Ἔργον
Νικόδημος ὁ Ἁγιορείτης – Σχόλια εἰς τοὺς κανόνας τῶν ἁγίων πατέρων
Κανόνες του αγίου Γρηγορίου Νεοκαισαρείας
Βιογραφικά στοιχεία, κανονική επιστολή και ερμηνεία των δώδεκα κανόνων του αγίου Γρηγορίου Νεοκαισαρείας του Θαυματουργού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κανόνες του αγίου Γρηγορίου Νεοκαισαρείας
Βιογραφικά στοιχεία, κανονική επιστολή και ερμηνεία των δώδεκα κανόνων του αγίου Γρηγορίου Νεοκαισαρείας του Θαυματουργού.
ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΝΕΟΚΑΙΣΑΡΕΙΑΣ ΠΡΟΛΕΓΟΜΕΝΑ Ὁ θεῖος οὗτος Γρηγόριος σύγχρονος ἦτο μὲ τὸν ἅγιον Διονύσιον τὸν Ἀλεξανδρείας, εἰ καὶ ὀλίγον ὕστερος ἐκείνου. Δι’ ὃ καὶ εἰς τοὺς αὐτοὺς Βασιλεῖς, τὸν Οὐαλεριανὸν καὶ Γαλλιῆνον, καὶ εἰς τοὺς παρ’ ἐκείνων κινηθέντας κατὰ τῶν Χριστιανῶν διωγμούς, καὶ οὗτος ὁμοῦ μὲ ἐκεῖνον ἐχρημάτισεν ὁ Μακάριος. Τὴν τῶν Ἑλλήνων δὲ ἅπασαν παιδείαν ἐν Ἀλεξανδρείᾳ μαθὼν πρότερον, καὶ μαθητὴς ὕστερον τοῦ Ὠριγένους γενόμενος, οὕτω μετὰ ταῦτα ὑπὸ Φαιδίμου τοῦ τῆς Ἀμασείας Ἐπισκόπου, μακρὰν μὲν ἀπέχοντος τῷ τόπῳ, πλησίον δὲ ὄντος τῷ ἀπεριγράπτῳ τῆς χάριτος, ἐκ θείας ἐμπνεύσεως, χειροτονεῖται τῆς κατὰ Πόντον (ἤτοι τὴν Μαύρην θάλασσαν) Νεοκαισαρείας Ἐπίσκοπος. Ζητοῦντος δὲ νὰ μάθῃ ἀκριβῶς τὸ τῆς εὐσεβείας δόγμα, ἐφάνησαν εἰς αὐτὸν ἥ τε Κυρία Θεοτόκος, καὶ ὁ Θεολόγος Ἰωάννης, ὅστις διὰ κελεύσεως τῆς τοῦ Θεοῦ μητρός, ἀπεκάλυψεν αὐτῷ τὸ τῆς θεολογίας μυστήριον, οὕτω πως ἔχον. «Εἷς Θεὸς Πατὴρ Λόγου ζῶντος, Σοφίας ὑφεστώσης καὶ δυνάμεως, καὶ χαρακτῆρος ἀϊδίου, τέλειος τελείου γεννήτωρ, Πατὴρ Υἱοῦ μονογενοῦς». «
Εἷς Κύριος μόνος ἐκ μόνου, Θεὸς ἐκ Θεοῦ, χαρακτὴρ καὶ εἰκὼν τῆς θεότητος, Λόγος ἐναργής, Σοφία τῆς τῶν ὅλων συστάσεως περιεκτική, καὶ δύναμις τῆς ὅλης κτίσεως ποιητική, Υἱὸς ἀληθινὸς ἀληθινοῦ Πατρός, ἀόρατος ἀοράτου, ἄφθαρτος ἀφθάρτου, ἀθάνατος ἀθανάτου, καὶ ἀίδιος ἀϊδίου. Ἓν Πνεῦμα ἅγιον ἐκ Θεοῦ τὴν ὕπαρξιν ἔχον, καὶ δι’ Υἱοῦ πεφηνὸς δηλ. τοῖς ἀνθρώποις, Εἰκὼν τοῦ Υἱοῦ τελείου τελεία, Ζωὴ ζώντων αἰτία, Πηγὴ ἁγία ἁγιότητος, ἁγιασμοῦ χορηγός, ἐν ᾧ φανεροῦται Θεὸς ὁ Πατήρ, ὁ ἐπὶ πάντων καὶ ἐν πᾶσι, καὶ Θεὸς ὁ Υἱός, ὁ διὰ πάντων. Τριὰς τελεῖα, δόξῃ, ἀϊδιότητι καὶ βασιλείᾳ μὴ μεριζομένη μηδὲ ἀπαλλοτριουμένη.
Οὔτε οὖν κτιστόν τι ἢ δοῦλον ἐν τῇ Τριάδι, οὔτε ἐπείσακτον, ὡς πρότερον μὲν οὐχ ὑπάρχον, ὕστερον δὲ ἐπεισελθόν, οὔτε οὖν ἐνέλιπέ ποτε Υἱὸς Πατρί, οὔτε Υἱῷ τὸ Πνεῦμα, οὔτε ηὐξήθη μονὰς εἰς δυάδα, καὶ δυὰς εἰς τριάδα, ἀλλ’ ἄτρεπτος καὶ ἀναλλοίωτος ἡ αὐτὴ Τριὰς ᾀεί».
Ἦν δὲ παρὼν εἰς τὴν ἐν Ἀντιοχείᾳ κατὰ Παύλου τοῦ Σαμοσατέως συγκροτηθεῖσαν Σύνοδον μετὰ Φιρμιλιανοῦ τοῦ Καισαρείας τῶν Καππαδοκῶν Ἐπισκόπου, καὶ ἄλλων πολλῶν. Διήρκεσε δὲ καὶ ἕως Αὐρηλιανοῦ, ὅτε ἐν ἔτει 272 ἡ τελευταία κατὰ τοῦ Σαμοσατέως ἐγένετο Σύνοδος.
Τοῦτον καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία ἑορτάζει κατὰ τὴν ιζʹ. τοῦ Νοεμβρίου μηνός. Ὁ δὲ μέγας Βασίλειος ἐν τῇ πρὸς τοὺς κατὰ Νεοκαισάρειαν Κληρικοὺς ἐπιστολῇ λέγει, ὅτι ὁ Γρηγόριος οὗτος δὲν ἐσκέπαζε τὴν κεφαλήν του ὅταν ἐπροσηύχετο, γνήσιος μαθητὴς ὑπάρχων Παύλου τοῦ Ἀποστόλου. Ὅτι ἔφευγε τοὺς ὅρκους, ἀρκούμενος εἰς τὸ ναί, καὶ τὸ οὔ. Ὅτι κἀνένα δὲν ὠνόμαζε μωρόν. Ὅτι λοιδορίαν ἐμίσει, καὶ ἄλλα πολλὰ λέγει περὶ αὐτοῦ. Ἐν δὲ τῷ κθʹ. κεφ. τῶν περὶ τοῦ ἁγίου Πνεύματος, λέγει δι’ αὐτόν· «Γρηγόριον δὲ καὶ τὰς ἐκείνου φωνὰς ποῦ θήσομεν; ἆρ’ οὐχὶ μετὰ τῶν Ἀποστόλων καὶ Προφητῶν, ἄνδρα τῷ αὐτῷ Πνεύματι ἐκείνοις περιπατήσαντα; καὶ τοῖς τῶν Ἁγίων ἴχνεσι διὰ παντὸς τοῦ βίου στοιχήσαντα; καὶ τῆς εὐαγγελικῆς πολιτείας τὸ ἀκριβὲς διὰ πάσης αὐτοῦ τῆς ζωῆς κατορθώσαντα; ὃς τῇ ὑπερβολῇ τῶν ἐν αὐτῷ χαρισμάτων τῶν ἐνεργουμένων ὑπὸ τοῦ Πνεύματος ἐν πάσῃ δυνάμει, καὶ σημείοις καὶ τέρασι, δεύτερος Μωϋσῆς παρ’ αὐτῶν τῶν ἐχθρῶν τῆς ἀληθείας προσηγόρευτο». Οὗτος λοιπὸν κοντὰ εἰς τὰ ἄλλα του συγγράμματα, καὶ ταύτην ἔγραψε τὴν κανονικὴν ἐπιστολὴν ἐν ἔτει 252. κατὰ τὸν Μίλιαν ἐν τῷ βʹ. τόμ. τῶν Συνοδικῶν, διῃρημένην εἰς Κανόνας δώδεκα, ἢ ἕνδεκα, καὶ ἐπικυρουμένην, ἀορίστως μὲν ἀπὸ τὸν αʹ. τῆς δʹ. ὡρισμένως δὲ καὶ ὀνομαστὶ ἀπὸ τὸν βʹ. τῆς Οἰκουμενικῆς ϛʹ.
