Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόδημος ὁ Ἁγιορείτης – Σχόλια εἰς τοὺς κανόνας τῶν ἁγίων πατέρων

Νικόδημος ὁ Ἁγιορείτης

Κανόνες του αγίου Διονυσίου Αλεξανδρείας

Προλεγόμενα, βιογραφικά στοιχεία και ερμηνεία των τεσσάρων κανόνων του αγίου Διονυσίου Αλεξανδρείας προς τον επίσκοπο Βασιλείδη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόδημος ὁ Ἁγιορείτης

—

Κεφάλαιο 1 από 18

ΑΡΧΗ ΤΩΝ ΚΑΤΑ ΜΕΡΟΣ ΚΑΝΟΝΩΝ ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΔΙΟΝΥΣΙΟΥ ΤΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΠΡΟΛΕΓΟΜΕΝΑ Ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν Διονύσιος, μαθητὴς ἐχρημάτισε τοῦ Ὠριγένους, Πρεσβύτερος τῆς ἐν Ἀλεξανδρείᾳ Ἐκκλησίας πρότερον γεγονώς, περὶ δὲ τὸ 232. ἔτος ἀπὸ Χριστοῦ τὴν διδασκαλίαν τῶν κατηχήσεων λαβὼν ὕστερον ἐν ἔτει 247, Ἐπίσκοπος τῆς Ἀλεξανδρείας κατέστη, τὸν Ἡρακλᾶν διαδεξάμενος τρισκαιδέκατον ὄντα τῆς Ἀλεξανδρείας Ἀρχιεπίσκοπον, ἐπὶ δὲ τοῦ διωγμοῦ τοῦ Δεκίου πιασθεὶς ἀπὸ στρατιώτας, ἐφέρθη εἰς Ταπόσιριν, ἥτις πολίχνιόν ἐστιν, εὑρισκόμενον μεταξὺ Ἀλεξανδρείας καὶ Κανωβίου, κατὰ τὸ λεξικὸν τοῦ Βαουδράντου. Κατὰ δὲ τὸ 257 ἔτος, ἐπὶ τοῦ Οὐαλεριανοῦ τοῦ διώκτου, παραστὰς εἰς τὸν ἡγεμόνα Αἰμυλιανόν, καὶ τὴν καλὴν ὁμολογίαν τῆς πίστεως ὁμολογήσας ὁ τρισμακάριος, ἐξορίζεται εἰς Κεφρώ, πόλιν τῆς Λιβύης ἐρημοτάτην.

Μετὰ δὲ τρεῖς χρόνους ἀνακαλεσθεὶς ἀπὸ τὴν ἐξορίαν εἰς Ἀλεξάνδρειαν, ἐν ἀρχῇ τῆς τοῦ Γαλιήνου βασιλείας τοῦ υἱοῦ μὲν τοῦ Οὐαλερίου, ἡμερωτέρου δὲ φανέντος ἐν ἀρχῇ περὶ τοὺς Χριστιανούς, μὲ ὅλην του τὴν δύναμιν ἠγωνίσθη ὁ τρισόλβιος νὰ ἐπιστρέψῃ τοὺς αἱρετικούς, καὶ νὰ συῤῥάψῃ τὰ τότε γεγονότα σχίσματα ἐν τῇ Ἐκκλησίᾳ παρὰ τῶν Ναυατιανῶν, καὶ νὰ φιλιώσῃ τὸν Ῥώμης Στέφανον καὶ Κυπριανὸν τὸν Καρχηδόνος, τοὺς πρὸς ἀλλήλους διαφερομένους, ἂν πρέπῃ νὰ βαπτίζωνται οἱ αἱρετικοὶ καὶ σχισματικοί, ἐπιστρέφοντες εἰς τὴν ὀρθοδοξίαν, ἢ ἂν δὲν τρέπῃ, καὶ μὲ ὅλον ὁποῦ μὲ τὸν Κυπριανὸν ἦτο σύμφωνος, ὁποῦ ἤθελε νὰ ἀναβαπτίζωνται οἱ τοιοῦτοι, ὡς λέγει ὁ Ἱερώνυμος, ἐν τῷ καταλόγῳ τῶν Ἐκκλησιαστικῶν συγγραφέων (περὶ οὗ ὅρα εἰς τὰ προλεγόμενα τοῦ Κανόνος τῆς ἐν Καρχηδόνι Συνόδου). Γενναίως δὲ καὶ κατὰ Σαβελλίου ἠγωνίσατο, καὶ μὲ τὰς σοφάς του διαλέξεις ἔπεισε τοὺς ἀπὸ Νέπωτος καλουμένους χιλιαστὰς (περὶ ὧν ὅρα τὰ προλεγόμενα τῆς βʹ. Συνόδου) νὰ παραιτήσουν τὰ κακόδοξά των φρονήματα. Ἐν ἔτει δὲ 265 παρακαλεσθεὶς νὰ ὑπάγῃ εἰς τὴν ἐν Ἀντιοχείᾳ συγκροτηθεῖσαν Σύνοδον κατὰ Παύλου τοῦ Σαμοσατέως· νὰ ὑπάγῃ μὲν σωματικῶς δὲν ἐδυνήθη διὰ τὸ γῆρας καὶ τὴν ἀσθένειαν, δι’ ἐπιστολῆς του δὲ ἐφανέρωσε τὴν ὀρθόδοξον γνώμην τῆς πίστεως, καὶ τὸν Σαμοσατέα δι’ ἀποκρίσεων δέκα ἐξελέγχει.

