Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόδημος ὁ Ἁγιορείτης – Σχόλια εἰς τοὺς κανόνας τῶν ἁγίων πατέρων

Νικόδημος ὁ Ἁγιορείτης

Κανόνες του αγίου Ταρασίου Κωνσταντινουπόλεως

Εισαγωγή, κείμενο και εκτενής ερμηνεία της επιστολής του Πατριάρχου Ταρασίου προς τον Πάπα Αδριανό κατά της σιμωνίας και της αγοραπωλησίας της ιερωσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόδημος ὁ Ἁγιορείτης

—

Κεφάλαιο 17 από 18

ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΤΑΡΑΣΙΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΠΡΟΛΕΓΟΜΕΝΑ Ὁ θεῖος Πατὴρ ἡμῶν Ταράσιος ἦν ἐπὶ τῆς βασιλείας Κωνσταντίνου καὶ Εἰρήνης τῆς μητρὸς αὐτοῦ, ἐπὶ Νικηφόρου τοῦ ἀπὸ Γενικῶν. Ἐν δὲ τῷ 795. ἔτει, βίᾳ τῆς Βασιλίσσης Εἰρήνης, ἐκ τῆς τῶν λαϊκῶν τάξεως εἰς τὸν τῆς Κωνσταντινουπόλεως θρόνον προεβιβάσθη, μετὰ τὸν Κωνσταντινουπόλεως Παῦλον, τῇ εἰκοστῇ πρώτῃ τοῦ Δεκεμβρίου μηνός, πατριαρχεύσας ἔτη καʹ. καὶ μῆνας βʹ. μέγα δὲ ὡς ἀληθῶς ἔργον ἐποίησεν, ὅτι διὰ παρακινήσεως αὐτοῦ, ἔπεισε τοὺς Βασιλεῖς νὰ συναθροίσουν τὴν ἁγίαν καὶ Οἰκουμενικὴν ζʹ. Σύνοδον, καὶ διὰ τῶν παρακλητικῶν αὐτοῦ γραμμάτων πρὸς τὸν Ῥώμης Ἀδριανὸν καὶ τοὺς Πατριάρχας τῆς Ἀνατολῆς, ἔπεισε καὶ τούτους νὰ στείλουν τοποτηρητὰς εἰς τὴν Σύνοδον. Ἦτο δὲ θεῖος τοῦ ἁγιωτάτου Πατριάρχου Φωτίου. Κοντὰ δὲ εἰς τὰς λοιπάς του ἐπιστολάς, καὶ τὴν Ἐπιστολὴν ταύτην συνέγραψε κατὰ Σιμωνιακῶν, καὶ πρὸς τὸν Ῥώμης ἀπέστειλεν Ἀδριανόν, μὲ τὸ νὰ ἐπεπόλαζε καὶ εἰς τὴν Ῥώμην τὸ τοιοῦτον κακόν, τὴν ὁποίαν ὡς Κανονικὴν ἀπεδέχθη ἡ Ἐκκλησία, καὶ κεῖται ἐν τῇ 896. σελ. τοῦ βʹ. τόμ. τῶν Συνοδικῶν, καὶ ἐν τῷ βʹ. τόμῳ τῶν Πανδεκτῶν.

Ἡ τοῦ Ταρασίου Κωνσταντινουπόλεως πρὸς τὸν Ἀδριανὸν Πάπαν Ἐπιστολὴ Ἑρμηνευομένη Πολυμερῶς καὶ πολυτρόπως, Εὐαγγελικῶς, Ἀποστολικῶς τε καὶ Πατρικῶς διδασκόμεθα, ἀφιλάργυρον τὸν τρόπον ἔχειν ἐν τῇ τῆς Ἱερωσύνης ἁγιστείᾳ, καὶ μὴ χρυσίζεσθαι, ἢ ἀργυρίζεσθαι ἐπὶ χειροτονίᾳ παντὸς ἱερατικοῦ ἀνδρός, ὡς ὑποδείξομεν ἐν ταῖς ὑποτεταγμέναις χρήσεσιν, ἀπό τε Γραφικῶν θεηγοριῶν καὶ Πατρικῶν διδασκαλιῶν. Οἱ γὰρ ἐπιθέντες χεῖρας ὑπηρέται τοῦ Πνεύματος τοῦ ἁγίου εἰσίν, οὐχὶ πράται· δωρεὰν γὰρ λαμβάνοντας τὴν χάριν τοῦ Πνεύματος, δωρεὰν δίδοσθαι τοῖς παρ’ αὐτῶν μεταλαμβάνουσιν ἀπεφῄναντο, ἐκ τῆς Κυριακῆς φωνῆς τὴν ἐλευθερίαν ταύτην εἰληφότες. Εἰ δέ τις ἐλεγχθείη χρυσίῳ ταύτην ὠνησάμενος, ἀποκήρυκτον διαγορεύουσι τὸν τοιοῦτον τῆς ἱερατικῆς τάξεως. Εἰ γὰρ καὶ ὀνόματι τὴν Ἱερωσύνην κεκλήρωται, ἀλλ’ οὖν διαψεύδεται ὁ λόγος ἐπὶ τῷ πράγματι. Οὐδεὶς γὰρ Θεῷ δουλεύειν δύναται καὶ Μαμωνᾷ, ὡς εὐαγγελικῶς ἐμάθομεν. Καὶ ἐπειδὴ ἠκούσαμεν προφητικῶς τοῦ Θεοῦ βοῶντος· «Ἱερεῖς λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ».

Αὖθίς τε ἐπαπειλοῦντος. «Ὁ σκοπὸς ἐὰν ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην, καὶ μὴ σημάνῃ τῇ σάλπιγγι, καὶ ὁ λαὸς μὴ φυλάξηται, καὶ ἐλθοῦσα ἡ ῥομφαία λάβῃ ἐξ αὐτῶν ψυχήν, τὸ αἷμα ἐκ τῆς χειρὸς τοῦ σκοποῦ ἐκζητήσω: φόβῳ τοῦ τῆς σιωπῆς κατακρίματος», ἀναγγέλλομεν τοῖς προέδροις πᾶσι τῶν καθ’ ἡμᾶς Ἐκκλησιῶν, ἵνα μετὰ παῤῥησίας, κατὰ τὸν θεῖον Ἀπόστολον εἴπωμεν «Καθαροὶ ἐσμὲν ἀπὸ τοῦ αἵματος τῶν παραβαινόντων τὰς Κανονικὰς διατάξεις, καὶ πάνυ γε μᾶλλον τῶν ἐπὶ χρήμασι χειροτονησάντων, ἢ χειροτονηθέντων.» Πέτρου τοῦ θείου Ἀποστόλου, οὗ καὶ τὴν καθέδραν ἐκληρώσατο ἡ ἀδελφικὴ ὑμῶν ἁγιότης, ὡς Σίμωνα τὸν μάγον τούτους καθελόντος. Τούτου ἕνεκεν, οὐχ ὑποστελλόμεθα τοῦ ἀναγγέλλειν τὴν ἀλήθειαν, φυλάττοντες καὶ κρατοῦντες τὰ παρὰ τῶν Ἁγίων Ἀποστόλων καὶ τῶν ἀοιδίμων Πατέρων ἡμῶν κανονικῶς ἐκδοθέντα, καὶ εἴτι τούτων παρεβάθη ὑπό τινων, βδελυττόμεθα.