καὶ διὰ τῆς ἐπικυρώσεως ταύτης, Οἰκουμενικὴν τρόπον τινὰ ἀναλαμβάνουσαν δύναμιν, ἥτις περιέχεται ἐν τῷ βʹ. τόμῳ τῶν Πανδέκτων, καὶ ἐν τῷ αʹ. τόμῳ τῶν Συνοδικῶν, σελ. 107. Στέλλει δὲ ταύτην, ἢ πρὸς τὸν ἴδιον Διονύσιον τὸν Ἀλεξανδρείας, ἢ πρὸς τὸν Μάξιμον τὸν διάδοχον τοῦ Διονυσίου, κατὰ τὸν Εὐσέβιον (βιβλίῳ ζʹ. κεφ. κηʹ)· τοῦτον γὰρ ὀνομάζει Πάπαν, ἐρωτήσαντα, ὡς φαίνεται, τὸν θεῖον τοῦτον Γρηγόριον περὶ τῶν φαγόντων εἰδωλόθυτα, καὶ ἄλλα τινὰ ποιησάντων εἰς τὴν καταδρομὴν τῶν Βαρβάρων. ἤτις ἔγινε τόσον εἰς τὰ μέρη τοῦ Πόντου, ὅσον καὶ εἰς τὰ μέρη τῆς Ἀλεξανδρείας. Ὅτι δὲ οἱ αὐτοὶ διωγμοὶ ἠκολούθησαν καὶ εἰς τὸν Πόντον, καὶ εἰς τὴν Ἀλεξάνδρειαν ἀπὸ τοὺς ἰδίους Βασιλεῖς, ὁ καθ’ ἕνας δύναται νὰ τὸ μάθῃ τόσον ἀπὸ τὸν βίον τοῦ Ἁγίου τούτου, ὅσον καὶ ἀπὸ τὸν Εὐσέβιον (αὐτόθι κεφ. ιαʹ), τὰ κατ’ Αἴγυπτον συμβάντα κακὰ ἐπὶ τοῦ Διονυσίου διηγούμενον.
Οἱ ιβʹ. Κανόνες τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἀρχιεπισκόπου Νεοκαισαρείας τοῦ θαυματουργοῦ ἑρμηνευόμενοι, εἰς οὓς διῄρηται ἡ Κανονικὴ αὑτοῦ Ἐπιστολή. ΚΑΝΩΝ Αʹ Οὐ τὰ βρώματα ἡμᾶς βαρεῖ, ἱερώτατε Πάπα, εἰ ἔφαγον οἱ αἰχμάλωτοι ταῦτα, ἅπερ παρετίθεσαν αὐτοῖς οἱ κρατοῦντες αὐτῶν, μάλιστα ἐπειδὴ εἷς λόγος παρ’ αὐτῶν πάντων τοὺς καταδραμόντας εἰς τὰ ἡμέτερα μέρη Βαρβάρους εἰδώλοις μὴ τεθυκέναι.
Ὁ δὲ Ἀπόστολός φησι, «Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν.» Ὁ δὲ Θεὸς καὶ ταύτην, καὶ ταῦτα καταργήσει. Ἀλλὰ καὶ ὁ Σωτὴρ ὁ πάντα καθαρίζων τὰ βρώματα, οὐ τὸ εἰσπορευόμενον κινεῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον, λέγει.
Ἑρμηνεία Ἐπειδὴ εἰς τὸν καιρὸν τοῦ Ἁγίου τούτου ἦλθον εἰς τὰς χώρας τῶν Ῥωμαίων Βάρβαροι, οἵτινες ἐκαλοῦντο Βοράδοι καὶ Γότθοι, καὶ σκλαβώσαντες πολλοὺς χριστιανούς, ἔδωκαν εἰς αὐτοὺς καὶ ἔφαγον βρώματα εἰδωλόθυτα, ἢ κατὰ ἄλλον τρόπον ἐμποδισμένα καὶ ἀκάθαρτα, διὰ τοῦτο ἐρωτηθεὶς ἀπὸ τὸν τότε Πάπαν ὁ θεῖος οὗτος Γρηγόριος, ἀποκρίνεται διὰ τοῦ παρόντος Κανόνος, ὅτι δὲν προξενεῖ βαρεῖαν βλάβην καὶ ἁμαρτίαν τὸ νὰ φάγουν οἱ χριστιανοὶ τοιαῦτα βρώματα, καὶ μάλιστα διὰ τί παρὰ πάντων φημίζεται, ὅτι οἱ Βάρβαροι αὐτοὶ δὲν ἔθυον εἰς τὰ εἴδωλα, καὶ ἀκολούθως οὐδὲ τὰ βρώματα ὁποῦ ἔδωκαν εἰς τοὺς πιστούς, ἦσαν εἰδωλόθυτα. Φέρει δὲ καὶ μαρτυρίαν ἀπὸ τὸν Ἀπόστολον, λέγοντα, ὅτι τὰ βρώματα, ἤτοι ἡ τροφή, εἰς τὴν κοιλίαν, ἤτοι εἰς τὴν γαστριμαργίαν οἰκειοῦται, καὶ ἀντιστρόφως ἡ γαστριμαργία εἰς τὴν τρυφήν, ὁ δὲ Θεὸς καὶ τὴν τρυφήν, καὶ τὴν γαστριμαργίαν ἀργὰ καὶ ἄπρακτα θέλει κάμει, ὥστε ὁποῦ κἀνένας νὰ μὴ βλάπτεται ἐξ αὐτῶν. Δεικνύει δὲ μετὰ τοῦτο ὁ ἅγιος, ὅτι τὰ διὰ τρυφὴν καὶ γαστριμαργίαν τρωγόμενα βρώματα κατηγοροῦνται, ὄχι τὰ δι’ ἀνάγκην καὶ βίαν τῆς φύσεως, καὶ τῶν Βαρβάρων, βρωθέντα παρὰ τῶν αἰχμαλωτισθέντων Χριστιανῶν. Φέρει δὲ καὶ μαρτυρίαν ἐκ τοῦ Εὐαγγελίου τὴν λέγουσαν· «Δὲν κάμνει ἀκάθαρτον τὸν ἄνθρωπον τὰ εἰσερχόμενα διὰ τοῦ στόματος βρώματα, ἀλλὰ τὰ ἐκ τῆς καρδίας ἐξερχόμενα».
ΚΑΝΩΝ Βʹ Καὶ τὸ τὰς αἰχμαλώτους γυναῖκας διαφθαρῆναι, ἐξυβριζόντων τῶν Βαρβάρων εἰς τὰ σώματα αὐτῶν. Ἀλλ’ εἰ μὲν καὶ πρότερον κατέγνωστό τινος ὁ βίος, πορευομένης ὀπίσω ὀφθαλμῶν τῶν ἐκπορνευόντων κατὰ τὸ γεγραμμένον, δῆλον ὅτι ἡ πορνικὴ ἕξις ὕποπτος καὶ ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας, καὶ οὐ προχείρως δεῖ τὰς τοιαύτας κοινωνεῖν τῶν εὐχῶν. Εἰ μέν τοί τις ἐν ἄκρᾳ σωφροσύνῃ ζήσασα, καὶ καθαρὸν καὶ ἔξω πάσης ὑπονοίας ἐπιδεδειγμένη βίον τὸν πρότερον, νῦν περιπέπτωκεν ἐκ βίας καὶ ἀνάγκης ὕβρει, ἔχομεν παράδειγμα τὸ ἐν τῷ Δευτερονομίῳ, τὸ ἐπὶ τῇ νεάνιδι, ἣν ἐν τῷ πεδίῳ εὗρεν ἄνθρωπος, καὶ βιασάμενος αὐτήν, ἐκοιμήθη μετ’ αὐτῆς. «Τῇ νεάνιδι, φησιν, οὐ ποιήσεται οὐδέν, οὐκ ἔστι τῇ νεάνιδι ἁμάρτημα θανάτου· ὅτι, ὡς εἴ τις ἀναστῇ ἄνθρωπος ἐπὶ τὸν πλησίον αὐτοῦ καὶ θανατώσῃ αὐτοῦ τὴν ψυχήν, οὕτω τὸ πρᾶγμα τοῦτο. Ἐβόησεν ἡ νεᾶνις, καί, ὁ βοηθῶν οὐκ ἦν αὐτῇ». Ταῦτα μέντοι τοιαῦτα.
