Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόδημος ὁ Ἁγιορείτης – Σχόλια εἰς τὰ τοπικὰ σύνοδα

Νικόδημος ὁ Ἁγιορείτης

Σχόλια στην Τοπική Σύνοδο της Καρθαγένης: Επιστολές προς τους Επισκόπους Ρώμης

Τα κείμενα των επιστολών της συνόδου προς τους Πάπες Βονιφάτιο και Κελεστίνο, σχετικά με την υπόθεση του Απιαρίου, το δικαίωμα έκκλητου και τη γνησιότητα των κανόνων της Νικαίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόδημος ὁ Ἁγιορείτης

—

Κεφάλαιο 15 από 15

Ἡ ἀπὸ πάσης τῆς ἐν Ἀφρικῇ Συνόδου, πρὸς Βονιφάτιον τὸν τῆς Ῥωμαίων Ἐκκλησίας Ἐπίσκοπον, διὰ Φαυστίνου Ἐπισκόπου, Φιλίππου καὶ Ἀσέλλου πρεσβυτέρου, τῶν τοποτηρητῶν τῆς Ῥωμαϊκῆς Ἐκκλησίας, ἀποσταλεῖσα Ἐπιστολὴ Αʹ. Ἐπειδὴ τῷ Κυρίῳ ἤρεσεν ἵνα, περὶ ὧν ἅμα ἡμῖν διεπράξαντο οἱ ἁγιώτατοι ἀδελφοὶ ἡμῶν, Φαυστῖνος ὁ Συνεπίσκοπος, καὶ οἱ Συμπρεσβύτεροι Φίλιππος καὶ Ἄσελλος, μὴ τῷ τῆς μακαρίας μνήμης Ζωσίμῳ τῷ Ἐπισκόπῳ, ἀφ’ οὗ πρὸς ἡμᾶς γράμματα καὶ ἐντολὰς ἤγαγον, ἀλλὰ τῇ ὑμετέρᾳ τιμιότητι εἰς τὸν ἐκείνου τόπον θεόθεν κατασταθήσῃ, ἡ ἡμετέρα βραχύτης ἀντιγράψῃ τὰ τῇ ἑκατέρων ἡμῶν ὁμονοίᾳ περατωθέντα, ὀφείλομεν διὰ βραχέων ἐμφανῆ καταστῆσαι. Οὐ μὴν τὰ τοῖς ἐκτεταμένοις τῶν πεπραγμένων κυλίσμασι κατεχόμενα, ἐν οἷς σωζομένης μὲν τῆς ἀγάπης, οὐ χωρὶς δὲ μικροῦ τῆς ἀμφισβητήσεως καμάτου παρειλκύσαμεν, σκεπτόμενοι τὰ εἰς τὸ πρᾶγμα συντείνοντα, τοῖς πεπραγμένοις ἐνθεῖναι. Κᾀκεῖνος γάρ, εἰ ἔτι ἦν ἐν τῷ σώματι τούτῳ, χαριεστέρως ἐδέχετο, ὅπερ ἔβλεπεν εἰρηνικωτέρως περατωθέν, Κύριε ἀδελφέ. Ἀπιάριος ὁ Πρεσβύτερος, οὗ τινος καὶ περὶ τῆς χειροτονίας καὶ τῆς ἀκοινωνησίας καὶ προκλήσεως ἀνεφύη, οὐ μόνον τῇ ἐν Σίκκῃ, ἀλλὰ καὶ τῇ ἐν πάσῃ τῇ Ἀφρικῇ Ἐκκλησίᾳ, οὐ μικρὸν σκάνδαλον, περὶ πάντων, ὧν ἐπλανήθη, συγγνώμην αἰτήσας, τῇ κοινωνίᾳ ἀπεκατέστη.