Ἡ οὖν ἀδελφικὴ ὑμῶν ἱεροπρεπὴς Ἀρχιερωσύνη, ἐνθέσμως καὶ κατὰ Θεοῦ βούλησιν πρυτανεύουσα τὴν ἱεραρχικὴν ἁγιστείαν, διαβόητον ἔχει τὴν δόξαν. Εἴρηκε γὰρ διὰ τοῦ Προφήτου ὁ Μέγας καὶ πρῶτος Ἀρχιερεὺς Χριστὸς ὁ Θεὸς ἡμῶν «Ζῶ ἐγώ, ἀλλ’ ἢ τοὺς δοξάζοντάς με δοξάσω». Οἶδα γάρ, ἄνερ, ἐπιθυμιῶν τῶν τοῦ πνεύματος, ὅτι φορητοτέρα μᾶλλόν ἐστι Μακεδονίου καὶ τῶν ἀμφ’ αὐτὸν πνευματομάχων ἡ δυσσεβὴς αἵρεσις· ἐκείνων γὰρ κτίσμα καὶ δοῦλον τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἅγιον Πνεῦμα ληρωδούντων, οὗτοι, ὡς δοκοῦσι, δοῦλον ἑαυτῶν τοῦτο ποιοῦσι. Πᾶς γὰρ δεσπότης, ὅ, τι ἂν ἔχοι, εἰ βούλοιτο, πιπράσκει, εἴτε οἰκέτην, εἴτε ἕτερον ὧν κέκτηται. Ὡσαύτως καὶ ὁ ἀγοράζων, δεσπότης βουλόμενος εἶναι τοῦ ἠγορασμένου, διὰ τιμῆς ἀργυρίου τοῦτο κτᾶται. Οὕτως οἱ ταύτην τὴν ἄθεσμον πρᾶξιν ἐργαζόμενοι, καταβιβάζουσι τὸ Πνεῦμα τὸ ἅγιον, ἴσα ἁμαρτάνοντες τοῖς βλασφημοῦσιν, ἐν Βεελζεβοὺλ ἐκβάλλειν τὰ δαιμόνια τὸν Χριστόν· ἢ τό γε ἀληθέστερον εἰπεῖν, παρεοίκασιν Ἰούδᾳ τῷ προδότη, ὃς τοῖς θεοκτόνοις Ἰουδαίοις, τιμῆς ἀργυρίου τὸν Χριστὸν ἀπημπολήσατο. Ὡς οὖν τὸ ἅγιον Πνεῦμα ὁμοούσιόν ἐστι Χριστῷ τῷ Θεῷ ἡμῶν, τῆς αὐτῆς παντί που δῆλον, ἔσονται μερίδος, ὡς ἀποδέδεικται. Εἰ δὲ πιπράσκεται (πρόδηλον γάρ, οὐδαμῶς) ἀναμφιλέκτως, οὐκ ἔστιν ἐν αὐτοῖς ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἤτοι ἡ τῆς Ἱερωσύνης ἁγιστεία καὶ οὐκ ἔλαβον, οὐδὲ ἔχουσι.

Μνησθήτωσαν τοῦ ἁγίου Πέτρου πρὸς τὸν τοῦτο ἐπιτηδεύσαντα, οὕτω λέγοντος· «οὔκ ἐστί σοι μερίς, οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ.» Εἰ γὰρ ἀπεμπολεῖται ἡ τῆς Ἱερωσύνης ἀξία, ἄρα περιττὴ παρ’ αὐτοῖς ἡ κατὰ τὸν βίον σεμνὴ πολιτεία, καὶ ἡ ἐν ἀγνοίᾳ καὶ ἀρετῇ ἀναστροφή. Περιττὸς κατ’ αὐτοὺς καὶ ὁ Παῦλος ὁ θεῖος Ἀπόστολος διδάσκων· «δεῖ τὸν Ἐπίσκοπον ἀνεπίληπτον εἶναι, σώφρονα, κόσμιον, διδακτικόν, ἐγκρατῆ, νηφάλιον, ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν».

Οἴχεται ταῦτα πάντα ἐκ τοῦ πρατοῦ καὶ ἀγοραστοῦ τῆς Ἱερωσύνης. Αἱ οὖν ὑποκείμεναι ἁγιόλεκτοι χρήσεις ἀλλότριον πάντῃ τῆς Ἱερωσύνης ἀποφαίνονται τὸν ποτὲ διδόντα, ἢ λαμβάνοντα ἐν οἱῳδήποτε χρόνῳ, εἴτε καὶ πρὸ τῆς χειροτονίας, εἴτε καὶ μετὰ τὴν χειροτονίαν· λαβεῖν γάρ ἐστι, τὸ λαβεῖν ὅτε δήποτε, ἀλλὰ καὶ πάσας τὰς προσβολὰς τὰς ἐκκλησιαστικὰς ἀφαιροῦσιν ἐπὶ τῇ τῶν χρημάτων δόσει.

Κανὼν τῶν Ἁγίων Ἀποστόλων κθʹ «Εἴ τις Ἐπίσκοπος διὰ χρημάτων τῆς ἀξίας ταύτης ἐγκρατὴς γένηται, ἢ Πρεσβύτερος, ἢ Διάκονος, καθαιρείσθω καὶ αὐτὸς καὶ ὁ χειροτονήσας, καὶ ἐκκοπτέσθω τῆς κοινωνίας, ὡς Σίμων ὁ μάγος ὑπ’ ἐμοῦ Πέτρου».

Ἐκ τῆς βίβλου τῶν Πράξεων «Ἰδὼν δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν Ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα λέγων, δότε κᾀμοὶ τὴν ἐξουσίαν ταύτην ἵνα, ᾧ ἂν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα ἅγιον. Πέτρος δὲ εἶπε πρὸς αὐτόν· Τὸ ἀργύριόν σου εἴη σὺν σοὶ εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι· οὐκ ἔστι σοι μερίς, οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ. Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Θεοῦ, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου· εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα».