Κατ’ αὐτὸ δὲ τὸ ἔτος, ὅπερ ἦτο δωδέκατον ἔτος τῆς Γαλιήνου βασιλείας, μετέστη πρὸς Κύριον, δεκαεπτὰ χρόνους τῆς Ἀλεξανδρείας ἀρχιερατεύσας. Κοντὰ δὲ εἰς τὰ ἄλλα του συγγράμματα (τὰ ὁποῖα ὅρα εἰς τὴν ιδʹ. σελ. περὶ τῶν ὑπομνηματιστ. τοῦ αʹ. τόμ. τῆς σειρᾶς τῆς Ὀκτατεύχου), καὶ τὴν Κανονικὴν ταύτην συνέγραψεν ἐπιστολὴν ἐν ἔτει 260, κατὰ τὸν Μίλιαν, (ἐν τῷ βʹ. τόμ. τῶν Συνοδικῶν), καὶ ἀπέστειλε πρός τινα Βασιλείδην Ἐπίσκοπον τῶν τῆς Πενταπόλεως παροικιῶν, κατὰ τὸν Εὐσέβιον (βιβλ. ζʹ. Κεφ. 26), διῃρημένην οὖσαν εἰς Κανόνας δʹ. καὶ ἐπικυρωθεῖσαν ἀορίστως μὲν ἀπὸ τὸν αʹ. τῆς δʹ. ὡρισμένως δὲ ἀπὸ τὸν βʹ. τῆς Οἰκουμενικῆς ϛʹ. καὶ διὰ τῆς ἐπικυρώσεως ταύτης Οἰκουμενικὴν τρόπον τινὰ ἀναλαμβάνουσαν δύναμιν. Εὑρίσκεται δὲ αὕτη ἐν τῷ βʹ. τόμ. τῶν Πανδέκτων, καὶ ἐν τῷ αʹ. τόμ. τῶν Συνοδικῶν σελ. 106.

Οἱ Δʹ. Κανόνες τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Διονυσίου Ἀρχιεπισκόπου Ἀλεξανδρείας καὶ ὁμολογητοῦ ἑρμηνευόμενοι, εἰς οὓς διῄρηται ἡ πρὸς τὸν Ἐπίσκοπον Βασιλείδην Κανονικὴ αὑτοῦ Ἐπιστολή. ΚΑΝΩΝ Αʹ Ἐπέστειλάς μοι, πιστότατε καὶ λογιώτατε υἱέ μου, πυνθανόμενος καθ’ ἣν ὥραν ἀπονηστίζεσθαι δεῖ τὴν τοῦ Πάσχα ἡμέραν. Τινὰς μὲν γὰρ τῶν ἀδελφῶν λέγειν φῄς, ὅτι τοῦτο ποιεῖν πρὸς ἀλεκτοροφωνίαν, τινὰς δὲ ὅτι ἀφ’ ἑσπέρας χρή. Οἱ μὲν γὰρ ἐν Ῥώμῃ ἀδελφοί, ὥς φασι, περιμένουσι τὸν ἀλέκτορα, περὶ δὲ τῶν ἐνταῦθα, ἔλεγες ὅτι τάχιον, ἀκριβῆ δὲ ὅρον τιθέναι ἐπιζητεῖς, καὶ ὥραν πάνυ μεμετρημένην, ὅπερ καὶ δύσκολον καὶ σφαλερόν ἐστι. Τὸ μὲν γὰρ ὅτι μετὰ τὸν τῆς Ἀναστάσεως τοῦ Κυρίου ἡμῶν καιρὸν χρὴ τῆς ἑορτῆς καὶ τῆς εὐφροσύνης ἐνάρχεσθαι, μέχρις ἐκείνου τὰς ψυχὰς ταῖς νηστείαις ταπεινοῦντας, ὑπὸ πάντων ὁμοίως ὁμολογηθήσεται. Κατεσκεύασας δὲ δι’ ὧν ἔγραψάς μοι πάνυ ὑγιῶς καὶ τῶν θείων Εὐαγγελιστῶν αἰσθόμενος, ὅτι μηδὲν ἀπηκριβωμένον ἐν αὐτοῖς περὶ τῆς ὥρας, καθ’ ἣν ἀνέστη, φαίνεται. Διαφόρως μὲν γὰρ οἱ Εὐαγγελισταὶ τοὺς ἐπὶ τὸ μνημεῖον ἐλθόντας ἀνέγραψαν κατὰ καιροὺς ἐνηλλαγμένους, καὶ πάντες ἀνεστηκότα τὸν Κύριον ἔφασαν εὑρηκέναι. «Καὶ ὀψὲ Σαββάτων, ὡς ὁ Ματθαῖος εἶπε, Καὶ πρωῒ σκοτίας ἔτι οὔσης, ὡς ὁ Ἰωάννης γράφει, Καὶ ὄρθρου βαθέως, ὡς ὁ Λουκᾶς, Καὶ λίαν πρωῒ ἀνατείλαντος τοῦ ἡλίου, ὡς ὁ Μάρκος».

Καὶ πότε μὲν ἀνέστη, σαφῶς οὐδεὶς ἀπεφήνατο. Ὅτι δὲ ὀψὲ Σαββάτων τῇ ἐπιφωσκούσῃ μιᾶς Σαββάτων, μέχρις ἀνατολῆς ἡλίου τῆς μιᾶς Σαββάτων, οἱ ἐπὶ τὸ μνημεῖον παραγενόμενοι, οὐκ ἔτι κείμενον ἐν αὐτῷ, κατέλαβον αὐτόν, τοῦτο ἀνωμολόγηται, καὶ μηδὲ διαφωνεῖν, μηδὲ ἐναντιοῦσθαι τοὺς Εὐαγγελιστὰς πρὸς ἀλλήλους ὑπολάβωμεν.