Πρῶτος γὰρ ὁ Συνεπίσκοπος ἡμῶν Οὐρβανὸς ὁ τῆς Σίκκης, ὅσον ἦν ἐν αὐτῷ διορθωτέον, ἀναμφιβόλως διωρθώσατο. Ἐπειδὴ δὲ τῆς ἐκκλησιαστικῆς εἰρήνης καὶ ἡσυχίας οὐ μόνον πρὸς τὸ παρόν, ἀλλὰ καὶ εἰς τὸ ἑξῆς ἔδει πρόνοιαν ποιήσασθαι, ὅτι πολλὰ τοιαῦτα προηγήσαντο, ὅπως ἀπὸ τῶν ὁμοίων, ἢ καὶ βαρυτέρων, τῶν μετὰ ταῦτα προπαραφυλαξώμεθα· ἤρεσεν ἡμῖν, ἵνα ἐκ τῆς ἐν Σίκκῃ Ἐκκλησίας ἀποκινηθῇ ὁ Πρεσβύτερος Ἀπιάριος, φυλαττομένης αὐτῷ δηλονότι τῆς τιμῆς τοῦ βαθμοῦ αὐτοῦ, καὶ λαμβάνων ἐπιστολήν, ὅπου δήποτε ἀλλαχοῦ βουληθείη καὶ δυνηθείη, τῷ καθήκοντι τοῦ Πρεσβυτέρου λειτουργήσῃ, ὅπερ τῷ αὐτῷ Ἀπιαρίῳ δι’ οἰκείων γραμμάτων αἰτήσαντι, χωρίς τινος δυσχερείας συνεχωρήσαμεν. Πρὸ τοῦ δὲ ἡ αἰτία αὕτη τῷ τοιούτῳ πέρατι παραδοθῇ μεταξὺ τῶν ἄλλων, ἅτινα διηνεκέσι διαγνώσεσιν ἀναστρέφομεν, αὐτοῦ τοῦ λόγου ἀπαιτήσαντος, ὥστε τοῖς ἐκκλησιαστικοῖς πεπραγμένοις ζητῆσαι ἡμᾶς παρὰ τῶν ἀδελφῶν ἡμῶν Φαυστίνου τοῦ Συνεπισκόπου, καὶ Φιλίππου καὶ Ἀσέλλου τῶν Συμπρεσβυτέρων, ἵνα προσενέγκωσιν εἴ τι δήποτε ἦν αὐτοῖς ἅμα ἡμῖν πρακτέον ἐπιτραπέν, τινὰ μὲν ἀγράφως διὰ λόγων ἐπεξειργάσατο.

Ἡμῶν δὲ ἀπαιτησάντων, ὅπερ ἐπεφέροντο ἔγγραφον κομμονιτόριον, τοῦτο προήγαγον, ὅπερ ἀναγνωσθὲν παρ’ ἡμῶν, τοῖς πεπραγμένοις, ἔτι μὴν ἐνετάγη τοῖς καὶ πρὸς ἡμᾶς δι’ αὐτῶν ἐπὶ τοῦ παρόντος φερομένοις, ἐν ᾧ τέσσαρα αὐτοῖς τινὰ ἅμα ἡμῖν πρακτέα ἐνετάγησαν· ἕν, περὶ ἐκκλήτων Ἐπισκόπων πρὸς τὸν τῆς Ῥωμαίων Ἐκκλησίας Ἱερέα·

