Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόδημος ὁ Ἁγιορείτης – Σχόλια εἰς τοὺς συνοδικοὺς κανόνας

Νικόδημος ὁ Ἁγιορείτης

Έβδομη Οικουμενική Σύνοδος

Προλεγόμενα, καταδίκη της εικονομαχίας, παράθεση και ερμηνεία των είκοσι δύο κανόνων της Έβδομης Οικουμενικής Συνόδου της Νικαίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόδημος ὁ Ἁγιορείτης

—

Κεφάλαιο 8 από 8

ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΕΒΔΟΜΗΣ ΣΥΝΟΔΟΥ ΠΡΟΛΕΓΟΜΕΝΑ Ἡ Ἁγία καὶ Οἰκουμενικὴ Ζʹ. Σύνοδος συνεκροτήθη ἐν Νικαίᾳ τῆς Βιθυνίας τὸ Βʹ. ἐπὶ Κωνσταντίνου καὶ Εἰρήνης τῆς μητρὸς αὐτοῦ, ἐν ἔτει ἀπὸ Χριστοῦ 783. Πατέρες δὲ ἦσαν ἐν αὐτῇ, ὀρθόδοξοι μὲν τριακόσιοι πεντήκοντα, προσετέθησαν δὲ καὶ ἄλλοι δέκα καὶ ἑπτά, εἰκονομάχοι μὲν ὄντες τὸ πρότερον, ὕστερον δὲ μετανοήσαντες καὶ προσδεχθέντες ὑπ’ αὐτῆς. Ὥστε ὅλοι ἦσαν τριακόσιοι ἑξῆντα ἑπτά. Ὑπερέχοντες δὲ καὶ λογάδες ἐξ αὐτῶν ἦσαν Ταράσιος ὁ Κωνσταντινουπόλεως, Πέτρος Ἀρχιπρεσβύτερος Ῥώμης, καὶ Πέτρος ἄλλος Πρεσβύτερος καὶ αὐτὸς καὶ Ἡγούμενος τῆς ἐν Ῥώμῃ μονῆς τοῦ ἁγίου Σάββα, ἐπέχοντες τὸν τόπον τοῦ Πάπα Ἀδριανοῦ, Θωμᾶς ὁ Σύγγελος καὶ Ἱερομόναχος, καὶ Ἰωάννης ὁ Ἱερομόναχος, τὸν τόπον ἀναπληροῦντες τῶν Ἀποστολικῶν θρόνων, ἤτοι ἀντὶ Ἀπολιναρίου Ἀλεξανδρείας, Θεοδωρήτου Ἀντιοχείας, καὶ Ἠλία Ἱεροσολύμων. Εἶχον δὲ πολλὴν ἰσχὺν ἐν τῇ Συνόδῳ ταύτῃ καὶ οἱ Μοναχοί, καθ’ ὅτι ἧσαν παρόντες ἐν αὐτῇ ρλϛʹ.

Ἀρχιμανδρῖται Μοναστηρίων, Συνήχθη δὲ ἡ Σύνοδος αὕτη κατὰ τῶν δυσσεβῶν καὶ χριστιανοκατηγόρων εἰκονομάχων, τοὺς ὁποίους ἀναθεματίσασα, καὶ μάλιστα Ἀναστάσιον, Κωνσταντῖνον καὶ Νικήταν, τοὺς ἐπὶ τῶν εἰκονομάχων χρηματίσαντας Κωνσταντινουπόλεως ψευδοπατριάρχας, ὡς τὰς ἁγίας εἰκόνας, οὐ μόνον μὴ ἀσπαζομένους καὶ προσκυνοῦντας, ἀλλὰ καὶ εἴδωλα ταύτας ὀνομάζοντας, καὶ κατακαίοντας, καὶ καταπατοῦντας, καὶ εἰς τὰς ὁδοὺς περισύροντας, καὶ μὲ κάθε τρόπον περιϋβρίζοντας.

Ἀνασκευάσασα δὲ καὶ τὸν ψευδώνυμον ὅρον τῆς ἐπὶ Κωνσταντίνου τοῦ Κοπρωνύμου ἐν Βλαχέρνᾳ συστάσης ψευδοσυνόδου, Ἐπιφανίου καὶ Ἰωάννου τῶν Διακόνων ἀναγινωσκόντων· καὶ τὸν ἅγιον Γερμανόν, καὶ Ἰωάννην τὸν Δαμασκηνόν, καὶ Γεώργιον Κύπριον ἀνακηρύξασα ὡς ὀρθοδόξους καὶ Ἁγίους, ὅρον ἐξέδωκεν ἐν τῇ ζʹ. πράξει αὑτῆς, οὕτως ἐπὶ λέξεως ἔχοντα. «Ὁρίζομεν σὺν ἀκριβείᾳ πάσῃ καὶ ἐμμελείᾳ, παραπλησίως τῷ τύπῳ τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, ἀνατίθεσθαι τὰς σεπτὰς καὶ ἁγίας εἰκόνας τὰς ἐκ χρωμάτων, ἢ ψηφίδος, καὶ ἑτέρας ὕλης ἐπιτηδείως ἐχούσης, ἐν ταῖς ἁγίαις τοῦ Θεοῦ Ἐκκλησίαις, ἐπὶ ἱεροῖς σκεύεσι καὶ ἐσθῆσι, τοίχοις τε καὶ σανίσιν, οἴκοις τε καὶ ὁδοῖς, τῆς τε τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰκόνος, καὶ τῆς ἀχράντου Δεσποίνης ἡμῶν, τῆς ἁγίας Θεοτόκου, τιμίων τε Ἀγγέλων, καὶ πάντων Ἁγίων. Ὅσῳ γὰρ συνεχῶς δι’ εἰκονικῆς ἀνατυπώσεως ὁρῶνται, τοσοῦτον καὶ οἱ ταύτας θεώμενοι διανίστανται πρὸς τὴν τῶν πρωτοτύπων μνήμην τε καὶ ἐπιπόθησιν.

Καὶ ταύταις ἀσπασμόν, καὶ τιμητικὴν προσκύνησιν ἀπονέμειν, οὐμὴν τὴν κατὰ πίστιν ἡμῶν ἀληθινὴν λατρείαν, ἣ πρέπει μόνῃ τῇ Θείᾳ φύσει (ὁρίζεται δὲ ἡ λατρεία ἀπὸ τὸν Μέγαν Βασίλειον, ὅτι εἶναι ἡ συντεταμένη, καὶ διηνεκής, καὶ ἀμετεώριστος περὶ τὸ λατρευόμενον θεραπεία· ὅρ. κατ’ ἐπιτομ. σλʹ.)· ἀλλ’ ὃν τρόπον τῷ τύπῳ τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, καὶ τοῖς ἁγίοις Εὐαγγελίοις, καὶ τοῖς λοιποῖς Ἱεροῖς ἀναθήμασι, καὶ θυμιαμάτων, καὶ φώτων προσαγωγήν, πρὸς τὴν τούτων τιμὴν ποιεῖσθαι, καθὼς καὶ τοῖς ἀρχαίοις εὐσεβῶς εἴθισται. Ἡ γὰρ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει, καὶ ὁ προσκυνῶν τὴν εἰκόνα, προσκυνεῖ ἐν αὐτῇ τοῦ ἐγγραφομένου τὴν ὑπόστασιν. Οὕτω γὰρ κρατύνεται ἡ τῶν ἁγίων Πατέρων ἡμῶν διδασκαλία, ἤτουν παράδοσις τῆς καθολικῆς Ἐκκλησίας, τῆς ἀπὸ περάτων εἰς πέρατα δεξαμένης τὸ Εὐαγγέλιον». Κοντὰ δὲ εἰς αὐτὰ πάντα, καὶ τοὺς παρόντας κβʹ. Κανόνας ἡ Σύνοδος αὕτη ἐξέδωκεν ἐν τῇ ηʹ. πράξει αὑτῆς, ἀναγκαίους ὄντας εἰς τὴν τῆς Ἐκκλησίας εὐταξίαν καὶ κατάστασιν, οἵτινες ἐβεβαιώθησαν, ὁμοῦ καὶ ὅλη ἡ ἁγία καὶ Οἰκουμενικὴ ζʹ. Σύνοδος αὕτη, ἀπὸ τὴν μετὰ ταύτην συγκροτηθεῖσαν, ἐν τῇ ἁγίᾳ Σοφίᾳ Σύνοδον, καὶ ἀπὸ ὅλους τοὺς ἑρμηνευτὰς τῶν Κανόνων. Τὰ δὲ πρακτικὰ τῆς παρούσης Συνόδου εἰς ὀκτὼ πράξεις περιεχόμενα, εὑρίσκονται εἰς τὸν βʹ. τόμ.

τῶν Συνοδιῶν σελ. 719. μετὰ τὰ πρακτικὰ δὲ εὑρίσκονται καὶ διάφοροι ἐπιστολαὶ συντείνουσαι πρὸς τὴν παροῦσαν Σύνοδον.

Οἱ κβʹ. Κανόνες τῆς ἁγίας καὶ Οἰκουμενικῆς Ζʹ. Συνόδου, ἑρμηνευόμενοι. ΚΑΝΩΝ Αʹ. Τοῖς τὴν ἱερατικὴν λαχοῦσιν ἀξίαν, μαρτύριά τε καὶ κατορθώματα αἱ τῶν κανονικῶν διατάξεών εἰσιν ὑποτυπώσεις, ἃς ἀσμένως δεχόμενοι μετὰ τοῦ θεοφάντορος Δαβὶδ ἄδομεν πρὸς τὸν δεσπότην Θεὸν λέγοντες, «ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ, καὶ ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με καὶ ζήσομαι.» Καὶ εἰ εἰς τὸν αἰῶνα ἡ προφητικὴ φωνὴ ἐντέλλεται ἡμῖν φυλάττειν τὰ μαρτύρια τοῦ Θεοῦ, καὶ ζῇν ἐν αὐτοῖς, δῆλον ὅτι ἀκράδαντα καὶ ἀσάλευτα διαμένουσιν.

Ὅτι καὶ ὁ θεόπτης Μωϋσῆς οὕτω φησίν. «Ἐν αὐτοῖς οὐκ ἔστι προσθεῖναι, καὶ ἀπ’ αὐτῶν οὐκ ἔστιν ἀφελεῖν.» Καὶ ὁ θεῖος Ἀπόστολος Πέτρος ἐν αὐτοῖς ἐγκαυχώμενος βοᾷ· «εἰς ἃ ἐπιθυμοῦσιν Ἄγγελοι παρακύψαι.» Καὶ ὁ Παῦλος φησίν, «κᾂν ἡμεῖς, ἢ ἐξ οὐρανοῦ Ἄγγελος εὐαγγελίζεται ὑμῖν παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω». Τούτων οὖν οὕτως ὄντων καὶ διαμαρτυρομένων ἡμῖν, ἀγαλλώμενοι ἐπ’ αὐτοῖς, ὡς εἴ τις εὕροι σκῦλα πολλά, ἀσπασίως τοὺς θείους Κανόνας ἐνστερνιζόμεθα, καὶ ὁλόκληρον τὴν αὐτῶν διαταγὴν καὶ ἀσάλευτον κρατύνομεν, τῶν ἐκτεθέντων ὑπὸ τῶν σαλπίγγων τοῦ Πνεύματος πανευφήμων Ἀποστόλων, τῶν τε ἐξ ἁγίων Οἰκουμενικῶν Συνόδων, καὶ τῶν τοπικῶς συναθροισθεισῶν ἐπὶ ἐκδόσει τοιούτων διαταγμάτων, καὶ τῶν ἁγίων Πατέρων ἡμῶν· ἐξ ἑνὸς γὰρ ἅπαντες καὶ τοῦ αὐτοῦ Πνεύματος αὐγασθέντες, ὥρισαν τὰ συμφέροντα· καὶ οὓς μὲν τῷ ἀναθέματι παραπέμπουσι, καὶ ἡμεῖς ἀναθεματίζομεν, οὓς δὲ τῇ καθαιρέσει, καὶ ἡμεῖς καθαιροῦμεν, οὓς δὲ τῷ ἀφορισμῷ, καὶ ἡμεῖς ἀφορίζομεν, οὓς δὲ ἐπιτιμίῳ παραδιδόασι, καὶ ἡμεῖς ὡσαύτως ὑποβάλλομεν. Ἀφιλάργυρος γὰρ ὁ τρόπος· ἀρκούμενοι τοῖς παροῦσιν· ὁ βεβηκὼς εἰς τρίτον οὐρανὸν καὶ ἀκούσας ἄῤῥητα ῥήματα Παῦλος ὁ θεῖος Ἀπόστολος διαῤῥήδην βοᾷ.

Ἑρμηνεία. Οἱ θεῖοι Κανόνες, μαρτύρια μὲν εἶναι κοντὰ εἰς τοὺς Ἱερωμένους, καθ’ ὃ μαρτυροῦσι καὶ φανερόνουν εἰς αὐτοὺς πῶς πρέπει νὰ πολιτεύωνται. Κατορθώματα δέ, καθ’ ὃ συντηρούμενοι ἀπὸ αὐτούς, κατορθοῦσι καὶ διευθύνουσι τὴν ζωὴν αὐτῶν. Τούτους δὲ τοὺς Κανόνας ἡ Σύνοδος αὕτη μετὰ χαρᾶς ἀποδεχομένη διὰ τοῦ παρόντος Κανόνος, τὰ προφητικὰ ἐκεῖνα λόγια τοῦ Δαβὶδ ἀναμέλπει πρὸς τὸν Θεόν, τὰ οὕτω διαγορεύοντα. Ἐχάρηκα Κύριε εἰς τὰ μαρτύριά σου, καθὼς ἤθελα χαρῇ, ἂν εἶχα ὅλους τοὺς πλούτους τοῦ κόσμου. Καὶ σὺ ἐπρόσταξες νὰ φυλάττω τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, μὲ τὰ ὁποῖα σόφισόν με, καὶ θέλω ζήσει εἰς αὐτά. Καὶ ἂν ἡ φωνὴ αὕτη τοῦ Προφήτου μᾶς προστάζῃ νὰ φυλάττωμεν τὰ μαρτύρια τοῦ Θεοῦ παντοτεινά, καὶ νὰ ζῶμεν εἰς αὐτά, φανερὸν εἶναι, ὅτι καὶ αὐτὰ παντοτεινὰ καὶ ἀσάλευτα διαμένουσιν (κράδη γὰρ ὀνομάζεται κατὰ τὸν Ζωναρᾶν ὁ ἀσθενὴς καὶ εὐκόλως συντριβόμενος κλάδος τῆς συκῆς, ἀκράδαντα δέ, τὰ στερεὰ καὶ ἀκίνητα)· δι’ ὃ καὶ ὁ Μωϋσῆς λέγει, οὔτε νὰ προσθέσῃ τινὰς εἰς τὰ τοῦ Νόμου οὔτε νὰ εὐγάνῃ. Καυχᾶται δὲ εἰς αὐτὰ καὶ ὁ κορυφαῖος Πέτρος, λέγων, ὅτι ἐπιθυμοῦσι νὰ παρακύψουν οἱ Ἄγγελοι, εἰς ἐκεῖνα δηλ. ὁποῦ ἐφανέρωσαν εἰς ἡμᾶς οἱ ἐν πνεύματι Θεοῦ εὐαγγελισάμενοι Ἀπόστολοι· καὶ ὁ Παῦλος ἀναθεματίζει, κᾂν Ἄγγελος ᾖναι, ἐκεῖνος ὁποῦ εὐαγγελίζεται ἔξω ἀπὸ τὰ παραδεδομένα.

