Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόδημος ὁ Ἁγιορείτης – Σχόλια εἰς τοὺς κανόνας τῶν ἁγίων πατέρων

Νικόδημος ὁ Ἁγιορείτης

Κανόνες του Μεγάλου Αθανασίου

Προλεγόμενα και ερμηνεία των τριών κανονικών επιστολών του Μεγάλου Αθανασίου προς Αμμούν, Ρουφινιανό και της ΛΘ' εορταστικής επιστολής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόδημος ὁ Ἁγιορείτης

—

Κεφάλαιο 4 από 18

ΠΕΡΙ ΤΟΥ ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ ΠΡΟΛΕΓΟΜΕΝΑ Ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν Ἀθανάσιος ἤκμασεν ἐπὶ Κωνσταντίνου τοῦ μεγάλου. Διάκονος γὰρ ὤν, εὑρέθη παρὼν εἰς τὴν αʹ. Οἰκουμενικὴν Σύνοδον ἐν ἔτει 325, ὁμοῦ μὲ τὸν Ἀλεξανδρείας Ἀλέξανδρον, καὶ ἐν ἔτει 326 Ἀλεξανδρείας κατέστη Ἐπίσκοπος· ἐπειδὴ δὲ δὲν ἠθέλησε νὰ συγκοινωνήσῃ μὲ τὸν Ἄρειον (καὶ μὲ ὅλον ὁποῦ ἐπρόσταξε τοῦτο ὁ βασιλεὺς Κωνσταντῖνος, νομίσας ὅτι ὁ Ἄρειος ἐδέχθη τὸν ὅρον τῆς ἐν Νικαίᾳ Συνόδου), ἐκ τῆς αἰτίας ταύτης ἐκίνησαν κατ’ αὐτοῦ, οἱ περὶ τὸν Νικομηδείας Εὐσέβιον, τὰς δεινὰς κατηγορίας καὶ διαβολάς, καὶ ἐν μὲν τῷ 335 ἔτει καθαιρεῖται ἀπὸ τὸ ἐν Τύρῳ λῃστρικὸν συνέδριον· εἰς δὲ τὸ ἀκόλουθον ἔτος ἐξορίζεται εἰς Τρίβεριν τῆς Γαλλίας, μὲ τὸ νὰ διέβαλον αὐτὸν οἱ Ἀρειανοὶ πρὸς τὸν Βασιλέα, ὅτι δὲν ἀφίνει νὰ πηγαίνῃ ἀπὸ τὴν Ἀλεξάνδρειαν εἰς Κωνσταντινούπολιν τὸ διωρισμένον σιτάρι· μετὰ δὲ δεκαοκτὼ μῆνας, ἀποθανόντος τοῦ μεγάλου Κωνσταντίνου, ἐπανέρχεται εἰς τὴν Ἀλεξάνδρειαν διὰ προσταγῆς τοῦ Κωνσταντίνου τοῦ γʹ.

καὶ νεωτέρου υἱοῦ τοῦ Κωνσταντίνου, ἐν ἔτει 332· ἐν ἔτει δὲ 341 καθαιρεῖται ἀπὸ τὴν ἐν Ἀντιοχείᾳ Σύνοδον· ἀνελθὼν δὲ εἰς Ῥώμην καὶ καθαρὸς ἀποδειχθεὶς ἀπὸ τὰ ἐγκλήματα, διὰ τὰ ὁποῖα ἐκατηγορεῖτο, τόσον ἀπὸ τὴν ἐν Ῥώμῃ γενομένην Σύνοδον ἐν ἔτει 342, ὅσον καὶ ἀπὸ τὴν κατὰ τὴν Σαρδικὴν ἐν ἔτει 347, ἀνακαλεῖται πάλιν εἰς τὸν θρόνον αὑτοῦ ὑπὸ τοῦ Αὐτοκράτορος Κωνσταντίου, διὰ μεσιτείας καὶ ἀπειλῆς Κώνσταντος τοῦ ἀδελφοῦ του· μετὰ δὲ ἓξ χρόνους κατακρίνεται ἀπὸ τὰ σενέδρια ὀποῦ ἔγιναν, ἐν μὲν τῷ Ἀρελάτῳ κατὰ τὸ 353, ἐν Μεδιολάνοις δὲ κατὰ τὸ 357 καὶ εἰς τὴν ἔρημον τῆς Θηβαΐδος ὑποχωρεῖ, καὶ ἐκεῖ ἔμεινεν ἕως τέλους τοῦ Κωνσταντίου.

Βασιλεύσαντος δὲ τοῦ παραβάτου Ἰουλιανοῦ, ἀνεκαλέσθη εἰς τὸν θρόνον του, καὶ τὴν περὶ τῆς οὐσίας καὶ ὑποστάσεως ποιήσας Σύνοδον, ἥνωσε τοὺς Δυτικοὺς μὲ τοὺς Ἀνατολικούς. Ἐν δὲ τῷ 362 ἐξορίζεται ἀπὸ τὴν Ἀλεξάνδρειαν προσταγῇ τοῦ ἀποστάτου, εἰπὼν εἰς τοὺς δι’ αὐτὸν κλαίοντας χριστιανοὺς «θαρσεῖτε, νεφύδριόν ἐστι καὶ θᾶττον παρελεύσεται»· ἐν δὲ τῷ 363 ἐλθὼν εἰς Ἀντιόχειαν, τὸν Ἰοβιανὸν ἐδίδαξε τὰ τῆς ὀρθοδόξου πίστεως δόγματα· ἐπὶ δὲ τοῦ Οὐάλεντος διωχθείς, κρυφίως εἰς ἕνα μνῆμα πατρικὸν ἐκρύβη· μετ’ ὀλίγον δὲ καλεσθεὶς ἀπὸ τὸν ἴδιον Οὐάλεντα, καὶ ἐν εἰρήνῃ ζήσας ἕως εἰς τὸ 371 ἢ 373 τῷ Θεῷ τὸ πνεῦμα παρέθετο, τεσσαρακονταὲξ ἔτη ἐπισκοπεύσας μετὰ πολλῶν καὶ μεγάλων κινδύνων ὁ ἀδαμάντινος. Κοντὰ δὲ εἰς τὰ ἄλλα του συγγράμματα, τὰ ὁποῖα εἰς τρεῖς τόμους συντάττονται, ἐν Παρισίοις ἐκδεδομένα κατὰ τὸ 1698 ἕτος, καὶ τὰς κανονικὰς ταύτας τρεῖς Ἐπιστολὰς ἀφῆκεν εἰς ἡμᾶς, ἀναγκαίας οὔσας εἰς τὴν τῆς Ἐκκλησίας εὐταξίαν καὶ κατάστασιν, αἵτινες ἐπικυροῦνται, ἀορίστως μὲν ἀπὸ τὸν αʹ. τῆς δʹ. καὶ τὸν αʹ. τῆς ζʹ. ὡρισμένως δὲ ἀπὸ τὸν βʹ. τῆς Οἰκουμεν. ϛʹ. καὶ διὰ τῆς ἐπικυρώσεως ταύτης Οἰκουμενικὴν τρόπον τινὰ ἀναλαμβάνουσι δύναμιν. Εὑρίσκονται δὲ ἐν τῷ βʹ. τόμῳ τῶν Πανδέκτων, καὶ σελ. 333. τοῦ αʹ. τόμου τῶν Συνοδικῶν.

Αʹ. Ἐπιστολὴ τοῦ Ἁγίου Ἀθανασίου τοῦ μεγάλου, πρὸς Ἀμμοῦν μονάζοντα Πάντα μὲν καλὰ καὶ καθαρὰ τὰ τοῦ Θεοῦ ποιήματα, οὐδὲν γὰρ ἄχρηστον ἢ ἀκάθαρτον ὁ τοῦ Θεοῦ πεποίηκε λόγος. «Χριστοῦ γὰρ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις, κατὰ τὸν Ἀπόστολον.» Ἐπειδὴ δὲ ποικίλα καὶ πολύτροπα τὰ τοῦ διαβόλου βέλη, καὶ τοὺς ἀκεραιοτέρους τὴν γνώμην παρασκευάζει ταράττεσθαι, κωλύει τε τῆς συνήθους γυμνασίας τοὺς ἀδελφούς, ὑποσπείρων αὐτοῖς λογισμοὺς ἀκαθαρσίας καὶ μολυσμοῦ· φέρε διὰ βραχέων καὶ τὴν τοῦ πονηροῦ πλάνην ἀπελάσωμεν, τῇ τοῦ Σωτῆρος ἡμῶν χάριτι, καὶ τὴν τῶν ἁπλουστέρων γνώμην στηρίξωμεν. «Πάντα μὲν καθαρὰ τοῖς καθαροῖς,» τῶν δὲ ἀκαθάρτων καὶ ἡ συνείδησις καὶ τὰ πάντα μεμόλυνται.