Ἀλλ’ εἰ καὶ μικρολογία τις εἶναι δόξει περὶ τὸ ζητούμενον, εἰ συμφωνοῦντες πάντες ἐν ἐκείνῃ τῇ νυκτὶ τὸ τοῦ κόσμου Φῶς τὸν Κύριον ἡμῶν ἀνατεταλκέναι, περὶ τὴν ὥραν διαφέρονται, ἀλλ’ ἡμεῖς εὐγνωμόνως τὰ λεχθέντα καὶ πιστῶς ἁρμόσαι προθυμηθῶμεν.

Τὸ μὲν ὑπὸ τοῦ Ματθαίου λεχθέν, οὕτως ἔχει. «Ὀψὲ Σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. Καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας. Ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισε τὸν λίθον καὶ ἐκάθησεν ἐπάνω αὐτοῦ. Ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπή, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών. Ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ, ἐσείσθησαν οἱ τηροῦντες, καὶ ἐγένοντο ὡσεὶ νεκροί. Ἀποκριθεὶς δὲ ὁ Ἄγγελος εἶπε ταῖς γυναιξί. Μὴ φοβεῖσθε ὑμεῖς. Οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε, οὐκ ἔστιν ὧδε, ἠγέρθη, καθὼς εἶπε». Τοῦτο δὲ τὸ λεχθὲν ὀψέ, οἱ μέν τινες οἰήσονται κατὰ τὴν κοινότητα τοῦ ῥήματος, τὴν ἑσπέραν τοῦ Σαββάτου δηλοῦν, οἱ δὲ σοφώτερον ἐξακούοντες, οὐ τοῦτο, ἀλλὰ νύκτα βαθεῖαν ἐροῦσιν εἶναι, βραδυτῆτα καὶ μακρὸν χρόνον τοῦ ὀψὲ δηλοῦντος. Καὶ ὅτι νύκτα λέγει, καὶ οὐχ ἑσπέραν, ἐπήγαγε τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων. «Καὶ ἧκον, οὔπω ὡς οἱ λοιποί φασι, τὰ ἀρώματα φέρουσαι, ἀλλὰ θεωρῆσαι τὸν τάφον, καὶ εὗρον τὸν σεισμὸν γεγονότα, καὶ καθήμενον τὸν Ἄγγελον ἐπὶ τοῦ λίθου, καὶ ἀκηκόασι παρ’ αὐτοῦ, Οὐκ ἔστιν ᾧδε, ἠγέρθη. Ὁμοίως ὁ Ἰωάννης ἐν μιᾷ τῶν Σαββάτων, φησί, Μαρία ἡ Μαγδαληνὴ ἦλθε πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ᾐρμένον ἀπὸ τοῦ μνημείου.

Πλὴν παρὰ τούτῳ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον προεληλύθει. Ὁ δὲ Λουκᾶς φησι, τὸ μὲν Σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν, τῇ δὲ μιᾷ τῶν Σαββάτων ὄρθρου βαθέως ἐπὶ τὸ μνῆμα, ἦλθον φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα. Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου».

Ὁ βαθὺς ὄρθρος, ἴσως προϋποφαινομένην αὐγὴν τὴν ἑωθινὴν ἐμφανίζει τῆς μιᾶς τῶν Σαββάτων, διὰ τὸ παρῳχηκέναι ἤδη τελείως σὺν τῇ μετ’ αὐτὸ νυκτὶ πᾶν τὸ Σάββατον, καὶ ἑτέραν ἄρχεσθαι ἡμέραν, ὅτε ἦλθον τὰ ἀρώματα καὶ τὰ μῦρα φέρουσαι, ὅθεν δῆλον ὡς ἀνειστήκει πρὸ πολλοῦ. Τούτῳ κατακολουθεῖ καὶ ὁ Μάρκος λέγων. «Ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν, καὶ λίαν πρωῒ τῆς μιᾶς Σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου.» Λίαν μὲν γὰρ πρωῒ καὶ οὗτος εἶπεν, ὅπερ ταὐτόν ἐστι τῷ, βαθέος ὄρθρου.