Διὰ τοῦτο καὶ ἡμεῖς χαίροντες εἰς τοὺς θείους Κανόνας, καθὼς χαίρονται οἱ στρατιῶται, ὅταν εὕρουν κούρσῃ πολλὰ εἰς τοὺς νικηθέντας ἐχθρούς των, ὡς λέγει καὶ τοῦτο ὁ Δαβίδ, περιχαρῶς αὐτοὺς ἐναγκαλιαζόμεθα, καὶ κρατύνομεν, καὶ ἐπικυροῦμεν, τόσον τοὺς ὑπὸ τῶν ἁγίων Ἀποστόλων ἐκτεθέντας, ὅσον καὶ τοὺς τῶν ἓξ Οἰκουμενικῶν Συνόδων, καὶ τῶν τοπικῶν, καὶ τῶν κατὰ μέρος Πατέρων. Ἀναθεματίζοντες μὲν ἐκείνους, ὁποῦ καὶ ἐκεῖνοι ἀναθεματίζουσι, καθαιροῦντες δὲ ἐκείνους, ὁποῦ καὶ ἐκεῖνοι καθῄρουν, καὶ ἀφορίζοντες ἐκείνους, ὁποῦ καὶ ἐκεῖνοι ἀφορίζουσι, καὶ ἁπλῶς εἰπεῖν, ἐπιτιμῶντες ἐκείνους, ὁποῦ καὶ ἐκεῖνοι ἐπιτιμῶσι.

Διότι, καθὼς ἐκεῖνοι, ὁποῦ δὲν ἔχουσι γνώμην φιλάργυρον, ἀρκοῦνται εἰς τὰ παρόντα χρήματα ὁποῦ ἔχουσιν, ὡς λέγει ὁ Παῦλος· ἔτσι καὶ ἡμεῖς οὔτε προσθέτομεν, οὔτε ἀφαιροῦμεν, ἀλλὰ ἀρκούμεθα εἰς τοὺς ὁρισθέντας παρὰ τῶν ἁγίων Πατέρων Κανόνας. Ὅρα καὶ τὸν αʹ. τῆς δʹ. καὶ τὰ ἐν τῇ ἀρχῇ τῆς βίβλου προλεγόμενα τῶν Κανόνων.

ΚΑΝΩΝ Βʹ. Ἐπειδή περ ψάλλοντες συντασσόμεθα τῷ Θεῷ· ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου· πάντας μὲν χριστιανοὺς τοῦτο φυλάσσειν σωτήριον· κατ’ ἐξαίρετον δέ, τοὺς τὴν ἱερατικὴν ἀμπεχομένους ἀξίαν. Ὅθεν ὁρίζομεν, πάντα τὸν προάγεσθαι μέλλοντα εἰς τὸν τῆς ἐπισκοπῆς βαθμόν, πάντως τὸν ψαλτῆρα γινώσκειν, ἵνα ὡς ἐκ τούτου, καὶ πάντα τὸν κατ’ αὐτὸν Κλῆρον οὕτω νουθετεῖ μυεῖσθαι· ἀνακρίνεσθαι δὲ ἀσφαλῶς ὑπὸ τοῦ Μητροπολίτου, εἰ προθύμως ἔχοι ἀναγινώσκειν, ἐρευνητικῶς καὶ οὐ παροδευτικῶς, τούς τε ἱεροὺς Κανόνας, καὶ τὸ ἅγιον Εὐαγγέλιον, τήν τε τοῦ θείου Ἀποστόλου βίβλον, καὶ πᾶσαν τὴν θείαν Γραφήν, καὶ κατὰ τὰ θεῖα ἐντάλματα ἀναστρέφεσθαι, καὶ διδάσκειν τὸν κατ’ αὐτὸν λαόν· οὐσία γὰρ τῆς καθ’ ἡμᾶς ἱεραρχίας ἐστὶ τὰ θεοπαράδοτα λόγια, ἤγουν ἡ τῶν θείων Γραφῶν ἀληθινὴ ἐπιστήμη, καθὼς ὁ μέγας ἀπεφήνατο Διονύσιος· εἰ δὲ ἀμφισβητοίη, καὶ μὴ ἀσμενίζοι οὕτω ποιεῖν τε καὶ διδάσκειν, μὴ χειροτονεῖσθαι· ἔφη γὰρ προφητικῶς ὁ Θεός· «σὺ ἐπίγνωσιν ἀπώσω· κᾀγὼ ἀπώσομαί σε τοῦ μὴ ἱερατεύειν μοι».

Ἑρμηνεία. Καὶ ὅλοι μὲν οἱ λαϊκοὶ Χριστιανοὶ πρέπει νὰ μελετοῦσιν εἰς τὰ δικαιώματα τοῦ Θεοῦ, καὶ νὰ μὴ λησμονοῦσι τὰ λόγιά του, καθὼς ψάλλουσι καὶ ὑπόσχονται μὲ τὸν Προφήτην κάθε ἡμέραν, ἐξαιρέτως δὲ καὶ μάλιστα οἱ Ἱερωμένοι. Διὰ τοῦτο ὁρίζει ὁ παρὼν Κανών, ὅτι ἐξάπαντος νὰ ἠξεύρῃ τὰ νοήματα τοῦ ψαλτηρίου, ὅποιος μέλλει νὰ γένῃ Ἐπίσκοπος διὰ νὰ διδάσκῃ ἀπὸ αὐτὰ τὸν λαὸν τοῦ νὰ μανθάνουσι καὶ αὐτοί. Ὁμοίως νὰ ἐξετάζεται ὁ τοιοῦτος ἀσφαλῶς ἀπὸ τὸν Μητροπολίτην, ἂν ἔχῃ προθυμίαν εἰς τὸ νὰ ἀναγινώσκῃ, ὄχι ἐπιπολαίως καὶ κατὰ μόνας τὰς λέξεις, ἀλλὰ κατὰ βάθος, καὶ μὲ κατάληψιν τῶν νοημάτων, τοὺς ἱεροὺς Κανόνας, οὓς ἀνωτέρω ἠριθμήσαμεν, τὸ ἅγιον Εὐαγγέλιον, τὸν Ἀπόστολον, καὶ ὅλην τὴν θείαν Γραφήν, καὶ ὄχι μόνον νὰ ἀναγινώσκῃ ταῦτα, ἀλλὰ καὶ νὰ πολιτεύεται καθὼς αὐτὰ παραγγέλλουσι, καὶ νὰ διδάσκῃ κατ’ αὐτὰ τὸ ποίμνιόν του. Ἐπειδή, καθὼς ἀποφαίνεται ὁ Ἀρεοπαγίτης Διονύσιος, οὐσία καὶ σύστασις τῆς Ἐκκλησιαστικῆς Ἱεραρχίας εἶναι τὰ θεοπαράδοτα λόγια, ἤτοι ἡ ἀληθὴς κατάληψις, καὶ ἀκριβὴς γνῶσις τῶν θείων Γραφῶν.

Ὄχι καὶ ἀμφιβάλλει καὶ δὲν ὀρέγεται νὰ κάμνῃ ταῦτα αὐτός, καὶ νὰ διδάσκῃ καὶ τοὺς ἄλλους, ἂς μὴ γίνεται Ἐπίσκοπος, ἐπειδὴ λέγει διὰ τοῦ Προφήτου Ὠσηὲ ὁ Θεός, σὺ τὴν γνῶσιν τῶν ἐδικῶν μου νόμων ἐδίωξες ἀπὸ λόγου σου, καὶ ἐγὼ θέλω σὲ ἀποδιώξει ἀπὸ τὸ νὰ ᾖσαι ἱερεὺς ἐδικός μου.

Συμφωνία. Συμφώνως μὲ τὸν παρόντα καὶ ὁ κδʹ. τῆς ἐν Καρθαγ. διορίζεται λέγων· «ὅτι οἱ μέλλοντες χειροτονῆσαι Ἐπίσκοπον, ἢ Κληρικόν, πρέπει πρῶτον νὰ τοὺς διδάξουν τοὺς Κανόνας τῶν ἱερῶν Συνόδων, ἵνα κατὰ τοὺς ὅρους καὶ Κανόνας τῶν Πατέρων πράττοντες, μὴ μετανοήσουν ὕστερον, ὡς παραβάται αὐτῶν, οἱ μέλλοντες χειροτονηθῆναι. Διὰ τοῦτο καὶ ὁ Θεὸς προστάζει ἐκεῖνον ὁποῦ γενῇ ἄρχων τοῦ λαοῦ, ὄχι μόνον νὰ ἀναγινώσκῃ εἰς ὅλην του τὴν ζωὴν τὸ Δευτερονόμιον, διὰ νὰ μάθῃ ἀπὸ αὐτὸ νὰ φοβῆται τὸν Κύριον, καὶ νὰ φυλάττῃ ὅλας τὰς ἐντολάς του, ἀλλὰ ἀκόμη τὸν ἀναγκάζει καὶ νὰ τὸ ἀντιγράφῃ ὁ ἴδιος μὲ τὸ χέρι του. ‘Καὶ ἔσται ὅταν καθίσῃ ἐπὶ τοῦ δίφρου τῆς ἀρχῆς αὐτοῦ, καὶ γράψῃ ἑαυτῷ τὸ Δευτερονόμιον τοῦτο εἰς βιβλίον παρὰ τῶν ἱερέων τῶν Λευϊτῶν’. καὶ ἡ αἰτία, διὰ τὴν ὁποίαν προστάζει αὐτὸν νὰ τὸ ἀντιγράφῃ ὁ ἴδιος εἶναι διὰ τί, ἐκεῖνος μὲν ὁποῦ τὸ ἀναγινώσκει μόνον, εὔκολα λησμονᾷ τὰ ἀναγινωσκόμενα νοήματα, ἐκεῖνος δὲ ὁποῦ καὶ τὸ γράφει, ἐντυπόνει μέσα εἰς τὴν μνήμην του τὰ νοήματα, μὲ τὸ νὰ λαμβάνῃ καιρὸν καὶ ἄδειαν νὰ συλλογίζεται τὸ καθ’ ἕνα, καὶ πρὸ τοῦ νὰ καταλάβῃ καλὰ τὸ ἕνα, νὰ μὴ γράφῃ τὸ ἄλλο· οὕτως ἑρμηνεύει ὁ Φίλων ὁ Ἰουδαῖος. Καὶ ἂν τοὺς ἐξωτερικοὺς ἄρχοντας ἀναγκάζῃ ὁ Θεὸς εἰς τοῦτο, πόσῳ μᾶλλον τοὺς ἐσωτερικοὺς καὶ ποιμένας τοῦ λαοῦ του Ἀρχιερεῖς;»

ΚΑΝΩΝ Γʹ. Πᾶσαν ψῆφον γινομένην παρὰ ἀρχόντων, Ἐπισκόπου, ἢ Πρεσβυτέρου, ἢ Διακόνου, ἄκυρον μένειν κατὰ τὸν Κανόνα τὸν λέγοντα· Εἴ τις Ἐπίσκοπος κοσμικοῖς ἄρχουσι χρησάμενος, δι’ αὐτῶν ἐγκρατὴς Ἐκκλησίας γένηται, καθαρείσθω καὶ ἀφοριζέσθω, καὶ οἱ κοινωνοῦντες αὐτῷ πάντες. Δεῖ γὰρ τὸν μέλλοντα προβιβάζεσθαι εἰς ἐπισκοπήν, ὑπὸ Ἐπισκόπων ψηφίζεσθαι, καθὼς παρὰ τῶν ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ ὥρισται, ἐν τῷ Κανόνι τῷ λέγοντι, Ἐπίσκοπον προσήκει, μάλιστα μὲν ὑπὸ πάντων τῶν ἐν τῇ ἐπαρχίᾳ καθίστασθαι· εἰ δὲ δυσχερὲς εἴη τὸ τοιοῦτον, ἢ διὰ κατεπείγουσαν ἀνάγκην, ἢ διὰ μῆκος ὁδοῦ, ἐξάπαντος τρεῖς ἐπὶ τὸ αὐτὸ συναγομένους, συμψήφων γινομένων καὶ τῶν ἀπόντων, καὶ συντιθεμένων διὰ γραμμάτων, τότε τὴν χειροτονίαν ποιεῖσθαι. Τὸ δὲ κῦρος τῶν γινομένων, δίδοσθαι καθ’ ἑκάστην ἐπαρχίαν τῷ Μητροπολίτῃ.

Ἑρμηνεία. Ὁ παρὼν Κανὼν σύγκειται ἀπὸ τὸν λʹ. Κανόνα τῶν Ἀποστόλων, καὶ τὸν δʹ. τῆς αʹ. τοὺς ὁποίους ἐπειδὴ ἐξηγήσαμεν, ὅρα τὴν ἑρμηνείαν αὐτῶν ἐκεῖ, ἵνα μὴ καὶ ἐνταῦθα περὶ τῶν αὐτῶν παλιλογῶμεν· τοῦτο δὲ μόνον ἰδιαίτερον οὗτος ἔχει, ὅτι νὰ μένῃ ἄκυρος κάθε ψῆφος Ἐπισκόπου, ἢ Πρεσβυτέρου, ἢ Διακόνου, ἥτις ἤθελε γένῃ ἀπὸ ἐξουσίαν καὶ δυναστείαν ἀρχόντων· καὶ ὅτι οἱ Ἐπίσκοποι νὰ ψηφίζωνται ἀπὸ Ἐπισκόπους, κατὰ προηγούμενον τρόπον, δηλ. ὅτι δὲ καὶ οἱ Πρεσβύτεροι καὶ οἱ Διάκονοι ψηφίζονται, δηλοῦται μάλιστα ἀπὸ τὸν παρόντα Κανόνα, περὶ οὗ ὅρα τὴν ὑποσημ. τοῦ βʹ. Ἀποστολικοῦ· ὅτι δὲ καί οἱ Χριστιανοὶ πρέπει νὰ συμψηφίζουν ἑπομένως, μετὰ τοὺς Ἀρχιερεῖς, τοὺς μέλλοντας ἱερωθῆναι, δηλοῖ ἡ ἑρμηνεία τοῦ ξαʹ. Ἀποστολικοῦ. Ὅρα καὶ τὸν αʹ. καὶ βʹ. Ἀποστολικόν, καὶ τὴν ὑποσημείωσιν τοῦ εʹ. τῆς ἐν Λαοδικείᾳ.

ΚΑΝΩΝ Δʹ. Ὁ κήρυξ τῆς ἀληθείας Παῦλος ὁ θεῖος Ἀπόστολος, οἱονεὶ Κανόνα τιθεὶς τοῖς Ἐφεσίων Πρεσβυτέροις, μᾶλλον δὲ καὶ παντὶ ἱερατικῷ πληρώματι, οὕτως ἐπαῤῥησιάσθη εἰπών· «Ἀργυρίου, ἢ χρυσίου, ἢ ἱματισμοῦ, οὐδενὸς ἐπεθύμησα· πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μακάριον ἡγούμενος τὸ διδόναι, ἢ λαμβάνειν». Διὸ καὶ ἡμεῖς παρ’ αὐτοῦ μαθητευθέντες, ὁρίζομεν μηδόλως αἰσχροκερδῶς ἐπινοεῖσθαι Ἐπίσκοπον, προφασιζόμενον προφάσεις ἐν ἁμαρτίαις, ἀπαιτεῖν χρυσόν, ἢ ἄργυρον, ἢ ἕτερον εἶδος, τοὺς ὑπ’ αὐτὸν τελοῦντας Ἐπισκόπους, ἢ Κληρικούς, ἢ Μοναχούς· φησὶ γὰρ ὁ Ἀπόστολος, «ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι· καὶ οὐκ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσι θησαυρίζειν, ἀλλ’ οἱ γονεῖς τοῖς τέκνοις.

Εἴ τις οὖν δι’ ἀπαίτησιν χρυσοῦ, ἢ ἑτέρου τινὸς εἴδους, εἴτε διά τινα ἰδιοπάθειαν εὐρεθείη ἀπείργων τῆς λειτουργίας, καὶ ἀφορίζων τινὰ τῶν ὑπ’ αὐτὸν Κληρικῶν, ἢ σεπτὸν ναὸν κλείων, μὴ γίνεσθαι ἐν αὐτῷ τὰς τοῦ Θεοῦ λειτουργίας, εἰς ἀναίσθητα τὴν ἑαυτοῦ μανίαν ἐπιπέμπων, ἀναίσθητος ὄντως ἐστί, καὶ τῇ ταὐτοπαθείᾳ ὑποκείσεται, καὶ ἐπιστρέψει ὁ πόνος αὑτοῦ εἰς κεφαλὴν αὑτοῦ, ὡς παραβάτης ἐντολῆς Θεοῦ, καὶ τῶν Ἀποστολικῶν διατάξεων». Παραγγέλλει γὰρ καὶ ὁ Πέτρος ἡ κορυφαία τῶν Ἀποστόλων ἀκρότης. «Ποιμαίνετε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, μὴ ἀναγκαστῶς, ἀλλ’ ἑκουσίως κατὰ Θεόν. Μὴ αἰσχροκερδῶς, ἀλλὰ προθύμως. Μὴ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γενόμενοι τοῦ ποιμνίου· καὶ φανερωθέντος τοῦ Ἀρχιποιμένος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.»