Ἄγαμαι δὲ τοῦ διαβόλου τὸ σόφισμα, ὅτι περιφθορὰ καὶ λύμη ὑπάρχων, λογισμοὺς ὑποβάλλει τῷ δοκεῖν μὲν καθαρότητος, ἔστι δὲ τὸ γινόμενον ἔνεδρα μᾶλλον ἢ δοκιμασία. Ἵνα γάρ, ὡς προεῖπον, ἀπασχολήσῃ τοὺς ἀσκητὰς τῆς ἐθίμου καὶ σωτηριώδους μελέτης, καὶ δόξῃ κρατεῖν κατὰ τοῦτο τοιαῦτά τινα κινεῖ βομβύκια, ἅτινα φέρει μὲν οὐδὲν τῷ βίῳ χρήσιμον, κενὰς δὲ ζητήσεις καὶ φλυαρίας, ἃς δεῖ παραιτεῖσθαι. —Τί γάρ, εἰπέ μοι ὦ ἀγαπητὲ καὶ εὐλαβέστατε, ἔχει ἁμάρτημα ἢ ἀκάθαρτον, φυσική τις ἔκκρισις; ὡς εἴ τις ἐθέλοι ποιεῖσθαι ἔγκλημα, καὶ τὰς διὰ ῥινῶν ἐκπεμπομένας μύξας, καὶ τὰ διὰ στόματος πτύσματα. Ἔτι δὲ καὶ τούτων ἔχομεν λέγειν πλείονα, τὰς διὰ γαστέρων ἐκκρίσεις, ἅπερ τῷ ζώῳ πρὸς τὸ ζῇν ἀναγκαῖα καθέστηκεν. Ἔτι τε εἰ τῶν τοῦ Θεοῦ χειρῶν ἔργον πιστεύομεν εἶναι τὸν ἄνθρωπον, κατὰ τὰς θείας Γραφάς, πῶς ἠδύνατο ἐκ καθαρᾶς δυνάμεως ἔργον τι γίνεσθαι μεμολυσμένον; Καὶ εἰ γένος τοῦ Θεοῦ ὑπάρχομεν, κατὰ τὰς θείας τῶν Ἀποστόλων Πράξεις, οὐδὲν ἔχομεν ἐν ἑαυτοῖς ἀκάθαρτον. Τότε γὰρ μόνον μεμολύσμεθα, ὅτε τὴν δυσωδεστάτην ἁμαρτίαν ἐργαζόμεθα.

Ὅτε δὲ φυσική τις ἀβουλήτως ἔκκρισις γίνεται, τότε τῇ τῆς φύσεως ἀνάγκῃ μετὰ τῶν ἄλλων, ὡς προείπομεν, καὶ τοῦτο ὑπομένομεν. —Ἀλλ’ ἐπειδή περ οἱ θέλοντες ἀντιλέγειν μόνον τοῖς ὀρθῶς λεγομένοις, μᾶλλον δὲ παρὰ Θεοῦ πεποιημένοις, παραφέρουσι καὶ ῥητὸν Εὐαγγελικόν, ὡς ὅτι, οὐ τὰ εἰσερχόμενα κινεῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα. Ἀναγκαίως αὐτῶν καὶ ταύτην τὴν ἀλογίαν (οὐ γὰρ ἂν εἴπωμεν ζήτησιν) ἐλέγξωμεν. Πρῶτον μὲν γὰρ καὶ τὰς Γραφὰς κατὰ τὰς ἰδίας ἀμαθείας ἀστήρικτοι ὄντες, βιάζονται. Ἔχει δὲ τὸ θεῖον οὕτω λόγιον. Τινῶν γὰρ πάλιν τούτοις ὁμοίως ἐνδυαστῶς ἐχόντων περὶ βρωμάτων, αὐτὸς ὁ Κύριος λύων αὐτῶν τὴν ἄγνοιαν, ἤγουν τὴν ἀπάτην δημοσιεύων, φησί, μὴ τὰ εἰσερχόμενα κοινοῦν τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα.

Εἶτα ἐπάγει καὶ πόθεν ἐξερχόμενα, τὰ ἀπὸ τῆς καρδίας. Ἐκεῖ γὰρ εἶναι τοὺς πονηροὺς θησαυροὺς τῶν βεβήλων λογισμῶν καὶ τῶν ἄλλων ἁμαρτημάτων γινώσκει. Συντομώτερον δὲ ὁ Ἀπόστολος αὐτὸ δεδιδαγμένος φησί· βρῶμα ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ. Φαίη δ’ ἄν τις καὶ νῦν εὐλόγως φυσική τις ἔκκρισις ἡμᾶς οὐ παραστήσει πρὸς τιμωρίαν. Τάχα δὲ καὶ παῖδες ἰατρῶν (ἵνα κᾂν ἐκ τῶν ἔξωθεν δυσωπηθῶσιν) ὑπὲρ τούτου ἀπολογήσονται, ὅτι τῷ ζώῳ δέδονταί τινες ἀναγκαῖαι διέξοδοι, πρὸς τὸ τῶν ἐν ἡμῖν ἑκάστῳ μελῶν τρεφομένων χυμῶν τὸ περιττὸν ἀποπέμπειν. Οἷον κεφαλῆς περιττώματα τρίχες, καὶ τὰ ἀπὸ κεφαλῆς ὑδατώδη πεμπόμενα, καὶ γαστρὸς διαχωρήματα, καὶ τοίνυν τῶν σπερματικῶν πόρων ἐκεῖνο περίττωμα. Ποῖα τοίνυν ἐστὶ πρὸς Θεόν, ὦ πρεσβύτα θεοφιλέστατε, ἁμαρτία αὐτοῦ τοῦ πλάσαντος τὸ ζῶον Δεσπότου, θελήσαντος καὶ ποιήσαντος ταῦτα τὰ μέλη τοιαύτας ἔχειν διεξόδους; —Ἐπειδὴ δὲ δεῖ προλαμβάνειν τὰ τῶν πονηρῶν ἐναντιώματα (εἴποιεν γὰρ ἄν, οὐκοῦν οὐκ ἔστιν ἁμαρτία οὔτε ἡ ἀληθὴς χρῆσις, εἰ τὰ ὄργανα παρὰ τοῦ Δημιουργοῦ διαπέπλασται), πρὸς τοῦτο ἐρωτηματικῶς αὐτοὺς παύσομεν φάσκοντες. Ποίαν λέγεις χρῆσιν; Τὴν ἐν Νόμῳ, ἣν καὶ ὁ Θεὸς ἐπέτρεψε λέγων «Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν»; ἣν ὁ Ἀπόστολος ἀπεδέξατο εἰπὼν «Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος»; ἢ τὴν δημώδη μέν, λαθραίως δὲ καὶ μοιχικῶς ἐπιτελουμένην;

ἐπεὶ καὶ τῶν ἄλλων, τῶν ἐν τῷ βίῳ γινομένων, εὑρήσομεν τὰς διαφορὰς κατά τι γενομένας· οἷον, φονεύειν οὐκ ἔξεστιν, ἀλλ’ ἐν πολέμῳ ἀναιρεῖν τοὺς ἀντιπάλους καὶ ἔννομον καὶ ἐπαίνου ἄξιον. Οὕτω γοῦν καὶ τιμῶν μεγάλων οἱ κατὰ πόλεμον ἀριστεύσαντες ἀξιοῦνται, καὶ στῆλαι τούτων ἐγείρονται, κηρύττουσαι τὰ κατορθώματα. Ὥστε τὸ αὐτό, κατά τι μὲν καὶ κατὰ καιρὸν οὐκ ἔξεστι, κατά τι δὲ καὶ εὐκαίρως, ἀφίεταί τε καὶ συγκεχώρηται. Ὁ αὐτὸς οὖν καὶ περὶ τῆς μίξεως λόγος. Μακάριος ὃς ἐν νεότητι ζυγὸν ἔχων ἐλεύθερον, τῇ φύσει πρὸς παιδοποιΐαν κέχρηται· εἰ δὲ πρὸς ἀσέλγειαν, πόρνους καὶ μοιχούς, ἡ παρὰ τῷ Ἀποστόλῳ τιμωρία ἐκδέξεται. Δύω γὰρ οὐσῶν ὁδῶν ἐν τῷ βίῳ περὶ τούτων, μιᾶς μὲν μετριωτέρας καὶ βιωτικῆς, τοῦ γάμου λέγω, τῆς δὲ ἑτέρας ἀγγελικῆς καὶ ἀνυπερβλήτου, τῆς παρθενίας· εἰ μέν τις τὴν κοσμικήν, τοῦτ’ ἔστι τὸν γάμον ἕλοιτο, μέμψιν μὲν οὐκ ἔχει, τοσαῦτα δὲ χαρίσματα οὐ λήψεται.