Ἐκ τῆς γʹ. τῶν Βασιλειῶν. Κεφ. ιγʹ. 33 «Καὶ οὐκ ἐπέστρεψεν Ἱεροβοὰμ ἀπὸ τῆς κακίας αὐτοῦ. Καὶ ἐπέστρεψε καὶ ἐποίησεν ἐκ μέρους τοῦ λαοῦ Ἱερεῖς ὑψηλῶν. Ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα αὐτοῦ καὶ ἐγένετο Ἱερεὺς εἰς τὰ ὑψηλά. Καὶ ἐγένετο τοῦτο τὸ ῥῆμα εἰς ἁμαρτίαν τῷ οἴκῳ Ἱεροβοάμ, καὶ εἰς ὄλεθρον καὶ εἰς ἀφανισμὸν ἀπὸ προσώπου τῆς γῆς».

Ἐκ τῆς δʹ. τῶν Βασιλειῶν. Κεφ. εʹ. 15-27 «Καὶ ἐπέστρεψε Νεεμὰν πρὸς Ἐλισσαιὲ αὐτὸς καὶ πᾶσα ἡ παρεμβολὴ αὐτοῦ. Καὶ ἦλθε, καὶ ἔστη ἐνώπιον αὐτοῦ, καὶ εἶπεν· Ἰδοὺ δὴ ἔγνωκα, ὅτι οὐκ ἔστι Θεὸς ἐν πάσῃ τῇ γῇ, ἀλλ’ ἢ ἐν τῷ Ἰσραήλ. Καὶ νῦν λάβε τὴν εὐλογίαν παρὰ τοῦ δούλου σου. Καὶ εἶπεν Ἐλισσαιέ·

Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ λήψομαι. Καὶ παρεβιάσατο αὐτὸν λαβεῖν, καὶ ἠπείθησε. Καὶ μετ’ ὀλίγα. Καὶ εἶπε Γιεζῆ τὸ παιδάριον Ἐλισσαιέ· Ἰδοὺ ἐφείσατο ὁ Κύριός μου τοῦ Νεεμὰν τοῦ Σύρου τοῦ λαβεῖν ἐκ χειρὸς αὐτοῦ, ἃ ἐνήνοχε. Ζῇ Κύριος, εἰμὴ δραμοῦμαι ὀπίσω αὐτοῦ, καὶ λήψωμαι παρ’ αὐτοῦ τι. Καὶ ἐδίωξε Γιεζῆ ὀπίσω Νεεμάν. Καὶ μετὰ βραχέα. Καὶ εἶπε Νεεμάν· Λάβε διτάλαντον ἀργυρίου. Καὶ ἔλαβε δύω τάλαντα ἀργυρίου ἐν δυσὶ θυλάκοις, καὶ δύω ἀλλασσομένας στολάς. Καὶ μεθ’ ἕτερα. Καὶ εἶπε πρὸς αὐτὸν Ἐλισσαιέ· Πόθεν Γιεζῆ; Καὶ εἶπε Γιεζή· Οὐ πορεύεται ὁ δοῦλός σου ἔνθα καὶ ἔνθα; Καὶ εἶπε πρὸς αὐτὸν Ἐλισσαιέ· Οὐχὶ ἡ καρδία μου ἐπορεύθη μετὰ σοῦ; καὶ οἶδα, ὅτι ἀπέστρεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματος εἰς συνάντησίν σου; καὶ νῦν ἔλαβες τὸ ἀργύριον, καὶ λήψῃ ἐν αὐτῷ κήπους, καὶ ἐλαιῶνας, καὶ ἀμπελῶνας, καὶ πρόβατα, καὶ βόας, καὶ παῖδας, παιδίσκας, καὶ ἡ λέπρα Νεεμὰν κολληθήσεται ἐν σοί, καὶ ἐν τῷ σπερματί σου εἰς τὸν αἰῶνα. Καὶ ἐξῆλθεν ἐκ τοῦ προσώπου αὐτοῦ λελεπρωμένος ὡσεὶ χιών.»

Τοῦ μεγάλου Βασιλείου ἐκ τῆς εἰς τὸν Ἡσαίαν ἑρμηνείας «Νόμον ἔδωκε, εἰς βοήθειαν, ἵνα εἴπωσιν οὐχ ὡς τὸ ῥῆμα τοῦτο τοῦ ἐγγαστριμύθου· οὐ γὰρ πρὸς ἀπάτην ἐπινενόηται, ὥσπερ ἐκεῖνα, ἀλλ’ ἀληθείας ἐστὶ διδάσκαλος, κᾀκεῖνοι μὲν ἐπ’ ἀργυρίῳ μαντεύονται. Τοῦτο γάρ ἐστι τὸ καταγέλαστον, ὅτι καὶ ἀργύριον αὐτοῖς τελοῦσι μισθὸν τοῦ ψεύδους οἱ ἀπατώμενοι. Τοῦτο δὲ τὸ ῥῆμα τοῦ νόμου οὐκ ἔστι τοιοῦτον, ὥστε δῶρα δοῦναι περὶ αὐτοῦ· οὐδεὶς γὰρ τὴν χάριν ἀποδίδοται. Δωρεάν, φησιν, ἐλάβετε, δωρεὰν δότε. Ὁρᾷς, πῶς ἠγανάκτησε Πέτρος ἐπὶ Σίμωνι, ἀργύριον ἐπὶ τῆς δωρεᾶς τοῦ Πνεύματος προκομίσαντι; Τὸ ἀργύριόν σου σὺν σοί, φησιν, εἰς ἀπώλειαν, ὅτι ἐνόμισας τὴν δωρεὰν τοῦ Θεοῦ διὰ χρημάτων κτᾶσθαι. Οὐκ ἔστιν οὖν τοῦ Εὐαγγελίου λόγος, ὡς τὰ πωλούμενα ῥήματα τῶν ἐγγαστριμύθων. Τὶ γὰρ ἄν τις δοίη ἄξιον αὐτοῦ ἀντάλλαγμα; Ἄκουε τοῦ Δαβὶδ ἀποροῦντος καὶ λέγοντος· Τὶ ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι; οὐκ ἔστιν οὖν δῶρα δοῦναι περὶ τούτου ἀντάξια τῆς ἀπ’ αὐτοῦ χάριτος. Ἓν δῶρον ἄξιον, ἡ φυλακὴ τοῦ δωρηθέντος. Ὁ δούς σοι τὸν θησαυρόν, οὐχὶ τιμὴν ἀπαιτεῖ τοῦ δοθέντος, ἀλλὰ φυλακὴν ἀξίαν τοῦ δεδομένου».