Ἑρμηνεία. Ἐπειδὴ ὁ μέγας Παῦλος, καὶ διὰ τοῦ λόγου, καὶ διὰ τοῦ ἔργου παραγγέλλει εἰς τοὺς Ἀρχιερεῖς τῶν Ἐφεσίων, καὶ δι’ αὐτῶν εἰς ὅλους τοὺς μετὰ ταῦτα Ἀρχιερεῖς, νὰ μὴ ἐπιθυμοῦσιν ἀργύριον, ἢ χρυσίον, ἢ ἱμάτια, ἀλλὰ διὰ τοῦ κόπου τῶν χειρῶν αὐτῶν νὰ βοηθοῦσι τοὺς ἀσθενεῖς καὶ χρείαν ἔχοντας, καὶ ὅτι εἶναι μακάριον τὸ νὰ δίδῃ μᾶλλόν τινας, παρὰ νὰ παίρνῃ· διὰ τοῦτο καὶ ὁ παρὼν Κανὼν προστάζει, ὅτι κἀνένας Ἀρχιερεὺς νὰ μὴ ζητῇ χρεωστικῶς κατὰ αἰσχροκέρδειαν, χρυσίον ἢ ἀργύριον, ἢ ἄλλο τι πρᾶγμα ἀπὸ τοὺς ὑποκειμένους αὐτῷ Ἐπισκόπους, ἢ Κληρικούς, ἢ Μοναχούς, ἐπειδὴ εἶναι ἄδικος ἡ τοιαύτη ζήτησις, οἱ δὲ ἄδικοι βασιλείαν Θεοῦ δὲν κληρονομοῦσι, κατὰ τὸν αὐτὸν Ἀπόστολον. Καὶ ἐπειδὴ τὰ τέκνα δὲν χρεωστοῦσι νὰ θησαυρίζουν διὰ νὰ δίδουν εἰς τοὺς γονεῖς, ἀλλ’ οἱ γονεῖς διὰ νὰ δίδουν εἰς τὰ τέκνα. Ὅποιος λοιπὸν Ἀρχιερεὺς εὑρεθῇ νὰ ἀργίζῃ, ἢ νὰ ἀφορίζῃ τινὰ Ἱερέα, ἢ Κληρικόν, ἢ νὰ κλείῃ Ἐκκλησίας διὰ νὰ πάρῃ ἄσπρα, ἢ διὰ κᾀμμίαν του ἄλλην ἐμπάθειαν, οὗτος ἂς παθαίνῃ ἐκεῖνο ὁποῦ κάμνει, ἤτοι ἂς ἀργίζεται, καὶ ἂς ἀφορίζεται, Ἐπίσκοπος μὲν ὢν ἀπὸ τὸν Μητροπολίτην του, Μητροπολίτης δὲ ὤν, ἀπὸ τὸν Πατριάρχην του.

Ὁ γὰρ κορυφαῖος Πέτρος παραγγέλλει εἰς τοὺς Ἀρχιερεῖς ταῦτα, ποιμαίνετε τὸ ποίμνιον τοῦ Θεοῦ, ὄχι ἀναγκαστικῶς καὶ τυραννικῶς, ἀλλὰ θεληματικῶς, καὶ κατὰ Θεόν· ὄχι αἰσχροκερδῶς, ἀλλὰ προθύμως, ὄχι ὡς κατακυριεύοντες τοῦ Κλήρου, ἀλλὰ ὡς τύποι καὶ παραδείγματα γινόμενοι τοῦ ποιμνίου, ἵνα, ὅταν φανερωθῇ ὁ ἀρχιποιμὴν Χριστὸς ἐν τῇ δευτέρᾳ αὑτοῦ παρουσίᾳ, λάβητε παρ’ αὐτοῦ τὸν ἀμάραντον τῆς δόξης Στέφανον. Ἀνάγνωθι καὶ τὸν κθʹ. Ἀποστολικόν.

ΚΑΝΩΝ Εʹ. Ἁμαρτία πρὸς θάνατόν ἐστιν, ὅταν τινὲς ἁμαρτάνοντες ἀδιόρθωτοι μένωσι. Τὸ δὲ τούτου χεῖρον, ἐὰν τραχηλιῶντες κατεξανίστανται τῆς εὐσεβείας καὶ τῆς ἀληθείας, προτιμώμενοι τὸν μαμωνᾶν τῆς τοῦ Θεοῦ ὑπακοῆς, καὶ τῶν κανονικῶν αὐτοῦ διατάξεων μὴ ἀντεχόμενοι. «Ἐν τούτοις οὐκ ἔστι Κύριος ὁ Θεός, εἰ μήπου ταπεινωθέντες, τοῦ ἰδίου σφάλματος ἀνανήψωσι. Χρὴ γὰρ μᾶλλον αὐτοὺς προσέρχεσθαι τῷ Θεῷ, καὶ μετὰ συντετριμμένης καρδίας τὴν ἄφεσιν τούτου τοῦ ἁμαρτήματος, καὶ τὴν συγχώρησιν αἰτεῖσθαι, οὐχὶ ἐναβρύνεσθαι τῇ ἀθέσμῳ δόσει» Ἐγγὺς γὰρ Κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ. Τοὺς ἐγκαυχωμένους οὖν, διὰ δόσεως χρυσίου τετάχθαι ἐν Ἐκκλησίᾳ, καὶ ταύτῃ τῇ πονηρᾷ συνηθείᾳ ἐπελπίζοντας, τῇ ἀλλοτριούσῃ ἀπὸ τοῦ Θεοῦ, καὶ ἐκ πάσης ἱερωσύνης, καὶ ἐκ τούτου ἀναιδεῖ προσώπῳ, καὶ ἀπερικαλύπτῳ στόματι, ὀνειδιστικοῖς λόγοις τοὺς δι’ ἀρετῆς βίου ὑπὸ τοῦ ἁγίου Πνεύματος ἐκλεγέντας, καὶ καταταγέντας ἐκτὸς δόσεως χρυσίου, ἀτιμάζοντας, πρῶτα μὲν τοῦτο ποιοῦντας, τὸν ἔσχατον βαθμὸν λαμβάνειν τοῦ οἰκείου τάγματος.

Εἰ δὲ ἐπιμένοιεν, δι’ ἐπιτιμίου διορθοῦσθαι. Εἰ δέ τις ἐπὶ χειροτονίᾳ φανείη ποτὲ τοῦτο πεποιηκώς, γινέσθω κατὰ τὸν Ἀποστολικὸν Κανόνα τὸν λέγοντα· «Εἴ τις Ἐπίσκοπος διὰ χρημάτων τῆς ἀξίας ταύτης ἐγκρατὴς γένηται, ἢ Πρεσβύτερος, ἢ Διάκονος, καθαιρείσθω καὶ αὐτὸς καὶ ὁ χειροτονήσας, καὶ ἐκκοπτέσθω παντάπασιν ἐκ τῆς κοινωνίας, ὡς Σίμων ὑπ’ ἐμοῦ Πέτρου». Ὡσαύτως καὶ κατὰ τὸν δεύτερον Κανόνα τῶν ἐν Χαλκηδόνι ὁσίων Πατέρων ἡμῶν, τὸν λέγοντα. «Εἴ τις Ἐπίσκοπος ἐπὶ χρήμασι χειροτονίαν ποιήσοιτο, καὶ εἰς πράσιν καταγάγοι τὴν ἄπρατον χάριν, καὶ χειροτονήσοι ἐπὶ χρήμασιν Ἐπίσκοπον, ἢ Χωρεπίσκοπον, ἢ Πρεσβύτερον, ἢ Διάκονον, ἤ τινα τῶν ἐν τῷ Κλήρῳ καταριθμουμένων, ἢ προβάλλοιτο ἐπὶ χρήμασιν Οἰκονόμον, ἢ Ἔκδικον, ἢ Παραμονάριον, ἢ ὅλως τινὰ τοῦ Κανόνος, δι’ αἰσχροκέρδειαν οἰκείαν, ὁ τοῦτο ἐπιχειρήσας, ἐλεγχθείς, κινδυνευέτω εἰς τὸν ἴδιον βαθμόν, καὶ ὁ χειροτονούμενος μηδὲν ἐκ τῆς κατ’ ἐμπορίαν ὠφελείσθω χειροτονίας, ἢ προβολῆς, ἀλλ’ ἔστω ἀλλότριος τῆς ἀξίας, ἢ τοῦ φροντίσματος, οὗπερ ἐπὶ χρήμασιν ἔτυχεν. Εἰ δέ τις καὶ μεσιτεύων φανείη τοῖς οὕτως αἰσχροῖς καὶ ἀθεμίτοις λήμμασι, καὶ οὕτως, εἰ μὲν Κληρικὸς εἴη, ἐκ τοῦ οἰκείου ἐκπιπτέτω βαθμοῦ, εἰδὲ λαϊκὸς ἢ Μοναχὸς ἀφοριζέσθω.»

Ἑρμηνεία. Μερικοί, μέλλοντες νὰ συναριθμηθῶσιν εἰς τὸν Κλῆρον Ἐκκλησίας τινός, ἐπρόσφερον χρήματα εἰς αὐτὴν αὐτοπροαιρέτως, κατὰ φιλόθεον γνώμην, ὄχι διὰ νὰ λάβουν μὲ αὐτὰ τὸν Κλῆρον, ἀλλ’ ὡς ἀφιεροῦντες αὐτὰ τῷ Θεῷ, κατὰ τὸν Βαλσαμῶνα. Ὕστερον δὲ καυχώμενοι εἰς τὴν δόσιν τῶν χρημάτων, καὶ προτιμῶντες τὸν μαμωνᾶν καὶ πλοῦτον, περισσότερον ἀπὸ τοὺς ἱεροὺς Κανόνας, ἐζήτουν πρωτοκαθεδρίας, καὶ μὲ ἀδιαντροπίαν ὠνείδιζον τοὺς Κληρικοὺς ἐκείνους, οἵτινες ὑπὸ τοῦ ἁγίου ἐκλεγόμενοι Πνεύματος, διὰ τὴν ἐνάρετον αὐτῶν πολιτείαν, ἐσυναριθμοῦντο εἰς τὸν Κλῆρον χωρὶς δόσεως χρημάτων. Διὰ τοῦτο λοιπὸν προστάζει ὁ παρὼν Κανών, ὅτι οἱ εἰς τὰ χρήματα ταῦτα καυχώμενοι, καὶ ὀνειδίζοντες τοὺς ἄλλους διὰ τί δὲν ἔδωκαν, νὰ καταβιβάζωνται εἰς τὸν κατώτατον τόπον τῶν ὁμοταγῶν αὑτοῖς Κληρικῶν· εἰ δὲ καὶ ἐπιμένουσιν ἀκόμη εἰς τοῦτο, νὰ διορθώνωνται ἀπὸ τὸν Ἀρχιερέα, μὲ βαρύτερον ἁρμόδιον ἐπιτίμιον.

Φέροντες δὲ οἱ Πατέρες οὗτοι καὶ τὸ τοῦ Ἰωάννου ῥητόν, ἁμαρτίαν μὲν θανάσιμον ὀνομάζουσι τὴν ἀδιόρθωτον εἰς τὰ χρήματα καύχησιν τῶν τοιούτων Κληρικῶν, χειροτέραν δὲ ἁμαρτίαν τοῦ θανασίμου ὀνομάζουσι τὴν κατὰ τῶν ἄλλων Κληρικῶν ἀναισχυντίαν αὐτῶν καὶ αὐθάδειαν, καὶ ὅτι εἰς αὐτοὺς δὲν εἶναι Κύριος ὁ Θεός, κατὰ τὴν Γραφήν, ἄθεσμον δὲ ὀνομάζουσι τὴν τῶν χρημάτων αὐτῶν δόσιν, ὄχι καθ’ ἑαυτήν, καλὴ γὰρ αὕτη κατ’ ἀρχὰς καὶ φιλόθεος· ἀλλὰ διὰ τὴν ὑστερινὴν καύχησιν τῶν διδόντων, καὶ ἀδιαντροπίαν.

Πρόσεχε λοιπὸν νὰ μὴ λάβῃς τὴν δόσιν ταύτην τῶν χρημάτων πρὸς χειροτονίαν, ὅτι ὁ Κανὼν φαίνεται πῶς περιέχει δύω μέρη. Τὸ μὲν πρῶτον ἐμποδίζει νὰ μὴ δίδουν, οὐχὶ πρὸς τὸ χειροτονηθῆναι, τοῦτο γὰρ ὕστερον, ἀλλὰ πρὸς τὸ συγκαταριθμηθῆναι καὶ αὐτοὶ εἰς τὴν ἐφημερίαν Ἐκκλησίας τινός, καὶ ἔπειτα αὐθαδιάζουσι καὶ καταφρονοῦσι τοὺς πτωχοὺς καὶ εὐλαβεῖς Κληρικούς· αὐτὴν λοιπὸν ἐμποδίζει ὡς ἄθεσμον. Εἶτα, ἐπιφέρει καὶ δεύτερον, ὅτι ἂν τὰ τοιαῦτα χρήματα ἤθελαν τὰ προσφέρῃ διὰ χειροτονίαν, νὰ καθαίρωνται, κατὰ τοὺς προλαβόντας Κανόνας. Ἐπιφέρει δὲ ὁ Κανών, ὅτι ὅποιος ἤθελε δώσῃ χρήματα διὰ νὰ χειροτονηθῇ Κληρικός, ἢ Ἱερεύς, νὰ λαμβάνῃ τὰ ἐπιτίμια τοῦ κθʹ. Ἀποστολ. καὶ τοῦ βʹ. τῆς δʹ. οὓς καὶ ἐκθέτει αὐτολεξεί· καὶ ὅρα τὴν ἑρμηνείαν αὐτῶν ἐκεῖ.

ΚΑΝΩΝ ΣΤʹ. Ἐπειδή περ Κανών ἐστιν ὁ λέγων, δὶς τοῦ ἔτους καθ’ ἑκάστην ἐπαρχίαν χρὴ γίνεσθαι, διὰ συναθροίσεως Ἐπισκόπων, τὰς κανωνικὰς ζητήσεις διὰ τὴν συντριβήν, καὶ τὸ ἐνδεῶς ἔχειν πρὸς ὁδοιπορίαν τοὺς συναθροιζομένους, ὥρισαν οἱ τῆς ἕκτης Συνόδου ὅσιοι Πατέρες, ἐξάπαντος τρόπου καὶ προφάσεως, ἅπαξ τοῦ ἐνιαυτοῦ γίνεσθαι, καὶ τὰ ἐσφαλμένα διορθοῦσθαι. Τοῦτον οὖν τὸν Κανόνα καὶ ἡμεῖς ἀνανεοῦμεν· καὶ εἴ τις εὑρεθῇ ἄρχων τοῦτο κωλύων, ἀφοριζέσθω. Εἰ δέ τις ἐκ τῶν Μητροπολιτῶν ἀμελήσοι τοῦτο γίνεσθαι, ἐκτὸς ἀνάγκης καὶ βίας, καί τινος εὐλόγου προφάσεως, τοῖς ἐπιτιμίοις ὑποκείσθω.

Τῆς δὲ Συνόδου γενομένης περὶ κανονικῶν καὶ εὐαγγελικῶν πραγμάτων, δεῖ τοῖς συναθροισθεῖσιν Ἐπισκόποις ἐν μελέτῃ καὶ φροντίδι γίνεσθαι τοῦ φυλάττεσθαι τὰς θείας καὶ ζωοποιοὺς ἐντολὰς τοῦ Θεοῦ. Ἐν γὰρ τὸ φυλάσσειν αὐτάς, ἀνταπόδοσις πολλή, ὅτι καὶ λύχνος ἐντολή, νόμος δὲ φῶς, καὶ ὁδὸς ζωῆς ἔλεγχος καὶ παιδεία, καὶ ἡ ἐντολὴ τοῦ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς. Μὴ ἔχειν δὲ ἄδειαν τὸν Μητροπολίτην, ἐξ ὧν ἐπιφέρεται ὁ Ἐπίσκοπος μετ’ αὐτοῦ, ἢ κτῆνος, ἢ ἕτερον εἶδος ἀπαιτεῖν. Εἰ δὲ τοῦτο ἐλεγχθείη πεποιηκώς, ἀποτίσει τετραπλάσιον.