Δεύτερον, ἵνα ἐπὶ τὸ κομητάτον Ἐπίσκοποι, ὡς ἔτυχε, μὴ πλεύσωσι· Τρίτον, περὶ τοῦ τὰς αἰτίας τῶν Πρεσβυτέρων καὶ Διακόνων ζητεῖσθαι παρὰ τοῖς ὁμόροις Ἐπισκόποις, ἐὰν ἐκ τῶν ἰδίων ἀπὸ κοινωνίας προπετῶς γένωνται· Τέταρτον, περὶ Οὐρβανοῦ τοῦ Ἐπισκόπου ἀποκοινωνητέου, ἢ ἔτι μὴν ἐν Ῥώμῃ κλητέου, εἰ μὴ τὰ ὀφείλοντα διορθωθῆναι διορθώσηται. Ἐξ ὧν πάντων περὶ τοῦ πρώτου καὶ τρίτου, τοῦτ’ ἔστιν, ἵνα ἐξείη εἰς Ῥώμην τοῖς Ἐπισκόποις ἐκκαλεῖσθαι, καὶ ὅτι τῶν Κληρικῶν αἱ αἰτίαι παρὰ τοῖς τῶν ἐπαρχιῶν αὐτοῖς Ἐπισκόποις περατῶνται. Ἤδη ἐν τῷ προλαβόντι ἐνιαυτῷ, γράμμασιν ἔτι μὴν ἡμετέροις πεμφθεῖσι τῷ αὐτῷ τῆς προσκυνητῆς μνήμης Ζωσίμῳ τῷ Ἐπισκόπῳ, ἐσπουδάσαμεν ἐμφανῆσαι, ἵνα ταῦτα χωρίς τινος ὕβρεως αὐτοῦ πρὸς ὀλίγον φυλάξωμεν, ἕως οὗ ζήτησις γένηται τῶν ὅρων τῆς ἐν Νικαίᾳ Συνόδου. Καὶ νῦν δὲ ἀπὸ τῆς σῆς αἰτούμεθα ἁγιωσύνης, ἵνα ὃν τρόπον ταῦτα ἐν Νικαίᾳ ἀπὸ τῶν Πατέρων ἐπράχθησαν καὶ ὡρίσθησαν, οὕτως αὐτὰ παρ’ ὑμῶν φυλαχθῆναι ποιήσῃς, καὶ αὐτόθι παρ’ ὑμῖν τὰ ἐν τῷ αὐτῷ κείμενα Κομμονιτορίῳ γυμνασθῆναι ποιήσῃς.

Τοῦτ’ ἔστιν, ἐὰν Ἐπίσκοπος κατηγορηθῇ καὶ οἱ συνελθόντες Ἐπίσκοποι τῆς αὐτοῦ ἐπαρχίας κρίνωσι, καὶ ἐκ τοῦ βαθμοῦ αὐτοῦ καθέλωσιν αὐτόν, ὅταν δόξῃ ἐκκαλεῖσθαι, καὶ πρὸς τὸν μακαριώτατον τῆς Ῥωμαίων Ἐκκλησίας Ἐπίσκοπον καταφύγῃ, ἐὰν συνίδῃ αὐτὸν ἀκουσθῆναι, καὶ δίκαιον λογίσηται, ὥστε ἀνεῳχθῆναι τὴν κρίσιν, γράψαι καταξιώσῃ τοῖς ἐν τῇ ὁμόρῳ καὶ ἐγγιζούσῃ ἐπαρχίᾳ καθεστῶσιν Ἐπισκόποις, ἵνα αὐτοὶ πάντα ἐπιμελῶς ἀναζητήσωσι, καὶ κατὰ τὴν πίστιν τῆς ἀληθείας περατώσωσιν. Ἐὰν δὲ καὶ ὁ παρακαλῶν τὴν αἰτίαν αὐτοῦ ἄνωθεν ἀκουσθῆναι ἰδίᾳ ἱκεσίᾳ κινήσῃ τὸν Ῥωμαϊκὸν Ἐπίσκοπον, ἵνα ἐκ τοῦ ἰδίου αὐτοῦ πλευροῦ Πρεσβύτερον ἀποστείλῃ, ἐν τῇ ἐξουσίᾳ, τοῦτ’ ἔστι τοῦ Ἐπισκόπου, τί βουληθῇ καὶ τί κρίνῃ. Καὶ ἐὰν ψηφίσηται τοὺς ὀφείλοντας μετὰ τῶν Ἐπισκόπων παρόντας κρῖναι, ἔχοντας τὴν αὐθεντίαν αὐτοῦ ἐξ οὗ ἀπεστάλησαν, ἔσται ἐν τῇ κρίσει αὑτοῦ. Ἐὰν δὲ καὶ πιστεύσῃ ἀρκεῖν τοὺς Ἐπισκόπους πρὸς τὸ περατῶσαι τὰ τοῦ πράγματος, ποιήσῃ ὅπερ τῷ σοφωτάτῳ αὑτοῦ συνίδῃ βουλεύματι. Ὁμοίως περὶ Πρεσβυτέρων καὶ Διακόνων, ἐάν τις Ἐπίσκοπος ὀργίλος, ὅπερ εἶναι οὐκ ὀφείλει, ταχέως ἢ τραχέως κινηθῇ κατὰ Πρεσβυτέρου ἢ Διακόνου ἰδίου, καὶ θελήσῃ τοῦτον ἐκ τῆς ἰδίας ἐξορίσαι Ἐκκλησίας, προνοητέον ἐστίν, ἵνα μὴ ἀδίκως καταδικασθῇ, ἢ ἀπολέσῃ τὴν κοινωνίαν.