Καὶ ἐπήγαγεν, ἀνατείλαντο τοῦ ἡλίου. Ἡ μὲν γὰρ ὁρμὴ καὶ ἡ ὁδὸς αὐτῶν δῆλον ὡς ὄρθρου βαθέος, καὶ λίαν πρωῒ κατήρχθη, παρέτειναν δὲ κατὰ τὴν πορείαν, καὶ περὶ τὸ μνημεῖον διατρίβουσαι μέχρις ἀνατολῆς ἡλίου. Καὶ λέγει καὶ τότε ταύταις ὁ Νεανίσκος ὁ λευχείμων, ἠγέρθη, οὐκ ἔστιν ᾧδε. Τούτων οὕτως ἐχόντων, τοῦτο τοῖς ἀκριβολογουμένοις ἀποφαινόμεθα, κατὰ ποίαν ὥραν, ἢ καὶ ποῖον ἡμιώριον, ἢ ὥρας τέταρτον, ἄρχεσθαι προσῆκε τῆς ἐπὶ τῇ τοῦ Κυρίου ἡμῶν ἐκ νεκρῶν ἀναστάσει χαρᾶς. Τοὺς μὲν λίαν ἐπιταχύναντας, καὶ πρὸ νυκτὸς ἤδη μεσούσης ἀνιέντας, ὡς ὀλιγώρους καὶ ἀκρατεῖς μεμφόμεθα, ὡς παρ’ ὀλίγον προκαταλύοντας τὸν δρόμον, λέγοντος ἀνδρὸς σοφοῦ. «Οὐ μικρὸν ἐν βίῳ τὸ παραμικρόν,» τοὺς δὲ ἐφυστερίζοντας καὶ διαρκούντας ἐπὶ πλεῖστον, καὶ μέχρι τετάρτης φυλακῆς ἐγκαρτεροῦντας, καθ’ ἣν καὶ τοῖς πλέουσιν ὁ Σωτὴρ ἡμῶν περιπατῶν ἐπὶ τῆς θαλάσσης ἐπεφάνη, ὡς γενναίους καὶ φιλοπόνους ἀποδεχόμεθα.

Τοῖς δὲ μεταξύ, ὡς ἐκινήθησαν, ἢ ὡς ἠδυνήθησαν, ἀναπαυσαμένοις, μὴ πάνυ διοχλῶμεν, ἐπεὶ μηδὲ τὰς ἓξ τῶν νηστειῶν ἡμέρας ἴσως, μηδὲ ὁμοίως πάντες διαμένουσιν· ἀλλ’ οἱ μὲν καὶ πάσας ὑπερτιθέασιν, ἄσιτοι διατελοῦντες, οἱ δὲ δύω, οἱ δὲ τρεῖς, οἱ δὲ τέσσαρας, οἱ δέ, οὐδεμίαν. Καὶ τοῖς μὲν πάνυ διαπονηθεῖσιν ἐν ταῖς ὑπερθέσεσιν, εἶτα ἀποκαμοῦσι, καὶ μονονοῦ ἐκλείπουσι, συγγνώμη τῆς ταχυτέρας γεύσεως. Εἰ δέ τινες, οὐχ ὅπως οὐχ ὑπερτιθέμενοι, ἀλλὰ μηδὲ νηστεύσαντες ἢ καὶ τρυφήσαντες, τὰς προαγούσας τέσσαρας, εἶτα ἐλθόντες ἐπὶ τὰς τελευταίας δύω καὶ μόνας ἡμέρας, αὐτὰς ὑπερτιθέντες τήν τε Παρασκευὴν καὶ τὸ Σάββατον, μέγα τι καὶ λαμπρὸν ποιεῖν νομίζουσιν, ἂν μέχρι τῆς ἕω διαμείνωσιν, οὐκ οἶμαι τὴν ἴσην ἄθλησιν αὐτοὺς πεποιεῖσθαι, τοῖς τὰς πλείονας ἡμέρας προησκηκόσι. Ταῦτα μέν, ὡς φρονῶ, συμβουλεύων περὶ τούτων ἔγραψα.

Ἑρμηνεία Φαίνεται ὅτι ἐρώτησεν ὁ θεῖος Βασιλείδης τὸν μακάριον τοῦτον Διονύσιον διὰ νὰ τοῦ φανερώσῃ ἐγγράφως τὴν ἀκριβῆ ὥραν, καθ’ ἣν ἀνέστη ὁ Χριστός, καὶ πότε πρέπει νὰ ἀρχίζῃ ἡ χαρὰ τῆς Ἀναστάσεως τοῦ Κυρίου καὶ ἡ τῆς νηστείας κατάλυσις· διότι, καθὼς φαίνεται ἀπὸ τὴν παροῦσαν ἐπιστολήν, εἶχον κἄποιαν διαφωνίαν οἱ χριστιανοὶ ἀναμεταξύ τους περὶ τούτου· καὶ ἄλλοι μὲν ἔλεγον, ὅτι πρέπει νὰ ἀρχίζῃ ἡ χαρὰ τῆς ἑορτῆς καὶ ἡ τῆς νηστείας κατάλυσις ἀφ’ ἑσπέρας, οἱ ὁποῖοι ἧσαν οἱ ἐν Ἀλεξανδρείᾳ εὑρισκόμενοι· ἄλλοι δὲ πάλιν, πῶς ὅταν λαλήσῃ ὁ πετεινός, ὁποῖοι ἦσαν οἱ ἐν τῇ Ῥώμῃ. Διὰ τοῦτο λοιπὸν ἐζήτησε νὰ τοῦ γράψῃ ἀκριβῶς τὴν ὥραν τῆς Ἀναστάσεως τοῦ Χριστοῦ, διὰ νὰ ἀρχίζῃ ἡ ἑορτὴ καὶ ἡ κατάλυσις ἀπὸ ὅλους συμφώνως εἰς ὥραν διωρισμένην. Πρὸς ταύτην λοιπὸν τὴν ἐρώτησιν ἀποκρινόμενος ὁ ἱερὸς Διονύσιος λέγει, πῶς ἡ ἀκριβὴς καὶ τελεία ὥρα τῆς τοῦ Χριστοῦ Ἀναστάσεως ὁποῦ ζητεῖ, εἶναι δύσκολον καὶ σφαλερὸν νὰ διορισθῇ· διότι (λέγει) πῶς μὲν πρέπει νὰ ἀρχίζῃ ἡ χαρὰ τῆς ἑορτῆς καὶ ἡ κατάλυσις ὕστερα ἀπὸ τὴν Ἀνάστασιν τοῦ Χριστοῦ, τοῦτο ἀπὸ ὅλους συμφώνως κηρύττεται καὶ ὁμολογεῖται.