Λήψεται γάρ, ἐπείπερ φέρει καὶ αὐτὸς καρπὸν τὸν τριάκοντα. Εἰ δὲ τὴν ἁγνήν τις καὶ ὑπερκόσμιον ἀσπάσοιτο, εἰ καὶ τραχεῖα παρὰ τὴν πρώτην καὶ δυσκατόρθωτος ἡ ὁδός, ὅμως ἔχει χαρίσματα θαυμασιώτερα· τὸν γὰρ τέλειον καρπόν, τὴν ἑκατοντάδα ἐβλάστησεν. Ὥστε τὰ ἀκάθαρτα αὐτῶν καὶ πονηρὰ ζητήματα λύσεις ἰδίας ἔσχηκε καὶ παρὰ τῶν θείων Γραφῶν πάλαι προλυθείσας. —Ὑποστήριζε τοίνυν, ὦ Πάτερ, τὰς ὑπὸ σαυτὸν ἀγέλας, ἐκ τῶν Ἀποστολικῶν παρακαλῶν, ἐκ τῶν Εὐαγγελικῶν ψυχαγωγῶν, ἐκ τῶν Ψαλμῶν συμβουλεύων, Ζῆσόν με, λέγων, κατὰ τὸ λόγιόν σου, λόγιον δὲ αὐτοῦ τὸ ἐκ καθαρᾶς λατρεύειν αὐτῷ καρδίας. Τοῦτο γὰρ εἰδὼς ὁ αὐτὸς Προφήτης, ὥσπερ ἑαυτὸν μεταφράζων, λέγει. «Καρδίαν καθαρὰν κτῆσον ἐν ἐμοὶ ὁ Θεὸς», ἵνα μὴ ῥυπώδεις λογισμοὶ μὲ ταράξωσι. Καὶ πάλιν Δαβὶδ «Καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με», ἵνα κᾄν ποτε διαλογισμοί με θορυβήσωσιν, ἰσχυρά τις δύναμις παρὰ σοῦ στηρίξῃ με, ὥσπερ κρηπὶς τυγχάνουσα. Αὐτὸς τοίνυν ταῦτα καὶ τὰ τοιαῦτα συμβουλεύων, λέγε πρὸς τοὺς βράδιον τῇ ἀληθείᾳ πειθομένους, «Διδάξω ἀνόμους τὰς ὁδούς σου» καὶ θαῤῥῶν Κυρίῳ ὅτι πείσεις ἀποσχέσθαι τῆς τοιαύτης κακίας, ψάλλε, «Καὶ οἱ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι». Γένοιτο δέ, τοὺς μὲν κακοήθως ζητοῦντας, παύσασθαι τῆς τοιαύτης ματαιοπονίας, τοὺς δὲ διὰ εὐσέβειαν ἐνδοιαστῶς ἔχοντας, Πνεύματι ἡγεμονικῷ κρατυνθῆναι.

Ὅσοι δὲ βεβαίως τὴν ἀλήθειαν ἐπίστασθε, ἀῤῥωγῇ ταύτην κατέχετε καὶ ἀσάλευτον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ δόξα καὶ κράτος, σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Ἑρμηνεία Ἐπειδὴ ὁ μέγας οὗτος Πατὴρ ἡμῶν ἠρωτήθη, καθὼς φαίνεται, διὰ τὴν ἀπὸ τῆς φύσεως ἐγγινομένην ἡμῖν καθ’ ὕπνον ἔκκρισιν, εἴτε ἐνυπνιασμὸν κοινότερον λεγομένην, ἂν ᾖναι ἐφάμαρτος, ἔκαμε τὴν παροῦσαν ἀποκριτικὴν ἐπιστολήν, διὰ τῆς ὁποίας λέγει, ὅτι ὅλα τὰ ποιήματα τοῦ Θεοῦ εἶναι καθαρά, καὶ κᾀνένα ἀκάθαρτον, ἢ μεμολυσμένον δὲν ἐποίησεν ὁ Θεός· ἀμὴ ἐπειδὴ καὶ τοῦ διαβόλου ᾑ μηχαναῖς εἶναι πολλαῖς καὶ διαφοραῖς, μὲ τὰς ὁποίας ἔχει συνήθειαν νὰ συγχίζῃ καὶ νὰ ἐνοχλῇ τοὺς ἁπλοῦς δούλους τοῦ Θεοῦ, ἤτοι τοὺς ἀσκητάς, καὶ νὰ τοὺς ἐμποδίζῃ ἀπὸ τὴν συνειθισμένην ἀρετήν τους, μὲ τὸ νὰ σπέρνῃ λογισμοὺς ἀκαθάρτους εἰς τὴν φαντασίαν τους, πρέπει ἡμεῖς νὰ ἐξορίσωμεν αὐτὴν τὴν μηχανὴν τοῦ διαβόλου μὲ τὴν βοήθειαν τοῦ Χριστοῦ, καὶ νὰ στερεώσωμεν καὶ τὴν γνώμην τῶν ἀπονηρεύτων ἀδελφῶν μας, διὰ νὰ μὴ ἐνοχλοῦνται πλέον. Ἄρχεται δὲ ἀπὸ τὸ ῥητὸν τοῦ μακαρίου Παύλου καὶ λέγει. Ὅλα τὰ ποιήματα τοῦ Θεοῦ εἶναι καθαρὰ εἰς τοὺς καθαροὺς καὶ ἐναρέτους, εἰς δὲ τοὺς ἀκαθάρτους καὶ ἁμαρτωλοὺς φαίνονται ὅλα ἀκάθαρτα καὶ μεμολυσμένα, διὰ τὴν μεμολυσμένην καὶ ἀκάθαρτον συνείδησίν τους.

Θαυμάζει δὲ ὁ Ἅγιος τὴν πονηρίαν τοῦ διαβόλου, πῶς αὐτὸς ἀκάθαρτος ὤν, σπείρει εἰς ἡμᾶς λογισμούς, καθαροὺς μὲν κατὰ τὸ φαινόμενον, τῇ δὲ ἀληθείᾳ ὄντας δοκιμαῖς τούτου καὶ κρυφὰ μηχανήματα, διὰ νὰ ἐμποδίσῃ, καθὼς εἴπομεν, τοὺς ἀδελφοὺς ἀπὸ τὴν σωτηριώδη μελέτην, καὶ νὰ φανῇ ὅτι ἐνίκησεν αὐτούς, μὲ κἄποια βομβύκια, ἤτοι μὲ κᾀποίους κρότους καὶ φόβους οὐτιδανοὺς τῶν ζωϋφίων, τῶν καλουμένων Μπουμπούρων, οἱ ὁποῖοι δὲν προξενοῦσιν ἄλλο εἰς τὴν ζωήν μας, πάρεξ λογοτριβὰς καὶ συζητήσεις ματαίας, τὰς ὁποίας μᾶς λέγει νὰ μισῶμεν ὁ Θεῖος Παῦλος. Ἔπειτα ἐρωτᾷ τὸν Ὅσιον λέγων, ποίαν ἁμαρτίαν, ἢ ἀκαθαρσίαν ἔχει ἡ φυσικὴ ἔκκρισις, ὁποῦ συμβαίνει ἐν τοῖς ὕπνοις καὶ εὐγαίνει ὡσὰν ἕνα περίττωμα; πάρεξ ἀνίσως θελήσῃ τινὰς νὰ κατηγορήσῃ καὶ ὅλον τὸ σῶμα τοῦ ἀνθρώπου διὰ τὰς ἄλλας ἐκκρίσεις καὶ περιττώματα ὁποῦ εὐγάνει, ὡσὰν νὰ εἰποῦμεν διὰ τὰς μύξας, διὰ τὰ φλέγματα, καὶ πρὸς τούτοις καὶ διὰ αὐτὰ τῆς γαστρὸς τὰ ὑποχωρήματα, τὰ ὁποῖα εἶναι ὡσὰν ἀναγκαῖα εἰς τὸ ἀνθρώπινον σῶμα. Διότι ἂν πιστεύωμεν (λέγει) πῶς ὁ ἄνθρωπος εἶναι ποίημα τῶν χειρῶν τοῦ Θεοῦ (καθὼς καὶ εἶναι κατὰ τὰς Γραφὰς), πῶς εἶναι δυνατὸν νὰ ᾖναι ἀκάθαρτον τὸ ποίημα τοῦ Θεοῦ; εἰς καιρὸν ὁποῦ ὅσα ἐποίησεν ὁ Θεός, εἶναι λίαν καλά;