Ἑρμηνεία Ἀκολούθως, καὶ διὰ τὰς σκλαβωθείσας γυναῖκας ὁποῦ ἐφθάρησαν ἀπὸ τοὺς Βαρβάρους, διορίζει ὁ παρὼν Κανὼν λέγων, ὅτι ἡ κατὰ βίαν φθορὰ αὕτη δὲν εἶναι βαρὺ ἁμάρτημα. Πρέπει ὅμως νὰ γίνεται ἐξέτασις. Εἰ μὲν γὰρ ἡ προτέρα ἐν τῇ ἐλευθερίᾳ ζωὴ τῶν τοιούτων γυναικῶν ἦτο κατηγορημένη ὡς πορνική, φανερὸν ὅτι ὑποψία τρέχει νὰ ἐμεταχειρίσθησαν αὐταὶ τὴν πορνικὴν ἕξιν καὶ συνήθειαν καὶ εἰς τὸν καιρὸν τῆς αἰχμαλωσίας των. Δηλαδὴ ὑποψία εἶναι νὰ μὴ ἐβιάσθησαν ἀπὸ τοὺς Βαρβάρους, ἀλλ’ αὐταὶ μᾶλλον νὰ ἤθελον τὴν τοιαύτην φθοράν, ὅθεν καὶ εὐκόλως δὲν πρέπει αὐταί, νὰ συμπροσεύχωνται μὲ τὰς ἄλλας γυναῖκας.
Εἰ δὲ ἡ προτέρα ζωὴ τῶν τοιούτων γυναικῶν ἦτο μὲν σώφρων καὶ καθαρὰ εἰς τὸ ἄκρον, καὶ ἔξω ἀπὸ κάθε ὑπόνοιαν καὶ κατηγορίαν, ἔπειτα δὲ μὲ βίαν αὗται ὑβρίσθησαν ἀπὸ τοὺς Βαρβάρους, ἀνωτέρας θανασίμου ἁμαρτίας κρίνει ταύτας ὁ Θεός, ὅστις ἀνωτέραν ἀπὸ ἁμάρτημα θανάτου ἀποφασίζει καὶ τὴν παρθένον ἐκείνην, τὴν ὁποίαν εὑρών τινας εἰς τὸν κάμπον μόνην, βιάσει καὶ φθείρει αὐτήν, ἐπειδὴ ἐφώναξε, λέγει, καὶ δὲν εὑρέθη τινὰς ἐκεῖ κοντὰ νὰ τὴν βοηθήσῃ.
Συμφωνία «Συμφώνως καὶ ὁ μέγας Βασίλειος ἐν τῷ μθʹ. Κανόνι αὑτοῦ λέγει, ὅτι αἱ κατὰ βίαν γενόμεναι φθοραὶ εἶναι ἀνεύθυνοι. Ὁ δὲ αʹ. τοῦ ἁγίου Νικηφόρου λέγει, ὅτι ἐὰν φθαρῇ καλογραῖα ἀπὸ Βαρβάρους, ἢ ἄλλους ἀτάκτους ἄνδρας, εἰ μὲν ἡ προτέρα ζωή της ἦτο ἀμόλυντος καὶ ἀκατηγόρητος, μʹ. ἡμέρας νὰ κανονίζεται, εἰ δὲ ἦτο μεμολυσμένη, ὡς μοιχαλὶς νὰ ἐπιτιμᾶται».
ΚΑΝΩΝ Γʹ Δεινὴ δὲ ἡ πλεονεξία, καὶ οὐκ ἔστι δι’ ἐπιστολῆς μιᾶς παραθέσθαι τὰ θεῖα γράμματα, ἐν οἷς οὐ τὸ λῃστεύειν μόνον φευκτὸν καὶ φρικῶδες καταγγέλλεται, ἀλλὰ καθόλου τὸ πλεονεκτεῖν, καὶ ἀλλοτρίων ἐφάπτεσθαι ἐπὶ αἰσχροκερδείᾳ, καὶ πᾶς τοιοῦτος ἐκκήρυκτος Ἐκκλησίας Θεοῦ. Τὸ δὲ ἐν καιρῷ τῆς καταδρομῆς ἐν τοσαύτῃ οἰμωγῇ καὶ τοσούτοις θρήνοις τολμῆσαι τινάς, τὸν καιρόν, τὸν τοῖς πᾶσιν ὄλεθρον φέροντα, νομίσαι ἑαυτοῖς καιρὸν εἶναι κέρδους, ἀνθρώπων ἐστὶν ἀσεβῶν καὶ θεοστυγῶν, καὶ οὐδὲ ὑπερβολὴν ἀτοπίας ἐχόντων. Ὅθεν ἔδοξε τοὺς τοιούτους πάντας ἐκκηρύξαι, μή ποτε ἐφ’ ὅλον ἔλθῃ τὸν λαὸν ἡ ὀργή, καὶ ἐπ’ αὐτοὺς πρῶτον τοὺς προεστῶτας, τοὺς μὴ ἐπιζητοῦντας. Φοβοῦμαι γάρ, ὡς ἡ Γραφὴ λέγει, μὴ συναπολέσῃ ὁ ἀσεβὴς τὸν δίκαιον. «Πορνεία γάρ φησι καὶ πλεονεξία, δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν.
Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ. Ὡς τέκνα φωτὸς περιπατεῖτε· ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ. Δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ καὶ μὴ συγκοινωνῆτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε. Τὰ γὰρ κρυφῇ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν. Τὰ δὲ πάντα ὑπὸ τοῦ φωτὸς ἐλεγχόμενα φανεροῦται». Τοιαῦτα μὲν ὁ Ἀπόστολος. Ἐὰν δὲ διὰ τὴν προτέραν πλεονεξίαν τὴν ἐν τῇ εἰρήνῃ γενομένην, δίκην τινῦντες ἐν αὐτῷ τῷ καιρῷ τῆς ὀργῆς, πάλιν πρὸς τὴν πλεονεξίαν ἐκτραπῶσί τινες, κερδαίνοντες ἐξ αἵματος καὶ ὀλέθρου ἀνθρώπων ἀναστάτων γενομένων, ἢ αἰχμαλώτων πεφονευμένων, τί ἕτερον χρὴ προσδοκᾷν; ἤ, ὡς ἐπαγωνιζομένους τῇ πλεονεξίᾳ, ἐπισωρεῦσαι ὀργήν, καὶ ἑαυτοῖς καὶ παντὶ τῷ λαῷ;
Ἑρμηνεία Ἐν τῷ καιρῷ τῆς τῶν ἀνωτέρω Βαρβάρων ἐπιδρομῆς, μερικοὶ Χριστιανοὶ ὁποῦ δὲν ἐσκλαβώθησαν, ἐπήγαιναν εἰς τὰ ὀσπήτια τῶν σκλαβωθέντων καὶ ἅρπαζαν τὰ πράγματα ἐκεῖνα, ὅσα δὲν ἐπῆραν οἱ Βάρβαροι. Περὶ τούτων λοιπὸν ἐρωτηθεὶς ὁ Ἅγιος, ἀποκρίνεται ὅτι καὶ κάθε πλεονεξία εἶναι κακίστη καὶ ἐμποδισμένη ἀπὸ τὴν θείαν Γραφήν, εἰς τρόπον, ὅτι δὲν εἶναι δυνατὸν εἰς μίαν μόνην ἐπιστολὴν νὰ περιληφθῶσι τὰ Γραφικὰ ῥητά, τὰ ὁποῖα ὄχι μόνον στηλιτεύουσι τὴν κλεψίαν πῶς εἶναι φοβερὰ καὶ φρικώδης ἁμαρτία, ἀλλὰ στηλιτεύουσι καθολικῶς καὶ γενικῶς κάθε πλεονεξίαν καὶ ἁρπαγὴν τοῦ ξένου πράγματος καὶ ἀδικίαν. Διότι κάθε κλέπτης καὶ πλεονέκτης καὶ ἄδικος ἀφωρισμένος καὶ ἀποξενωμένος εἶναι ἀπὸ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ.