Ἑρμηνεία. Ὁ παρὼν Κανὼν ἀνανεόνει τὸν ηʹ. τῆς ϛʹ. ὅστις διορίζει, ὅτι ἐπειδὴ καὶ δὲν δύνανται νὰ γένουν δύω Σύνοδοι Ἐπισκόπων τὸν χρόνον περὶ τῶν ἐκκλησιαστικῶν κανονικῶν ζητημάτων, ὡς οἱ Κανόνες διορίζουσιν, ὁ λζʹ. δηλ. τῶν Ἀποστ. ὁ εʹ. τῆς αʹ. καὶ ὁ ιθʹ. τῆς τετάρτης, διὰ τὴν δυσκολίαν τῆς ὁδοιπορίας, ἐξάπαντος νὰ γίνεται μία Σύνοδος τὸν χρόνον, διὰ νὰ διορθώνῃ τὰ συμπίπτοντα σφάλματα. Προστίθησι δὲ ὁ Κανὼν οὗτος, ὅτι ὅποιος μὲν ἀπὸ τοὺς ἄρχοντας ἐμποδίσῃ τὴν τοιαύτην Σύνοδον, νὰ ἀφορίζεται, ὅποιος δὲ Μητροπολίτης ἀμελήσῃ εἰς τοῦτο (ἔξω μόνον ἂν ὑπὸ ἀνάγκης καὶ εὐλόγου αἰτίας ἐμποδισθῇ), νὰ πίπτῃ ὑποκάτω εἰς ἐπιτίμια. Ἐπειδὴ δὲ ἡ Σύνοδος ἔχει νὰ γίνεται διὰ νὰ ἐρευνᾷ, εἰ φυλάττονται τόσον τὰ κανονικά, ἀφορισμοὶ θετέον, οἰκονομίαι πραγμάτων ἐκκλησιαστικῶν καὶ τἄλλα, ὅσον καὶ τὰ εὐαγγελικὰ διατάγματα, διὰ τοῦτο οἱ συναθροιζόμενοι Ἐπίσκοποι πρέπει νὰ φροντίζωσιν εἰς τὸ νὰ φυλάττωνται ἀπὸ τοὺς λαοὺς αὐτῶν αἱ τοῦ Εὐαγγελίου ζωοποιαὶ ἐντολαί, ἐπειδὴ διὰ τὴν φύλαξιν αὐτῶν μισθὸς πολὺς δίδεται κατὰ τὸν Δαβίδ, καὶ ἡ ἐντολὴ καὶ ὁ νόμος τοῦ Θεοῦ εἶναι λύχνος, καὶ φῶς, καὶ ὁδὸς ζωῆς, κατὰ τὸν Παροιμιαστήν. Δὲν ἔχει δὲ ἄδειαν ὁ Μητροπολίτης νὰ ζητῇ χρεωστικῶς ἀπὸ τὸν Ἐπίσκοπόν του κτῆνος, ἢ ὅτι ἄλλο πρᾶγμα ἔχει μαζύ του· εἰ δὲ καὶ ἤθελε κάμῃ τοῦτο, νὰ τὸ πληρώνῃ τετραπλάσιον.

Ὅρα καὶ τὸν λζʹ. Ἀποστολικόν.

ΚΑΝΩΝ Ζʹ. Ἔφη Παῦλος ὁ θεῖος Ἀπόστολος, τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσι, τισὶ δὲ καὶ ἐπακολουθοῦσιν. Ἁμαρτιῶν οὖν προκαταλαβουσῶν, καὶ ἕτεραι ἁμαρτίαι ἕπονται ταύταις. Τῇ οὖν ἀσεβεῖ αἱρέσει τῶν χριστιανοκατηγόρων, καὶ ἄλλα ἀσεβήματα συνηκολούθησαν.

Ὥσπερ γὰρ τὴν τῶν σεπτῶν εἰκόνων ὄψιν ἀφείλοντο ἐκ τῆς Ἐκκλησίας, καὶ ἕτερά τινα ἔθη παραλελοίπασιν, ἂ χρὴ ἀνανεωθῆναι, καὶ κατὰ τὴν ἔγγραφον καὶ ἄγραφον θεσμοθεσίαν, οὕτω κρατεῖν. Ὅσοι οὖν σεπτοὶ ναοὶ καθιερώθησαν ἐκτὸς ἁγίων λειψάνων Μαρτύρων, ὁρίζομεν ἐν αὐτοῖς κατάθεσιν γενέσθαι λειψάνων μετὰ τῆς συνήθους εὐχῆς, ὁ δὲ ἄνευ ἁγίων λειψάνων καθιερῶν ναόν, καθαιρείσθω, ὡς παραβεβηκὼς τὰς ἐκκλησιαστικὰς παραδόσεις.

Ἑρμηνεία. Τὸ ἀποστολικὸν τοῦτο ῥητὸν ὁ μὲν Μέγας Βασίλειος ἄλλως ἡρμήνευσεν, ἡ δὲ παροῦσα Σύνοδος ἁπλοϊκώτερον αὐτὸ ἐξέλαβε, λέγουσα, ὅτι εἰς τὰς προλαβούσας ἁμαρτίας ὁποῦ κάμνει τινὰς ἀκολουθοῦσι καὶ ἄλλαι ἁμαρτίαι, καθὼς συνέβη εἰς τοὺς χριστιανοκατηγόρους εἰκονομάχους, οἵτινες καθὼς ἐστέρησαν τὴν Ἐκκλησίαν ἀπὸ τὰς ἁγίας εἰκόνας, ἔτσι καὶ ἄλλα τινὰ τῆς Ἐκκλησίας κατεφρόνησαν καὶ ἀπέβαλον, τὰ ὁποῖα πρέπει νὰ ἀνανεωθοῦν, ἵνα καὶ ἡ ἔγγραφος θεσμοθεσία καὶ ἡ ἄγραφος παράδοσις κρατῇ. Λοιπὸν ὅσοι θεῖοι ναοὶ καθιερώθησαν χωρὶς μαρτυρικὰ λείψανα ἀπὸ αὐτούς, εἰς τούτους νὰ κατατίθωνται ταῦτα, λεγομένης καὶ τῆς περὶ τούτων διαλαμβανούσης ἐν τοῖς ἐγκαινίοις εὐχῆς· ὅποιος δὲ Ἀρχιερεὺς εἰς τὸ ἑξῆς, χωρὶς ἁγίων λειψάνων μαρτυρικῶν καθιερώσοι ναόν, οὗτος ὡς παραβάτης, τῶν ἐκκλησιαστικῶν παραδόσεων, ἂς καθαίρεται.

Συμφωνία. Ὁ δὲ ϙαʹ. τῆς ἐν Καρθαγένῃ διορίζει ὅτι τὰ θυσιαστήρια ἐκεῖνα, μέσα εἰς τὰ ὁποῖα δὲν εἶναι τεθησαυρισμένα, σῶμα, ἢ λείψανα μαρτύρων, ἢ νὰ κρημνίζωνται, ἢ νὰ ἀποδοκιμάζωνται.

ΚΑΝΩΝ Ηʹ. Ἐπειδὴ πλανώμενοί τινες ἐκ τῆς τῶν Ἑβραίων θρησκείας μυκτηρίζειν ἔδοξαν Χριστὸν τὸν Θεὸν ἡμῶν, προσποιούμενοι μὲν χριστιανίζειν, αὐτὸν δὲ ἀρνούμενοι κρύβδην καὶ λαθραίως σαββατίζοντες, καὶ ἕτερα ἰουδαϊκὰ ποιοῦντες, ὁρίζομεν, τούτους μήτε, εἰς κοινωνίαν, μήτε εἰς εὐχήν, μήτε εἰς Ἐκκλησίαν δέχεσθαι, ἀλλὰ φανερῶς εἶναι κατὰ τὴν ἑαυτῶν θρησκείαν Ἑβραίους, καὶ μήτε τοὺς παῖδας αὐτῶν βαπτίζειν, μήτε δοῦλον ὠνεῖσθαι, ἢ κτᾶσθαι. Εἰ δὲ ἐξ εἰλικρινοῦς πίστεως ἐπιστρέψοι τις αὐτῶν, καὶ ὁμολογήσοι ἐξ ὅλης καρδίας, θριαμβεύων τὰ κατ’ αὐτοὺς ἔθη καὶ πράγματα, πρὸς τὸ καὶ ἄλλους ἐλεγχθῆναι καὶ διορθώσασθαι, τοῦτον προσδέχεσθαι, καὶ βαπτίζειν τοὺς παῖδας αὐτοῦ, καὶ ἀσφαλίζεσθαι αὐτοὺς ἀποστῆναι τῶν Ἑβραϊκῶν ἐπιτηδευμάτων, εἰ δὲ μὴ οὕτως ἔχοιεν, μηδαμῶς αὐτοὺς προσδέχεσθαι.

Ἑρμηνεία. Ὁρίζει ὁ παρὼν Κανών, νὰ μὴ συγκοινωνῇ τινας, μήτε νὰ συμπροσεύχεται, μήτε εἰς Ἐκκλησίαν νὰ δέχεται τοὺς Ἑβραίους ἐκείνους, οἵτινες καθ’ ὑπόκρισιν μόνον ἐγένοντο Χριστιανοί, καὶ εἰς τὴν ὀρθόδοξον πίστιν προσῆλθον, κρυφίως δὲ ἀρνοῦνται, καὶ περιπαίζουσι Χριστὸν τὸν Θεὸν ἡμῶν, φυλάττοντες τὰ Σάββατα, καὶ ἄλλας συνηθείας ἰουδαϊκάς, ἤτοι τὸ νὰ περιτέμνουσι τοὺς υἱούς των, νὰ νομίζουσιν ἀκάθαρτον ἐκεῖνον ὁποῦ πιάσῃ νεκρὸν ἢ λεπρόν, καὶ ἄλλα ὅμοια, ἀλλὰ νὰ ᾖναι πάλιν οἱ τοιοῦτοι Ἑβραῖοι, ὡς καὶ πρότερον, καὶ οὔτε νὰ βαπτίζῃ τινὰς τὰ παιδία των, οὔτε νὰ ἀφίνῃ αὐτοὺς νὰ ἀγοράζουν δοῦλον, ἢ μὲ ἀλλαγήν, ἢ δωρεάν, ἢ μὲ ἄλλον τρόπον νὰ ἀποκτοῦν αὐτόν. Ἐὰν δὲ μὲ καθαρὰν καὶ ἄδολον πίστιν ἐπιστρέψῃ τινὰς Ἑβραῖος, καὶ ἐξ ὅλης καρδίας ὁμολογήσῃ τὴν τῶν Χριστιανῶν ὀρθοδοξίαν, κατηγορῶντας φανερὰ τὴν τῶν Ἑβραίων θρησκείαν, διὰ νὰ ἐλέγχωνται καὶ οἱ ἄλλοι Ἑβραῖοι καὶ νὰ διορθώνωνται, τὸν τοιοῦτον πρέπει νὰ προσδεχώμεθα, καὶ τὰ παιδία του νὰ τὰ βαπτίζωμεν, παραγγέλλοντες ἀσφαλῶς εἰς αὐτοὺς νὰ ἀπέχουν ἀπὸ τὰς ἑβραϊκὰς δεισιδαιμονίας· τοὺς δὲ μὴ ἐπιστρέφοντας τοιουτοτρόπως, τελείως νὰ μὴ δεχώμεθα.

Συμφωνία. «Συμφώνως μὲ τὸν παρόντα Κανόνα διορίζεται καὶ τὸ μδʹ. κεφ. τοῦ αʹ. τίτλ. τοῦ αʹ. βιβλίου τῶν Βασιλικῶν, λέγον ὅτι, ἐὰν Ἑβραῖός τινας, κατηγορηθεὶς εἰς ἐγκλήματά τινα, ἢ ἔχωντας χρέος, προσποιηθῇ δι’ αὐτὰ νὰ γένῃ Χριστιανός, νὰ μὴ δέχεται οὗτος, ἕως ὁποῦ νὰ πληρώσῃ τὸ χρέος του καὶ νὰ ἐλευθερωθῇ ἀπὸ τὰ ἐγκλήματα, διὰ τὰ ὁποῖα κατηγορεῖται. Ὁμοίως καὶ τὸ μζʹ. κεφ. τοῦ αὐτοῦ βιβλ. καὶ τίτλ. διορίζει, κᾀνένας Ἑβραῖος νὰ μὴ ἔχῃ σκλάβον Χριστιανόν, μήτε νὰ περιτέμνῃ κατηχούμενον, ἀλλὰ μήτε ἄλλος αἱρετικὸς νὰ ἔχῃ δοῦλον Χριστιανόν, ἀλλ’ εὐθὺς ὁποῦ ἀποκτήσῃ τοῦτον, νὰ γίνεται ἐλεύθερος.» Ἀνάγνωθι καὶ τὴν ὑποσημείωσιν τοῦ βʹ. τῆς αʹ.

ΚΑΝΩΝ Θʹ. Πάντα τὰ μειρακειώδη ἀθύρματα καὶ μανιώδη βακχεύματα, τὰ ψευδοσυγγράμματα, τὰ κατὰ τῶν σεπτῶν εἰκόνων γενόμενα, δέον δοθῆναι ἐν τῷ Ἐπισκοπείῳ Κωνσταντινουπόλεως, ἵνα ἀποτεθῶσι μετὰ τῶν λοιπῶν αἱρετικῶν βιβλίων. Εἰ δέ τις εὑρεθείη ταῦτα κρύπτων, εἰ μὲν Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος εἴη, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἢ Μοναχός, ἀφοριζέσθω.

Ἑρμηνεία. Ὁ παρὼν Κανὼν διορίζεται, ὅτι ὅλα τὰ ψευδοσυγγράμματα, ὁποῦ ἐσύνθεσαν οἱ εἰκονομάχοι κατὰ τῶν ἁγίων εἰκόνων, τὰ ὁποῖα εἶναι τόσον εὐδιάλυτα, ὡσὰν τὰ παιγνίδια τῶν παίδων, καὶ τόσον παράφρονα, καθὼς ἦσαν μαινόμεναι καὶ παραφρονοῦσαι αἱ βάκχαι, αἱ γυναῖκες ἐκεῖναι, ὁποῦ ἐχόρευον μεθυσμέναι εἰς τὴν ἑορτὴν τοῦ ἐφόρου τῆς μέθης Διονύσου· ὅλα, λέγω, αὐτὰ πρέπει νὰ δοθοῦν εἰς τὸ Πατριαρχεῖον τῆς Κωνσταντινουπόλεως, διὰ νὰ βαλθοῦν μὲ τὰ ἄλλα βιβλία τῶν αἱρετικῶν εἰς ἕνα τοιοῦτον τόπον δηλ. ἀπὸ τὸν ὁποῖον νὰ μὴ δύναται νὰ λάβῃ τινὰς αὐτὰ διὰ νὰ τὰ ἀναγνώσῃ πώποτε. Ὅποιος δὲ ἤθελε κρύψῃ ταῦτα πρὸς ἐδικήν του, ἢ εἰς ἄλλων ἀνάγνωσιν, Ἐπίσκοπος ὤν, ἢ Πρεσβύτερος, ἢ Διάκονος, ἂς καθαίρεται· λαϊκὸς δέ, ἢ Μοναχός, ἂς ἀφορίζεται.

Ὅρα καὶ τὸν ξʹ. Ἀποστολικόν.