Τοῦ αὐτοῦ ἐκ τῆς Ἐπιστολῆς τῆς πρὸς τοὺς ὑφ’ ἑαυτὸν Ἐπισκόπους, ἥτις ἐστὶ Κανὼν ϙʹ «Νομίζουσι μὴ ἁμαρτάνειν τῷ μὴ ἅμα προσλαμβάνειν, ἀλλὰ μετὰ τὴν χειροτονίαν λαμβάνειν. Λαβεῖν δέ ἐστιν, ὅτε δήποτε λαβεῖν. Παρακαλῶ οὖν ταύτην τὴν πρόσοδον, μᾶλλον δὲ τὴν προσαγωγὴν τὴν ἐπὶ γέενναν ἀπόθεσθε, καὶ μὴ τὰς χεῖρας μολύνοντες τοιούτοις λήμμασιν, ἑαυτοὺς ἀναξίους ποιήσητε τοῦ ἐπιτελεῖν τὰ ἅγια Μυστήρια.»

Ἐκ τοῦ βίου τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου «Προσῆλθεν ὁ τῆς μακρηγορίας ἡμῖν αἴτιος τοῖς Ἐπισκόποις πᾶσιν Εὐσέβιος, ὁ κατήγορος τῶν ἓξ λοιπῶν Ἐπισκόπων, ἀξιῶν δεχθῆναι εἰς κοινωνίαν. Προσαντιλέγουσί τινες τῶν Ἐπισκόπων μὴ δεῖν αὐτὸν δεχθῆναι ὡς συκοφάντην. Ἐπὶ τούτοις ἱκέτευε λέγων· Ἐπειδὴ ἡ δίκη τὸ πλεῖστον μέρος ἐπὶ ἔτη δύω ἐβασανίσθη, εἰς μάρτυρας δὲ γεγένηται ἡ ὑπέρθεσις· δέομαι τῆς ὑμετέρας θεοφιλίας, σήμερον παραυτὰ δοῦναί με τοὺς μάρτυρας· εἰ γὰρ καὶ Ἀντωνῖνος τετελεύτηκεν ὁ Ἐπίσκοπος, ὁ λαβὼν τὸ χρυσίον καὶ χειροτονήσας, ἀλλ’ οὖν γε μένουσιν οἱ δεδωκότες καὶ χειροτονηθέντες. Ἐδικαίωσεν ἡ παροῦσα Σύνοδος ζητηθῆναι τὸ πρᾶγμα, καὶ ἄρχεται ἡ ὑπόθεσις ἐξ ἀναγνώσεως τῶν πρῴην πραχθέντων ὑπομνημάτων.

Εἰσῆλθον οἱ μάρτυρες, εἰσῆλθον καὶ οἱ ἓξ τῶν δεδωκότων καὶ χειροτονηθέντων. Ἐν ἀρχῇ ἠρνοῦντο. Ἐπιμενόντων δὲ τῶν μαρτύρων, τῶν μὲν λαϊκῶν, τῶν δὲ Πρεσβυτέρων, οἷς ἔδοξαν τεθαῤῥηκέναι, πρῶτα μὲν ἠρνοῦντο· ὡς δὲ οἱ μάρτυρες ἤλεγχον, τόπων αὐτοὺς ὑπομιμνήσκοντες καὶ τῶν καιρῶν, καὶ τὰ εἴδη τῶν ἐνεχύρων λέγοντες, καὶ τὴν ποσότητα, οὐ πάνυ καλῶς τῆς συνειδήσεως αὐτῶν διακειμένης, αὐθαίρετοι ὁμολογοῦσι δίχα πολλῆς ἀνάγκης, ὅτι δεδώκαμεν καὶ γεγόναμεν, τοιαύτην νομίσαντες ἀκολουθίαν εἶναι, ἵνα τῆς λειτουργίας τῆς δημοσίας ἐλευθερωθῶμεν, καὶ νῦν δεόμεθα, εἰ μέν ἐστιν ὅσιον ἡμᾶς εἶναι ἐν τῇ λειτουργίᾳ τῆς Ἐκκλησίας, ἐπεὶ κᾂν τὸ χρυσίον ὃ ἐδώκαμεν, ἵνα λάβωμεν· τῶν γὰρ γυναικῶν ἡμῶν δεδώκαμέν τινα σκεύη. Ὁ Ἰωάννης πρὸς ταῦτα ὑπέσχετο τῇ Συνόδῳ, ὅτι τοῦ μὲν βουλευτηρίου ἐγὼ αὐτοὺς ἀπαλλάσσω, ἀξιώσας τὸν Βασιλέα, ὑμεῖς δὲ προστάξετε λαβεῖν αὐτοὺς ὃ δεδώκασι παρὰ τῶν κληρονόμων τοῦ Ἀντωνίνου. Προσέταξεν ἡ Σύνοδος, τὸ μὲν χρυσίον αὐτοὺς λαβεῖν παρὰ τῶν κληρονόμων τοῦ Ἀντωνίνου, κοινωνεῖν δὲ ἔνδον τοῦ θυσιαστηρίου, εἶναι δὲ ἀπὸ Ἱερέων, ἵνα μὴ τούτων συγχωρηθέντων, ἔθος γένηται Ἰουδαϊκόν, ἢ Αἰγύπτιον, τοῦ πωλεῖν καὶ ἀγοράζειν τὴν Ἱερωσύνην.

Φασὶ γάρ, τὸν λυμεῶνα καὶ ψευδώνυμον Πατριάρχην τῶν Ἰουδαίων κατ’ ἔτος ἀμείβειν, ἢ καὶ παρ’ ἔτος, τοὺς ἀρχισυναγώγους ἐπὶ συλλογῇ ἀργυρίου, ὁμοίως καὶ τὸν ζηλωτὴν τούτου τῶν Αἰγυπτίων Πατριάρχην, ἵνα πληρωθῇ τὸ προφητικόν· “Οἱ Ἱερεῖς αὐτῆς μετὰ δώρων ἀπεκρίναντο, καὶ οἱ Προφῆται μετὰ ἀργυρίου ἐμαντεύοντο”».