Καὶ ἂν κάθε πλεονεξία καὶ ἁρπαγὴ ᾖναι τοιαύτη, βεβαιότατα οἱ ἄνθρωποι ἐκεῖνοι, ὁποῦ ἐν τῷ καιρῷ τῆς καταδρομῆς τῶν Βαρβάρων ἐτόλμησαν ἀνάμεσα εἰς τόσους θρήνους καὶ ἀναστεναγμούς, ἄλλων μὲν κλαιόντων διὰ τί αἰχμαλωτίσθησαν αὐτοί, ἄλλων δὲ διατὶ αἰχμαλωτίσθησαν οἱ συγγενεῖς των, καὶ ἄλλων, διὰ τί ἐπῆραν τὰ πράγματά των οἱ Βάρβαροι· οἱ ἄνθρωποι, λέγω, ἐκεῖνοι ὁποῦ τοιοῦτον καιρὸν ἀφανισμοῦ τὸν ἐνόμισαν καιρὸν ἐδικοῦ των κέρδους, καὶ ἐτόλμησαν νὰ κλέψουν, καὶ νὰ ἁρπάξουν τὰ τῶν σκλαβωθέντων ἀδελφῶν τους πράγματα, εἶναι ἄνθρωποι ἀσεβεῖς, ἄνθρωποι θεομίσητοι καὶ πάσης κακίας ἐπέκεινα. Διὰ τοῦτο καὶ πρέπει νὰ ἀποδιωχθοῦν ἀπὸ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἵνα μὴ δι’ αὐτοὺς ἔλθῃ ἡ τοῦ Θεοῦ ὀργὴ εἰς ὅλον τὸν λαόν, καὶ μάλιστα εἰς τοὺς προεστῶτας, Ἀρχιερεῖς δηλ. καὶ ἄρχοντας αὐτῶν, οἵτινες δὲν ἐξετάζουσι τὰ περὶ τούτων καλῶς.
Ἐπιφέρει δὲ μαρτυρίας περὶ τούτου ὁ Ἅγιος ἀπὸ τῆς Γραφῆς, ὅτι ὁ ἀσεβὴς παιδεύει καὶ ἀπολλύει μαζὴ μὲ τοῦ λόγου του καὶ τὸν δίκαιον, καὶ ὅτι διὰ τὴν πλεονεξίαν ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ εἰς τοὺς υἱοὺς τῆς ἀπειθείας, καὶ ὅτι πρέπει οἱ δίκαιοι καὶ ἐνάρετοι νὰ μὴ γίνωνται συμμέτοχοι καὶ συγκοινωνοὶ μὲ τὰ ἄκαρπα καὶ σκοτεινὰ ἔργα τῆς κακίας καὶ ἀδικίας. Προστίθησι δὲ καὶ τοῦτο, ὅτι, ἂν οἱ τὰ ξένα πράγματα τῶν σκλαβωθέντων ἀδελφῶν ἁρπάσαντες, δὲν ἐσωφρονίσθησαν μὲ τὴν παιδείαν ταύτην ὁποῦ ἔδωκεν εἰς αὐτοὺς ὁ Θεός, (λέγω δὴ τὴν τῶν Βαρβάρων ἐπιδρομὴν) διὰ τὰς πλεονεξίας ὁποῦ ἔκαμναν ἐν τῷ καιρῷ τῆς εἰρήνης, ἀλλὰ καὶ ἐν τῷ καιρῷ τῆς ὀργῆς καὶ τῆς ἐπιδρομῆς τούτων πλεονεκτοῦσι, κερδαίνοντες καὶ ἁρπάζοντες ἀπὸ αἵματα καὶ ἀφανισμὸν ἀνθρώπων φονευθέντων καὶ σκλαβωθέντων. Τί ἄλλο πρέπει εἰς τὸ ἑξῆς νὰ ἐλπίζῃ τινάς, πάρεξ, ὅτι αὐτοὶ ἀγωνίζονται μὲ τὴν ἀχόρταγον πλεονεξίαν καὶ κλεψίαν τους, νὰ φέρουν ὀργὴν τοῦ Θεοῦ μεγάλην καὶ εἰς τὸν ἑαυτόν τους, καὶ εἰς ὅλον τὸν λαόν;
Συμφωνία «Ὁ δὲ δʹ. τοῦ αὐτοῦ Γρηγορίου λέγει ἀκολούθως, ὅτι οἱ τοιοῦτοι ἅρπαγες εἶναι χειρότεροι ἀπὸ τὸν Ἄχαρ ὁποῦ ἔκλεψεν ἀπὸ τὰ ἀφιερωμένα πράγματα τῆς Ἰεριχώ. Ἐν δὲ τῷ εʹ. ὅτι οὐδὲ ἂν εὗρεν αὐτά τινας, δύναται νὰ τὰ πάρῃ αὐτός, καὶ νὰ τὰ κερδήσῃ. Ἐν δὲ τῷ ϛʹ. φησίν, ὅτι κᾂν αὐτοὶ ἔχασαν τὰ ἐδικά των, ἔπειτα εὑρῆκαν τὰ ξένα, δὲν ἠμποροῦν νὰ κρατήσουν ταῦτα ἀντὶ τὰ ἐδικά των. Ὁ δὲ ιδʹ. τοῦ Θεοφίλου συμφώνως μὲ τὸν θεῖον τοῦτον Πατέρα λέγει ὅτι νομίμως καὶ κανονικῶς ἔκαμαν οἱ ἐν Γεμίνῳ Πρεσβύτεροι, διὰ τί ἀφώρισαν ἀπὸ τὴν Ἐκκλησίαν ἄδικον γυναῖκά τινα, διὰ τί δὲν ἤθελε νὰ ἀφήσῃ τὴν ἀδικίαν. Ὁ δὲ ξαʹ. Βασιλείου, τὸν μὲν ἀφ’ ἑαυτοῦ μετανοήσαντα κλέπτην, καὶ ἐξομολογηθέντα, ἕνα χρόνον κανονίζει, τὸν δὲ ἀπὸ ἄλλους ἐλεγχθέντα, δύω χρόνους. Ἐμποδίζει δὲ καὶ ὁ εʹ. τῆς ἐν Καρθ. τὴν πλεονεξίαν, λέγων αὐτὴν μητέρα πάντων τῶν κακῶν. Ὁ δὲ Νύσσης ἐν τῷ ϛʹ. αὐτοῦ Κανόνι λέγων, ὅτι ἡ πλεονεξία εἶναι πάθος ὁποῦ βλάπτει καὶ τὰ τρία μέρη τῆς ψυχῆς, τὸ λογιστικόν, θυμικὸν καὶ ἐπιθυμητικόν, μοιράζει εἰς δύω τοὺς κλέπτας, εἰς λῃστάς, ἤτοι τοὺς φανεροὺς κλέπτας, οἵτινες διὰ νὰ κλέψουν μεταχειρίζονται καὶ ἅρματα, καὶ ἀνθρώπους, καὶ παραμονεύουν εἰς τοὺς ἐπικινδύνους τόπους, καὶ εἰς κλέπτας κρυφούς, οἵτινες κρυφίως κλέπτουσι τὰ ξένα τῶν ἄλλων πράγματα.
Καὶ τοὺς μὲν πρώτους, ὡς φονεῖς κανονίζει, καθὼς καὶ αὐτὸς ὁ τούτου ἀδελφὸς Βασίλειος ἐν τῷ ηʹ. αὐτοῦ Κανόνι, εἰς τὸ ἐπιτίμιον τῶν ἑκουσίως φονευόντων τούτους καταδικάζει, τοὺς δὲ δευτέρους, μετὰ τὸ ἐξομολογηθῆναι, διορίζει νὰ δώσουν τὰ ὑπάρχοντά των εἰς τοὺς πτωχούς, ἂν ἔχουν, εἰ δὲ καὶ δὲν ἔχουν, νὰ δουλεύουν, καὶ ἀπὸ τὴν δούλευσίν τους νὰ δίδουν εἰς τοὺς δεομένους».