ΚΑΝΩΝ Ιʹ. Ἐπειδή τινες τῶν Κληρικῶν παραλογιζόμενοι τὴν κανονικὴν διάταξιν, ἀπολιπόντες τὴν ἑαυτῶν παροικίαν, εἰς ἑτέραν παροικίαν ἐκτρέχουσι, κατὰ πλεῖστον δὲ ἐν ταύτῃ τῇ Θεοφυλάκτῳ καὶ Βασιλίδι πόλει, καὶ εἰς ἄρχοντας προσεδρεύουσιν, ἐν τοῖς αὐτῶν εὐκτηρίοις τὰς λειτουργίας ποιοῦντες· τούτους οὖν χωρὶς τοῦ ἰδίου Ἐπισκόπου, καὶ τοῦ Κωνσταντινουπόλεως, οὐκ ἔξεστι δεχθῆναι ἐν οἱῳδήποτε οἴκῳ ἢ Ἐκκλησίᾳ.

Εἰ δέ τις τοῦτο ποιήση, ἐπιμένων, καθαιρείσθω. Ὅσοι δὲ μετ’ εἰδήσεως τῶν προλεχθέντων Ἱερέων τοῦτο ποιοῦσιν, οὐκ ἔστιν αὐτοῖς κοσμικὰς καὶ βιωτικὰς φροντίδας ἀναλαμβάνεσθαι, ὡς κεκωλυμένους τοῦτο ποιεῖν παρὰ τῶν θείων Κανόνων. Εἰ δέ τις φωραθείη, τῶν λεγομένων μειζοτέρων τὴν φροντίδα ἐπέχων, ἢ παυσάσθω, ἢ καθαιρείσθω.

Μᾶλλον μὲν οὖν ἔστω πρὸς διδασκαλίαν, τῶν τε παίδων καὶ τῶν οἰκετῶν ἐπαναγινώσκων τὰς θείας Γραφάς. Εἰς τοῦτο γὰρ καὶ τὴν Ἱερωσύνην ἐκληρώσατο.

Ἑρμηνεία. Δύω ἄθεσμα ἐμποδίζει ἐνταυτῷ ὁ παρὼν Κανών, καὶ τὸ νὰ μὴ μεταβαίνουν ἀπὸ πόλεως εἰς πόλιν οἱ Κληρικοί, καὶ μάλιστα εἰς τὴν Κωνσταντινούπολιν, καὶ τὸ νὰ μὴ προσέρχωνται εἰς τοὺς ἄρχοντας, καὶ λειτουργοῦσιν εἰς τοὺς εὐκτηρίους οἴκους αὐτῶν, χωρὶς τὴν ἄδειαν καὶ τοῦ ἐδικοῦ των Ἐπισκόπου, ἀπὸ τὸν ὁποῖον ἔφυγον, καὶ τοῦ Πατριάρχου, εἰς τοῦ ὁποίου τὴν ἐνορίαν προσέδραμον, ὡσὰν ὁποῦ καὶ τὰ δύω εἶναι ἔξω ἀπὸ τὴν διάταξιν τῶν θείων Κανόνων. Προστάζει λοιπόν, ὅτι, ὅποιος Κληρικὸς χωρὶς τὴν ἄδειαν τῶν ἀνωτέρω, ἢ ἔλθῃ εἰς Κωνσταντινούπολιν, ἢ λειτουργήσῃ ἐν εὐκτηρίοις, καὶ ἐπιμένῃ εἰς τοῦτο, νὰ καθαίρεται. Οἱ δὲ μετ’ ἀδείας αὐτῶν προσδεχθέντες Κληρικοί, δὲν πρέπει νὰ ἀναλαμβάνουν φροντίδας κοσμικάς, ἀλλὰ μᾶλλον ἂς διδάσκουσι τὰ παιδία καὶ δούλους τῶν Χριστιανῶν. Ὅποιος δὲ Κληρικὸς ἤθελε λάβῃ ἐπιστασίαν τῶν τσεφτιλικίων τῶν ἀρχόντων (καθὼς καὶ ὁ ιαʹ. τῆς αʹ. καὶ βʹ. τοῦτο αὐτὸ διορίζεται), τῶν ὁποίων οἱ ἐπιστάται ἐλέγοντο μειζότεροι, ὡς ἀρχοντικώτερα ἴσως ἐπιστατοῦντες καὶ πολυκερδέστερα πράγματα, ἢ ἂς παύῃ ἀπὸ αὐτήν, ἢ μὴ παύων, ἂς καθαίρεται. Ὅρα καὶ τὸν ϛʹ. καὶ ιεʹ. Ἀποστολικόν.

ΚΑΝΩΝ ΙΑʹ. Ὑπόχρεοι ὄντες πάντες τοὺς θείους Κανόνας φυλάττειν, καὶ τὸν λέγοντα Οἰκονόμους εἶναι ἐν ἑκάστῃ Ἐκκλησίᾳ, παντὶ τρόπῳ ἀπαράτροτον διατηρεῖν ὀφείλομεν. Καὶ εἰ μὲν ἕκαστος Μητροπολίτης ἐν τῇ Ἐκκλησίᾳ αὑτοῦ καθιστᾷ Οἰκονόμον, καλῶς ἂν ἔχοι· εἰ δὲ μήγε, ἐξ αὐθεντίας ἰδίας τῷ Κωνσταντινουπόλεως Ἐπισκόπῳ ἄδειά ἐστι προχειρίζεσθαι Οἰκονόμον ἐν τῇ αὐτῇ Ἐκκλησίᾳ. Ὡσαύτως καὶ τοῖς Μητροπολίταις, εἰ οἱ ὑπ’ αὐτοὺς Ἐπίσκοποι οὐ προαιροῦνται Οἰκονόμους ἐγκαταστῆσαι ἐν ταῖς ἑαυτῶν Ἐκκλησίαις. Τὸ αὐτὸ δὲ φυλάττεσθαι καὶ ἐπὶ τῶν Μοναστηρίων.

Ἑρμηνεία. Ἐπειδὴ ὁ κϛʹ. τῆς δʹ. προστάζει νὰ ἔχῃ Οἰκονόμον κάθε Ἐκκλησία, οἰκονομοῦντα μετ’ ἀδείας καὶ γνώμης τοῦ Ἀρχιερέως τὰ ἐκείνης πράγματα, διὰ τοῦτο καὶ ὁ παρὼν Κανὼν αὐτὸν τοῦτον ἐπικυρῶν, προστίθησιν, ὅτι εἰ μὲν κάθε Μητροπολίτης καθιστᾷ ἀφ’ ἑαυτοῦ Οἰκονόμον εἰς τὴν ἑαυτοῦ Μητρόπολιν, καλῶς· εἰ δὲ καὶ δὲν κάμνῃ τοῦτο, ἔχει ἄδειαν ὁ Κωνσταντινουπόλεως Πατριάρχης μὲ ἐξουσίαν ἐδικήν του, νὰ καθιστᾷ Οἰκονόμον εἰς τὴν αὐτὴν Μητρόπολιν, καὶ εἰς ἄλλας τοιαύτας, ὑποκειμένας δηλ. εἰς αὐτόν. Ὁμοίως καὶ ἐὰν οἱ Ἐπίσκοποι δὲν θέλουν νὰ καταστήσουν Οἰκονόμον εἰς τὰς Ἐπισκοπάς των, ἔχει τὴν ἄδειαν ὁ Μητροπολίτης αὐτῶν νὰ προχειρίζεται αὐτούς. Τοῦτο δὲ τὸ ἴδιον νὰ γίνεται καὶ εἰς τὰ Μοναστήρια, τὰ μὴ ἔχοντα Οἰκονόμους, τὸ νὰ προχειρίζωνται δηλ. Οἰκονόμοι εἰς αὐτά, ἢ ἀπὸ τὸν Ἡγούμενον, ἢ μὴ θέλοντος αὐτοῦ, ἀπὸ τὸν Ἐπίσκοπον, ἢ μὴ θέλοντος αὐτοῦ, ἀπὸ τὸν Μητροπολίτην, ἢ μὴ θέλοντος αὐτοῦ, ἀπὸ τὸν Πατριάρχην. Ὅρα καὶ τὸν ληʹ. Ἀποστολικόν.

ΚΑΝΩΝ ΙΒʹ. Εἴ τις Ἐπίσκοπος εὑρεθείη, ἢ Ἡγούμενος, ἐκ τῶν αὐτουργίων τοῦ Ἐπισκοπείου, ἢ τοῦ Μοναστηρίου, ἐκποιούμενος εἰς ἀρχοντικὴν χεῖρα, ἢ ἑτέρῳ προσώπῳ ἐκδιδούς, ἄκυρον εἶναι τὴν ἔκδοσιν, κατὰ τὸν Κανόνα τῶν ἁγίων Ἀποστόλων τὸν λέγοντα· πάντων τῶν ἐκκλησιαστικῶν πραγμάτων ὁ Ἐπίσκοπος ἐχέτω τὴν φροντίδα, καὶ διοικείτω αὐτὰ ὡς Θεοῦ ἐφορῶντος. Μὴ ἐξεῖναι δὲ αὐτῷ σφετερίζεσθαί τι ἐξ αὐτῶν, ἢ συγγενέσιν ἰδίοις τὰ τοῦ Θεοῦ χαρίζεσθαι. Εἰ δὲ πένητες εἶεν, ἐπιχορηγείτω ὡς πένησιν, ἀλλὰ μὴ προφάσει τούτων τὰ τῆς Ἐκκλησίας ἀπεμπολείτω. Εἰ δὲ προφασίζοιντο ζημίαν ἐμποιεῖν, καὶ μηδὲν πρὸς ὄνησιν τυγχάνειν τὸν ἀγρόν, μηδ’ οὕτω τοῖς κατὰ τόπον ἄρχουσιν ἐκδιδόναι τὸν τόπον, ἀλλὰ Κληρικοῖς, ἢ γεωργοῖς. Εἰ δὲ πανουργίᾳ πονηρᾷ χρήσοιντο, καὶ ἐκ τοῦ Κληρικοῦ, ἢ γεωργοῦ, ὠνήσηται ἄρχων τὸν ἀγρόν, καὶ οὕτως ἄκυρον εἶναι τὴν πράσιν, καὶ ἀποκαθίστασθαι ἐν τῷ Ἐπισκοπείῳ, ἢ ἐν τῷ Μοναστηρίῳ, καὶ ὁ Ἐπίσκοπος ἢ ὁ Ἡγούμενος τοῦτο ποιῶν ἐκδιωχθήτω, ὁ μὲν Ἐπίσκοπος, τοῦ Ἐπισκοπείου, ὁ δὲ Ἡγούμενος, τοῦ Μοναστηρίου, ὡς διαρπάζοντες κακῶς, ἃ οὐ συνήγαγον.

Ἑρμηνεία. Αὐτούργια ὀνομάζονται ὅλα ἐκεῖνα τὰ πράγματα ὁποῦ κάμνουσιν εἰσοδήματα, καὶ μάλιστα τὰ ἀκίνητα· οἶον χωράφια, ἀμπέλια, ἐλαιῶνες καὶ ἄλλα· περὶ τούτων λοιπὸν διορίζεται ὁ παρὼν Κανών, λέγων, ὅτι ὅποιος ταῦτα ἤθελεν ἀποξενώσῃ, Ἐπίσκοπος μὲν ἀπὸ τὴν Ἐπισκοπήν, Ἡγούμενος δὲ ἀπὸ τὸ Μοναστήριον, καὶ τὰ δώσῃ εἰς ἄρχοντας, ἢ μὲ πωλησίαν, ἢ μὲ ἀλλαξίαν, νὰ μένῃ ἄκυρος ἡ τοιαύτη δόσις, καὶ τὰ πράγματα νὰ ἐπιστρέφωνται εἰς τὴν Ἐπισκοπήν, ἢ τὸ Μοναστήριον, καθὼς ὁ ληʹ. Κανὼν τῶν Ἀποστόλων διορίζεται, ὃν καὶ ἐκθέτει αὐτολεξεί· εἰ δὲ τυχὸν ὁ Ἀρχιερεύς, ἢ ὁ Ἡγούμενος, προφασίζωνται, ὅτι τὸ τάδε χωράφι, ἢ τὸ ἀμπέλι δὲν κάμνει εἰσόδημα καὶ κέρδος, ἀλλὰ μᾶλλον ζημίαν, ἂς πωλοῦν αὐτό, ὄχι εἰς ἄρχοντας καὶ δυνάστας, ἀλλ’ εἰς Κληρικούς, ἢ γεωργοὺς ἀνθρώπους δηλ. ταπεινοὺς καὶ εὐτελεῖς. Εἰ δὲ μὲ πανουργίαν ἤθελαν δώσουν πρῶτον αὐτὸ εἰς αὐτούς, μὲ σκοπὸν διὰ νὰ τὸ πάρῃ μετὰ ταῦτα ὁ ἄρχων ἀπὸ αὐτούς· ἡ μὲν πώλησις αὕτη νὰ ᾖναι ἄκυρος, ὁ δὲ τοιουτοτρόπως πωλήσας αὐτὸ Ἐπίσκοπος, νὰ διώκεται ἀπὸ τὴν Ἐπισκοπήν, ὁ δὲ Ἡγούμενος νὰ διώκεται ἀπὸ τὸ Μοναστήριον, ὅτι τὰ ἀφιερώματα ἐκεῖνα ὁποῦ ἄλλοι ἀφιέρωσαν καὶ συνήγαγον καλῶς, αὐτοὶ κακῶς διεσκόρπισαν καὶ ἐπώλησαν. Ὅρα καὶ τὴν ἑρμηνείαν τοῦ ληʹ. Ἀποστολικοῦ.

ΚΑΝΩΝ ΙΓʹ. Ἐπειδὴ διὰ τὴν γενομένην κατὰ τὰς ἁμαρτίας ἡμῶν συμφορὰν ἐν ταῖς Ἐκκλησίαις καθηρπάγησάν τινες εὐαγεῖς οἶκοι ὑπό τινων ἀνδρῶν, Ἐπισκοπεῖά τε καὶ Μοναστήρια, καὶ ἐγένοντο κοινὰ καταγώγια· εἰ μὲν οἱ διακρατοῦντες ταῦτα, προαιροῦνται ἀποδιδόναι, ἵνα κατὰ τὸ ἀρχαῖον ἀποκατασταθῶσιν, εὗ καὶ καλῶς ἔχει, εἰ δὲ μήγε, εἰ μὲν τοῦ καταλόγου τοῦ Ἱερατικοῦ εἰσι, τούτους καθαιρεῖσθαι προστάσσομεν· εἰ δὲ Μοναχοί, ἢ λαϊκοί, ἀφορίζεσθαι· ὡς ὄντας κατακρίτους ἀπὸ τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, καὶ τετάχθωσαν, ὅπου ὁ σκώληξ οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται, ὅτι τῇ τοῦ Κυρίου φωνῇ ἐναντιοῦνται, τῇ λεγούσῃ· μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου.

Ἑρμηνεία. Ἐν τῷ καιρῷ τῶν εἰκονομάχων, κοντὰ εἰς τὰ ἄλλα κακὰ ὁποῦ ἔγιναν, ἐδιώχθησαν διὰ τὰς ἁγίας εἰκόνας ὑπ’ αὐτῶν, καὶ πολλοὶ Ἀρχιερεῖς ἀπὸ τὰς Ἐπισκοπὰς καὶ Μητροπόλεις των, καὶ πολλοὶ Μοναχοὶ ἀπὸ τὰ Μοναστήριά των. Ἔρημα δὲ ὄντα ταῦτα, ἥρπασάν τινες κοσμικοί, καὶ ἐποίησαν κατοικητήρια κοσμικά. Διὰ τοῦτο λοιπὸν προστάζει ὁ παρὼν Κανών, ὅτι εἰ μὲν οἱ κατακρατοῦντες τὰς Ἐπισκοπὰς ταύτας καὶ τὰ Μοναστήρια θελήσουν νὰ τὰ δώσουν ὀπίσω, διὰ νὰ ἀποκατασταθῶσι πάλιν ὡς τὸ πρότερον Ἐπισκοπαὶ καὶ Μοναστήρια, καλῶς ἔχει· εἰ δὲ καὶ δὲν θελήσουν, Κληρικοὶ μὲν ὄντες, ἂς καθαίρωνται, Μοναχοὶ δέ, ἢ λαϊκοί, ἂς ἀφορίζωνται, ὡς κατακεκριμένοι ὄντες διὰ τοῦτο ἀπὸ τὴν ἁγίαν Τριάδα, καὶ ἂς τάττωνται εἰς τὸν τόπον ἐκεῖνον, ὅπου ὁ σκώληξ οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται, κατὰ τὴν τοῦ Ἡσαΐου καὶ τοῦ Εὐαγγελίου φωνήν, ἐπειδὴ καὶ ἐναντιοῦνται εἰς τὸν λόγον τοῦ Κυρίου τὸν λέγοντα· μὴ κάμνετε τὸν οἶκον τοῦ Πατρός μου. κτλ. Ἀνάγνωθι καὶ τὸν δʹ. καὶ κδʹ. τῆς δʹ.