Ὧδε παράγεται εἰς μαρτυρίαν καὶ ὁ βʹ. Κανὼν τῆς δʹ. ὃν καὶ ἀνάγνωθι ἐκεῖ, καὶ ἐν τῇ προλαβούσῃ τοῦ Γενναδίου Ἐπιστολῇ. (Ἐκ τῆς ἐγκυκλίου ἐπιστολῆς Γενναδίου Πατριάρχου) «Ἔστω τοίνυν καὶ ἔστιν ἀποκήρυκτος, καὶ πάσης Ἱερατικῆς ἀξίας τε καὶ λειτουργίας ἀλλότριος, καὶ τῇ κατάρᾳ τοῦ ἀναθέματος ὑποκείμενος, ὅτε κτᾶσθαι ταύτην τὴν Ἱερωσύνην διὰ χρημάτων οἰόμενος, καὶ ὁ ταύτην παρέχειν ἐπὶ χρήμασιν ὑπισχνούμενος, εἴτε Κληρικός, εἴτε λαϊκὸς εἴη, κᾂν ἐλέγχοιτο, κᾂν μὴ ἐλέγχοιτο ποιεῖν. Οὐ γὰρ οἷόν τε συμβιβασθῆναί ποτε τὰ ἀσύμβατα, οὐδὲ Θεῷ συμφωνῆσαι τὸν Μαμωνᾶν, ἢ τοὺς τούτῳ δουλεύοντας δουλεῦσαι Θεῷ, Δεσποτικὴ καὶ αὕτη ἐστὶν ἀπόφασις ἀναμφίλεκτος· “Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ Μαμωνᾶ”».

Κανὼν κβʹ. ἐκ τῶν Κανόνων τῆς Ἁγίας καὶ Οἰκουμενικῆς ϛʹ. Συνόδου Τοὺς ἐπὶ χρήμασι χειροτονουμένους, εἴτε Ἐπισκόπους, ἢ οἱουσδήποτε Κληρικούς, καὶ μὴ κατὰ δοκιμασίαν καὶ αἵρεσιν βίου, καθαιρεῖσθαι προστάσσομεν, ἀλλὰ καὶ τοὺς χειροτονήσαντας.

Ἀκούσωμεν ταῦτα πάντες καὶ ἐνωτισώμεθα οὐ μόνον Ἀρχιερεῖς, ἀλλὰ καὶ οἱ ἐν τῷ Κλήρῳ κατηριθμημένοι, καὶ πάντες οἱ κατοικοῦντες τὴν Οἰκουμένην. Δεῖ γὰρ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μήποτε παραῤῥυῶμεν, ὅτι οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ἠγοράσθημεν ἐκ τῆς ματαίας πατροπαραδότου ἀναστροφῆς, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ. Οὕτως ἡμᾶς δίδαξον, ἄνερ ἱερώτατε, ἕπεσθαι τοῖς Γραφικοῖς καὶ Εὐαγγελικοῖς καὶ Ἀποστολικοῖς, Κανονικοῖς τε καὶ Πατρικοῖς παραγγέλμασι.

Πειθόμεθα γὰρ τοῖς ῥήμασι τοῦ στόματος ὑμῶν. Ἐπὶ τῶν ὑψηλῶν ἀνάβηθι, ὕψωσον ἐν ἰσχύϊ τὴν φωνήν σου. Πορεύθητι ἐν πλατυσμῷ. Κήρυξον μετὰ παῤῥησίας, ὅπως ἐξαρθῇ καὶ εἰς ἀφανισμὸν οἰχήσεται ἢ διὰ χρημάτων χειροθεσία, καὶ πᾶν εἴ τι διὰ φιλαργυρίαν ταύτῃ, ἀδικίαν τε καὶ ἐμπορίαν, αἰσχροκερδῶς ἕπεται, Ταύτης γὰρ μετὰ τῶν συστοιχούντων αὐτῇ ἐξαιρουμένης ἐκ τοῦ περιουσίου λαοῦ, τοῦ τῷ ὀνόματι τοῦ Χριστοῦ κεκλημένου καὶ δωρεὰν τυχόντος τῆς ἀπολυτρώσεως, πάντα τὰ τῇ κακίᾳ συνεπόμενα μιάσματα πρόῤῥιζα συνεκτμηθήσεται, καὶ οἱ Ἱερεῖς ὡς φοῖνιξ ἀνθήσουσι, Χριστοῦ εὐωδίαν τοῖς σωζομένοις ἐμπνέοντες, καὶ τῇ Ἐκκλησίᾳ ἐπινικίως προσᾴδοντες. «Περιεῖλε Κύριος ἐκ σοῦ τὰ ἀδικήματά σου». Ἔτι δὲ καὶ τοὺς δρεπομένους γλυκάζοντες. Πληθύνοντές τε αὐτοὺς ἐν γήρει πίονι, καὶ τῆς μακαρίας ἐκείνης, λέγω, καὶ ἀκηράτου ζωῆς κληρονόμους ἀναδεικνύντες.

Ἑρμηνεία Καὶ ἡ παροῦσα ἐπιστολή, παρομοίως μὲ τὴν τοῦ Γενναδίου, περὶ Σιμωνίας διαλαμβάνουσα, προοιμιάζει, ὅτι ἀπὸ πολλὰ μέρη διδασκόμεθα, τὸ νὰ μὴ λαμβάνῃ τινὰς ἀργύριον ἢ χρυσίον, διὰ νὰ χειροτονῇ κᾀνένα Ἱερωμένον, ἀπὸ τὸ Εὐαγγέλιον, λέγω, ἀπὸ τοὺς Ἀποστόλους, καὶ ἀπὸ τοὺς θείους Πατέρας. Διότι οἱ χειροτονοῦντες ἐκεῖνοι Ἀρχιερεῖς, μὲ τὸ νὰ ᾖναι ὑπηρέται τοῦ Ἁγίου Πνεύματος, καὶ ὄχι πωληταί, διὰ τοῦτο, καθὼς αὐτοὶ ἔλαβον τὴν χάριν, τοῦ Πνεύματος δωρεὰν καὶ χωρὶς χρήματα, τοιουτοτρόπως ἐδιώρισαν νὰ τὴν δίδωσι δωρεὰν καὶ εἰς τοὺς ἄλλους ἐκεῖνοι ὁποῦ παρ’ αὐτῶν τὴν ἔλαβον, ἀκολουθήσαντες τὸν Κύριον, ὁποῦ λέγει, δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Ὅποιος δὲ φανερωθῇ νὰ τὴν ἀγοράσῃ μὲ χρήματα, ἀπόβλητον αὐτὸν κάμνουσι τῆς Ἱερωσύνης, καὶ ἀγκαλὰ οἱ τοιοῦτοι ἔχουσι τὸ ὄνομα τοῦ Ἱερέως, ἀλλὰ τὸ πρᾶγμα τῆς Ἱερωσύνης δὲν ἔχουσι· διὰ τί κᾀνένας δὲν ἠμπορεῖ νὰ δουλεύσῃ ἐν ταὐτῷ Θεόν τε καὶ Μαμωνᾶν, ἤτοι τὸν πλοῦτον.