Ὁ δὲ Θεολόγος Γρηγόριος προβαίνωντας εἰς τὸ ἔμπροσθεν λέγει, ὅτι τὰ ἀδίκως ἀποκτηθέντα, εἴτε ἐκ κλεψίας δηλ., εἴτε ἐξ ἁρπαγῆς καὶ πλεονεξίας, δὲν ἠμπορεῖ νὰ τὰ συγχωρήσῃ ὄχι μόνον ἁπλῶς ἡ μετάνοια, ὄχι μόνον τὸ ἐνδυθῆναι τὸ σχῆμα τῶν μοναχῶν, ἀλλ’ οὐδὲ αὐτὸ τὸ ἴδιον βάπτισμα, ἐὰν ὁ ταῦτα ἀποκτήσας κακῶς, καὶ ἔχων εἰς χεῖράς του δὲν τὰ ἐπιστρέψῃ πρὸς ἐκείνους, ἀπὸ τοὺς ὁποίους τὰ ἐπῆρεν. Οὕτω γάρ φησιν ἐν τῷ βʹ. περὶ βαπτίσματος λόγῳ, ἀποτεινόμενος πρὸς τοὺς ἀδικήσαντας μὲν καὶ βαπτισθέντας, μὴ ἐπιστρέφοντας δὲ τὴν ἀδικίαν μετὰ τὸ βάπτισμα. «Δύω κακὰ ἔπραξας, ὦ ἅρπαξ καὶ πλεονέκτα, ἕνα, ὅτι ἀδίκως ἀπέκτησας τὸ ξένον πρᾶγμα, καὶ ἄλλο, ὅτι κρατεῖς καὶ δὲν ἐπιστρέφεις αὐτό. Καὶ διὰ τί μὲν ἀδίκως αὐτὸ ἀπέκτησας, ἐσυγχωρήθης παρὰ Θεοῦ μὲ τὸ μέσον τοῦ ἁγίου βαπτίσματος, διὰ τί δὲ κρατεῖς αὐτὸ καὶ δὲν τὸ ἐπιστρέφεις, δὲν ἐσυγχωρήθης, ἐπειδὴ καὶ δὲν ἔκαμες ἀποχὴν τῆς ἀδικίας, ἀλλ’ ἕως τῆς σήμερον ἀδικεῖς, μὲ τὸ νὰ ᾖναι ἕως τῆς σήμερον εἰς τὸ χέρι σου τὸ ξένον πρᾶγμα καὶ ἄδικον, καὶ ἡ ἁμαρτία δὲν ἐξαλείφθη μὲ τελειότητα, ἀλλὰ μόνον ἐμοιράσθη εἰς δύω καιρούς.
Τὴν μὲν γὰρ ἁρπαγὴν καὶ ἀδικίαν τοῦ ξένου πράγματος ἔκαμες πρὸ τοῦ νὰ βαπτισθῇς, τὴν δὲ κράτησιν τοῦ ἁρπαχθέντος πράγματος ἐνεργεῖς καὶ ὕστερα ἀκόμη ἀπὸ τὸ βάπτισμα, ὅθεν καὶ μένεις ἀσυγχώρητος, ἐπειδὴ τὸ βάπτισμα συγχωρεῖ ναὶ τὰ ἁμαρτήματα ὁποῦ ἔκαμες πρὸ τοῦ, ὁποῖα εἶναι καὶ ἡ ἁρπαγὴ τῶν ξένων πραγμάτων, ἀλλὰ δὲν συγχωρεῖ καὶ τὰ ἁμαρτήματα, ὁποῦ ὅλον ἕνα κάμνεις καὶ μετὰ τὸ βάπτισμα, ὁποῖα εἶναι καὶ τοῦ ἁρπαχθέντος πράγματος ἡ κατακράτησις».
Λοιπόν, ὅποιος ἁρπάσῃ, ἔπειτα βαπτισθῇ, καὶ δὲν ἐπιστρέφῃ τὴν ἁρπαγήν, δὲν πρέπει νὰ νομίζῃ ὅτι ἐσυγχωρήθη ἡ ἀδικία του αὕτη, διὰ τί ἀπατᾷ τὸν ἑαυτόν του, καὶ σοφίζεται τὴν κάθαρσιν, ἤτοι νομίζει, ὅτι εἶναι καθαρὸς ἀπὸ τὴν ἀδικίαν, χωρὶς νὰ ᾖναι. Ὁ δὲ Νηστευτὴς Κανόνι κζʹ. τὸν ἑκουσίως ἀφ’ ἑαυτοῦ μετανοοῦντα κλέπτην, ἕως εἰς μʹ. ἡμέρας ἐμποδίζει τῆς κοινωνίας, τὸν δὲ ἀπὸ ἄλλους φανερωθέντα, μῆνας ἕξ, μετὰ ξηροφαγίας καὶ μετανοιῶν, καὶ κατὰ τὸν Ἁρμενόπουλον (ἐπιτομ. Κανόν. 5. τίτλ. 3.) καὶ Ματθαῖον βλάσταριν. Ὁ δὲ κλέψας κεφαλαιώδη πράγματα, Ἱερεὺς μὲν οὐ γίνεται λαϊκὸς ὤν, κατὰ τὸν κή. τοῦ Νηστευτοῦ, Ἱερεὺς δὲ ὢν καθαιρεῖται, κατὰ τὸν κεʹ. Ἀποστολικόν, ὃν καὶ ἀνάγνωθι.
ΚΑΝΩΝ. Δʹ Οὐκ ἰδοὺ Ἄχαρ ὁ τοῦ Ζαρᾶ πλημμελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀναθέματος, καὶ ἐπὶ πᾶσαν συναγωγὴν Ἰσραὴλ ἐγεννήθη ἡ ὀργή; Καὶ εἷς μόνος οὗτος ἥμαρτε, μὴ μόνος ἀπέθανεν ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ; Ἡμῖν δὲ πᾶν τὸ μὴ ἡμέτερον, ἀλλὰ ἀλλότριον τῷ καιρῷ τούτῳ κέρδος, ἀνάθεμα νενομίσθαι προσήκει. Κᾀκεῖνος μὲν γὰρ ὁ Ἄχαρ ἐκ τῆς προνομῆς ἔλαβε, καὶ αὐτοὶ νῦν ἐκ προνομῆς. Κᾀκεῖνος μὲν τὰ τῶν πολεμίων, οἱ δὲ νῦν τὰ τῶν ἀδελφῶν κερδαίνοντες, ὀλέθριον κέρδος.
Ἑρμηνεία Φέρει εἰς παράδειγμα διὰ τοῦ παρόντος Κανόνος ὁ Ἅγιος τὸν Ἄχαρ, τὸν υἱὸν Ζαρᾶ, ὁ ὁποῖος μὲ τὸ νὰ κλέψῃ ἀπὸ τὰ κούρση τῆς Ἱεριχὼ τὰ εἰς τὸν Θεὸν ἀφιερωθέντα, ὕφασμά τι παρδαλὸν καὶ διακόσια δίδραχμα ἀργυρίου, καὶ μίαν γλῶσσαν χρυσῆν, καὶ νὰ τὰ κρύψῃ εἰς τὴν τένταν του, ὠργίσθη ὁ Θεὸς εἰς τοὺς Ἰσραηλίτας, καὶ ἐνικήθησαν εἰς τὸν πόλεμον ὁποῦ ἔκαμαν ἐν τῇ πόλει Γαί, τριανταὲξ φονευθέντες καὶ τρεῖς χιλιάδες διωχθέντες καὶ συντριφθέντες.