Ἐν ποίᾳ δὲ ὥρᾳ ἀνέστη, τοῦτο εἶναι τὸ ἄπορον, ἐπειδὴ καὶ οἱ ἱεροὶ Εὐαγγελισταὶ ἐφανέρωσαν μόνον τοὺς κατὰ διαφόρους καιροὺς ἐλθόντας εἰς τὸ μνημεῖον καὶ εἶπον, ὅτι ὅλοι εὗρον ἀναστάντα τὸν Κύριον, ἀμὴ δὲν ἐσημείωσαν καὶ τὴν ὥραν ἀκριβῶς, κατὰ τὴν ὁποίαν ἀνέστη· μὲ τὸ νὰ λέγουσιν, ὁ μὲν Ματθαῖος, ὅτι ἦλθον αἱ γυναῖκες ὀψὲ Σαββάτων, ὁ δὲ Ἰωάννης, πρωῒ σκοτίας ἔτι οὔσης, ὁ δὲ Λουκᾶς, ὄρθρου βαθέος, καὶ ὁ Μάρκος, λίαν πρωΐ· καὶ κατὰ ποίαν μὲν ὥραν ἀνέστη ὃ Κύριος, κἀνένας δὲν ἐφανέρωσεν. Ὅτι δὲ ἐκεῖνοι ὁποῦ ἦλθον εἰς τὸ μνημεῖον ὕστερα ἀπὸ τὸ Σάββατον πρὸς τὸ ξημέρωμα τῆς Κυριακῆς δὲν εὗρον τὸν Κύριον εἰς τὸν τάφον, τοῦτο ὁμολογοῦσιν ὅλοι, καὶ κᾀμμία διαφωνία, ἢ ἐναντιότης δὲν πρέπει νὰ ὑπολάβωμεν ὅτι εἶναι ἀνάμεσα εἰς αὐτούς. Πλήν, ἀγκαλὰ καὶ τὸ ζήτημα εἶναι παραμικρόν, ἂν δηλ. οἱ θεῖοι Εὐαγγελισταὶ συμφωνοῦντες, ὅτι εἰς τὴν αὐτὴν νύκτα τῆς Κυριακῆς ἀνέτειλεν ἀπὸ τὸν τάφον τὸ Φῶς τοῦ Κόσμου, ὁ Κύριος, διὰ τὴν ὥραν μόνον τῆς Ἀναστάσεως διαφέρονται· ἀλλ’ ἡμεῖς, λέγει ὁ ἅγιος, καὶ τὸ παραμικρὸν τοῦτο θέλομεν διορθώσει, ἤτοι θέλομεν εὕρει συμφώνους καὶ κατὰ τὴν ὥραν τοὺς θείους Εὐαγγελιστάς, ἀνίσως συμβιβάσωμεν εὐγνωμόνως πρὸς ἄλληλα τὰ θεῖα ῥητά.

Διότι ἐκεῖνο ὁποῦ λέγει ὁ ἱερὸς Ματθαῖος, ὀψὲ Σαββάτων, οἱ μὲν πολλοὶ θέλουν νομίσει, κατὰ τὴν κοινὴν συνήθειαν, ὅτι δηλοῖ τὴν ἑσπέραν τοῦ Σαββάτου, οἱ δὲ σοφώτερον ἐννοοῦντες, θέλουν εἰπεῖ, ὅτι δηλοῖ νύκτα βαθεῖαν. Τὸ γὰρ ὀψέ, κατὰ τὴν κυριολεξίαν του, βραδύτητα, καὶ πολλὴν ἀργοπορίαν δηλοῖ· ταὐτὸν εἰπεῖν, τὸ μετὰ τὸ Σάββατον διάστημα, καὶ διὰ τοῦτο λέγει ὕστερον ὁ Εὐαγγελιστής, τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων. Τὸ ὀψὲ λοιπὸν τοῦ Ματθαίου, καὶ τὸ σκοτίας ἔτι οὔσης τοῦ Ἰωάννου, καὶ τὸ ὄρθρου βαθέως τοῦ Λουκᾶ, καὶ τὸ λίαν πρωῒ τοῦ Μάρκου, ταὐτοσήμαντά εἰσι. Δηλοῦσι γὰρ ὅτι, ἀφ’ οὗ ἐπέρασε τὸ Σάββατον καὶ ὅλη ἡ νύκτα τοῦ Σαββάτου, καὶ ὅταν ἄρχισεν ἡ αὐγὴ τῆς Κυριακῆς, ἦλθον αἱ γυναῖκες, καὶ ἔφερον τὰ ἀρώματα, πρὸ τοῦ δὲ νὰ ὑπάγουν αὐταὶ φανερὸν ὅτι ἦτον ἀναστημένος ὁ Κύριος· διότι ἄρχισαν μὲν τὴν ὁδοιπορίαν λίαν πρωΐ, ὡς ὁ Μάρκος εἶπεν, ἐπειδὴ δὲ ἐξώδευσαν τὸν καιρὸν εἰς αὐτήν, εἰς τὸ μνημεῖον ἔμειναν ἕως ὅτου ἀνέτειλεν ὁ ἥλιος. Δι’ ὃ ἐπιφέρει ὁ αὐτός, ἀνατείλαντος τοῦ Ἡλίου.