Ἐχέτω οὖν ὁ ἐκβληθεὶς ἐξουσίαν προσελθεῖν τοῖς ὁμοροῦσι, καὶ ἡ αἰτία αὐτοῦ ἀκουσθήτω, καὶ ἐπιμελέστερον ζητηθήτω, ὅτι οὐκ ὀφείλει παρακαλοῦντι αὐτῷ ἡ ἀκρόασις ἀρνηθῆναι. Κἀκεῖνος δὲ ὁ Ἐπίσκοπος, ὁ ἢ δικαίως, ἢ ἀδίκως ἐκβαλών, ἀνεξικάκως καταδέξηται τὰ τοῦ πράγματος ἐξετασθῆναι, ἵνα ἢ κυρωθῇ, ἢ διορθωθῇ ἡ γνώμη αὐτοῦ. Ταῦτα δηλονότι, ἕως τῆς παρουσίας τῶν ἀληθεστάτων ἐξέμπλων τῆς ἐν Νικαίᾳ Συνόδου, τοῖς πεπραγμένοις ἐνεβλήθησαν· ἅτινα, ἐὰν ἐκεῖ, ὃν τρόπον ἐν αὐτῷ τῷ Κομμονιτορίῳ περιέχονται, τῷ ἡμῖν διὰ τῶν ἀποσταλέντων ἀδελφῶν ἐκ τῆς ἀποστολικῆς καθέδρας ἐμφανισθέντι, καὶ παρ’ ὑμῖν τῇ αὐτῇ τάξει ἐν Ἰταλίᾳ φυλάττωνται, οὐδαμῶς καὶ ἡμεῖς τῶν τοιούτων μεμνῆσθαι βουλόμεθα, ἢ οὐχ ὑποφέρειν ἐπειγόμεθα, ἀλλὰ πιστεύομεν, ὅτι βοηθοῦντος τοῦ ἐλέους Κυρίου τοῦ Θεοῦ ἡμῶν, τῆς σῆς ἁγιωσύνης προεστώσης τῆς Ῥωμαϊκῆς Ἐκκλησίας, οὐκέτι λοιπὸν ὑπομένομεν τὸν τοῦτον. Φυλαχθῶσι δὲ περὶ ἡμᾶς ἅτινα, καὶ μὴ λαλούντων ἡμῶν, ὀφείλουσι φυλαχθῆναι ἀδελφικῇ ἀγάπῃ, ἅπερ κατὰ τὴν σοφίαν καὶ δικαιοσύνην, ἥν σοι ὁ Ὕψιστος ἐδωρήσατο, καὶ αὐτοὺς ἔτι μὴν συνορᾷς ὀφείλειν φυλαχθῆναι, ἐὰν τυχὸν ἀλλοίως ἔχωσιν οἱ Κανόνες τῆς ἐν Νικαίᾳ Συνόδου. Ἡμεῖς γὰρ πλείστοις ἐντυχόντες βιβλίοις, οὐδαμοῦ ἀνέγνωμεν εἰς τὴν ἐν Νικαίᾳ Σύνοδον ἐν Ῥωμαϊκοῖς βιβλίοις, ὃν τρόπον ἐν τῷ προλεχθέντι Κομμονιτορίῳ αὐτόθεν ἀπεστάλησαν.