καὶ ἂν εἴμεθα γένος αὐτοῦ, κατὰ τὸν ποιητὴν Ἄρατον καὶ Θεῖον Παῦλον, λοιπὸν δὲν ἔχομεν κᾀνένα μέρος ἀκάθαρτον· διότι τότε μολυνόμεθα, ὅταν τὴν βρωμερὰν καὶ ἀξιοδάκρυτον ἁμαρτίαν πράττωμεν. Ὅταν δὲ ἡ φυσικὴ ἔκκρισις συμβῇ ἐν τοῖς ὕπνοις ἡμῶν χωρὶς τὸ θέλημά μας, τότε ὑπομένομεν ταύτην, ὡσὰν ἕνα παρακολούθημα ἀναγκαῖον τῆς φύσεώς μας, καθὼς καὶ τὰ ἀνωτέρω περιττώματα, ὁποῦ εἴπομεν. Ἀλλ’ ἐπειδὴ ἐκεῖνοι ὁποῦ θέλουσι νὰ ἐναντιόνωνται εἰς τὰ ὀρθῶς λεγόμενα, ἢ μᾶλλον εἰπεῖν εἰς τὰ παρὰ Θεοῦ ποιηθέντα, φέρουσιν εἰς ἐναντίωσίν μας τὸ ῥητὸν τοῦ Εὐαγγελίου ὁποῦ λέγει, ὄχι τὰ εἰσερχόμενα, ἀλλὰ τὰ ἐξερχόμενα κοινοῖ τὸν ἄνθρωπον, πρέπει νὰ ἀναιρέσωμεν καὶ αὐτὴν τὴν ἀνοησίαν των καὶ ὄχι ἀπορίαν, καὶ λέγομεν: ὅτι, αὐτοὶ ὄντες ἀμαθεῖς, ἐξηγοῦσι καὶ τὰς ἁγίας Γραφὰς κατὰ τὴν ἀρέσκειαν καὶ ἀμάθειάν τους. Τὸ δὲ Εὐαγγελικὸν ῥητὸν ἔχει τέτοιον νόημα. Ἐπειδὴ μερικοὶ ἐδίσταζον (ὡσὰν τούτους) διὰ τὰ φαγητά, δειλιῶντες ὅτι ἔχουν νὰ τοὺς μολύνουν ἐὰν τὰ φάγουν, ὁ Χριστὸς λύει τὴν ἄγνοιαν καὶ φανερόνει τὴν ἀπάτην αὐτῶν λέγων, ὅτι ὄχι τὰ εἰσερχόμενα κοινοῖ, ἤτοι μολύνουν τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα, καὶ εὐθὺς λέγει καὶ πόθεν ἐξέρχονται, δηλονότι ἀπὸ τὴν καρδίαν, εἰς τὴν ὁποίαν εὑρίσκονται οἱ πονηροὶ θησαυροὶ τῶν ἀκαθάρτων λογισμῶν καὶ τῶν ἄλλων ἁμαρτημάτων.

Ὁ δὲ Θεῖος Παῦλος πλέον σύντομα καὶ φανερὰ μᾶς ἐδίδαξε τοῦτο λέγων, «Βρῶμα ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ.» Τοῦτο δὲ τὸ ἴδιον δικαίως ἤθελεν εἰπεῖ τινὰς καὶ εἰς τῆν παροῦσαν ὑπόθεσιν· Φυσικὴ ἔκκρισις οὐ παρίστησιν ἡμᾶς πρὸς τιμωρΐαν. Τάχα δὲ περὶ τούτου θέλουν ἀποκριθοῦν, λέγει, εἰς αὐτοὺς καὶ οἱ τῶν σωμάτων ἰατροί, διὰ νὰ καταπεισθῶσι κᾂν ἀπὸ τοὺς ἔξωθεν, Λέγουσι γὰρ καὶ αὐτοί, ὅτι ἐδόθηκαν κἄποιοι ἀναγκαῖοι πόροι ἀπὸ τὸν Δημιουργὸν εἰς τὸν ἄνθρωπον, διὰ νὰ εὐγαίνωσι τὰ περιττώματα ἀπὸ τὰ τρεφόμενα μέλη μας, ὡσὰν νὰ εἰποῦμεν, περιττώματα μὲν τῆς κεφαλῆς εἶναι αἱ τρίχες καὶ τὰ ἄλλα ὑγρὰ ὁποῦ εὐγαίνουσι διὰ τῶν πόρων αὐτῆς (μύξαις δηλ. ἀπὸ τὴν μύτην, πτύσματα ἀπὸ τὸ στόμα, δάκρυα ἀπὸ τὰ ὀμμάτια καὶ τὰ λοιπὰ), τῆς δὲ γαστρὸς περιττώματα εἶναι τὰ ὑποχωρήματα. Τὸ λοιπόν, καθὼς εἶναι αὐτά, ἔτσι καὶ ἐκείνη ἡ ἔκκρισις τοῦ ἐνυπνιασμοῦ εἶναι ἕνα περίττωμα τῶν σπερματικῶν πόρων· ὅθεν στρέφει πρὸς τὸν ὅσιον καὶ λέγει. Ἐπειδὴ λοιπὸν καὶ ὁ Θεὸς ἔπλασε τὸν ἄνθρωπον καὶ ἠθέλησε νὰ ἔχῃ τὸ σῶμά του τοιαύτας ὀργανώσεις καὶ πόρους, ποίαν ἁμαρτίαν πλέον ἔχει ὁ ἄνθρωπος διὰ τοῦτο; οὐδεμίαν, ὡς νομίζω.

Πρέπει δὲ ἀκόμη λέγει, νὰ προλάβωμεν τὰς ἀνθιστάσεις τῶν φιλονείκων καὶ πονηρῶν· διότι δύνανται νὰ εἰποῦν, λοιπὸν δὲν εἶναι ἁμαρτία, οὔτε ἡ ἀληθινὴ μεταχείρισις τῶν σπερματικῶν ὀργάνων, ἐπειδὴ καὶ αὐτὰ ἐδόθησαν ἀπὸ τὸν Θεὸν διὰ τοιαύτην χρῆσιν καὶ μεταχείρισιν; πρὸς τὸ ὁποῖον ἀποκρινόμεθα. Ποίαν λέγεις χρῆσιν καὶ μεταχείρησιν; τὴν νόμιμον καὶ ἐκείνην ὁποῦ ὁ Θεὸς συνεχώρησε μὲ τήν, αὐξάνεσθε καὶ πληθύνεσθε ἐντολήν, τὴν ὁποίαν καὶ ὁ Ἀπόστολος ἐγκωμιάζει, λέγων· Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος, ἢ τὴν κοινὴν ὁποῦ γίνεται κρυφίως καὶ ἀνόμως; ταὐτὸν εἰπεῖν, τὴν πορνείαν καὶ τὴν μοιχείαν; εἰ μὲν ἐκείνην λέγεις, φανερόν, ὅτι εἶναι καλή, εἰ δὲ ταύτην, φανερόν, ὅτι εἶναι κακή. Καὶ ἂς μὴ θαυμάζωμεν (λέγει ὁ Ἅγιος) ἂν ἕνα καὶ τὸ αὐτὸ πρᾶγμα γίνεται, ποτὲ μὲν καλόν, ποτὲ δὲ κακόν, ἐπειδὴ βλέπομεν καὶ ἄλλα πολλὰ εἰς τὴν παροῦσαν ζωήν, ὁποῦ γίνονται ἄλλοτε μὲν καλά, ἄλλοτε δὲ κακά. Χάριν λόγου, ὁ φόνος δὲν εἶναι συγκεχωρημένος, ἀμὴ ὅταν γίνεται ἐν καιρῷ πολέμου ἐναντίον εἰς ἐχθροὺς πίστεως, τότε εἶναι καὶ συγκεχωρημένος καὶ ἐπαινετός, καὶ διὰ τοῦτο οἱ νικήσαντες εἰς πόλεμον, μεγάλας τιμὰς λαμβάνουσι καὶ ἀνδριάντες στήνονται εἰς τὸ ὄνομά των, οἵτινες κηρύττουσι τὰς νίκας των (περὶ τούτων ὅρα τὸν ιγʹ. τοῦ Βασιλείου). Τὸ λοιπόν, τοῦτος ὁ ἴδιος λογαριασμὸς ἀκολουθεῖ καὶ εἰς τὴν μίξιν.