Λοιπὸν καθὼς ὁ Ἄχαρ οὗτος, ἕνας μόνος ἔκλεψε καὶ ἥμαρτε, μὰ μόνος αὐτὸς δὲν ἀπέθανεν, ἀλλὰ τόσοι καὶ τόσοι, τοιουτοτρόπως καὶ οἱ τὰ τῶν σκλαβωθέντων κλέψαντες, δὲν θέλουν ἀφανισθῇ αὐτοὶ μόνοι, ἀλλὰ θέλουν συναφανίσουν καὶ ἄλλους πολλούς, διὰ τί καὶ αὐτοὶ ἀπὸ τὰ πράγματα τὰ ἀφιερωθέντα εἰς τὸν Θεὸν ἔκλεψαν, ὡς ἐκεῖνος τότε (τὰ γὰρ ὑπὸ τῶν Βαρβάρων ἀφεθέντα ξένα πράγματα, ὡς Θεῖον ἀφιέρωμα πρέπει νὰ νομίζωνται) καὶ ἀπὸ τὴν προνομὴν καὶ τὰ κούρση τὰ ἥρπασαν, ὡς καὶ ἐκεῖνος τότε. Τὶ λέγω, ὡς ἐκεῖνος; ἐτοῦτοι εἶναι χειρότεροι καὶ ἀπὸ ἐκεῖνον, διὰ τί, ἐκεῖνος μὲν ἔκλεψε τὰ τῶν ἐχθρῶν πράγματα, οὗτοι δὲ ἔκλεψαν τὰ τῶν ἀδελφῶν τους, καὶ μάλιστα ἀδελφῶν σκλαβωθέντων καὶ λεηλατηθέντων.
Ὅρα καὶ τὸν γʹ. τοῦ αὐτοῦ.
ΚΑΝΩΝ Εʹ Μηδεὶς ἐξαπατάτω ἑαυτόν, μήτε ὡς εὑρών· οὔτε γὰρ εὑρόντα κερδαίνειν ἔξεστι. Φησὶ γὰρ τὸ Δευτερονόμιον, «Μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου, καὶ τὸ πρόβατον πλανώμενα, ἐν τῇ ὁδῷ παρίδῃς αὐτά, ἀποστροφῇ ἀποστρέψεις αὐτὰ τῷ ἀδελφῷ σου. Ἐὰν δὲ μὴ ἐγγίζῃ ὁ ἀδελφός σου πρὸς σέ, μηδὲ ἐπίστασαι αὐτόν, συνάξεις αὐτὰ καὶ ἔσται μετὰ σοῦ, ἕως ἂν ἐκζητήσῃ αὐτὰ ὁ ἀδελφός σου, καὶ ἀποδώσεις αὐτῷ. Οὕτω ποιήσεις τὸν ὄνον αὐτοῦ, καὶ οὕτω ποιήσεις τὸ ἱμάτιον αὐτοῦ, καὶ οὕτω ποιήσεις κατὰ πᾶσαν ἀπώλειαν τοῦ ἀδελφοῦ σου, ὅσα ἂν ἀπώληται παρ’ αὐτοῦ, καὶ εὑρήσεις αὐτά». Ταῦτα τὸ Δευτερονόμιον. Ἐν δὲ τῇ Ἐξόδῳ οὐ μόνον ἐὰν τὰ τοῦ ἀδελφοῦ τις εὕρῃ, ἀλλὰ καὶ τοῦ ἐχθροῦ. «Ἀποστροφῇ, φησιν, ἀποστρέψεις αὐτὰ εἰς τὸν οἶκον τοῦ κυρίου αὐτῶν. Εἰ δὲ ἐν εἰρήνῃ ῥᾳθυμοῦντος καὶ τρυφῶντος, καὶ τῶν ἰδίων ἀμελοῦντος τοῦ ἀδελφοῦ ἢ ἐχθροῦ, κερδάναι οὐκ ἔξεστι, πόσῳ μᾶλλον δυστυχοῦντος καὶ πολεμίους φεύγοντος, καὶ κατὰ ἀνάγκην τὰ ἴδια ἐγκαταλιπόντος».
Ἑρμηνεία Ἀκολούθως τῷ ἀνωτέρῳ Κανόνι, λέγει οὕτως εἰς τὸν παρόντα Κανόνα ὁ Ἅγιος. Ἂς μὴ γελᾷ τινας ἀπὸ τοὺς τοιούτους τὸν ἑαυτόν του, προφασιζόμενος, ὅτι ηὗρε τάχα τὸ πρᾶγμα τοῦ ἀδελφοῦ του ἐῤῥιμμένον καὶ ἀνεπιμέλητον, καὶ διὰ τοῦτο τὸ ἐπῆρε, διὰ τί, κᾂν καὶ ἀνεπιμέλητον αὐτὸ εὕρῃ, δὲν εἶναι συγκεχωρημένον νὰ τὸ οἰκειοποιηθῇ καὶ νὰ τὸ κατακρατήσῃ, ἐπειδὴ χρεωστεῖ νὰ τὸ πάρῃ, καὶ νὰ τὸ φυλάξῃ ἕως οὗ ὁ οἰκοκύρης ζητήσῃ αὐτό. Φέρει δὲ εἰς τοῦτο καὶ μαρτυρίας δύω, μίαν μὲν ἀπὸ τὸ Δευτερονόμιον, λέγουσαν, ὅτι ἀνίσως εὕρῃ τινὰς τὸ χαϊμένον μοσχάρι, ἢ τὸ πρόβατον, ἢ τὸν γαΐδαρον τοῦ ἀδελφοῦ του, ἢ τὸ ῥοῦχον, ἢ κάθε ἄλλο του πρᾶγμα χαϊμένον, πρέπει νὰ τὰ δίδῃ ὀπίσω εἰς τὸν ἀδελφόν του. Ἐὰν δὲ δὲν ἠξεύρῃ τίνος ἀνθρώπου εἶναι, πρέπει νὰ τὰ φυλάττῃ, ἕως νὰ τὰ ζητήσῃ ὁ ἀδελφός του, καὶ νὰ τὰ δώσῃ εἰς αὐτόν. Καὶ ἄλλην δὲ μαρτυρίαν φέρει ἀπὸ τὴν Ἔξοδον, λέγουσαν, ὅτι ὄχι μόνον τοῦ ἀδελφοῦ του, ἀλλὰ καὶ τοῦ ἐχθροῦ του τὰ πράγματα ἂν εὕρῃ τις ἐῤῥιμμένα, πρέπει νὰ τὰ ἐπιστρέφῃ εἰς αὐτόν.
Εἰ δέ, κατὰ τὰ Θεῖα ταῦτα λόγια, δὲν εἶναι συγκεχωρημένον νὰ κατακρατῇ τινας τοῦ ἀδελφοῦ του, ἢ τοῦ ἐχθροῦ του τὰ πράγματα, τὰ ὁποῖα αὐτὸς ἐν εἰρήνῃ ὤν, ἀπὸ ἀμέλειάν του ἀφῆκεν ἀνεπιμέλητα, πόσῳ μᾶλλον δὲν συγχωρεῖται νὰ κατακρατήσῃ τινὰς πρᾶγμα τοῦ δυστυχημένου ἀδελφοῦ του, τοῦ φεύγοντος τοὺς ἐχθρούς, καὶ ἐξ ἀνάγκης παραιτήσαντος τὰ ἐδικά του πράγματα;
Ὅρα καὶ τὸν γʹ. τοῦ αὐτοῦ.
ΚΑΝΩΝ. Ϛʹ Πολλοὶ δὲ ἑαυτοὺς ἐξαπατῶσιν ἀντὶ τῶν ἰδίων τῶν ἀπολλυμένων, ἃ εὗρον ἀλλότρια κατέχοντες, ἵνα, ἐπειδὴ αὐτοὺς Βοράδοι καὶ Γότθοι τὰ τῶν πολεμίων εἰργάσαντο, αὐτοὶ ἄλλοις Βοράδοι καὶ Γότθοι γίνονται. Ἀπεστείλαμεν οὖν τὸν ἀδελφὸν καὶ συγγέροντα Εὐφρόσυνον διὰ ταῦτα πρὸς ὑμᾶς, ἵνα κατὰ τὸν ἐνθάδε τύπον καὶ αὐτοῦ δώῃ ὁμοίως, καὶ ὧν δεῖ τὰς κατηγορίας προσίεσθαι, καὶ οὓς δεῖ ἐκκηρύξαι τῶν εὐχῶν.