Τούτων οὕτως εἰρημένων, λέγει ὁ Ἅγιος, εἰς ἐκείνους ὁποῦ ἀκριβῶς ἐξετάζουν εἰς ποίαν ὥραν τῆς νυκτός, ἢ εἰς ποῖον ἡμιώριον, ἢ καὶ εἰς ποῖον τέταρτον τῆς ὥρας πρέπει νὰ ἀρχίζουν τὴν χαρὰν τῆς Ἀναστάσεως τοῦ Κυρίου καὶ τὴν κατάλυσιν, τοῦτο ἀποφαντικῶς ὁρίζομεν, ὅτι ἐκείνους μὲν ὁποῦ πολλὰ ταχυνεύουν, καὶ πρὸ τοῦ μεσονυκτίου καταλύσουν, τούτους ὡς μικροψύχους καὶ λαιμάργους κατηγοροῦμεν, ἐπειδὴ διὰ ὀλίγον διάστημα ὁποῦ ἔχουν ἀκόμη νὰ ὑπομείνουν νήστεις, καταλύουν πρὸ καιροῦ τὸν δρόμον τῆς νηστείας ὁποῦ ἔκαμαν, εἰς καιρὸν ὁποῦ λέγει ἕνας σοφός, ὅτι καὶ τὸ παραμικρὸν πρᾶγμα, γενόμενον εἰς ταύτην τὴν ζωήν, δὲν εἶναι παραμικρόν, (διότι ἂν ᾖναι καλόν, γεννᾷ μεγάλους μισθούς, καὶ ἂν ᾖναι κακόν, γεννᾷ μεγάλας ποινὰς εἰς τὴν ἄλλην ζωήν). Ἐκείνους δὲ ὁποῦ ἐκ τοῦ ἐναντίου βραδύνουν καὶ καρτεροῦν νήστεις ἕως τὴν τετάρτην φυλακὴν τῆς νυκτός, κατὰ τὴν ὁποίαν ἐφάνη ὁ Σωτὴρ ὅτε ἔζη, περιπατῶν ἐπάνω εἰς τὴν θάλασσαν, καὶ ἐρχόμενος πρὸς τοὺς Μαθητάς του, ταὐτὸν εἰπεῖν, τοὺς καρτεροῦντας ἕως τὴν αὐγὴν τῆς Κυριακῆς, τούτους ὡς ἀνδρείους ἐπαινοῦμεν καὶ φιλοπόνους.

Εἰς ἐκείνους δέ, ὁποῦ εἰς τὸ ἀναμεταξὺ τοῦ μεσονύκτου καὶ τῆς αὐγῆς τὸ διάστημα κατέλυσαν τὴν νηστείαν, καθὼς ἐδυνήθησαν, δὲν προξενοῦμεν πολλὴν ἐνόχλησιν, πῶς τάχα δὲν ἐκαρτέρησαν ἕως καὶ εἰς τὴν αὐγήν, ἐπειδὴ μήτε τὰς ἓξ τῆς μεγάλης ἑβδομάδος ἡμέρας ὅλοι ὁμοίως νηστεύουσιν, ἀλλ’ ἄλλοι μὲν ὅλας ἄσιτοι διαπερνοῦσιν, ἄλλοι τὰς δύω, ἄλλοι τὰς τρεῖς, ἄλλοι τὰς τέσσαρας, καὶ ἄλλοι κᾀμμίαν ἄσιτοι δὲν ἀπερνοῦσιν, ὅθεν εἰς ἐκείνους μὲν ὁποῦ ἀπέκαμαν πλέον, καὶ σχεδὸν ὠλιγοθύμησαν ἀπὸ τὴν νηστείαν, συγχώρησις δίδεται διὰ τὴν ταχυτέραν κατάλυσιν τῆς νηστείας. Ἐκεῖνοι δὲ ὁποῦ ὄχι μόνον ἄσιτοι δὲν ἐπέρασαν κᾀμμίαν ἡμέραν τῆς μεγάλης ἑβδομάδος, ἀλλὰ μηδὲ ἐνήστευσαν μὲ ξηροφαγίαν καὶ μονοφαγίαν, μᾶλλον δὲ καὶ ἐτρύφησαν τὰς τέσσαρας, εἶτα τὰς δύω μόνας, τὴν μεγάλην Παρασκευὴν καὶ τὸ μέγα Σάββατον ἄσιτοι διαπεράσαντες, νομίζουσιν ὅτι κάμνουσι μέγα τι καὶ λαμπρὸν κατόρθωμα ἂν μείνωσι νήστεις ἕως τὴν αὐγὴν τῆς Κυριακῆς· οὗτοι, λέγω, δὲν νομίζω πῶς ἐδοκίμασαν τὴν αὐτὴν κακουχίαν μὲ ἐκείνους ὁποῦ ἐνήστευσαν ὁλοκλήρους τὰς τέσσαρας ἡμέρας. Ἀνάγνωθι καὶ τὸν πθʹ. τῆς ϛʹ.