ΚΑΝΩΝ ΙΔʹ. Ὅτι τάξις ἐμπολιτεύεται τῇ Ἱερωσύνῃ, πᾶσιν ἀρίδηλόν ἐστι, καὶ τὸ σὺν ἀκριβείᾳ διατηρεῖν τὰς τῆς Ἱερωσύνης ἐγχειρήσεις, Θεῷ εὐάρεστον. Ἐπεὶ οὖν ὁρῶμεν ἐκτὸς χειροθεσίας νηπιόθεν τὴν κουρὰν τοῦ Κλήρου λαμβάνοντάς τινας, μήπω δὲ παρ’ Ἐπισκόπου χειροθεσίαν λαβόντας, καὶ ἀναγινώσκοντας ἐν τῇ συνάξει ἐπ’ ἄμβωνος, ἀκανονίστως τοῦτο ποιοῦντας, ἐπιτρέπομεν ἀπὸ τοῦ παρόντος τοῦτο μὴ γίνεσθαι. Τὸ αὐτὸ δὲ φυλάττεσθαι καὶ ἐπὶ Μοναχῶν. Ἀναγνώστου δὲ χειροθεσίαν, ἄδειά ἐστιν ἐν ἰδίῳ Μοναστηρίῳ καὶ μόνῳ ἑκάστῳ, Ἡγουμένῳ ποιεῖν, εἰ αὐτῷ τῷ Ἡγουμένῳ ἐπετέθη χειροθεσία παρ’ Ἐπισκόπου πρὸς προεδρίαν Ἡγουμένου· δηλονότι ὄντος αὐτοῦ Πρεσβυτέρου. Ὡσαύτως καὶ κατὰ τὸ ἀρχαῖον ἔθος, Χωρεπισκόπους κατ’ ἐπιτροπὴν τοῦ Ἐπισκόπου δεῖ προχειρίζεσθαι Ἀναγνώστας.

Ἑρμηνεία. Ἐπειδὴ μερικοὶ ἐκ νηπίου ἀφιερώθησαν εἰς τὸν Θεόν, καὶ Κληρικοῖς πρέποντα ἱμάτια φορέσαντες, ἐδέχοντο καὶ κουρὰν ἀπὸ τοὺς ἰδίους γονεῖς των, κατά τινα συνήθειαν, ὡς τάχα ἀφιερούμενοι, οὗτοι δὲ ἐρχόμενοι εἰς ἡλικίαν, ἐτόλμων καὶ νὰ ἀναγινώσκουν τὰς θείας βίβλους εἰς τὸν λαὸν (ἐλπίζοντες ἴσως εἰς τὴν ἐκ νηπίου ἐκείνην κουρὰν) χωρὶς νὰ χειροθετηθοῦν, καὶ νὰ λάβουν σφραγίδα καὶ κουρὰν Ἀναγνώστου ἀπὸ τὸν Ἀρχιερέα· διὰ τοῦτο προστάζει ὁ παρὼν Κανὼν τὸ τοιοῦτον νὰ μὴ γίνεται, ὡς ἄτακτον καὶ ἀκανόνιστον. Οὐ μόνον δὲ οἱ λαϊκοὶ νὰ μὴ δύνανται νὰ ἀναγινώσκουν χωρὶς σφραγίδα Ἐπισκόπου, ἀλλ’ οὐδὲ οἱ Μοναχοῖ.

Εἶναι δὲ ἄδεια εἰς Ἡγούμενον Μοναστηρίου, Ἱερέα ὄντα καὶ διὰ χειροθεσίας Ἀρχιερέως γενόμενον Ἡγούμενον, νὰ χειροτονῇ Ἀναγνώστας εἰς μόνον τὸ Μοναστήριόν του, καὶ ὄχι ἄλλοθι. Ὁμοίως καὶ οἱ Χωρεπίσκοποι ἔχουν τὴν ἄδειαν νὰ χειροτονοῦν Ἀναγνώστας κατὰ τὴν ἀρχαίαν συνήθειαν, (περὶ ὧν ὅρα καὶ τὴν ὑποσημείωσιν τοῦ ηʹ. τῆς αʹ.). Ἀνάγνωθι καὶ τὸν λγʹ. τῆς ϛʹ.

ΚΑΝΩΝ ΙΕʹ. Κληρικὸς ἀπὸ τοῦ παρόντος μὴ καταταττέσθω ἐν δυσὶν Ἐκκλησίαις· ἐμπορίας γὰρ καὶ αἰσχροκερδείας τοῦτο ἴδιον, καὶ ἀλλότριον ἐκκλησιαστικῆς συνηθείας. Ἠκούσαμεν γὰρ ἐξ αὐτῆς τῆς Κυριακῆς φωνῆς, ὅτι οὐ δύναταί τις δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ τοῦ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Ἕκαστος οὖν κατὰ τὴν Ἀποστολικὴν φωνήν, ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ ὀφείλει μένειν καὶ προσεδρεύειν ἐν μιᾷ Ἐκκλησίᾳ. Τὰ γὰρ δι’ αἰσχροκέρδειαν γινόμενα ἐπὶ τῶν ἐκκλησιαστικῶν πραγμάτων, ἀλλότρια τοῦ Θεοῦ καθεστήκασι. Πρὸς δὲ τὴν τοῦ βίου τούτου χρείαν, ἐπιτηδεύματά εἰσι διάφορα.

Ἐξ αὐτῶν οὖν εἴ τις βούλοιτο, τὰ χρειώδη τοῦ σώματος ποριζέσθω· ἔφη γὰρ ὁ Ἀπόστολος, ταῖς χρείαις μου, καὶ τοῖς οὖσι μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὖται· καὶ ταῦτα μὲν ἐν ταύτῃ τῇ Θεοφυλάκτῳ πόλει. Ἐν δὲ τοῖς ἔξω χωρίοις, διὰ τὴν ἔλλειψιν τῶν ἀνθρώπων, παραχωρείσθω.

Ἑρμηνεία. Ἐμποδίζει ὁ παρὼν Κανών, νὰ μὴ συναριθμῆταί τινας Κληρικὸς εἰς τὸν Κλῆρον δύω Ἐκκλησιῶν εὑρισκομένων, εἴτε εἰς μίαν πόλιν, εἴτε εἰς δύω, ἐπειδὴ τὸ πρᾶγμα τοῦτο διὰ αἰσχροκέρδειαν γίνεται, ἵνα ὁ καταταχθεὶς δηλ. Κληρικὸς ἀπολαμβάνῃ τὰ σιτηρέσια καὶ τῶν δύω Ἐκκλησιῶν, τὰ δὲ δι’ αἰσχροκέρδειαν γινόμενα, ἀλλότρια εἶναι καὶ τοῦ Θεοῦ, καὶ τῶν ἐκκλησιαστικῶν. Λέγει γὰρ ὁ Κύριος, οὐδεὶς ἠμπορεῖ νὰ δουλεύῃ δύω αὐθέντας· διότι ἢ τὸν ἕνα θέλει μισήσει καὶ καταφρονήσει, ἢ τὸν ἄλλον θέλει ἀγαπήσει καὶ ἐναγκαλισθῇ. Καὶ ὁ Παῦλος προστάζει, κάθε ἕνας νὰ μένῃ ἐκεῖ ὁποῦ ἐκαλέσθη ἀπὸ τὸν Θεόν. Εἰ δὲ οἱ Κληρικοὶ οὗτοι προφασίζονται ὅτι δὲν δύνανται νὰ κυβερνηθοῦν ἀπὸ τὸ σιτηρέσιον τῆς μιᾶς Ἐκκλησίας, ἰδοὺ πολλὰ ἐργόχειρα εἶναι εἰς τὸν κόσμον σεμνότερα, καὶ ἂς δουλεύουσι, διὰ νὰ πορίζωνται τὰς χρείας τοῦ σώματος. Διότι καὶ ὁ Παῦλος μὲ τὸ ἔργον τῶν χειρῶν του ἐπορίζετο καὶ τὰς ἐδικάς του χρείας, καὶ τὰς χρείας τῶν μετ’ αὐτοῦ, ὡς τὸ λέγει ὁ ἴδιος. Τὸ νὰ συναριθμῆται λοιπὸν ἕνας Κληρικὸς εἰς δύω Ἐκκλησίας, εἰς μὲν τὴν Βασιλεύουσαν ταύτην πόλιν, ἂς μὴ γίνεται διὰ τὸ πολὺ πλῆθος τῶν ἐν αὐτῇ Κληρικῶν, εἰς δὲ τὰ ἔξω χωρία ἂς συγχωρῆται νὰ γίνεται διὰ τὴν σπανιότητα τῶν Ἱερέων καὶ Κληρικῶν.

Ὅρα καὶ τὸν ιεʹ. Ἀποστολικόν.

ΚΑΝΩΝ ΙΣΤʹ. Πᾶσα βλακεία καὶ κόσμησις σώματος, ἀλλοτρία ἐστὶ τῆς Ἱερατικῆς τάξεως. Τοὺς οὖν ἑαυτοὺς κοσμοῦντας Ἐπισκόπους, ἢ Κληρικούς, δι’ ἐσθήτων λαμπρῶν καὶ περιφανῶν, τούτους διορθοῦσθαι χρή, εἰ δὲ ἐπιμένοιεν, ἐπιτιμίῳ παραδίδοσθαι. Ὡσαύτως καὶ τοὺς τὰ μῦρα χριομένους. Ἐπειδὴ δὲ ῥίζα πικρίας ἄνω φύουσα, μίασμα γέγονε τῇ καθολικῇ Ἐκκλησίᾳ ἡ τῶν χριστιανοκατηγόρων αἵρεσις, καὶ οἱ ταύτην δεξάμενοι, οὐ μόνον τὰς εἰκονικὰς ἀναζωγραφήσεις ἐβδελύξαντο, ἀλλὰ καὶ πᾶσαν εὐλάβειαν ἀπώσαντο, τοῖς σεμνῶς καὶ εὐσεβῶς βιοῦσι προσοχθίζοντες, καὶ πεπλήρωται ἐπ’ αὐτοῖς τὸ γεγραμμένον. «Βδέλυγμα ἁμαρτωλῷ, Θεοσέβεια». Εἰ εὑρεθῶσι τοίνυν ἐγγελῶντες τοῖς τὴν εὐτελῆ καὶ σεμνὴν ἀμφίασιν περικειμένοις, δι’ ἐπιτιμίου διορθούσθωσαν. Ἐκ γὰρ τῶν ἄνωθεν χρόνων πᾶς ἱερατικὸς ἀνὴρ μετὰ μετρίας καὶ σεμνῆς ἀμφιάσεως ἐπολιτεύετο. Πᾶν γὰρ ὃ μὴ διὰ χρείαν, ἀλλὰ διὰ καλλωπισμὸν παραλαμβάνεται, περπερείας ἔχει κατηγορίαν, ὡς ὁ μέγας ἔφη Βασίλειος· ἀλλ’ οὐδὲ ἐκ σηρικῶν ὑφασμάτων πεποικιλμένην ἐσθῆτα ἐνεδέδυντο, οὐδέ τινα προσετίθεσαν ἑτερόχροα ἐπιβλήματα ἐν τοῖς ἄκροις τῶν ἱματίων. Ἤκουσαν γὰρ ἐκ τῆς θεοφθόγγου γλώσσης, ὅτι οἱ τὰ μαλακὰ φοροῦντες, ἐν τοῖς οἴκοις τῶν Βασιλέων εἰσίν.

Ἑρμηνεία. Διορίζει ὁ παρὼν Κανών, ὅτι τόσον οἱ φοροῦντες φορέματα λαμπρὰ Ἐπίσκοποι καὶ Κληρικοί, ὅσον καὶ οἱ χριόμενοι μὲ τὰ μῦρα, πρέπει νὰ διορθώνουσι τὸ ἄτοπον τοῦτο, Ἐπειδὴ κάθε καλλωπισμὸς καὶ στολισμὸς τοῦ σώματος εἶναι ξένος ἀπὸ τοὺς Ἱερωμένους, εἰ δὲ καὶ ἐπιμένουσι καὶ δὲν διορθόνονται, νὰ κανονίζωνται μὲ ἁρμόδιον ἐπιτίμιον. Ἀλλὰ καὶ οἱ εἰκονομάχοι, οἵτινες κοντὰ ὁποῦ ἀπέβαλον τὰς ἁγίας εἰκόνας, ἀπέβαλον ἀκόμη καὶ κάθε σεμνοπρέπειαν τῶν ἱματίων, καὶ περιγελοῦσι τοὺς φοροῦντας ἱμάτια εὐτελῇ· (δι’ ὃ καὶ σκοτενδύτους, ἤτοι σκοτεινοφόρους ὠνόμαζον αὐτοὶ τοὺς Μοναχούς, περιπαίζοντες τὴν σεμνότητα τοῦ. Μοναχικοῦ σχήματος, κατὰ τὸν μεταφραστὴν ἐν τῷ βίῳ τοῦ νέου Στεφάνου)· καὶ οὗτοι, λέγω, ἂς διορθόνωνται μὲ ἐπιτίμιον· διότι ἄνωθεν καὶ ἐξ ἀρχῆς οἱ Ἱερωμένοι ἄνδρες μὲ ταπεινὰ φορέματα ἐπολιτεύοντο. Ὅθεν καὶ ὁ Μέγας Βασίλ. (ὅρῳ κατ’ ἐπιτομ. μθʹ.) περπερείαν ὀνομάζει κάθε ἱμάτιον ὁποῦ δὲν εἶναι διὰ τὴν χρείαν τοῦ σώματος, ἀλλὰ διὰ καλλωπισμόν, καὶ ἱμάτια πεποικιλμένα ἀπὸ μεταξωτὰ δὲν ἐφόραιναν (σῆρες γὰρ οἱ σκώληκες τῆς μετάξης ὀνομάζονται, ἀπὸ τοὺς Σῆρας, ἤτοι τοὺς Κινέζους, εἰς τοὺς ὁποίους εὑρισκόμενοι οἱ σκώληκες οὗτοι, μετεφέρθησαν ἀπὸ ἐκεῖ εἰς ἄλλους τόπους), οὔτε ἔβαλον εἰς τὰς ἄκρας τῶν ἱματίων των μπαλώματα διαφορετικοῦ χρώματος ἀπὸ τὸ χρῶμα τῶν ἱματίων.

Ἤκουσαν γὰρ ἀπὸ τὴν φωνὴν τοῦ Κυρίου, ὅτι οἱ τὰ μαλακὰ ταῦτα φοροῦντες, εὑρίσκονται εἰς τὰ Βασίλεια, καὶ ὄχι εἰς τὰς Ἐπισκοπὰς καὶ Ἐκκλησίας.

Ὅρα τὸν κζʹ. τῆς ϛʹ.

ΚΑΝΩΝ ΙΖʹ. Τινὲς τῶν Μοναχῶν, καταλιπόντες τὰ ἑαυτῶν Μοναστήρια, ἐφιέμενοι τοῦ ἄρχειν καὶ τὸ ὑπακούειν ἀπαναινόμενοι, ἐγχειροῦσι κτίζειν εὐκτηρίους οἴκους, τὰ πρὸς ἀπαρτισμὸν μὴ ἔχοντες. Εἴ τις οὖν τοῦτο ἐπιχειρίσει ποιεῖν, κωλυέσθω ὑπὸ τοῦ κατὰ τόπον Ἐπισκόπου· εἰ δὲ τὰ πρὸς ἀπαρτισμὸν ἔχοι, τὰ βεβουλευμένα αὐτῷ, εἰς πέρας ἀγέσθωσαν.

Τὸ αὐτὸ δὲ φυλάττεσθαι καὶ ἐπὶ λαϊκῶν καὶ Κληρικῶν.