Ἐπειδὴ ὅμως καὶ ὁ Ἡσαίας λέγει νὰ δουλεύσῃ ἐν λαλήσουν οἱ Ἱερεῖς εἰς τὴν καρδίαν τῆς Ἱερουσαλήμ, καὶ διὰ Ἰεζεκιὴλ φοβερίζει ὁ Θεὸς τὸν βιγλάτορα ἐκεῖνον, ὁποῦ ἰδῇ τὸν πόλεμον, ὅταν ἔρχεται, καὶ δὲν τὸ φανερώσει εἰς τὸν λαὸν διὰ νὰ φυλαχθῇ, ὅτι θέλει ζητήσει ἀπὸ τὰς χεῖράς του τὸ αἷμα ἐκείνων, διὰ τοῦτο καὶ ἡμεῖς φοβούμενοι νὰ μὴ κατακριθῶμεν διὰ τὴν σιωπήν, φανερόνομεν εἰς τοὺς Ἀρχιερεῖς ὅλους τὸ ἁμάρτημα τοῦτο διὰ νὰ φυλαχθοῦν ἀπὸ αὐτό. Καὶ διὰ νὰ εἰπῶμεν μὲ τὸν Ἀπόστολον, καθαροὶ ἐσμὲν ἀπὸ τὸ αἷμα ἐκείνων, ὁποῦ παραβαίνουσι τοὺς θείους Κανόνας, καὶ μὲ χρήματα χειροτονοῦσιν, ἢ χειροτονοῦνται, εἰς καιρὸν ὁποῦ ὁ Ἀπόστολος Πέτρος τὸν μάγον Σίμωνα, ὁποῦ πρῶτος ἔδειξε τὸ τοιοῦτον ἁμάρτημα, εἰς ἀπώλειαν ἔπεμψεν. Ἀκολούθως δὲ ἐπιστρέφει ὁ Ἅγιος πρὸς τὸν Πάπαν, καὶ τοῦ λέγει ὅτι ἡ δυσσεβὴς αἵρεσις τῶν Σιμωνιακῶν εἶναι βαρυτέρα ἀπὸ τὴν αἵρεσιν τοῦ Πνευματομάχου Μακεδονίου καὶ τῶν σὺν αὐτῷ· διότι ἐκεῖνοι μὲν ἔλεγον, ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον εἶναι κτίσμα καὶ δοῦλον τοῦ Πατρός, οἱ δὲ Σιμωνιακοὶ δοῦλον ἐδικόν τους κάμνουσι τὸ Πνεῦμα τὸ Ἅγιον.

Καθὼς γὰρ κάθε αὐθέντης πωλεῖ τὸ πρᾶγμα ὁποῦ ἔχει καθὼς θέλει, εἴτε δοῦλος εἶναι αὐτό, εἴτε ἄλλο τι εἶδος, καὶ καθὼς ὅποιος ἀγοράζει πρᾶγμα, μὲ τὰ χρήματα τὸ ἀγοράζει, καὶ γίνεται κύριος καὶ αὐθέντης ἐκείνου τοῦ ἀγορασμένου πράγματος, τοιουτοτρόπως καὶ οἱ Σιμωνιακοὶ ἀτιμάζουσι τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ ὡς δοῦλον αὐτὸ πωλοῦσι καὶ ἀγοράζουσι, καὶ βλασφημοῦσι παρόμοια μὲ ἐκείνους ὁποῦ ἐβλασφήμουν τὸν Χριστόν, καὶ ἔλεγον ὅτι με τὸν Βεελζεβοὺλ ἄρχοντα τῶν δαιμονίων ἐκβάλλει ἀπὸ τοὺς ἀνθρώπους τὰ δαιμόνια· ἢ μᾶλλον εἰπεῖν παρομοιάζουσι μὲ τὸν προδότην Ἰούδαν, ὁ ὁποῖος ἐπώλησε τὸν Χριστὸν εἰς τοὺς Ἰουδαίους μὲ τὰ ἀργύρια, διὰ τί καὶ αὐτοὶ πωλοῦσι τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Ὁμοούσιον, καὶ τὴν αὐτὴν φύσιν ἔχον μὲ τὸν Χριστόν, καθ’ ὃ Θεόν. Εἰ δὲ δὲν πωλεῖται ἡ χάρις τοῦ Ἁγίου Πνεύματος (φανερὸν γὰρ εἶναι ὅτι δὲν πωλεῖται πώποτε), βεβαιότατα δὲν μένει εἰς τοὺς ἀγοράζοντας ἡ τῆς Ἱερωσύνης χάρις, ἀλλ’ οὔτε ἔλαβον τελείως Ἱερωσύνην, οὔτε ἔχουσι. Καὶ ἂς ἐνθυμηθοῦν τὰ λόγια τοῦ Ἀποστόλου Πέτρου ὁποῦ εἶπε πρὸς τὸν Σίμωνα «Οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ»· διότι, ἂν ἐπωλεῖτο ἡ Ἱερωσύνη, περιττὴ καὶ ματαία ἤθελεν εἶναι κοντὰ εἰς τοὺς ἀγοράζοντας ἡ σεμνὴ καὶ ἐνάρετος πολιτεία καὶ ἡ ἐν ἁγνείᾳ καὶ ἀρετῇ ζωή, ἡ ἀπαιτουμένη ἀπὸ τοὺς μέλλοντας ἱερωθῆναι.

Περιττὸς καὶ μάταιος ἤθελεν εἶναι ὁ Ἀπόστολος Παῦλος, ὅστις θέλει νὰ ᾖναι ὁ Ἀρχιερεὺς ἀκατηγόρητος, σωφρονισμένος, κόσμιος, ἐγκρατὴς καὶ νηφάλιος, διδακτικὸς καὶ δυνατὸς νὰ παρακινῇ καὶ ἄλλους εἰς τὴν θεογνωσίαν, καὶ νὰ ἐλέγχῃ τοὺς ἀντιλέγοντας, διὰ τί αὐτοὶ ὅλοι εἰς οὐδὲν λογίζονται ἀπὸ τὸν πωλητὴν τῆς Ἱερωσύνης καὶ τὸν ἀγοραστήν, διὰ τὰ ἀργύρια. Καθ’ ἑξῆς δὲ φέρει μαρτυρίας, αἱ ὁποῖαι ὁρίζονται ἀλλότριον τῆς Ἱερωσύνης ἐκεῖνον ὁποῦ λάβει ἢ δώσει ἀργύρια, ἢ πρὸ τῆς χειροτονίας, ἢ μετὰ τὴν χειροτονίαν· καὶ ἡ μὲν ἀπὸ τοῦ ἐννενηκοστοῦ Κανόνος τοῦ μεγάλου Βασιλείου μαρτυρία, καὶ ὁ βʹ. τῆς δʹ. καὶ ἡ ἐκ τῆς ἐπιστολῆς τοῦ Γενναδίου μαρτυρία, καὶ ὁ κβʹ. τῆς ϛʹ. ἑρμηνείαν δὲν χρειάζονται, διὰ τί ἐξηγήσαμεν αὐτούς, καὶ ὅρα τὸν καθ’ ἕνα εἰς τὸν τόπον του. Τὰς δὲ ἄλλας μαρτυρίας ὁποῦ φέρει ἀπὸ τὴν Γραφὴν καὶ τὸν Βασίλειον καὶ τὸν βίον τοῦ Χρυσοστόμου, συντόμως θέλομεν τὰς ἐξηγήσει.