Καὶ ἐπαινεῖ μὲν ὁ Ἅγιος ἐνταῦθα ἐκείνους ὁποῦ μεταχειρίζονται τὴν συνάφειαν τοῦ γάμου πρὸς παιδοποιΐαν, μὲ τὸ ῥητὸν τοῦ Ἱερεμίου· ἐκφοβεῖ δὲ πάλιν τοὺς ἀσελγεῖς μὲ τὸ Ἀποστολικὸν ῥητόν, ὁποῦ λέγει, πόρνους καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Εἶτα δείκνυσιν, ὅτι ὁ Θεὸς μᾶς ἔδειξεν εἰς τὴν παροῦσαν ζωὴν δύω στράτας· μίαν μὲν μετρίαν καὶ ταπεινήν, τὴν τοῦ γάμου λέγω καὶ τῆς ὑπανδρείας, καὶ ἄλλην δὲ ἀγγελικὴν καὶ ἀσύγκριτον, τὴν τῆς παρθενίας· καὶ ὅποιος μὲν διαλέξοι τὸν γάμον, δὲν ἔχει κᾀμμίαν ἁμαρτίαν, πλὴν δὲν ἠμπορεῖ νὰ λάβῃ τὰ χαρίσματα τῆς παρθενίας, λαμβάνει ὅμως τὸν τριάκοντα καρπὸν (διὰ τῆς παιδοποιΐας) κατὰ τὴν παραβολὴν τοῦ σπόρου. Ὅποιος δὲ ἀγαπήσοι τὴν παρθενίαν καὶ μοναδικὴν πολιτείαν, (ἀγκαλὰ καὶ αὐτὴ εἶναι δυσκατόρθωτος παρὰ τὴν πρώτην, ἤτοι ἢ περισσότερον ἀπὸ τὴν πρώτην ὁδὸν τοῦ γάμου δηλαδή, ἢ κατ’ ἀρχάς, διὰ τὸ ἀσυνήθιστον καὶ τὸ τοῦ σώματος νεάζον καὶ πρὸς μίξιν κατωφερὲς), ἀποκτᾷ ὅμως χαρίσματα θαυμαστότερα ἀπὸ τὸν γάμον· διότι βλαστάνει τὸν τέλειον καρπόν, τὴν ἑκατοντάδα, εἶτα λέγει, ὅτι τὰ τοιαῦτα ἀκάθαρτα ζητήματα τῶν τοιούτων ἔχουσι τὴν λύσιν των ἀπὸ τὰς ἁγίας Γραφάς.

Συμβουλεύσας δὲ αὐτὸν νὰ ὑποστηρίζῃ μὲ συμβουλὰς καὶ νουθεσίας τοὺς ὑπ’ αὐτοῦ κυβερνωμένους Μοναχούς, ἔκ τε τοῦ ἁγίου Εὐαγγελίου, ἐκ τοῦ Ἀποστόλου καὶ ἐκ τῶν Ψαλμῶν τοῦ Δαβίδ, καὶ εἰς εὐχὴν τρέψας τὸν λόγον, τελειοῖ τὴν ἐπιστολήν. Ὅρα καὶ τὸν δʹ. τοῦ Διονυσίου, καὶ τὴν εἰς ἐκεῖνον ὑποσημείωσιν.

Τοῦ αὐτοῦ Ἐπιστολὴ Βʹ. πρὸς Ῥουφινιανόν, ἢ Ῥουφιανόν, Κυρίῳ υἱῷ καὶ ποθεινοτάτῳ συλλειτουργῷ Ῥουφιανῷ, Ἀθανάσιος ἐν Κυρίῳ χαίρειν Σὺ μὲν τά, υἱῷ ἠγαπημένῳ πρέποντα πρὸς πατέρα, γράφεις. Ἐγγίσαντα γοῦν σε διὰ τοῦ γράμματος περιεπτυξάμην, πάντων ἐμοὶ ποθεινότατε Ῥουφινιανέ, κᾀγὼ δὲ ὡς υἱῷ δυνάμενος γράφειν ἔν τε προοιμίοις καὶ μέσοις καὶ τελευταίοις ἐπέσχον, ἵνα μὴ ἐκ γραμμάτων ἡ σύστασις καὶ ἡ μαρτυρία γνωρίζηται. Οὕτω τοίνυν πίστευε διακείμενος· σὺ γὰρ ἐμὴ Ἐπιστολὴ κατὰ τὸ γεγραμμένον, ἐπιγινωσκομένη καὶ ἀναγινωσκομένη ἐν καρδίᾳ. Οὕτω τοίνυν πίστευε διακείμενος. Ναὶ πίστευε. Προσαγορεύω σε καὶ προτρέπω γράφειν· οὐ γὰρ ὀλίγως, ἀλλὰ μεγάλως εὐφραίνεις τοῦτο ποιῶν. —Ἐπειδὴ δὲ φιλοκάλως καὶ ἐκκλησιαστικῶς (τοῦτο γὰρ πάλιν πρέπει τῇ σῇ εὐλαβείᾳ) ἠρώτησας περὶ τῶν δι’ ἀνάγκην ὑποσυρέντων μέν, μὴ φθαρέντων δὲ ἐν τῇ κακοπιστίᾳ, καὶ ἠθέλησας γράψαι με τὰ δόξαντα περὶ αὐτῶν ἐν ταῖς Συνόδοις καὶ πανταχοῦ· γίνωσκε, Κύριέ μου ποθεινότατε, ὅτι ἐν ἀρχῇ μὲν παυσαμένης τῆς γενομένης βίας, γέγονε Σύνοδος παρόντων ἀπὸ τῶν ἔξω μερῶν Ἐπισκόπων· γέγονε δὲ καὶ παρὰ τοῖς τὴν Ἑλλάδα κατοικοῦσι συλλειτουργοῖς. Οὐδὲν δὲ ἧττον καὶ τοῖς ἐν Ἱσπανίᾳ καὶ Γαλλίᾳ, καὶ ἤρεσεν ὅπερ ᾧδε καὶ πανταχοῦ.

Ὥστε τοῖς μὲν καταπεπτωκόσι καὶ προϊσταμένοις τῆς ἀσεβείας, συγγινώσκειν μὲν μετανοοῦσι, μὴ διδόναι δὲ αὐτοῖς τόπον Κλήρου. Τοῖς δὲ μὴ ἀθετοῦσι μὲν τῆς εὐσεβείας, παρασυρεῖσι δὲ δι’ ἀνάγκην καὶ βίαν, ἔδοξε δίδοσθαι μὲν συγγνώμην, ἔχειν δὲ καὶ τὸν τόπον τοῦ Κλήρου, μάλιστα ὅτι ἀπολογίαν πιθανὴν ἐπορίσαντο, καὶ ἔδοξε τοῦτό πως οἰκονομικῶς γεγενῆσθαι· διεβεβαιώσαντο γὰρ μὴ μεταβεβλῆσθαι εἰς ἀσέβειαν.

Ἵνα δὲ μὴ κατασταθέντες τινὲς ἀσεβέστατοι διαφθείρωσι τὰς Ἐκκλησίας, εἵλοντο μᾶλλον συνδραμεῖν τῇ βίᾳ καὶ βαστάσαι τὸ βάρος, ἢ λαοὺς ἀπολέσθαι. —Τοῦτο δὲ λέγοντες, ἔδοξαν καὶ ἡμῖν πιθανῶς λέγειν, διὰ τὸ καὶ προφασίζεσθαι αὐτοὺς τὸν Ἀαρὼν τὸν Μωϋσέως ἀδελφὸν ἐν τῇ ἐρήμῳ συνδραμεῖν μὲν τῇ τοῦ λαοῦ παραβάσει, ἀπολογίαν δὲ ἐσχηκέναι, ἵνα μὴ ὁ λαὸς ὑποστρέψας εἰς Αἴγυπτον ἐπιμείνῃ τῇ εἰδωλολατρείᾳ.