ΚΑΝΩΝ Βʹ Περὶ δὲ τῶν ἐν ἀφέδρῳ γυναικῶν, εἰ προσῆκεν αὐτὰς οὕτω διακειμένας εἰς τὸν ναὸν εἰσιέναι τοῦ Θεοῦ, περιττὸν καὶ τὸ πυνθάνεσθαι νομίζω. Οὐδὲ γὰρ αὐτάς, οἶμαι, πιστὰς οὔσας καὶ εὐλαβεῖς, τολμήσειν οὕτω διακειμένας, ἢ τῇ τραπέζῃ τῇ ἁγίᾳ προσελθεῖν, ἢ τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ προσάψασθαι· οὐδὲ γὰρ ἡ τὴν δωδεκαετῆ ῥύσιν ἔχουσα πρὸς τὴν ἴασιν ἔθιγεν αὐτοῦ, ἀλλὰ μόνου τοῦ κρασπέδου. Προσεύχεσθαι μὲν γὰρ ὅπως ἂν ἔχῃ τις καὶ ὡς ἂν διάκηται μεμνῆσθαι τοῦ Δεσπότου, καὶ δεῖσθαι βοηθείας τυχεῖν, ἀνεπίφθονον· εἰς δὲ τὰ ἅγια τῶν ἁγίων, ὁ μὴ πάντῃ καθαρὸς καὶ ψυχῇ, καὶ σώματι, προσιέναι κωλυθήσεται.

Ἑρμηνεία Ἐρωτηθεὶς καὶ περὶ τούτου ὁ ἅγιος, ἀνίσως αἱ γυναῖκες ἐν τοῖς καταμηνίοις αὑτῶν εὑρισκόμεναι πρέπει νὰ ἐμβαίνουσιν εἰς τὸν ναὸν τοῦ Θεοῦ, ἀπεκρίθη, ὅτι τοῦτο δὲν εἶναι χρεία μήτε νὰ τὸ ἐρωτῶσιν, ἐπειδὴ ἐκεῖναι, ἂν ἔχωσι τὴν πρέπουσαν εὐλάβειαν εἰς τὰ Θεῖα, θέλουν ἐμποδισθῇ ἀπὸ λόγου των, καὶ δὲν θέλουν τολμήσει ποτὲ νὰ πλησιάσουν εἰς τὴν ἁγίαν Τράπεζαν, καὶ νὰ μεταλάβουν τοῦ Δεσποτικοῦ σώματος καὶ αἵματος, εὑρισκόμεναι εἰς τοιαύτην κατάστασιν τῶν καταμηνίων των. Διότι, δύνανται νὰ ἐνθυμηθοῦν καὶ τὴν αἱμοῤῥοοῦσαν ἐκείνην γυναῖκα, ἡ ὁποία διὰ τὴν ῥύσιν τοῦ αἵματός της δὲν ἐτόλμησεν ἀπὸ πολλὴν εὐλάβειαν νὰ πιάσῃ τὸ σῶμα τοῦ Χριστοῦ, ἀλλὰ μόνον τὴν ποδίαν τοῦ ἱματίου του. Δὲν εἶναι ὅμως ἐμποδισμένον νὰ προσεύχεται κάθε μία ἀπὸ αὐτὰς ὅπως καὶ ἂν εὑρίσκεται (εἴτε κατ’ ἰδίαν εἰς τὸν οἶκόν της, ἢ καὶ ἐν τῷ προνάῳ τῆς Ἐκκλησίας), παρακαλοῦσα τὸν Θεόν, καὶ ζητοῦσα βοήθειαν καὶ σωτηρίαν παρ’ αὐτοῦ. Κωλύεται ὅμως νὰ πλησιάζῃ εἰς τὰ ἅγια τῶν ἁγίων, ταὐτὸν εἰπεῖν, νὰ μεταλάβῃ τῶν ἁγιασμάτων ἐκεῖνος ὁποῦ δὲν εἶναι καθαρὸς ψυχῇ καὶ σώματι, ὁποῖαί εἰσι καὶ αἱ μετὰ τῶν καταμηνίων γυναῖκες.

ΚΑΝΩΝ Γʹ Αὐτάρκεις δὲ καὶ οἱ γεγαμηκότες ἑαυτῶν ὀφείλουσιν εἶναι κριταί. Ὅτι γὰρ ἀπέχεσθαι ἀλλήλων προσῆκον ἐκ συμφώνου πρὸς καιρόν, ἵνα σχολάσωσι τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ὦσιν, ἀκηκόασι Παύλου γράφοντος.

Ἑρμηνεία Καὶ διὰ τοὺς ὑπάνδρους, ἐρωτηθεὶς ὁ Ἅγιος, ἂν πρέπῃ νὰ ἐγκρατεύωνται ἀπ’ ἀλλήλων, ἀποκρίνεται, ὅτι εἰς τοῦτο πρέπῃ νὰ γίνωνται αὐτοὶ μοναχοί τους ἀρκετοὶ κριταί, ἐπειδὴ εἶναι πρέπον καὶ δίκαιον, κατὰ τὸν μακάριον Παῦλον, ὅταν καταγίνωνται εἰς προσευχὴν νὰ ἀπέχωσι καὶ ἀπὸ τὴν σωματικὴν συνάφειαν, καὶ τοῦτο νὰ γίνεται μὲ συμφωνίαν καὶ τῶν δύω μερῶν, τοῦ ἀνδρὸς δηλ. καὶ τῆς γυναικός, διὰ νὰ μὴ τύχῃ καὶ πειράξῃ ὁ ἐχθρὸς τὸ ἕνα μέρος, καὶ τότε γένει ἡ ἐγκράτεια τοῦ ἑνὸς βλάβη τοῦ ἄλλου. Ἐὰν γὰρ νικᾶται ἀπὸ τὴν ἐπιθυμίαν τὸ ἕνα μέρος καὶ δὲν συγχωρῆται ἀπὸ τὸ ἄλλο νὰ τὴν ἀπολαύσῃ, ἐνδέχεται νὰ πέσῃ μὲ ἄλλην γυναῖκα καὶ νὰ ἁμαρτήσῃ, κατὰ τὸν Ζωναρᾶν.