Ὅμως, ἐπειδὴ ἐνταῦθα εἰς οὐδὲ ἓν βιβλίον Γραικὸν ταῦτα εὑρεῖν ἠδυνήθημεν ἐκ τῶν ἀνατολικῶν Ἐκκλησιῶν, ἔνθα λέγονται τὰ αὐτὰ ψηφίσματα, δύνασθαι τὰ αὐθεντικὰ ἔτι μὴν εὑρεθῆναι ἡμῖν προσενεχθῆναι μᾶλλον ποθοῦμεν. Διὸ καὶ τὴν σὴν σεβασμιότητα δυσωποῦμεν, ἵνα γράψαι καὶ αὐτὸς ἔτι μὴν καταξιώσῃς πρὸς τοὺς ἐκείνων τῶν μερῶν Ἱερεῖς, τοὐτέστι τῆς ἐν Ἀντιοχείᾳ Ἐκκλησίας καὶ τῆς ἐν Ἀλεξανδρείᾳ καὶ τῆς ἐν Κωνσταντινουπόλει, καὶ ἄλλοις δέ, ἐὰν παραστῇ τῇ σῇ ἁγιωσύνῃ, ὅπως ἐκεῖθεν πρὸς ἡμᾶς οἱ ἐν Νικαίᾳ παρὰ τῶν ἁγίων Πατέρων ὁρισθέντες ἔλθωσι Κανόνες, σοῦ κατ’ ἐξαίρετον τὴν εὐεργεσίαν ταύτην πάσαις ταῖς δυτικαῖς Ἐκκλησίαις τῇ τοῦ Κυρίου βοηθείᾳ συνεισάγοντος. Τίς γὰρ ἀμφιβάλλει τὰ ἴσα ἀληθέστατα εἶναι ἐν Γραικοῖς τῆς ἐν Νικαίᾳ συναθροισθείσης Συνόδου, ἅτινα ἀπὸ οὕτω διαφόρων τόπων καὶ ἐπισήμων Γραικῶν Ἐκκλησιῶν προσενεχθέντα καὶ συγκριθέντα ὁμονοοῦσιν; ὅπερ ἕως οὗ γένηται, τὰ ἐν τῷ προλεχθέντι Κομμονιτορίῳ ἡμῖν προσενεχθέντα περὶ τῶν πρὸς τὸν τῆς Ῥωμαϊκῆς Ἐκκλησίας Ἱερέα ἐκκλήτων τῶν Ἐπισκόπων, καὶ περὶ τῶν αἰτιῶν τῶν Κληρικῶν τῶν ὀφειλουσῶν περατοῦσθαι, παρὰ τοῖς τῶν ἰδίων αὐτῶν ἐπαρχιῶν Ἐπισκόποις, ἡμεῖς ὁμολογοῦμεν, καὶ φυλάξοντας ἕως τῆς ἐπικυρώσεως, καὶ τὴν ὑμετέραν μακαριότητα, θέλοντος τοῦ Θεοῦ, πρὸς τοῦτο ἡμῖν. βοηθήσουσαν θαῤῥοῦμεν.

Τὰ δὲ λοιπὰ τὰ ἐν τῇ ἡμετέρᾳ Συνόδῳ πραχθέντα καὶ βεβαιωθέντα, ἐπειδὴ οἱ προλεχθέντες Ἀδελφοὶ ἡμῶν Φαυστῖνος ὁ Συνεπίσκοπος, Φίλιππος, καὶ Ἄσελλος οἱ Πρεσβύτεροι μεθ’ ἑαυτῶν ἐπιφέρωνται, ἐὰν καταξιώσητε, γνωστὰ ποιήσουσι τῇ ὑμετέρᾳ ἁγιωσύνῃ. Καὶ ὑπέγραψαν. Ὁ Κύριος ἡμῶν φυλάξοι σε ἡμῖν ἐπὶ πλείστους χρόνους, μακαριώτατε Ἀδελφέ. Ὑπέγραψαν ὁμοίως, Ἀλύπιος, Αὐγουστῖνος, Ποσσείδιος, Μαρῖνος καὶ οἱ λοιποὶ Ἐπίσκοποι.