Ἡ μὲν οὖν ἐκ τῶν Πράξεων μαρτυρία λέγει, ὅτι ὁ Σίμων ὁ μάγος ἔφερεν εἰς τοὺς Ἀποστόλους χρήματα, λέγωντας εἰς αὐτούς, νὰ δώσουν καὶ εἰς αὐτὸν τὴν ἐξουσίαν, καὶ εἰς ὅποιον ἐπάνω βάλῃ τὸ χέρι του, νὰ λαμβάνῃ Πνεῦμα ἅγιον· ὁ δὲ Πέτρος τοῦ εἶπε· Νὰ ᾖναι τὰ χρήματα ὁμοῦ μὲ αὐτὸν εἰς ἀπώλειαν, ἐπειδὴ καὶ ἐνόμισε νὰ ἀποκτήσῃ μὲ ταῦτα τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ ὅτι νὰ μετανοήσῃ ἀπὸ αὐτὴν τὴν κακίαν του, κτλ.

Ἡ δὲ ἐκ τῆς τῶν Βασιλειῶν μαρτυρία λέγει, ὅτι ὁ Ἱεροβοὰμ ὁ δοῦλος τοῦ Σολομῶντος (ὅστις ἐπῆρε τὰς δέκα φυλὰς καὶ ἐβασίλευσεν εἰς τὴν Σαμάρειαν) ἔκαμεν Ἱερεῖς εἰς τὰ ὑψηλά, καὶ ὅτι ὅποιος ἤθελεν, ἐγέμιζε τὸ χέρι του (ἤτοι ἔδιδεν ἴσως ἀργύρια) καὶ ἐγίνετο Ἱερεὺς εἰς τὰ ὑψηλά, καὶ τὰ ἑξῆς.

Ἡ δὲ ἐκ τῆς δʹ. Βασιλειῶν λέγει, ὅτι, ἀφ’ οὗ ἐκαθαρίσθη εἰς τὸν Ἰορδάνην ὁ Νεεμάν, κατὰ τὸν λόγον τοῦ Ἐλισσαιέ, ἐγύρισεν εἰς αὐτὸν μὲ ὅλην του τὴν παράταξιν καὶ ἐζήτησε νὰ τοῦ δώσῃ δωρεάς, καὶ τὸν ἐβίασε νὰ λάβῃ, ἀλλ’ ὁ Ἐλισσαῖος δὲν ἔλαβε· βλέπων δὲ Γιεζῆ ὁ δοῦλος τοῦ Ἐλισσαίου ὅτι ὁ Ἐλισσαῖος δὲν ἔλαβεν, ἔδραμε κρυφίως κατόπιν εἰς τὸν Νεεμὰν καὶ τοῦ ἐζήτησεν. Ὁ δὲ Νεεμὰν ἔδωκεν αὐτῷ δύω τάλαντα ἀργυρίου, εἰς δύω θυλακούρας καὶ δύω φορεσίας ῥοῦχα. Ἀφ’ οὗ δὲ ἐστράφη ὁ Γιεζῆ, ἤλεγξεν αὐτὸν ὁ Ἐλισσαῖος, ὅτι ἐπῆρε τὰ χρήματα διὰ νὰ ἀγοράσῃ κήπους καὶ ἐλαιῶνας καὶ ἀμπελῶνας, καὶ πρόβατα καὶ βόας, καὶ δούλους καὶ δούλας, καὶ ὅ, τι θέλει κολλήσει ἡ λέπρα τοῦ Νεεμὰν εἰς αὐτὸν καὶ εἰς ὅλον τὸ σπέρμα του, καὶ παρευθὺς ἔγινεν λευκὸς ἀπὸ τὴν λέπραν ὡσὰν τὸ χιόνι.

Ἡ δὲ μαρτυρία, τὴν ὁποίαν φέρει ἀπὸ τὴν ἑρμηνείαν ὁποῦ κάμνει ὁ μέγας Βασίλειος εἰς τὸ ηʹ. Κεφ. τοῦ Ἡσαίου λέγει· Ὁ νόμος, τὸν ὁποῖον ἔδωκεν ὁ Θεὸς εἰς βοήθειαν τῶν ἀνθρώπων, δὲν εἶναι ὡσὰν τὰ λόγια τῶν μάγων, διὰ νὰ δώσῃ τινὰς χρήματα νὰ τὸν ἀγοράσῃ (καθὼς ἐκεῖνα ἀγοράζουν οἱ παρὰ τῶν μάγων πλανώμενοι, ὄντες ἀξιογέλαστοι, διατὶ δὲν φθάνει ὁποῦ ἀπατῶνται ἀπὸ τὸ ψεῦδος, ἀλλὰ δίδουσι καὶ πληρωμὴν νὰ τὸ ἀγοράζουν), ἐπειδὴ ἡ χάρις τοῦ Θεοῦ δὲν πωλεῖται. Εἶπε γὰρ ὁ Κύριος· Δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Βλέπεις πῶς ἐθυμώθη ὁ Πέτρος κατὰ τοῦ Σίμωνος καὶ τοῦ εἶπε, τὸ ἀργύριόν σου σὺν σοὶ εἰς ἀπώλειαν, ἐπειδὴ καὶ ἐνόμισες ὅτι μὲ χρήματα ἀποκτᾶται ἡ δωρεὰ τοῦ Θεοῦ; Δὲν εἶναι λοιπὸν τὰ λόγια τοῦ Εὐαγγελίου, ὡσὰν τῶν μάγων, ἐπειδὴ τί πληρωμὴν ἀξίαν ἠμπορεῖ νὰ δώσῃ ἄνθρωπος δι’ αὐτά; Ἄκουσον πῶς ἀπορεῖ ὁ Δαβὶδ καὶ δὲν ἔχει τι νὰ ἀνταποδώσῃ εἰς τὸν Θεὸν διὰ τὰς χάριτάς του· ὥστε, κᾀνένα δῶρον δὲν εἶναι ἄξιον τῆς θείας χάριτος. Ἔνα μόνον δῶρον εἶναι ἄξιον, ἀνίσως τινὰς φυλάξῃ τὸ δωρηθὲν εἰς αὐτὸν χάρισμα, διατὶ ἐκεῖνος ὁποῦ σοὶ ἔδωκε τὸν θησαυρόν, δὲν σοῦ ζητεῖ πληρωμήν, ἀλλὰ φύλαξιν τοῦ δεδομένου.