Καὶ γὰρ ἦν φαινόμενον εὔλογον, ὅτι μένοντες μὲν ἐν τῇ ἐρήμῳ, δύνανται παύσασθαι τῆς ἀσεβείας, εἰσελθόντες δὲ εἰς Αἴγυπτον, ἐπετρίβοντο καὶ ηὔξανον ἐν αὐτοῖς τὴν ἀσέβειαν. Τούτου τοίνυν ἕνεκα συγγνωστὸν τὸ πρὸς τὸν Κλῆρον γέγονε. Τοῖς δὲ ἀπατηθεῖσι καὶ βίαν παθοῦσι συγγνώμη δέδοται. —Ταῦτα καὶ τῇ σῇ εὐλαβείᾳ δηλῶ, θαῤῥῶν ὅτι καὶ τὰ δόξαντα ὑποδέξεταί σου ἡ θεοσέβεια, καὶ οὐ καταγνώσεται ἐκεχειρίαν τῶν συνελθόντων οὕτω. Καταξίωσον δὲ ταῦτα ἀναγνῶναι τῷ ἱερατείῳ καὶ τῷ λαῷ τῷ ὑπὸ σέ, ἵνα καὶ αὐτοὶ γινώσκοντες μὴ μέμφωνται οὕτω σε διακείμενον περὶ τοὺς τοιούτους. Ἀπρεπὲς γὰρ ἦν ἐμὲ γράφειν, δυναμένης τῆς σῆς εὐλαβείας, καὶ τὴν ἡμῶν περὶ αὐτοὺς διάθεσιν ἀπαγγεῖλαι, καὶ πάντα τὰ λείποντα ἀποπληρῶσαι, χάρις τῷ Κυρίῳ τῷ πληρώσαντί σε ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. Οἱ μὲν οὖν μετανοοῦντες, φανερῶς ἀναθεματιζέτωσαν, ὀνομάζοντες Εὐδοξίου καὶ Εὐζωΐου τὴν κακοδοξίαν. Αὐτοὶ γὰρ λοιπὸν βλασφημοῦντες, τὸν τοῦ Θεοῦ Λόγον κτίσμα ἐπεγράψαντο, τῆς Ἀρειανῆς αἱρέσεως προστάται.

Ὁμολογείτωσαν δὲ τὴν ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθεῖσαν πίστιν, καὶ μηδεμίαν ἄλλην Σύνοδον προκρίνειν ταύτης τῆς Συνόδου, πρόσειπε τὴν παρὰ σοὶ ἀδελφότητα, ἣ σὺν ἡμῖν ἐν Κυρίῳ προσαγορεύει σε.

Ἑρμηνεία. Ἡ παροῦσα ἀποκριτικὴ Ἐπιστολὴ τοῦ Ἁγίου, ὁποῦ κάμνει πρὸς τὸν Ἐπίσκοπον Ῥουφινιανόν, δὲν διαλαμβάνει διὰ ἐκείνους ὁποῦ ἠρνήθησαν τὸν Χριστὸν καὶ τοῖς εἰδώλοις ἔθυσαν· περὶ τούτων γὰρ ὁμιλεῖ ἡ ἐν Ἀγκύρᾳ Σύνοδος, καὶ ὁ Ἅγιος Πέτρος ὁ Ἀλεξανδρείας πλατύτερον, ἀλλ’ ὁμιλεῖ διὰ ἐκείνους ὁποῦ ἐσυγκοινώνησαν μὲ τοὺς αἱρετικοὺς τοὺς Ἀρειανούς· διότι αὐτοί, ἐπειδὴ ἔτυχον Βασιλεῖς κοινωνοὺς τῆς αἱρέσεώς των, ἐδυναμώθησαν καὶ ἐβίασαν πολλοὺς ὀρθοδόξους νὰ συγκοινωνήσουν εἰς τὴν αἵρεσίν των, οἵτινες μετενόησαν ὕστερον, καὶ ἐπέστρεψαν τῇ ὀρθοδόξῳ Ἐκκλησίᾳ.

Καὶ περὶ τούτων ἐρωτᾷ ὁ Ῥουφινιανὸς τὸν μέγαν Ἀθανάσιον πῶς πρέπει νὰ τοὺς δέχεται, πρὸς τὸν ὁποῖον ἀποκριθεὶς ὁ Ἅγιος διὰ τῆς παρούσης Ἐπιστολῆς, εἰς μὲν τὸ προοίμιον δεικνύει τὸ διάπυρον φίλτρον τῆς πατρικῆς ἀγάπης, ὁποῦ πρὸς αὐτὸν ἔχει, παρακινῶντας αὐτὸν νὰ τοῦ γράφῃ συνεχῶς, εἰς δὲ τὴν ἐρώτησιν ἀποτεινόμενος λέγει· Ἐπειδὴ ἐρωτᾷς ἐκκλησιαστικῶς διὰ ἐκείνους ὁποῦ ἐκοινώνησαν τοῖς αἱρετικοῖς, εἶτα δὲν ἔμειναν τῇ αὑτῶν αἱρέσει μέχρι τέλους, ἀλλὰ μετενόησαν ἤξευρε, ὅτι ἔγιναν περὶ τοῦ ζητήματος τούτου διάφοροι Σύνοδοι εἰς διαφόρους τόπους, καὶ εἰς τὴν Ἑλλάδα, καὶ εἰς τὴν Ἰσπανίαν καὶ εἰς τὴν Γαλλίαν (ἴσως δὲ τό, γέγονε καὶ παρὰ τοῖς τὴν Ἑλλάδα κατοικοῦσι συλλειτουργοῖς, δηλοῖ, ὅτι διὰ γραμμάτων τοῦ ἁγίου Ἀθανασίου ἀνεκοινώθη εἰς τοὺς Ἀρχιερεῖς τῆς Ἑλλάδος ἡ τῆς ἐν Ἀλεξανδρείᾳ Συνόδου ἀπόφασις, ὃ καὶ μᾶλλον ἀληθές. Δι’ ὃ καὶ ὁ Δοσίθεος ἐν σελ. 181 τῆς Δωδεκαβίβλ. λέγει, ὅτι διὰ γραμμάτων ἔλαβε κοινωνοὺς τῆς γνώμης ταύτης ὁ Ἀθανάσιος τοὺς τῆς Μακεδονίας καὶ Ἀχαΐας Ἐπισκόπους, ὡς γράφει ὁ μέγας Βασίλειος) καὶ ἐκεῖνο ὁποῦ ἐδῶ ἀπεφασίσθη ἀπὸ ἡμᾶς, ἀπεφασίσθη καὶ ἀπὸ ὅλους ἐκείνους.

Καὶ λέγομεν λοιπόν, ὅτι, ὅσοι ἱερωμένοι ὄχι μόνον ἐσυγκοινώνησαν τοῖς Ἀρειανοῖς, καὶ ὡμολόγησαν ὅτι φρονοῦν ὅσα φρονοῦσι καὶ αὐτοί, ἀλλ’ ἔγιναν μὲ αὐτοὺς καὶ προστάται τῆς αἱρέσεως, ὥστε ὁποῦ νὰ παρακινοῦσι καὶ ἄλλους νὰ ἔρχωνται εἰς τὸν Ἀρειανισμόν· οὗτοι ὅταν ἐπιστραφῶσιν εἰς τὴν ὀρθόδοξον Ἐκκλησίαν, πρέπει νὰ τοὺς δεχώμεθα, ὄχι ὅμως νὰ τοὺς ἀφίνωμεν καὶ εἰς τὸν βαθμὸν τῆς ἱερωσύνης, ἀμὴ ὡς λαϊκοὺς νὰ τοὺς ἔχωμεν πλέον. Ἐκεῖνοι δὲ πάλιν ὁποῦ ἐσυγκοινώνησαν εἰς τὴν αἵρεσιν ταύτην ὄχι μὲ γνώμην ἐλευθέραν καὶ ἑκούσιον, ἀλλὰ μὲ βίαν καὶ στενοχωρίαν, ἐφάνη εὔλογον καὶ συγχώρησις εἰς τούτους νὰ δίδεται ὅταν ἐπιστραφῶσιν εἰς τὴν Ἐκκλησίαν, καὶ τὸν τόπον τοῦ Κλήρου πάλιν νὰ ἔχωσιν, ἤτοι, καθὼς ἦσαν πρῶτον Ἱερεῖς, ἔτσι πάλιν νὰ μένωσιν Ἱερεῖς. Εἶναι δὲ ἄξιοι συγχωρήσεως ὄχι μόνον διότι ἐβιάσθησαν ὑπὸ τῶν αἱρετικῶν, ἀλλὰ καὶ διὰ τὴν οἰκονομίαν ὁποῦ λέγουσι πῶς ἔκαμαν· διότι ἀπολογοῦνται πῶς δὲν ἐσυγκοινώνησαν τῇ αἱρέσει κατὰ ἀλήθειαν, ἀλλὰ μόνον κατὰ προσποίησιν, καὶ τοῦτο δι’ οἰκονομίαν καὶ συγκατάβασιν, διὰ νὰ μὴ διωχθοῦν δηλ. τελείως ἀπὸ τὴν Ἐκκλησίαν αὐτοί, καὶ ἀντ’ αὐτῶν κατασταθῶσιν ἀσεβέστατοι ἄλλοι, καὶ φθείρωσι τελείως τοὺς ὀρθοδόξους. Ὅθεν ἐπρόκριναν νὰ ὑπομείνουν τὸ βάρος τῆς κατ’ ἀνάγκην ἀρνήσεως, καὶ νὰ μὴ ἀπολεσθῇ τὸ πλῆθος τῶν ὀρθοδόξων.