ΚΑΝΩΝ Δʹ. Οἱ δὲ ἐν ἀπροαιρέτῳ νυκτερινῇ ῥύσει γενόμενοι, καὶ οὗτοι τῷ ἰδίῳ συνειδότι κατακολουθείτωσαν, καὶ ἑαυτούς, εἴτε διακρίνονται περὶ τούτου, εἴτε μή, σκοπείτωσαν, ὡς καὶ ἐπὶ τῶν βρωμάτων, «ὁ διακρινόμενός, φησιν, ἐὰν φάγῃ, κατακέκριται». Καὶ ἐν τούτοις εὐσυνείδητος ἔστω, καὶ εὐπαῤῥησίαστος, κατὰ τὸ ἴδιον ἐνθύμιον, πᾶς ὁ προσιὼν τῷ Θεῷ. Ταῦτα σὺ μὲν τιμῶν ἡμᾶς (οὐ γὰρ ἀγνοεῖς ἀγαπητὲ) τὰ πύσματα ἡμῖν προσήγαγες ὁμόφρονας ἡμᾶς, ὥσπερ οὖν ἐσμέν, καὶ ὁμοψήφους σεαυτῷ παρασκευάζων. Ἐγὼ δέ, οὐχ ὡς διδάσκαλος, ἀλλ’ ὡς μετὰ πάσης ἁπλότητος προσῆκον ἡμᾶς ἀλλήλοις διαλέγεσθαι, εἰς κοινὸν τὴν διάνοιαν ἐμαυτοῦ ἐξέθηκα, ἣν ἐπικρίνας καὶ σύ, συνετώτατέ μου υἱέ, ὅτι ἄν σοι φανῇ δίκαιον καὶ βέλτιον, εἰ καὶ οὕτως ἔχειν, δοκιμάζεις, περὶ αὐτῶν ἀντιγράψεις. Ἔῤῥωσθέ σε, ἀγαπητέ μου υἱέ, ἐν εἰρήνῃ λειτουργοῦντα τῷ Κυρίῳ εὔχομαι.

Ἑρμηνεία Εἰς τὸν παρόντα Κανόνα ὁμιλεῖ ὁ ἅγιος διὰ τὴν ἀπροαίρετον ἔκρυσιν, εἴτε ἐνυπνιασμὸν κοινότερον λεγομένην, ἥτις γίνεται ἐν τοῖς ὕπνοις ἡμῶν, καὶ λέγει οὕτως, ὅτι ὅσοι πάθωσι τοῦτο, ἂς βάνουσι κριτὴν τὴν ἰδίαν των συνείδησιν· διότι, εἰ μὲν ἠκολούθησεν εἰς αὐτοὺς ὁ ἐνυπνιασμὸς χωρίς τινα φαντασίαν αἰσχρὰν καὶ ἐμπαθῆ λογισμόν, καὶ ἔτι χωρὶς πολυφαγίαν καὶ πολυποσίαν, ἀμὴ ἡ φύσις μοναχὴ ἐποίησε τοῦτο ἀφ’ ἑαυτῆς, ὡσὰν ἕνα περίττωμα φυσικόν, δὲν ἐμποδίζονται ἀπὸ τὴν θείαν Μετάληψιν. Εἰ δὲ ἠκολούθησεν ἀπὸ τὰ ἀνωτέρω αἴτια, δηλ. ἀπὸ φαντασίαν καὶ ἐμπαθῆ λογισμόν, ἢ πολυφαγίαν καὶ πολυποσίαν, πρέπει νὰ ἐμποδίζωνται, ὡς μὴ καθαροὶ ὄντες, οὐχὶ διὰ τὴν ῥύσιν καθ’ αὑτὸ τοῦ σπέρματος (ἐπειδὴ τοῦτο δὲν εἶναι ἀκάθαρτον καθὸ φυσικόν, ὥσπερ οὐδὲ ἡ σὰρξ ἀκάθαρτός ἐστι καθ’ αὐτήν, ἧς τὸ σπέρμα εἶναι περίττωμα), ἀλλὰ διὰ τὴν πονηρὰν ἐνθύμησιν καὶ φαντασίαν, ἥτις ἐμόλυνε τὴν διάνοιαν. Οἱ τοιοῦτοι λοιπὸν δὲν εἶναι εὐσυνείδητοι, καὶ ἀκολούθως δὲν εἶναι εὐπαῤῥησίαστοι διὰ τὴν πονηρὰν ἐνθύμησιν καὶ φαντασίαν. Ὅθεν καὶ ὡς διακρινόμενοι, καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, πῶς δύνανται νὰ πλησιάσουν εἰς τὸν Θεὸν καὶ εἰς τὰ Μυστήρια;

ἐὰν γὰρ οὕτω διακρινόμενοι πλησιάσωσι κατακρίνονται μᾶλλον, καὶ ὄχι ἁγιάζονται, καθὼς καὶ ἐκεῖνος ὁποῦ φάγει ἀπὸ τὰ παρὰ Ἰουδαίοις κοινὰ καὶ ἀκάθαρτα ζῶα κατακρίνεται, ἐὰν διακρίνεται καὶ διστάζῃ περὶ τούτων, ὡς λέγει ὁ Ἀπόστολος.