Ἑρμηνεία. Ἐπειδὴ μερικοὶ Μοναχοὶ φίλαρχοι, μὴ θέλοντες νὰ ὑπακούουν αὐτοὶ εἰς ἄλλους, ἀλλὰ ἄλλοι νὰ ὑπακούουν εἰς αὐτούς, ἀφέντες τὰ Μοναστήριά των, ἐπιχειροῦσι νὰ κτίζουν εὐκτηρίους οἴκους, χωρὶς νὰ ἔχουν τὰ πρὸς τελείωσιν αὐτῶν ἔξοδα· διὰ τοῦτο ὁ παρὼν Κανὼν προστάζει, ὅτι οἱ τοιοῦτοι νὰ ἐμποδίζωνται ὑπὸ τοῦ Ἐπισκόπου ἀπὸ τοιοῦτον ἐπιχείρημα· εἰ δὲ καὶ ἔχουν τὰ πρὸς τὸ τέλος ἱκανὰ ἔξοδα, ἂς ἐπιχειροῦσι τὸ ἔργον. Τοῦτο δὲ τὸ ἴδιον νὰ γίνεται, καὶ ἂν λαϊκοὶ ἢ Κληρικοὶ ἐπιχειρισθῶσι νὰ κτίσουν εὐκτήρια. Ὅρα καὶ τὸν δʹ. τῆς δʹ. καὶ τὸν καʹ. τῆς παρούσης.

ΚΑΝΩΝ ΙΗʹ. Ἀπρόσκοποι γίνεσθε καὶ τοῖς ἔξωθεν, φησὶν ὁ θεῖος Ἀπόστολος. Τὸ δὲ γυναῖκας ἐνδιαιτᾶσθαι ἐν Ἐπισκοπείοις, ἢ καὶ Μοναστηρίοις, παντὸς προσκόμματος αἴτιον. Εἴ τις οὖν δούλην, ἢ ἐλευθέραν ἐν τῷ Ἐπισκοπείῳ κτώμενος φωραθείη, ἢ ἐν Μοναστηρίῳ, πρὸς ἐγχείρησιν διακονίας τινός, ἐπιτιμάσθω, ἐπιμένων δέ, καθαιρείσθω.

Εἰ δὲ καὶ τύχοι ἐν προαστείοις γυναῖκας εἶναι, καὶ θελήσοι Ἐπίσκοπος, ἢ Ἠγούμενος, πορείαν ἐν τοῖς ἐκεῖσε ποιήσασθαι, παρόντος Ἐπισκόπου, ἢ Ἡγουμένου, μηδ’ ὅλως ἐγχείρησιν διακονίας ποιείσθω κατ’ ἐκεῖνον τὸν καιρὸν γυνή, ἀλλ’ ἰδιαζέτω ἐν ἑτέρῳ τόπῳ, ἕως ἂν τὴν ἀναχώρησιν ποιήσηται ὁ Ἐπίσκοπος, διὰ τὸ ἀνεπίληπτον.

Ἑρμηνεία. Ἐμποδίζει ὁ παρὼν Κανὼν τὸ νὰ εὑρίσκωνται γυναῖκες μέσα εἰς Ἐπισκοπὰς καὶ Μοναστήρια διὰ νὰ ὑπηρετοῦν, ἐπειδὴ καὶ τὸ τοιοῦτον μεγάλον σκάνδαλον καὶ κατηγορίαν προξενεῖ κατὰ τῶν Ἀρχιερέων καὶ Μοναχῶν, κοντὰ καὶ εἰς τοὺς κοσμικοὺς Χριστιανούς, καὶ εἰς τοὺς ἐθνικούς. Ὁ δὲ Ἀπόστολος παραγγέλλει νὰ μὴ δίδωμεν σκάνδαλον, οὔτε εἰς τοὺς ἐξωτερικοὺς Ἰουδαίους καὶ Ἕλληνας. Ὅποιος λοιπὸν Ἀρχιερεύς, ἢ Ἡγούμενος, φανερωθῇ νὰ κάμῃ τοῦτο, ἂς κανονίζεται, εἰ δὲ καὶ ἐπιμένοι καὶ δὲν διορθώνεται, ἂς καθαίρεται. Ἐὰν δὲ εἰς τὰ τσεφτιλίκια τῆς Ἐπισκοπῆς, ἢ τοῦ Μοναστηρίου τύχωσι γυναῖκες, καὶ ὁ Ἀρχιερεύς, ἢ ὁ Ἡγούμενος, ὑπάγῃ εἰς αὐτά, ἐν ὅσῳ καιρῷ εὑρίσκονται αὐτοὶ ἐκεῖ, αἱ γυναῖκες νὰ μὴ ὑπηρετοῦν, ἀλλὰ νὰ παραμεροῦν, ἕως οὗ νὰ ἀναχωρήσουν ἐκεῖνοι, διὰ τὸ ἀκατηγόρητον καὶ ἀσκανδάλιστον. Ὅρα καὶ τὸν γʹ. τῆς αʹ.

ΚΑΝΩΝ ΙΘʹ. Τοσοῦτον κατενεμήθη τῆς φιλαργυρίας τὸ μῖσος εἰς τοὺς ἡγήτορας τῶν Ἐκκλησιῶν, ὥστε καί τινας τῶν λεγομένων εὐλαβῶν ἀνδρῶν τε καὶ γυναικῶν, ἐπιλαθομένους τῆς ἐντολῆς τοῦ Κυρίου, ἐξαπατηθῆναι, καὶ διὰ χρυσίου τὰς εἰσδοχὰς τῶν προσερχομένων τῷ Ἱερατικῷ τάγματι, καὶ τῷ μονήρει βίῳ, ποιεῖσθαι, καὶ γίνεται ὧν ἡ ἀρχὴ ἀδόκιμος, καὶ τὸ πᾶν ἀπόβλητον, ὥς φησιν ὁ μέγας Βασίλειος.

Οὐδὲ γὰρ Θεῷ καὶ μαμωνᾷ δουλεύειν ἔξεστιν. Εἴ τις οὖν εὑρεθῇ τοῦτο ποιῶν, εἰ μὲν Ἐπίσκοπος, ἢ Ἡγούμενος, ἤ τις τοῦ Ἱερατικοῦ, ἢ παυσάσθω ἢ καθαιρείσθω, κατὰ τὸν δεύτερον Κανόνα τῆς ἐν Χαλκηδόνι ἁγίας Συνόδου, εἰ δὲ Ἡγουμένη, ἐκδιωχθήτω ἐκ τοῦ Μοναστηρίου, καὶ παραδοθήτω ἐν ἑτέρῳ Μοναστηρίῳ πρὸς ὑποταγήν. Ὡσαύτως καὶ Ἡγούμενος μὴ ἔχων χειροτονίαν Πρεσβυτέρου. Ἐπὶ δὲ τῶν παρὰ γονέων παραδεδομένων, δίκην προικῴων τοῖς τέκνοις, ἢ ἰδιοκτήτων αὐτῶν πραγμάτων, προσαγωμένων ὁμολογούντων τῶν προσαγόντων ταῦτα εἶναι ἀφιερωμένα τῷ Θεῷ· ὡρίσαμεν κᾄν τε μείνοι, κᾄν τε ἐξέλθοι, μένειν αὐτὰ ἐν τῷ Μοναστηρίῳ, κατὰ τὴν ὑπόσχεσιν αὐτοῦ· εἰ μὴ εἴη αἰτία τοῦ Προεστῶτος.

Ἑρμηνεία. Ἡγήτορες τῶν Ἐκκλησιῶν ὀνομάζονται οἱ Ἀρχιερεῖς, καὶ Ἱερεῖς, καὶ Ἡγούμενοι τῶν Μοναστηρίων, ἐπειδὴ καὶ αὐτοὶ ἐδιωρίσθησαν νὰ προηγοῦνται τῶν λαϊκῶν, καὶ κατὰ τὴν ὀρθὴν πίστιν, καὶ κατὰ τὰ καλὰ ἔργα. Λέγει λοιπὸν ὁ παρὼν Κανών, ὅτι ἐπειδὴ αὐτοὶ τόσον πολλὰ κατεκυριεύθησαν ἀπὸ τὴν φιλαργυρίαν, ὥστε ὁποῦ διὰ χρημάτων νὰ δέχωνται ἐκείνους ὁποῦ ἔρχονται εἰς τὸ Ἱερατικὸν τάγμα καὶ εἰς τὴν Μοναχικὴν ζωήν, καὶ νὰ πληροῦσιν εἰς αὐτοὺς τὸ ῥητὸν τοῦ μεγάλου Βασιλείου, τὸ λέγον· Ἐκείνου ὁποῦ εἶναι ἡ ἀρχὴ ἀπρόκοπος καὶ κακή, καὶ ὅλον τὸ μετὰ ταῦτα ἀπρόκοπον εἶναι καὶ κακόν. Ὅς τις εἰς τὸ ἑξῆς Ἐπίσκοπος, ἢ Ἡγούμενος Ἱερωμένος, ἢ ἄλλος τις τοῦ Ἱεροῦ καταλόγου κάμῃ τοῦτο, ἢ νὰ παύῃ, ἢ νὰ καθαίρεται, κατὰ τὸν βʹ. τῆς δʹ. Συνόδου. Κανόνα, τὸν διορίζοντα νὰ καθαίρεται ἐκεῖνος ὁποῦ διὰ χρημάτων ἤθελε προβάλει κᾂν Προσμονάριον. Εἰ δὲ ὁ ποιήσας τοῦτο Ἡγούμενος εἶναι ἀνίερος, ἢ καὶ Ἡγουμένη, νὰ διώκωνται ἀπὸ τὰ Μοναστήριά των, καὶ νὰ βάλλωνται εἰς ἄλλα Μοναστήρια, διὰ νὰ κάμνουν ὑπακοήν, ὡς τῆς Ἡγουμενίας καὶ τοῦ ὑποτάσσειν ἄλλους ἀνάξιοι, ὡσὰν ὁποῦ αὐτοὶ ἐμπροσθὰ ζητοῦν τόσα ἄσπρα διὰ νὰ δεχθοῦν εἰς τὴν καλογερικὴν τοὺς προσερχομένους. Ἐκεῖνα δὲ τὰ πράγματα (εἴτε κινητὰ δηλ.

εἶναι, εἴτε ἀκίνητα), τὰ ὁποῖα ἔχωντας τινάς, ἢ προῖκα ἀπὸ τοὺς γονεῖς του, ἢ ἰδιόκτητα, ἤθελεν ἀφιερώσει ταῦτα εἰς τὸ Μοναστήριον ὁποῦ μονάσει, ταῦτα ὁρίζει ὁ παρὼν Κανὼν νὰ μένουν ἀναφαίρετα ἀπὸ τὸ Μοναστήριον, κατὰ τὴν ὑπόσχεσιν τοῦ ἀφιερώσαντος αὐτά, κᾂν αὐτὸς μείνῃ εἰς τὸ Μοναστήριον, κᾂν ἀναχωρήσῃ ἐξ αἰτίας ἐδικῆς του αὐτοπροαιρέτως· ἂν δὲ ἀπὸ κᾀμμίαν ἀφορμὴν (τὰς ὁποίας θέλομεν εἰπεῖ εἰς τὴν ἑρμηνείαν τοῦ ἀκολούθου καʹ. τῆς αὐτῆς ζʹ.) τοῦ Ἡγουμένου, ἤθελον ἀναχωρήσει ἀπὸ τὸ Μοναστήριον, δύναται νὰ λάβῃ ταῦτα ὁπίσω.

ΚΑΝΩΝ Κʹ. Ἀπὸ τοῦ παρόντος ὁρίζομεν, μὴ γίνεσθαι διπλοῦν Μοναστήριον, ὅτι σκάνδαλον καὶ πρόσκομμα τοῖς πολλοῖς γίνεται τοῦτο. Εἰ δέ τινες μετὰ συγγενῶν προαιροῦνται ἀποτάξασθαι, καὶ τῷ μονήρει βίῳ κατακολουθεῖν, τοὺς μὲν ἄνδρας, δέον ἀπιέναι εἰς ἀνδρῷον Μοναστήριον, καὶ τὰς γυναῖκας, εἰσιέναι ἐν γυναικείῳ Μοναστηρίῳ. Ἐπὶ τούτῳ γὰρ εὐαρεστεῖται ὁ Θεός. Τὰ δὲ ὄντα ἕως τοῦ νῦν διπλᾶ, κρατείτωσαν, κατὰ τὸν Κανόνα τοῦ ἁγίου Πατρὸς ἡμῶν Βασιλείου, καὶ κατὰ τὴν διαταγὴν αὐτοῦ, οὕτω διατυπούσθωσαν. Μὴ διαιτάσθωσαν ἐν ἑνὶ Μοναστηρίῳ Μοναχοὶ καὶ Μονάστριαι· μοιχεία γὰρ μεσολαβεῖ τὴν συνδιαίτησιν. Μὴ ἐχέτω Μοναχὸς παῤῥησίαν πρὸς Μονάστριαν, ἢ Μονάστρια πρὸς Μοναχόν, ἰδίᾳ προσομιλεῖν. Μὴ κοιταζέσθω Μοναχὸς ἐν γυναικείῳ Μοναστηρίῳ, μηδὲ συνεσθιέτω Μονάστρια καταμόνας. Καὶ ὅτε τὰ ἀναγκαῖα τοῦ βίου παρὰ τοῦ ἀνδρῴου μέρους πρὸς τὰς κανονικὰς ἀποκομίζονται, ἔξωθεν τῆς πύλης ταῦτα λαμβανέτω ἡ Ἡγουμένη τοῦ γυναικείου Μοναστηρίου, μετὰ γραός τινος Μοναστρίας.

Εἰ δὲ συμβῇ, συγγενῇ τινα ἐθέλειν θεάσασθαι Μοναχόν, ἐπὶ παρουσίᾳ τῆς Ἡγουμένης ταύτῃ προσομιλείτω διὰ μικρῶν καὶ βραχέων λόγων.

Ἑρμηνεία. Διπλοῦν Μοναστήριον ὁ μὲν Ζωναρᾶς λέγει, νὰ ἦτο δύω γειτονεύοντα Μοναστήρια, τόσον πολλὰ κοντά, ὥστε ὁποῦ ἠκούοντο αἱ φωναὶ ἀπὸ τὸ ἕνα εἰς τὸ ἄλλο. Ἄλλοι δέ τινες, μὲ τοὺς ὁποίους συμφωνεῖ καὶ ὁ Βαλσαμών, λέγουσι νὰ ἦτο ἓν καὶ τὸ αὐτὸ Μοναστήριον, μέσα εἰς τὸ ὁποῖον συνδιέτριβον ἄνδρες καὶ γυναῖκες ἐν ταὐτῷ, ὄχι ὅμως ξένοι κατὰ σάρκα, ἀλλὰ συγγενεῖς πρὸς ἀλλήλους. Ἐγὼ ἤθελα εἰπῇ ὅτι ἀληθεστέρα φαίνεται νὰ ᾖναι ἡ δευτέρα γνώμη, ὅσον ἀπὸ τὸ ἐν ἀρχῇ ὕφος, καὶ τὴν σύμφρασιν τοῦ Κανόνος τούτου βεβαιουμένη· ἀλλ’ ἡ διαταγή, ἣν παρακάτω φέρει ὁ Κανὼν τοῦ μεγάλου Βασιλείου, περὶ τῶν διπλῶν Μοναστηρίων, ἀληθεστάτην καὶ ἀναντίῤῥητον ἀποδεικνύει τὴν προτέραν γνώμην. Εἴ τε οὖν οὕτως, εἴ τε ἐκείνως, ὁ παρὼν Κανὼν προστάζει νὰ μὴ γίνωνται εἰς τὸ ἑξῆς τοιαῦτα διπλᾶ Μοναστήρια, ὡς σκανδάλου πρόξενα. Ἀλλὰ καὶ ἐάν τινες ἄνδρες τε καὶ γυναῖκες, συγγενεῖς ὄντες πρὸς ἀλλήλους, θελήσουν νὰ καλογερεύσουν, οἱ μὲν ἄνδρες ἂς πηγαίνουν χωριστά, εἰς Μοναστήριον ἀνδρῶν μοναχῶν, αἱ δὲ γυναῖκες, εἰς Μοναστήριον γυναικῶν καὶ μοναστριῶν, διὰ τί μὲ τοιοῦτον τρόπον εὐαρεστεῖται ὁ Θεός. Ὅσα δὲ Μοναστήρια ἔφθασαν ἕως τώρα νὰ ᾖναι διπλᾶ, ἂς πολιτεύωνται κατὰ τὴν διαταγὴν καὶ νομοθεσίαν τοῦ μεγάλου Βασιλείου, ἥτις εἶναι ἡ ἐφεξῆς, δηλ.