Ἐπιστολὴ Βʹ. τῆς ἐν Ἀφρικῇ Συνόδου πρὸς Κελεστῖνον τὸν Πάπαν. Ηὐχώμεθα, ὃν τρόπον ἡ σὴ ἁγιωσύνη περὶ τῆς παρουσίας τοῦ Ἀπιαρίου χαριέντως ὑμᾶς ἐδήλωσε, γραμμάτων πεμφθέντων διὰ τοῦ Συμπρεσβυτέρου ἡμῶν Λέοντος, οὕτω καὶ ἡμεῖς ὁμοίως περὶ τοῦ καθαρισμοῦ τοῦ αὐτοῦ τὰ παρόντα γράμματα μετὰ χαρᾶς ἀπεστείλαμεν. Ἦν γὰρ δηλαδὴ καὶ ἡ ἡμετέρα, καὶ ὑμετέρα προθυμία ἀσφαλεστέρα, καὶ οὐδὲ πευτικὴ ἐδόκει ἡ περὶ τοῦ ἀκμὴν ἀκουστέου, ἥπερ ὡς περὶ ἀκουσθέντος προηγησαμένη. Παραγενομένου τοίνυν πρὸς ἡμᾶς τοῦ ἁγιωτάτου Ἀδελφοῦ καὶ Συνεπισκόπου ἡμῶν Φαυστίνου, συνήξαμεν Σύνοδον, καὶ ἐπιστεύσαμεν διὰ τοῦτο αὐτὸν μετ’ ἐκείνου πεμφθέντα, ἵνα ὥς περ οὗτος καὶ νῦν δυνηθῇ τῷ αὐτοῦ σκοπῷ ἐκ τῶν ἀπὸ τῶν ἐν Θαβρηκηναῖς ὑποβληθέντων τοσούτων ἐγκλημάτων καθαρθῆναι, οὗτινος τὰ τοσαῦτα καὶ οὕτω παμμεγέθη ἀτοπήματα, ἡ πληθὺς καταδραμοῦσα τῆς ἡμετέρας Συνόδου, εὗρεν, ὅτι καὶ τοῦ μνημονευθέντος τὴν πατρωνίαν μᾶλλον, ἤπερ κρίσιν καὶ τὴν ὡς ἐκδίκου σπουδὴν μᾶλλον, ἤπερ διαγνώστου δικαιοσύνην ὑπερενίκησε. Πρῶτον μὲν γὰρ ἀντέστη μεγάλως πάσῃ τῇ Συνόδῳ διαφόρους ὕβρεις ἐπιφέρων, ὡσανεὶ τὰ πριβιλέγια τῆς Ῥωμαϊκῆς Ἐκκλησίας διεκδικῶν.

Καὶ θέλων αὐτὸν παρ’ ἡμῶν εἰς κοινωνίαν δεχθῆναι, ὃν ἡ σὴ ἁγιωσύνη πιστεύσασα ἐκκαλεῖσθαι, ὅπερ ἀποδεῖξαι οὐκ ἠδυνήθη, τῇ κοινωνίᾳ ἀποδέδωκεν· ὅμως ἧττον αὐτῷ τοῦτο ἐξεγένετο, ὅπερ ἔτι μὴν τῇ ἀναγνώσει τῶν πεπραγμένων κρειττόνως γνοίης. Τριημέρου μέν τοι δίκης ἐπιμόχθου κινηθείσης, ἐν ὅσῳ τὰ διάφορα τῷ αὐτῷ ὑποβληθέντα συντριβόμενοι ἐζητοῦμεν, ὁ Θεὸς ὁ δίκαιος κριτής, ὁ ἰσχυρὸς καὶ μακρόθυμος, τάς τε παρολκὰς τοῦ Συνεπισκόπου ἡμῶν Φαυστίνου, καὶ τὰς τριψεργίας τοῦ αὐτοῦ Ἀπιαρίου, οἷς τὰς ἀθεμίτους αὐτοῦ αἰσχρότητας συγκαλύψαι ἐπερείδετο, μεγάλῃ συντομίᾳ ἔτεμε, τῆς συχαντῆς δηλαδὴ καὶ δυσωδεστέρας ἐπιμονῆς καταργηθείσης, καὶ τῆς ἀναισχυντίας τῆς ἀρνήσεως, δι’ ἧς τῶν τοσούτων ἡδονῶν τὸν βόρβορον ἐβούλετο καταβυθίσαι.