Τοῦτο λέγοντες, φέρουσι καὶ παράδειγμα τὸν Ἀαρὼν τὸν ἀδελφὸν τοῦ Μωϋσέως, ὅστις ὑπετάχθη εἰς τὴν παράλογον ὁρμὴν τοῦ Ἰσραηλιτικοῦ λαοῦ, καὶ ἔδωκεν αὐτοῖς ἄδειαν (διὰ τὴν ἀργοπορίαν τοῦ Μωϋσέως) καὶ ἐμοσχοποίησαν. Ἀπελογήθη δὲ τῷ Μωϋσεῖ ὕστερον ὅτι ἔκαμεν αὐτὴν τὴν παρανομίαν, διὰ νὰ μὴ ἐπιστραφῇ ὁ λαὸς εἰς τὴν Αἴγυπτον καὶ ἀσεβήσουν τελείως. Διότι βέβαια, ἂν ἔμενον εἰς τὴν ἔρημον, ἐδύνοντο νὰ μεταβληθοῦν ἀπὸ τὴν ἀσέβειαν, ἂν δὲν ὑπέστρεφον εἰς τὴν Αἴγυπτον, οὐδαμῶς, ἀλλὰ μάλιστα ἤθελαν περισσεύσει τὴν ἀσέβειαν· παρομοίως καὶ αὐτοὶ ἐστοχάσθησαν, ὅτι, ἂν αὐτοὶ πρὸς καιρὸν συγκοινωνήσουν κατὰ τὸ φαινόμενον τῇ αἱρέσει, θέλουν μείνουν οἱ χριστιανοὶ εἰς τὴν ὀρθοδοξίαν καὶ δὲν θέλουν ἐξωκείλουν εἰς τὴν κακοδοξίαν, μὴ ἔχοντες βίαν παρά τινος, τὴν ὁποίαν βέβαια ἤθελον πάθει, ἂν ἄλλοι τῆς αἱρέσεως ζηλωταὶ Ἐπίσκοποι εἰς τὰς Ἐκκλησίας καθίσταντο. Διὰ ταύτην τὴν ἀπολογίαν λοιπὸν καὶ τὴν οἰκονομίαν, ἐσυγχωρήθησαν οἱ τοιοῦτοι νὰ ἔχωσι πάλιν τὸν Κλῆρόν τους. Καὶ περὶ μὲν τῶν συγκοινωνησάντων ἱερωμένων ταῦτα λέγει ὁ Ἅγιος, εἰς δὲ τοὺς λαϊκοὺς ὁποῦ ἀπατήθησαν, ἢ βιασθέντες παρὰ τῶν Ἀρειανῶν ἐσυγκοινώνησαν τῇ αὐτῶν αἱρέσει, συγχώρησις δίδοται λέγει, ὅταν μετανοήσουν καὶ ἐπιστραφῶσι πρὸς τὴν ὀρθοδοξίαν, δεχόμενοι καὶ οἰκονομούμενοι, κατὰ τοὺς Κανόνας τῶν ἁγίων Πατέρων.

Ταῦτά φησιν, ἔγραψα τῇ θεοσεβείᾳ σου, θαῤῥῶν ὅτι αὐτὰ ὁποῦ ἐφάνησαν εὔλογον εἰς ἐμέ, θέλουν φανῆ καὶ εἰς ἐσέ, καὶ δὲν θέλεις κατηγορήσεις κατὰ τῆς Συνόδου ἡμῶν ταύτης ἐκεχειρίαν, ἀργίαν δηλαδὴ καὶ ματαιότητα. Ταὐτὸν εἰπεῖν, δὲν θέλεις μᾶς κατηγορήσεις, πῶς ἀργῶς καὶ ματαίως συνήχθημεν, καὶ πῶς δὲν ἀπεφασίσαμεν κανονικὴν καὶ εὔλογον ἀπόφασιν διὰ τοὺς συγκοινωνήσαντας τοῖς αἱρετικοῖς. Εἰπὼν δὲ ταῦτα ὁ Ἅγιος, καὶ παραγγείλας τῷ Ῥουφιανῷ νὰ ἀναγνώσῃ τὴν Ἐπιστολήν του εἰς ὅλους τοὺς Ἱερεῖς, διὰ νὰ ἐξεύρωσι καὶ αὐτοί, προσθέτει καὶ τί χρεωστοῦσι νὰ κάμνουσιν οἱ ἐπιστρέφοντες ἐκ τῆς κοινωνίας τῶν αἱρετικῶν, ὅτι δηλ. πρέπει νὰ ἀναθεματίσουν φανερὰ τὴν αἵρεσιν τοῦ Εὐζωΐου καὶ Εὐδοξίου, τῶν προστατῶν τῆς Ἀρειανῆς αἱρέσεως, καὶ νὰ ὁμολογήσουν τὸ Σύμβολον τῆς πίστεως τῶν ἐν Νικαίᾳ θεοφόρων Πατέρων, καὶ ἄλλην κᾀμμίαν Σύνοδον νὰ μὴ προκρίνουν ἔξω ἀπὸ τὴν Οἰκουμενικὴν πρώτην Σύνοδον. Ἀνάγνωθι καὶ τὸν μζʹ. καὶ ξαʹ. καὶ ξηʹ. Ἀποστολικόν, καὶ τὸν ζʹ. τῆς βʹ.

Τοῦ αὐτοῦ ἐκ τῆς λθʹ. ἑορταστικῆς Ἐπιστολῆς, ἥτις ᾧδε γʹ. ἐστίν Ἀλλ’ ἐπειδὴ περὶ μὲν τῶν αἱρετικῶν ἐμνήσθημεν ὡς νεκρῶν, περὶ δὲ ἡμῶν ὡς ἐχόντων πρὸς σωτηρίαν τὰς θείας Γραφάς, φοβοῦμαι μήπως, ὡς ἔγραψε Κορινθίοις Παῦλος, τινὲς τῶν ἀκεραίων ἀπὸ τῆς ἁπλότητος καὶ τῆς ἁγνότητος ἀποπλανηθῶσιν ἀπὸ τῆς πανουργίας τῶν ἀνθρώπων, καὶ λοιπὸν ἐντυγχάνειν ἑτέροις ἄρξωνται, τοῖς λεγομένοις ἀποκρύφοις, ἀπατωμένοις τῇ ὁμονυμίᾳ τῶν ἀληθινῶν βιβλίων, παρακαλῶ, ἀνέχεσθε, εἰ περὶ ὧν ἐπίστασθε, περὶ τούτων κᾀγὼ μνημονεύων γράφω διὰ τὴν ἀνάγκην καὶ τὸ χρήσιμον τῆς Ἐκκλησίας. Μέλλων δὲ τούτων μνημονεύειν, χρήσομαι πρὸς σύστασιν τῆς ἐμαυτοῦ τόλμης τῷ τύπῳ τοῦ Εὐαγγελιστοῦ Λουκᾶ, λέγων καὶ αὐτός. «Ἐπειδὴ πέρ τινες ἐπεχείρισαν ἀνατάξασθαι ἑαυτοῖς τὰ λεγόμενα ἀπόκρυφα καὶ ἐπιμίξαι ταῦτα τῇ θεοπνεύστῳ Γραφῇ, περὶ ἧς ἐπληροφορήθημεν, καθὼς παρέδοσαν τοῖς Πατράσιν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου, ἔδοξε κᾀμοὶ προτραπέντι παρὰ γνησίων ἀδελφῶν, καὶ μαθόντι ἄνωθεν ἑξῆς ἐκθέσθαι τὰ κανονιζόμενα καὶ παραδοθέντα, πιστευθέντα τε θεῖα εἶναι βιβλία, ἵνα ἕκαστος, εἰ μὲν ἠπατήθη, καταγνῷ τῶν πλανησάντων, εἰ δὲ καθαρὸς διαμείνας, χαίρῃ πάλιν ὑπομιμνησκόμενος».