Μοναχοὶ καὶ Μοναχαὶ ἂς μὴ συγκατοικοῦν εἰς ἓν Μοναστήριον, ἐπειδὴ μοιχεία ἀκολουθεῖ εἰς τὴν συγκατοίκησιν ταύτην. Ἂς μὴ ἔχῃ παῤῥησίαν νὰ ὁμιλῇ κατ’ ἰδίαν Μοναχὸς μὲ Μοναχήν, ἢ Μοναχὴ μὲ Μοναχόν. Ἂς μὴ κοιμᾶται Μοναχὸς εἰς Μοναστήριον γυναικῶν, μήτε ἂς συντρώγῃ μὲ Μοναχήν· καὶ ὅταν οἱ ἀπὸ τὸ ἀνδρίκειον Μοναστήριον Μοναχοὶ φέρουν τὰ πρὸς ζωάρκειαν ἀναγκαῖα εἰς τὰς καλογραίας, νὰ τὰ ἀφίνουν ἔξω τῆς πόρτας τοῦ Μοναστηρίου, καὶ ἀπὸ ἐκεῖ νὰ τὰ παίρνῃ ἔσω ἡ Ἡγουμένη μὲ ἄλλην τινὰ γερόντισσαν Μοναχήν. Ἐὰν δὲ κἀνένας Μοναχὸς θελήσῃ νὰ ἰδῇ συγγένισσάν του καλογραῖαν, ἂς τὴν βλέπῃ, καὶ ἂς συνομιλῇ αὐτῇ μὲ ὀλίγα λόγια, παρούσης τῆς Ἡγουμένης, καὶ ὀγλίγωρα ἂς ἀναχωρῇ.

Συμφωνία. «Τὸ νὰ μὴ μένουν μαζὴ Μοναχοὶ καὶ Μονάστριαι, διορίζει καὶ ἡ βʹ. διάταξις τοῦ αʹ. τίτλ. τῶν Νεαρῶν· τάχα δὲ καὶ ὁ Προφήτης Ζαχαρίας διὰ τοῦτο λέγει, ὅτι νὰ πενθοῦσιν αἱ φυλαὶ τοῦ Ἰσραὴλ χωριστὰ οἱ ἄνδρες, καὶ χωριστὰ ᾑ γυναῖκες, διὰ μὲν τοῦ πένθους αἰνιττόμενος τὴν πενθικὴν ζωὴν τῶν Μοναχῶν, διὰ δὲ τοῦ χωρισμοῦ, τὸ νὰ μὴ συγκατοικοῦν ἄνδρες καὶ γυναῖκες εἰς ἓν Μοναστήριον, κατὰ τὸν διορισμὸν τοῦ παρόντος Κανόνος, καὶ κόψεται ἡ γῆ κατὰ φυλάς, φυλὴ οἴκου Λευῒ καθ’ ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτὰς» Ὅρα καὶ τὸν μϛʹ. μζʹ. τῆς ϛʹ.

ΚΑΝΩΝ ΚΑʹ. Μὴ δεῖν Μονάστριαν καταλιμπάνειν τὴν οἰκείαν μονήν, καὶ ἐν ἑτέρᾳ ἀπέρχεσθαι. Εἰ δὲ συμβῇ τοῦτο, ξενοδοχεῖσθαι αὐτόν, ἀναγκαῖον· προσλαμβάνεσθαι δὲ ἄνευ γνώμης τοῦ Ἡγουμένου αὐτοῦ, οὐ προσήκει.

Ἑρμηνεία. Διορίζει ὁ παρὼν Κανών, ὅτι δὲν πρέπει ὁ Μοναχός, ἢ ἡ Μοναχὴ νὰ ἀφίνῃ τὸ Μοναστήριον ἐκεῖνο, εἰς τὸ ὁποῖον ἐκουρεύθη, καὶ νὰ πηγαίνῃ εἰς ἄλλο. Εἰ δὲ καὶ τοῦτο ἤθελε κάμῃ τινάς, πρέπει ὁ τοιοῦτος νὰ ἀποδέχεται μὲν ὡς ξένος καὶ νὰ φιλεύεται ἀπὸ τοὺς Πατέρας τοῦ ξένου ἐκείνου Μοναστηρίου εἰς μερικὰς ἡμέρας (ἵνα μὴ ὡς μὴ ξενοδοχούμενος βιασθῇ νὰ ὑπάγῃ εἰς τὸν κόσμον, καὶ νὰ συναναστρέφεται μὲ ἀδιαφόρους ἀνθρώπους)· ὄχι ὅμως καὶ νὰ κρατῆται, καὶ μὲ τὴν ἐκεῖσε ἀδελφότητα νὰ συναριθμῆται, χωρὶς τὴν γνώμην, καὶ ἀπολυτικὴν ἐπιστολὴν τοῦ ἐδικοῦ του Ἡγουμένου.

Συμφωνία. «Ὁ δὲ δʹ. τῆς αʹ. καὶ βʹ. ἀφορίζει καὶ τὸν Μοναχὸν ὁποῦ ἀναχωρήσῃ ἀπὸ τὸ Μοναστήριόν του, καὶ ὑπάγῃ εἰς ἄλλο Μοναστήριον, ἢ εἰς κοσμικὸν ὀσπήτιον, καὶ ἐκεῖνον ἀκόμη ὁποῦ τὸν ὑποδεχθῇ, ἔξω μόνον ἂν ὁ Ἀρχιερεὺς ἤθελε νὰ τὸν μετατοπίση, ἢ διὰ βελτίωσιν ἄλλου Μοναστηρίου, ἢ διὰ σωτηρίαν τινὸς ὀσπητίου. Τότε γὰρ οἱ Μοναχοὶ καὶ οἱ ὑποδεχόμενοι αὐτοὺς εἶναι ἀνεύθυνοι· ἀλλὰ καὶ ὁ πηʹ. τῆς ἐν Καρθαγ. προστάζει νὰ μὴ συγκοινωνῇ τινας ξένος, εἰ μὴ ὃ ἴδιος λαὸς μὲ τὸν Ἐπίσκοπον ἐκεῖνον ὁποῦ δεχθῇ Μοναχὸν ἀπὸ ἄλλης ἐπαρχίας Μοναστήριον, καὶ κάμῃ αὐτὸν Κληρικόν, ἢ Ἡγούμενον τοῦ ἐδικοῦ του Μοναστηρίου, καὶ ὁ Μοναχὸς δὲ αὐτός, λέγει, οὔτε Κληρικὸς νὰ ᾖναι, οὔτε Ἡγούμενος.

Τὸ νὰ μὴ καταλιμπάνουν οἱ Μοναχοὶ τὰ Μοναστήριά των, εἰμὴ δι’ ἀναγκαίαν χρείαν συγχωρηθῶσι τοῦτο ποιῆσαι παρὰ τοῦ Ἐπισκόπου, καὶ ὁ δʹ. τῆς δʹ. Κανὼν διορίζει. Ὁ δὲ γʹ. τῆς αʹ. καὶ βʹ. ἀφορίζει τὸν Ἡγούμενον ἐκεῖνον ὁποῦ δὲν ἐπιμεληθῇ νὰ ἐπιστρέψῃ εἰς τὸ Μοναστήριόν του τοὺς ἀποφυγόντας καλογήρους του.»

ΚΑΝΩΝ ΚΒʹ. Θεῷ μὲν τὸ πᾶν ἀνατίθεσθαι, καὶ οὐ τοῖς ἰδίοις θελήμασι δουλοῦσθαι, μέγα χρῆμα τυγχάνει. Εἴτε γὰρ ἐσθίετε, εἴτε πίνετε, ὁ θεῖος Ἀπόστολός φησι, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Χριστὸς οὖν ὁ Θεὸς ἡμῶν ἐν Εὐαγγελίοις αὐτοῦ τὰς ἀρχὰς τῶν ἁμαρτημάτων ἐκκόπτειν προστέταχεν. Οὐ γὰρ ἡ μοιχεία μόνον παρ’ αὐτοῦ κολάζεται, ἀλλὰ καὶ ἡ κίνησις τοῦ λογισμοῦ πρὸς τὴν τῆς μοιχείας ἐγχείρησιν κατακέκριται, λέγοντος αὐτοῦ. Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ· ἔνθεν οὖν μαθητευθέντες, λογισμοὺς ὀφείλομεν καθαιρεῖν. Εἰ καὶ πάντα ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει, ἐξ Ἀποστολικῆς φωνῆς διδασκόμεθα. Ἐπάναγκες οὖν ἔστι παντὶ ἀνδρὶ διὰ τὸ ζῇν ἐσθίειν, καὶ εἶς μὲν βίος ἐστὶ γάμου, καὶ τέκνων, καὶ λαϊκῆς διαθέσεως, ἀναμὶξ ἐσθίειν ἄνδρας καὶ γυναῖκας, τῶν ἀδιαβλήτων ἐστί, μόνον τῷ διδόντι τροφὴν τὴν εὐχαριστίαν προσαγέτωσαν, καὶ μὴ διά τινων θυμελικῶν ἐπιτηδευμάτων, εἴτουν σατανικῶν ᾀσμάτων, κιθαρῶν τε, καὶ πορνικῶν λυγισμάτων· οἷς ἐπέρχεται ἡ προφητικὴ ἀρὰ οὑτωσεὶ λέγουσα. «Οὐαὶ οἱ μετὰ κιθάρας καὶ ψαλτηρίου τὸν οἶνον πίνοντες, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσι, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι.» Καὶ εἴποτε εἶεν τοιοῦτοι ἐν Χριστιανοῖς διορθούσθωσαν· εἰ δὲ μήγε, κρατείτω ἐπ’ αὐτοῖς τὰ παρὰ τῶν πρὸ ἡμῶν κανονικῶς ἐκτεθέντα.

Οἷς δὲ ὁ βίος ἐστὶν ἡσύχιος καὶ μονότροπος, ὁ συνταξάμενος Κυρίῳ τῷ Θεῷ ζυγὸν μονήρη ἆραι, καθίσεται κατὰ μόνας καὶ σιωπήσει. Ἀλλαμὴν καὶ τοῖς ἱερατικὸν ἐκλεξαμένοις βίον, οὐδ’ ὅλως ἔξεστι κατ’ ἰδίαν γυναιξὶ συνεσθίειν, εἰ μή που μετά τινων θεοφόρων καὶ εὐλαβῶν ἀνδρῶν καὶ γυναικῶν, ἵνα καὶ αὐτὴ ἡ συνεστίασις πρὸς κατόρθωσιν πνευματικὴν ἀπάγῃ. Καὶ ἐπὶ συγγενῶν δὲ τὸ αὐτὸ ποιείτω. Εἰ δὲ αὖθις, ἐν ὁδοιπορίᾳ συμβῇ τὰ τῆς ἀναγκαίας χρείας μὴ ἐπιφέρεσθαι Μοναχὸν ἢ καὶ ἱερατικὸν ἄνδρα, καὶ διὰ τὸ ἀναγκαῖον καταλύσαι βούλεται, εἴτε ἐν πανδοχείῳ, ἢ καὶ ἐν οἴκῳ τινός, ἄδειαν ἔχειν αὐτὸν τοῦτο ποιεῖν, ὡς τῆς χρείας κατεπειγούσης.

Ἑρμηνεία. Διορίζεται ὁ παρὼν Κανών, ὅτι οἱ μὲν ἔχοντες γυναῖκα καὶ τέκνα κοσμικοὶ νὰ συντρώγουν καὶ νὰ συμπίνουν μὲ γυναῖκας ὁμοῦ καὶ ἄνδρας ἄλλους, δὲν εἶναι κατηγορίας ἄξιον, πλὴν καὶ οὗτοι δὲν πρέπει νὰ πίνουσι τὸν οἶνον μὲ παιγνίδια καὶ σατανικὰ τραγούδια, καὶ πορνικὰ λυγίσματα χορῶν ἢ φωνῶν, ἵνα μὴ κληρονομήσουν τὴν κατάραν καὶ τὸ ἀλλοίμονον ὁποῦ ἐπιφέρει ὁ Ἡσαΐας ἐναντίον εἰς ἐκείνους ὁποῦ κάμνουσι ταῦτα, καὶ τὰ ἔργα τοῦ Κυρίου δὲν ἐξετάζουσιν, ἀλλὰ πρέπει νὰ εὐχαριστοῦν εἰς τὸν Θεόν, τὸν τρέφοντα αὐτοὺς μὲ τὰ βρώματα. Ὄχι καὶ δὲν διορθόνονται νὰ παύσουν ἀπὸ αὐτά, ἂς λαμβάνουν τὰ ἐπιτίμια, τοῦ ἀφορισμοῦ δηλ. ὁποῦ οἱ Κανόνες τῶν προτέρων Συνόδων, κατὰ τῶν τοιούτων χριστιανῶν ἐδιώρισαν· καὶ οἱ μὲν κοσμικοὶ οὕτως, οἱ δὲ Μοναχοὶ ὁποῦ ὑπεσχέθησαν εἰς τὸν Θεὸν νὰ ἡσυχάζουν κατὰ μόνας καὶ νὰ σιωποῦν, αἴροντες τὸν ζυγὸν τῆς ἀσκήσεως, κατ’ ἐκεῖνο τὸ τοῦ Ἱερεμίου.

Ἀλλὰ καὶ οἱ Ἱερωμένοι πάντες, ὁλότελα δὲν ἔχουν τὴν ἄδειαν νὰ συντρώγουν μὲ γυναῖκας, κατ’ ἰδίαν, μόνοι μὲ μόνας, κᾂν καὶ ᾖναι συγγενίσσαις αὐτῶν, πάρεξ ἂν ᾖναι ἄνδρες ὁμοῦ καὶ γυναῖκες εὐλαβεῖς καὶ θεοφοβούμενοι, καὶ ἂν ἐξ ἀνάγκης εὑρεθεὶς ἐν ὁδοιπορίᾳ Μοναχὸς ἢ Ἱερωμένος, καὶ μὴ ἔχων τὰ πρὸς τὴν ὁδοιπορίαν χρειώδη, τύχῃ νὰ κονεύσῃ πρὸς ὥραν εἰς πανδοχεῖον καὶ χάνι, ἢ εἰς σπήτιον τινός· πλὴν καὶ τότε μετὰ εὐλαβείας καὶ σεμνότητος νὰ κονεύῃ, καὶ ταῦτα πάντα νὰ γίνωνται διὰ νὰ πληροῦται ἐκεῖνο τὸ Ἀποστολικὸν τὸ λέγον, εἴτε τρώγετε, εἴτε πίνετε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε, καὶ ἵνα μὴ οἱ Μοναχοὶ καὶ Ἱερωμένοι βλέποντες τὰς γυναῖκας μὲ ἐπιθυμίαν καὶ πάθος, μοιχεύσωσιν αὐτὰς εἰς τὴν καρδίαν αὐτῶν, τὸ ὁποῖον καταδικάζει ὁ Κύριος. Ἀλλὰ καὶ ἐὰν αὐτοί, καθ’ ὑπόθεσιν δὲν σκανδαλίζωνται ἀπὸ τὴν θεωρίαν αὐτῶν (ὅπερ σπανιώτατον)· ἀλλ’ ὅμως διὰ νὰ μὴ σκανδαλίζουν τοὺς ἄλλους, πρέπει νὰ μὴ κάμνουσι τοῦτο. Διότι καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι ὅλα εἶναι ἄδεια εἰς αὐτὸν νὰ τὰ κάμνῃ, ἀλλὰ δὲν εἶναι ὅλα συμφέροντα, ὡς προξενοῦντα σκάνδαλον εἰς τοὺς ἄλλους. Ὅρα καὶ τὸν μβʹ.

Ἀποστολικόν· τὸν γʹ. τῆς αʹ. καὶ τὸν μζʹ. τῆς ϛʹ.