Τοῦ γὰρ Θεοῦ ἡμῶν τὴν συνείδησιν αὐτοῦ στενοχωρήσαντος, καὶ τὰ ἐν τῇ καρδίᾳ κρυπτά, ὡς ἐν ἰλύϊ τῶν ἐγκλημάτων ἤδη καταδεδικασμένα, πᾶσιν ἔτι μὴν τοῖς ἀνθρώποις δημοσιεύσαντος, αἰφνιδίως εἰς ὁμολογίαν πάντων τῶν ὑποβληθέντων αὐτῷ ἐγκλημάτων ὁ δόλιος ἀρνητὴς ἐξέῤῥηξε, καὶ μόλις ποτὲ περὶ πάντων τῶν ἀπιθάνων ὀνειδῶν ἑκοντὶ αὐτὸς ἑαυτὸν ἤλεγξε, καὶ αὐτὴν ὁμοίως τὴν ἡμετέραν ἐλπίδα, ᾕτινι καὶ ἐπιστεύσαμεν αὐτόν, καὶ ηὐχόμεθα ἐκ τῶν οὕτως ἐπαισχυντέων σπίλων δύνασθαι καθαρθῆναι, μετέστρεψεν εἰς στεναγμούς, εἰμὴ ὅτι ταύτην ἡμῶν τὴν λύπην μιᾷ καὶ μόνῃ παραμυθίᾳ κατεπράϋνεν, ὅτι καὶ ἡμᾶς τοῦ ὀδυρμοῦ τοῦ διηνεκοῦς καμάτου εὐλύτωσε, καὶ τοῖς ἰδίοις τραύμασιν ὁπωσδήποτε ἴασιν, εἰ καὶ ἀκουσίως καὶ τῆς ἰδίας συνειδήσεως ἀντιμαχομένης, ὁμολογήσας προενοήσατο, Κύριε Ἀδελφέ. Ἐν προσφάτῳ τοίνυν τοῦ καθήκοντος τῆς ὀφειλομένης προσκυνήσεως ἐκπληρουμένων, ἱκετεύομεν, ἵνα τοῦ λοιποῦ πρὸς τὰς ὑμετέρας ἀκοάς, τοὺς ἐντεῦθεν παραγινομένους, εὐχερῶς μὴ προσδέχησθε, μὴ δὲ τοὺς παρ’ ἡμῶν ἀποκοινωνητέους, εἰς κοινωνίαν τοῦ λοιποῦ θελήσητε δέξασθαι, ἐπειδὴ τοῦτο καὶ τῇ ἐν Νικαίᾳ Συνόδῳ ὁρισθὲν εὐχερῶς εὕροι ἡ σὴ σεβασμιότης. Εἰ γὰρ καὶ περὶ κατωτέρων Κληρικῶν καὶ περὶ λαϊκῶν φαίνεται ἐκεῖ παραφυλάττεσθαι, πόσῳ μᾶλλον τοῦτο περὶ Ἐπισκόπων βούλεται παραφυλαχθῆναι;

Μὴ οὖν οἱ ἐν τῇ ἰδίᾳ ἐπαρχίᾳ ἀπὸ τῆς κοινωνίας ἀναρτηθέντες, παρὰ τῆς σῆς ἁγιωσύνης, σπουδαίως καὶ καθὼς μὴ χρή, φανῶσιν ἀποκαθιστάμενοι τῇ κοινωνίᾳ.