Ἑρμηνεία Ἐπειδή τινες ἀπὸ τοὺς ἀνωτέρω ἅρπαγας ἐπροφασιολογοῦντο, ὅτι ἐκράτησαν τὰ ξένα πράγματα, ὁποῦ εὗρον, ἀντὶ τὰ ἐδικά των πράγματα, ὁποῦ τῶν ἐπῆραν οἱ Βάρβαροι, ἀπολογεῖται διὰ τοῦ παρόντος Κανόνος ὁ Ἅγιος λέγων, ὅτι οἱ τὰ τοιαῦτα μωρὰ προφασιζόμενοι, γελῶσι καὶ ἀπατῶσι τὸν ἑαυτόν τους· διότι ἐκεῖνο ὁποῦ ἔγιναν εἰς αὐτοὺς οἱ ἐχθροὶ καὶ πολέμιοι, τοῦτο τὸ ἴδιον ἔγιναν αὐτοί, ἤτοι ἐχθροὶ καὶ πολέμιοι εἰς τοὺς ἄλλους ἀδελφούς των.
Ἥρπασαν οἱ Βάρβαροι τὰ ἐδικά των; ἥρπασαν καὶ αὐτοὶ τὰ τῶν ἀδελφῶν τους. Διὰ ταῦτα, λέγει, ἐστείλαμεν καὶ τὸν ἀδελφὸν καὶ γέροντα Εὐφρόσυνον, ἵνα καθὼς ἡμεῖς πράττομεν ἐδῶ, ἔτσι νὰ πράττετε καὶ ἐσεῖς αὐτοῦ, ὅστις ἀδελφὸς θέλει σᾶς φανερώσει καὶ ποίους πρέπει νὰ δέχεσθε εἰς κατηγορίαν ἄλλων (περὶ ὧν ὅρα τὸν οδʹ. Ἀποστολικόν, καὶ τὸν ϛʹ. τῆς βʹ), καὶ ποίους πρέπει νὰ διώξετε ἀπὸ τὴν Ἐκκλησίαν, ὥστε νὰ μὴ συμπροσεύχωνται μὲ τοὺς ἄλλους πιστούς. Ὅρα καὶ τὸν γʹ. τοῦ αὐτοῦ.
ΚΑΝΩΝ Ζʹ Ἀπηγγέλθη δέ τι ἡμῖν ἄπιστον ἐν τῇ χώρᾳ ὑμῶν γενόμενον πάντως που ὑπὸ ἀπίστων καὶ ἀσεβῶν καὶ μὴ εἰδότων μήτε ὄνομα Κυρίου, ὅτι ἆρα εἰς τοσοῦτόν τινες ὠμότητος καὶ ἀπανθρωπίας προεχώρησαν, ὥστε τινὰς τοὺς διαφυγόντας αἰχμαλώτους βίᾳ κατέχειν. Ἀποστείλατέ τινας εἰς τὴν χώραν, μὴ σκηπτοὶ πέσωσιν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας.
Ἑρμηνεία Τινές, λέγει ὁ Ἅγιος, ὡς ἐμάθομεν, εἰς τόσην ἄκραν θηριωδίαν καὶ ἀπανθρωπίαν ἔφθασαν, ὥστε ὁποῦ κρατοῦσι μὲ βίαν μέσα εἰς τὸν τόπον τὸν ἐδικόν σας τοὺς Χριστιανοὺς ἐκείνους, ὁποῦ ἔφυγον καὶ ἐγλύτωσαν ἀπὸ τοὺς Βαρβάρους, οἵτινες αὐτοί, ἄπιστοι βέβαια καὶ ἀσεβεῖς ἄνθρωποι εἶναι, καὶ οὐδὲ ὅλως τὸ ὄνομα ἠξεύρουσι τοῦ Θεοῦ. Στείλατε λοιπὸν καὶ ἐρευνήσατε πανταχοῦ περὶ τούτου, ἵνα μὴ πῦρ καὶ ἀστραποπελέκια πέσουν ἐξ οὐρανοῦ νὰ κατακαύσουν τοὺς τοιαῦτα πράσσοντας.
ΚΑΝΩΝ Ηʹ Τοὺς μὲν οὖν ἐγκαταλεχθέντας τοῖς Βαρβάροις καὶ μετ’ αὐτῶν ἐν τῇ αἰχμαλωσίᾳ ἀπελθόντας, ἐπιλαθομένους ὅτι ἦσάν ποτε πιστοὶ καὶ Χριστιανοί, ἐκβαρβαρωθέντας δέ, ὡς καὶ φονεύειν τοὺς ὁμοφύλους, ἢ ξύλῳ, ἢ ἀγχόνη· ὑποδεικνῦναι δὲ ἢ ὁδούς, ἢ οἰκίας ἀγνοοῦσι τοῖς Βαρβάροις, καὶ τῆς ἀκροάσεως ἀπεῖρξαι δεῖ, μέχρις ἂν κοινῇ περὶ αὐτῶν τι δόξῃ συνελθοῦσι τοῖς ἁγίοις, καὶ πρὸ αὐτῶν τῷ ἁγίῳ Πνεύματι.
Ἑρμηνεία Διορίζει ὁ παρὼν Κανών, ὅτι ὅσοι ἐσκλαβώθησαν μὲν ἀπὸ τοὺς Βαρβάρους, ὕστερον δὲ λησμονήσαντες ὅτι ἦσαν Χριστιανοὶ ποτέ, ἐξεβαρβαρώθησαν εἰς τὰ ἤθη, καὶ ἔγιναν καὶ αὐτοὶ τὸ ἕνα μὲ τοὺς Βαρβάρους, ὥστε ὁποῦ καὶ νὰ φονεύωσι τοὺς ὁμοφύλους των Χριστιανούς, καὶ νὰ δείχνουν τὰς στράτας, ἢ τὰ ὀσπήτια αὐτῶν εἰς τοὺς βαρβάρους ὁποῦ δὲν τὰ ἤξευραν· οὗτοι, λέγω, ἀφ’ οὗ μετανοήσουν καὶ ἐπιστραφοῦν, πρέπει οὐδὲ νὰ στέκωνται μὲ τοὺς ἀκροωμένους τὰς θείας Γραφάς, ἀλλὰ νὰ στέκουν δηλ. ἔξω εἰς τὴν πόρταν τῆς Ἐκκλησίας μὲ τοὺς προσκλαίοντας, ἕως οὗ νὰ διορίσουν οἱ ἅγιοι Πατέρες, κοινῶς συνελθόντες εἰς Σύνοδον, τὸ πρέπον περὶ αὐτῶν ἐπιτίμιον, ἢ μᾶλλον εἰπεῖν, νὰ τὸ διορίσῃ διὰ τῶν ἁγίων τὸ Πνεῦμα τὸ ἅγιον. Ἁγίους δὲ ἐννοεῖ ἐδῶ ὁ Ἅγιος τοὺς ἐν Ἀγκύρᾳ Πατέρας, οἵτινες μετὰ παρέλευσιν νβʹ. χρόνων συναθροισθέντες, ἐν τῷ θʹ. Κανόνι αὑτῶν ἐπιτίμιον περὶ τῶν τοιούτων ἐδιώρισαν, ὃν καὶ ἀνάγνωθι.
ΚΑΝΩΝ Θʹ Τοὺς δὲ οἴκοις ἀλλοτρίοις ἐπελθεῖν τολμήσαντας, ἐὰν μὲν κατηγορηθέντες ἐλεχθῶσι, μηδὲ τῆς ἀκροάσεως ἀξιώσῃς, ἐὰν δὲ αὐτοὺς ἐξείπωσι καὶ ἀποδῶσιν, ἐν τῇ τῶν ἐπιστρεφόντων τάξει ὑποπίπτειν.
Ἑρμηνεία Εἰπὼν ὁ Ἅγιος εἰς τοὺς προλαβόντας Κανόνας διὰ τοὺς ἁρπάσαντας τὰ τῶν σκλαβωθέντων Χριστιανῶν πράγματα, τώρα διορίζει καὶ τὰ τούτοις πρέποντα ἐπιτίμια, λέγων, ὅτι ἐκεῖνοι ὁποῦ ἐπάτησαν ὀσπήτια ξένα τῶν σκλαβωθέντων καὶ ἅρπασαν ἀπὸ ἐκεῖ πράγματα, ἐὰν μὲν κατηγορηθέντες διὰ τοῦτο καὶ ἀρνούμενοι, φανερωθῶσιν ὅτι αὐτοὶ τὰ ἥρπασαν, οὗτοι μήτε μὲ τοὺς ἀκροωμένους πρέπει νὰ στέκωνται, ἀλλὰ μὲ τοὺς προσκλαίοντας ἔξω. Ἐὰν δὲ αὐτοὶ ἀπὸ λόγου των ἐξομολογηθῶσι καὶ δώσωσιν ὀπίσω τὰ ξένα πράγματα ὁποῦ ἔκλεψαν, νὰ προσεύχωνται μὲ τοὺς ὑποπίπτοντας. Ὅρα καὶ τὸν γʹ. τοῦ αὐτοῦ καὶ τὴν ἰχνογραφίαν τοῦ ναοῦ.
