Ἡ οὖν ἀδελφικὴ ὑμῶν ἱεροπρεπὴς Ἀρχιερωσύνη, ἐνθέσμως καὶ κατὰ Θεοῦ βούλησιν πρυτανεύουσα τὴν ἱεραρχικὴν ἁγιστείαν, διαβόητον ἔχει τὴν δόξαν. Εἴρηκε γὰρ διὰ τοῦ Προφήτου ὁ Μέγας καὶ πρῶτος Ἀρχιερεὺς Χριστὸς ὁ Θεὸς ἡμῶν «Ζῶ ἐγώ, ἀλλ’ ἢ τοὺς δοξάζοντάς με δοξάσω». Οἶδα γάρ, ἄνερ, ἐπιθυμιῶν τῶν τοῦ πνεύματος, ὅτι φορητοτέρα μᾶλλόν ἐστι Μακεδονίου καὶ τῶν ἀμφ’ αὐτὸν πνευματομάχων ἡ δυσσεβὴς αἵρεσις· ἐκείνων γὰρ κτίσμα καὶ δοῦλον τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἅγιον Πνεῦμα ληρωδούντων, οὗτοι, ὡς δοκοῦσι, δοῦλον ἑαυτῶν τοῦτο ποιοῦσι. Πᾶς γὰρ δεσπότης, ὅ, τι ἂν ἔχοι, εἰ βούλοιτο, πιπράσκει, εἴτε οἰκέτην, εἴτε ἕτερον ὧν κέκτηται. Ὡσαύτως καὶ ὁ ἀγοράζων, δεσπότης βουλόμενος εἶναι τοῦ ἠγορασμένου, διὰ τιμῆς ἀργυρίου τοῦτο κτᾶται. Οὕτως οἱ ταύτην τὴν ἄθεσμον πρᾶξιν ἐργαζόμενοι, καταβιβάζουσι τὸ Πνεῦμα τὸ ἅγιον, ἴσα ἁμαρτάνοντες τοῖς βλασφημοῦσιν, ἐν Βεελζεβοὺλ ἐκβάλλειν τὰ δαιμόνια τὸν Χριστόν· ἢ τό γε ἀληθέστερον εἰπεῖν, παρεοίκασιν Ἰούδᾳ τῷ προδότη, ὃς τοῖς θεοκτόνοις Ἰουδαίοις, τιμῆς ἀργυρίου τὸν Χριστὸν ἀπημπολήσατο. Ὡς οὖν τὸ ἅγιον Πνεῦμα ὁμοούσιόν ἐστι Χριστῷ τῷ Θεῷ ἡμῶν, τῆς αὐτῆς παντί που δῆλον, ἔσονται μερίδος, ὡς ἀποδέδεικται. Εἰ δὲ πιπράσκεται (πρόδηλον γάρ, οὐδαμῶς) ἀναμφιλέκτως, οὐκ ἔστιν ἐν αὐτοῖς ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἤτοι ἡ τῆς Ἱερωσύνης ἁγιστεία καὶ οὐκ ἔλαβον, οὐδὲ ἔχουσι.