶς ὑπὸ τῆς Κοινῆς ἡμῶν Συνάξεως, ὁποίας τάξεως καὶ καταλόγου εἶναι, ἀλλὰ καὶ θέλει ἐξορισθῇ τελείως ἀπὸ τὸν Ἱερὸν τοῦτον τόπον, ὡς σκανδαλοποιὸς καὶ φιλοτάραχος καὶ ὡς κοινὸς ἐχθρὸς καὶ φθορεὺς τῆς κοινῆς εἰρήνης τοῦ Ἁγίου Ὄρους. Ἕκαστος δὲ πρέπει νὰ προσέχῃ εἰς τὸ ἑαυτοῦ ἐπάγγελμα καὶ νὰ εἰρηνεύῃ· οὕτω γὰρ εἰρηνευόντων ἡμῶν πρὸς ἀλλήλους, καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ’ ἡμῶν, διαφυλάττων ἡμᾶς ἀνωτέρους πάσης καιρικῆς περιστάσεως, διὰ πρεσβειῶν τῆς Κυρίας Θεοτόκου τῆς κατ’ ἐξαίρετον Ἐφόρου τοῦ Ὄρους, καὶ ἡμῶν ὡσαύτως Προστάτιδος».