ΚΑΝΩΝ Ιʹ Τοὺς δὲ ἐν τῷ πεδίῳ εὑρόντας τι, ἢ ἐν ταῖς ἑαυτῶν οἰκίαις καταληφθὲν ὑπὸ τῶν Βαρβάρων, ἐὰν μὲν κατηγορηθέντες ἐλεγχθῶσιν, ὁμοίως ἐν τοῖς ὑποπίπτουσιν, ἐὰν δὲ ἑαυτοὺς ἐξείπωσι καὶ ἀποδῶσι, καὶ τῆς εὐχῆς ἀξιῶσαι.
Ἑρμηνεία Οἱ Βάρβαροι λεηλατοῦντες τὴν χώραν, καὶ τὰ πράγματα τῶν Χριστιανῶν βαστάζοντες, ἐὰν εὕρισκον μετὰ ταῦτα ἄλλα καλήτερα, ἢ καὶ διὰ βάρος μὴ ἠμποροῦντες νὰ βαστάζουν ὅσα ἥρπαζαν, τὰ ἄφιναν ἢ ἔξω εἰς τὸν κάμπον, ἢ μέσα εἰς τὰ ὀσπήτια, ὅπου τυχὸν εὕρισκον τὰ καλήτερα. Διορίζει λοιπὸν ὁ παρὼν Κανών, ὅτι ὅσοι εὑρῆκαν τοιαῦτα πράγματα τῶν ἀδελφῶν τους ἀφεθέντα ἀπὸ τοὺς Βαρβάρους εἰς τὸν κάμπον, ἢ μέσα εἰς τὰ ἐδικά των ὀσπήτια, εἰ μὲν τὰ κρατήσουν καὶ ἔπειτα φανερωθοῦν, νὰ στέκωνται μὲ τοὺς ὑποπίπτοντας, εἰ δὲ αὐτοὶ ἀπὸ λόγου των τὰ φανερώσουν καὶ τὰ δώσουν ὀπίσω, νὰ στέκουν καὶ νὰ συμπροσεύχωνται μὲ τοὺς ἐν τῇ Ἐκκλησίᾳ μέχρι τέλους προσευχομένους πιστούς, ἕως οὗ δηλαδὴ μετάνοιαν ἐπιδείξαντες, τῆς κοινωνίας ἀξιωθῶσιν. Ὅρα καὶ τὸν γʹ. τοῦ αὐτοῦ, καὶ τὴν ἰχνογραφίαν τοῦ ναοῦ.
ΚΑΝΩΝ ΙΑʹ Τοὺς δὲ τὴν ἐντολὴν πληροῦντας, ἐκτὸς αἰσχροκερδείας πάσης πληροῦν δεῖ, μήτε μήνυτρα, ἢ σῶστρα, ἢ εὕρητρα, ἢ ᾧ ὀνόματι ταῦτα καλοῦσιν, ἀπαιτοῦντας.
Ἑρμηνεία Μετρίως κανονίσας ὁ Ἅγιος ἐν τῷ ἀνωτέρω Κανόνι τοὺς ὁμολογοῦντας, ὅτι εὑρῆκαν τὸ ξένον πρᾶγμα, τώρα διὰ τοῦ παρόντος διορίζεται, ὅτι οὐδὲ εὑρετίκια πρέπει νὰ ζητοῦν αὐτοὶ ἀπὸ τοὺς οἰκοκυρίους τῶν πραγμάτων, οὔτε τὰ καλούμενα συγχαρήκια, διὰ τί τάχα τοὺς τὰ ἐμήνυσαν, οὔτε ἄλλα τοιαῦτα συνήθη παρὰ τοῖς πολλοῖς, ἀλλὰ νὰ τὰ ἐπιστρέφουν χωρὶς κἀνένα τοιοῦτον αἰσχρὸν καὶ ἄτιμον κέρδος. Αἰσχρὸν γὰρ κέρδος εἶναι τῇ ἀληθείᾳ, τὸ νὰ ζητῇ τινας ἀπὸ ἐκεῖνον ὁποῦ ἔχασε τὰ πράγματά του ἐν καιρῷ περιστάσεως, καὶ νὰ μὴ ἐπιστρέφῃ ταῦτα εἰς αὐτὸν ἀμισθί. Ὅθεν καὶ οἱ πολιτικοὶ νόμοι, οἱ διορίζοντες νὰ λαμβάνουν εὑρετίκια ἀπὸ τοὺς οἰκοκυρίους οἱ εὑρόντες τὰ πράγματά των, δὲν πρέπει νὰ εἰσακούωνται κατὰ τοῦτο τὸ μέρος, ὡς ἐναντιούμενοι τῷ παρόντι Κανόνι. Καὶ ὅρα τὰ ἐν ἀρχῇ τῆς βίβλου προλεγόμενα περὶ τῶν Κανόνων.
ΚΑΝΩΝ ΙΒʹ Ἡ πρόσκλαυσις ἔξω τῆς πύλης τοῦ εὐκτηρίου ἐστίν, ἔνθα ἑστῶτα τὸν ἁμαρτάνοντα, χρὴ τῶν εἰσιόντων δεῖσθαι πιστῶν ὑπὲρ αὑτοῦ εὔχεσθαι. Ἡ ἀκρόασις ἔνδοθι τῆς πύλης ἐν τῷ νάρθηκι, ἔνθα ἑστᾶναι χρὴ τὸν ἡμαρτηκότα, ἕως τῶν κατηχουμένων καὶ ἐντεῦθεν ἐξέρχεσθαι. «Ἀκούων γάρ, φησι, τῶν Γραφῶν καὶ τῆς διδασκαλίας, ἐκβαλλέσθω καὶ μὴ ἀξιούσθω προσευχῆς.» Ἡ δὲ ὑπόπτωσις, ἵνα ἔσωθεν τῆς πύλης τοῦ ναοῦ ἱστάμενος, μετὰ τῶν κατηχουμένων ἐξέρχηται ἡ σύστασις, ἵνα συνίσταται τοῖς πιστοῖς, καὶ μὴ ἐξήρχηται μετὰ τῶν κατηχουμένων, τελευταῖον, ἡ μέθεξις τῶν ἁγιασμάτων.
Ἑρμηνεία. Ὁ παρὼν Κανὼν δὲν περιέχει ἄλλο τι, εἰμὴ τοὺς τέσσαρας τόπους, εἰς τοὺς ὁποίους ἐστέκοντο οἱ μετανοοῦντες. Σημείωσαι δὲ ὅτι, ἀγκαλὰ καὶ ὁ Κανὼν οὗτος νὰ μὴ φαίνεται νὰ ᾖναι γνήσιος, καὶ διὰ τί τὸ ῥητὸν ὁποῦ ἐδῶ ἀναφέρεται εἶναι παρμένον αὐτολεξεὶ ἀπὸ τὸν οεʹ. τοῦ ὑστέρου, κατὰ τοὺς χρόνους τοῦ μεγάλου Πατρὸς Βασιλείου, καὶ διὰ τί ὁ τῶν ἐξηγητῶν ἔγκριτος Ζωναρᾶς οὐδεμίαν ἑρμηνείαν, ἢ ὅλως μνείαν αὐτοῦ ποιεῖται. Καὶ διὰ τί, ἔν τισι χειρογράφοις ἐπιγράφεται σχόλιον· συμβουλῇ ὅμως τοῦ ἀνακριτοῦ καὶ σοφοῦ μου κυρίου Δωροθέου προσετέθη καὶ οὗτος ὡς Κανών, καθὼς εὕρηται ἐν ταῖς Πανδέκταις καὶ ἐν ἄλλοις.
Καὶ ὅρα περὶ τῶν τόπων τούτων εἰς τὴν ἰχνογραφίαν τοῦ ναοῦ ἐν τῷ τέλει.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.