ΚΑΝΩΝ ΟΗʹ.
Ἤρεσεν ἔπειτα ὥστε, τούτων πραχθέντων, τοποτηρητὰς περὶ τοῦ κηρύξαι εἰρήνην καὶ ἑνότητα, ἧς τινος χωρίς, ἡ τῶν Χριστιανῶν σωτηρία καθίστασθαι οὐ δύναται, πεμφθῆναι ἐκ τοῦ ἡμετέρου ἀριθμοῦ πρὸς τοὺς τῶν αὐτῶν Δονατιστῶν, εἴτε τινὰς ἔχουσιν Ἐπισκόπους, εἴτε λαϊκούς, δι’ ὧν τοποτηρητῶν πᾶσιν ἐν γνώσει γένηται, ὧν οὐδὲν ἔχουσιν εὔλογον κατὰ τῆς καθολικῆς Ἐκκλησίας, μάλιστα, ἵνα φανερὰ πᾶσι γένηται διὰ τῶν πολιχνιωτικῶν πεπραγμένων, πρὸς πίστωσιν τῆς ἀποδεΐξεως, ἅπερ αὐτοὶ περὶ Μαξιμιανιστῶν τῶν ἰδίων σχισματικῶν ἔπραξαν, ἔνθα αὐτοῖς θεόθεν ἀποδείκνυται, ἐὰν ἐπισκῆψαι θελήσοιεν, οὕτως ἀδίκως τότε αὐτοὺς ἀπὸ τῆς ἐκκλησιαστικῆς ἑνώσεως ἀποσχίσαντας, ὥσπερ κράζουσιν ἀδίκως ἀπ’ αὐτῶν τοὺς Μαξιμιανιστὰς νῦν ἀποσχίσαι. Ἐκ δὲ τοῦ ἀριθμοῦ τούτων, οὕς τινας φανερᾷ τῆς οἰκείας βουλῆς αὐθεντείᾳ κατεδίκασαν, μετὰ ταῦτα ἐν ταῖς ἰδίαις τιμαῖς ἀνεδέξαντο. Καὶ τὸ βάπτισμα, ὃ οἱ παρ’ αὐταῖς καταδεδικασμένοι καὶ ἐκβεβλημένοι δεδώκασι, προσεδέξαντο, πρὸς τὸ δειχθῆναι, πῶς μωρὰ καρδίᾳ ἀντιτάσσονται τῇ εἰρήνῃ τῆς Ἐκκλησίας τῆς ἐν παντὶ τῷ κόσμῳ διακεχυμένης, ταῦτα ποιοῦντες ὑπὲρ τοῦ μέρους τοῦ Δονάτου καὶ μὴ λέγοντες ἑαυτοὺς μολύνεσθαι τῇ κοινωνίᾳ τῶν παρ’ αὐτοῖς οὕτω, διὰ τὸ ἀκούσιον τῆς εἰρήνης ἀναδεχθέντων, ἡμῖν δὲ φιλονεικοῦντες, τοὐτέστι τῇ καθολικῇ Ἐκκλησίᾳ.