Ἔστι τοίνυν τῆς μὲν παλαιᾶς Διαθήκης τῷ ἀριθμῷ τὰ πάντα βιβλία εἰκοσιδύω· τοσαῦτα γάρ, ὡς ἤκουσα, καὶ τὰ στοιχεῖα τὰ παρ’ Ἑβραίοις εἶναι παραδέδοται. Τῇ δὲ τάξει καὶ τῷ ὀνόματί ἐστιν ἕκαστον οὕτω: Πρῶτον Γένεσις, εἶτα Ἔξοδος, εἶτα Λευϊτικόν, καὶ μετὰ τοῦτο Ἀριθμοί, καὶ λοιπὸν τὸ Δευτερονόμιον. Ἑξῆς δὲ τούτων ἐστίν, Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ Κριταί, καὶ μετὰ τοῦτο ἡ Ῥούθ. Καὶ αὖθις ἑξῆς· Βασιλειῶν βιβλία τέσσαρα· καὶ τούτων, τὸ μὲν Πρῶτον καὶ Δεύτερον εἰς ἓν βιβλίον ἀριθμεῖται, τὸ δὲ Τρίτον καὶ Τέταρτον, ὁμοίως εἰς ἕν. Μετὰ δὲ ταῦτα Παραλειπομένων πρῶτον καὶ δεύτερον, ὁμοίως ἓν βιβλίον ἀριθμούμενα. Εἶτα Ἔσδρα πρῶτον καὶ δεύτερον, ὁμοίως ἕν. Μετὰ δὲ ταῦτα βίβλος Ψαλμῶν καὶ ἑξῆς Παροιμίαι. Εἶτα Ἐκκλησιαστὴς καὶ ᾎσμα ᾈσμάτων.

Πρὸς τούτοις ἐστὶ καὶ Ἰώβ. Καὶ λοιπόν, Προφῆται, οἱ μὲν δώδεκα εἰς ἓν βιβλίον ἀριθμούμενοι· εἶτα Ἡσαΐας καὶ Ἱερεμίας, καὶ σὺν αὐτῷ Βαροὺχ Θρῆνοι καὶ Ἐπιστολή, καὶ μετ’ αὐτῶν Ἰεζεκιὴλ καὶ Δανιήλ. Ἄχρι τούτων τὰ τῆς Παλαιᾶς Διαθήκης ἵσταται. Τὰ δὲ τῆς Καινῆς πάλιν οὐκ ὀκνητέον εἰπεῖν· ἔστι δὲ ταῦτα, Εὐαγγέλια τέσσαρα, κατὰ Ματθαῖον κατὰ Μάρκον, κατὰ Λουκᾶν καὶ κατὰ Ἰωάννην· εἶτα καὶ μετὰ ταῦτα, Πράξεις τῶν Ἀποστόλων καὶ Ἐπιστολαὶ καθολικαὶ καλούμεναι τῶν Ἀποστόλων ἑπτὰ οὕτως·

Ἰακώβου μία, Πέτρου δύω· εἶτα Ἰωάννου τρεῖς, καὶ Ἰούδα μία. Πρὸς τούτοις Παύλου Ἀποστόλου εἰσὶν Ἐπιστολαὶ δεκατέσσαρες, τῇ τάξει γραφόμεναι οὕτως· Πρώτη πρὸς Ῥωμαίους, εἶτα πρὸς Κορινθίους δύω, καὶ μετὰ ταύτας πρὸς Γαλάτας καὶ ἑξῆς πρὸς Ἐφεσίους, εἶτα πρὸς Φιλιππησίους, καὶ πρὸς Κολασσαεῖς καὶ πρὸς Θεσσαλονικεῖς δύω. Καὶ ἡ πρὸς Ἑβραίους καὶ ἑξῆς, πρὸς μὲν Τιμόθεον, δύω, πρὸς δὲ Τίτον, μία, καὶ τελευταία, ἡ πρὸς Φιλήμονα μία· καὶ πάλιν Ἰωάννου Ἀποκάλυψις. Ταῦτα πηγαὶ τοῦ σωτηρίου, ὥστε τὸν διψῶντα, ἐμφορεῖσθαι τῶν ἐν τούτοις λογίων. Ἐν τούτοις μόνοις τὸ τῆς εὐσεβείας διδασκαλεῖον εὐαγγελίζεται. Μηδεὶς τούτοις ἐπιβαλλέτω, μηδὲ τούτων ἀφαιρείσθω τι. Περὶ τούτων Σαδδουκαίους ὁ Κύριος ἐδυσώπει λέγων· «Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφάς, μηδὲ τὰς δυνάμεις αὐτῶν». Τοῖς δὲ Ἰουδαίοις παρῄνει, ἐρευνᾶτε τὰς Γραφάς, ὅτι αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ. Ἀλλ’ ἕνεκά γε πλείονος ἀκριβείας προστίθημι καὶ τοῦτο, γράφων ἀναγκαίως, ὡς ἔστι καὶ ἕτερα βιβλία τούτων ἔξωθεν, μὴ κανονιζόμενα μέν, τετυπωμένα δὲ παρὰ τῶν Πατέρων ἀναγινώσκεσθαι τοῖς ἄρτι προσερχομένοις, καὶ βουλομένοις κατηχεῖσθαι τὸν τῆς εὐσεβείας λόγον, Σοφία Σολομῶντος, Σοφία Σειράχ, καὶ Ἐσθήρ, καὶ Ἰουδήθ, καὶ Τωβίας, καὶ διδαχὴ καλουμένη τῶν Ἀποστόλων καὶ ὁ Ποιμήν.

Καὶ ὅμως, ἀγαπητοί, κᾀκείνων ἀναγινωσκομένων καὶ τούτων κανονιζομένων, οὐδαμοῦ τῶν ἀποκρύφων μνήμη, ἀλλὰ αἱρετικῶν ἐστιν ἐπίνοια, γραφόντων μὲν ὅτι θέλουσιν αὐτά, χαριζομένων δὲ καὶ προστιθέντων αὐτοῖς χρόνους, ἵνα ὡς παλαιὰ προφέροντες, πρόφασιν ἔχωσιν ἀπατᾷν ἐκ τούτων τοὺς ἀκεραίους.

Ἑρμηνεία Εἰς τρία διαιρεῖ ὁ Ἅγιος τὰ Βιβλία ἐν τῇ Ἐπιστολῇ ταύτῃ, εἰς ἀπόκρυφα, εἰς κανονιζόμενα καὶ εἰς ἀναγινωσκόμενα. Καὶ ἀπόκρυφα μὲν ὀνομάζει τὰ ἀπατηλὰ καὶ νόθα, τὰ ὁποῖα γράφοντες οἱ αἱρετικοὶ καὶ λέγοντες ὅτι εἶναι παλαιὰ καὶ τῆς θείας Γραφῆς, μὲ τοῦτο ἐπλάνουν τοὺς ἁπλουστέρους ὅτι εἶναι γνήσια καὶ καλά· Κανονιζόμενα δὲ τὰ τῆς παλαιᾶς καὶ νέας Γραφῆς, τὰ ὁποῖα ὀνομαστὶ ἀριθμεῖ· Ἀναγινωσκόμενα δέ, τὰ ὄντα μὲν ἔξω ἀπὸ τὰ κανονιζόμενα, οὐκ ἀπόκρυφα δέ, ἀλλὰ εἰς τοὺς κατηχουμένους διωρισμένα ἀπὸ τοὺς Πατέρας νὰ ἀναγινώσκωνται, τὰ ὁποῖα καὶ αὐτὰ καθ’ ἕνα ἀπαριθμεῖ. Λέγει δὲ ὁ Ἅγιος, ὅτι ἠναγκάσθη νὰ φανερώσῃ χωριστὰ τὰ βιβλία ταῦτα, ἵνα, ἀνίσως μέν τινας ἐπλανήθη καὶ ἐδέχθη τὰ ἀπόκρυφα ταῦτα καὶ αἱρετικά, διορθωθῇ καὶ ἀποῤῥίψῃ αὐτά, εἰ δὲ δὲν τὰ ἐδέχθη, χαρῇ, λαμβάνωντας πληροφορίαν περὶ τούτων περισσοτέραν. Μεταχειρίζεται δὲ ὁ Ἅγιος προσφυῶς εἰς τὴν ὑπόθεσιν ταύτην τὴν ἀρχὴν τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου, καὶ ἀπαριθμῶν τὰ εἰρημένα κανονιζόμενα καὶ ἀναγινωσκόμενα βιβλία, καὶ παρακινῶν τὸν καθ’ ἕνα νὰ ἐρευνᾷ ταῦτα, καθὼς εἶπεν εἰς τοὺς Ἰουδαίους ὁ Κύριος, τελειόνει τὴν Ἐπιστολήν. Ὅρα καὶ τὸν πεʹ.

Ἀποστολικόν.