Ἡ δὲ ἐκ τοῦ βίου τοῦ Χρυσοστόμου μαρτυρία διηγεῖται, ὅτι Εὐσέβιός τις ἐκατηγόρει ἐν τῇ Ἀσίᾳ κᾄποιον Ἀντωνῖνον Ἐπίσκοπον, ὅστις ἔλαβε χρήματα καὶ ἐχειροτόνησεν ἓξ Ἐπισκόπους. Ἡ κρίσις τῆς ὑποθέσεως ταύτης ἐκράτησε δύω χρόνους, μὲ τὸ νὰ εἶπεν ὁ Εὐσέβιος ὅτι ἔχει νὰ παραστήσῃ εἰς αὐτὴν μάρτυρας. Παραστήσας λοιπὸν τούτους μετὰ τοὺς δύω χρόνους, ἀφ’ οὗ ὁ Ἀντωνῖνος εἶχεν ἀποθάνει, εἶπε πρὸς τὴν Σύνοδον, ὅτι ἀγκαλὰ καὶ ὁ χειροτονήσας Ἀντωνῖνος ἐτελεύτησεν, ὅμως οἱ δόντες τὰ χρήματα καὶ χειροτονηθέντες ζῶσιν· ἐξέτασεν ἡ Σύνοδος τὸ πρᾶγμα, ἐδιαβάσθησαν τὰ γράμματα ὁποῦ ἔγιναν εἰς τὴν προτέραν κρίσιν· ἀρνοῦντο οἱ ἓξ Ἐπίσκοποι, ὅτι ἔδωσαν χρήματα καὶ ἐχειροτονήθησαν. Ἀλλ’ ἐπειδὴ καὶ οἱ μάρτυρες ἐπέμενον μαρτυροῦντες καὶ τοὺς τόπους, καὶ τοὺς καιρούς, καὶ τὰ εἴδη τῶν ἀργυρίων, καὶ τὴν ποσότητα. Τέλος καὶ οἱ Ἐπίσκοποι ὡμολόγησαν, ὅτι ἔδωκαν χρήματα καὶ ἐχειροτονήθησαν διὰ νὰ μὴ τοὺς πειράζουν εἰς τὰς βασιλικὰς ὑπηρεσίας. Ἐζήτησαν δέ, ὅτι εἰ μὲν συγχωροῦνται νὰ ᾖναι Ἐπίσκοποι καλῶς, εἰ δὲ μὴ νὰ πάρουν τὰ χρήματα ὁποῦ ἔδωκαν, τὰ ὁποῖα ἦσαν κόσμια τῶν γυναικῶν τους.

Ὅθεν ὁ θεῖος Χρυσόστομος καὶ ἡ Σύνοδος ἐπρόσταξαν, οἱ μὲν κληρονόμοι τοῦ Ἀντωνίνου νὰ δώσουν τὰ χρήματα ὀπίσω, οἱ δὲ χειροτονηθέντες Ἐπίσκοποι νὰ ᾖναι ἀπόβλητοι τῆς Ἱερωσύνης, νὰ κοινωνοῦσι δὲ μέσα εἰς τὸ ἅγιον βῆμα, ἵνα μὴ αὐτοὶ συγχωρηθέντες νὰ ἐνεργοῦσι τὰ τῆς Ἱερωσύνης, συνήθεια γένηται Ἰουδαϊκή, ἢ Αἰγύπτιος μέσα εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, νὰ πωλῆται καὶ νὰ ἀγοράζεται ἡ Ἱερωσύνη.

Ὁ γὰρ ψευδώνυμος Πατριάρχης καὶ χαχάμης τῶν Ἰουδαίων κάθε χρόνον ἀλλάζει τοὺς ἀρχηγοὺς τῆς Συναγωγῆς διὰ νὰ παίρνῃ παράδες, ὁμοίως καὶ ὁ Πατριάρχης τῶν Αἰγυπτίων, τοὺς Ἰουδαίους μιμούμενος, τὸ ἴδιον κάμνει, ἵνα πληρωθῇ ἡ προφητεία ἡ λέγουσα· «Οἱ Ἱερεῖς αὐτῆς (τῆς Ἱερουσαλὴμ) μὲ μισθὸν ἀπεκρίναντο, καὶ οἱ Προφῆται μὲ χρήματα ἐμαντεύοντο.» Ταῦτα εἰπὼν ὁ θεῖος Ταράσιος, ἐν εἴδει ἐπιλόγου ἐπιφέρει. Αὐτὰ πρέπει νὰ ἀκούσωμεν ὅλοι οἱ Ἀρχιερεῖς καὶ Κληρικοί, καὶ ὅλοι οἱ κάτοικοι τῆς Οἰκουμένης φυλάττοντες αὐτὰ καὶ προσέχοντες εἰς τὰ ἀκουσθέντα, κατὰ τὸν Παῦλον, διὰ νὰ μὴ ἀφανισθῶμεν. Παρακινεῖ δὲ καὶ τὸν Πάπαν Ἀδριανὸν νὰ ἀναβῇ εἰς τὰ ὑψηλὰ καὶ νὰ ὑψώσῃ τὴν φωνήν του, κατὰ τὰ λόγια τοῦ Ἡσαίου, διὰ νὰ ἀφανισθῆ ἡ διὰ χρημάτων χειροτονία, καὶ ὅ, τι ἄλλο ἕπεται εἰς αὐτὴν γινόμενον διὰ φιλαργυρίαν καὶ αἰσχροκέρδειαν, καὶ νὰ ἀσηκωθῇ καὶ νὰ ἐκριζωθῇ ἀπὸ τὸν Χριστώνυμον λαόν, ὅστις δωρεὰν ἠλευθερώθη μὲ τὸ αἷμα τοῦ Χριστοῦ, ἡ κακία αὕτη καὶ τὰ ἀκόλουθα αὐτῆς πονηρὰ βλαστήματα, ἵνα οἱ Ἱερεῖς ἀνθήσωσιν ὡς φοίνικες, εὐωδίαν Χριστοῦ πνέοντες εἰς τοὺς σωζομένους Χριστιανούς, καὶ λέγοντες μὲ τὸν Σοφονίαν εἰς τὴν Ἐκκλησίαν· «Περιεῖλε Κύριος τὰ ἀδικήματά σου,» γλυκαίνοντες τοὺς λαοὺς ὁποῦ τρυγοῦν τοὺς πνευματικούς των καρπούς, καὶ τῆς ἀθανάτου καὶ μακαρίας ζωῆς κληρονόμους τούτους ἀποδεικνύοντες.