Καὶ τῶν Πρεσβυτέρων δὲ ὁμοίως καὶ τῶν ἑπομένων Κληρικῶν, τὰς ἀναιδεῖς ἀποφυγάς, ὡς ἔστι σου ἄξιον, ἀποδιώξει ἡ ἁγιωσύνη ἡ σή, ἐπειδὴ καὶ οὐ διά τινος ὅρου τῶν Πατέρων τοῦτο ἀπηγόρευται τῇ ἐν Ἀφρικῇ Ἐκκλησίᾳ, καὶ τὰ ψηφίσματα τῆς ἐν Νικαίᾳ Συνόδου, εἴτε Κληρικοὺς τοῦ κατωτέρου βαθμοῦ, εἴτε αὐτοὺς τοὺς Ἐπισκόπους, τοῖς ἰδίοις Μητροπολίταις φανερώτατα κατέπεμψαν.

Συνετῶς γὰρ καὶ δικαίως συνεῖδεν, ἁτιναδήποτε πράγματα ἀναφυῶσι, ταῦτα ἐν τοῖς ἰδίοις ὀφείλειν περατοῦσθαι τόποις. Οὔτε γὰρ μιᾷ καὶ ἑκάστῃ παροικίᾳ ἐλογίσαντο ἐλλείπειν τὴν χάριν τοῦ ἁγίου Πνεύματος, δι’ ἧς ἡ δικαιοσύνη ἀπὸ τῶν τοῦ Χριστοῦ Ἱερέων καὶ ὁρᾶται φρονίμως, καὶ κατέχεται σταθερῶς.

Μάλιστα, ὅτι ἑνὶ καὶ ἑκάστῳ συγκεχώρηται, ἐὰν περὶ τῆς δίκης τῶν διαγνωστῶν προσίσταται αὐτῷ, πρὸς τὰς Συνόδους τῆς ἰδίας ἐπαρχίας, ἢ ἔτι μὴν εἰς Οἰκουμενικὴν Σύνοδον ἐκκαλέσασθαι. Εἰ μή, ἆρά τίς ἐστιν, ὅστις πιστεύσει, ἑνὶ ᾡτινιδήποτε δύνασθαι τὸν Θεὸν ἡμῶν ἐμπνεῦσαι τὴν δικαιοσύνην, τοῖς δὲ ἀναριθμήτοις εἰς Σύνοδον συνηθροισμένοις Ἱερεῦσιν ἀρνεῖσθαι; πῶς δὲ αὕτη ἡ περαματικὴ κρίσις βεβαία ἔσται, πρὸς ἣν τῶν μαρτύρων τὰ ἀναγκαῖα πρόσωπα, ἢ διὰ τὴν τῆς φύσεως, ἢ διὰ τὴν τοῦ γήρως ἀσθένειαν, ἢ πολλοῖς ἄλλοις ἐμποδισμοῖς ἐνεχθῆναι οὐ δύναται; Περὶ γὰρ τοῦ, τινάς, ὡσανεὶ ἐκ τοῦ πλευροῦ τῆς σῆς ἁγιωσύνης πέμπεσθαι, οὐδεμιᾷ τῶν Πατέρων Συνόδῳ ὁρισθὲν εὑρίσκομεν, ἐπειδή, ὅπερ πάλαι διὰ τοῦ αὐτοῦ Συνεπισκόπου ἡμῶν Φαυστίνου, ὡσανεὶ ἐκ μέρους τῆς ἐν Νικαίᾳ Συνόδου αὐτόθεν ἀπέσταλτο, ἐν ταῖς ἀληθεστέραις ἀπογραφαῖς τῆς ἐν Νικαίᾳ, ἅσπερ ἐδεξάμεθα ἀπὸ τοῦ ἁγιωτάτου Κυρίλλου, τοῦ τῆς Ἀλεξανδρέων Ἐκκλησίας Συνεπισκόπου ἡμῶν, καὶ παρὰ τοῦ προσκυνητοῦ Ἀττικοῦ τοῦ ἐν Κωνσταντινουπόλει Ἐπισκόπου πεμφθείσας ἐκ τῶν αὐθεντικῶν, αἵτινες ἔτι μὴν πρὸ τούτου, διὰ Ἰννοκεντίου τοῦ Πρεσβυτέρου καὶ Μαρκέλλου τοῦ Ὑποδιακόνου, δι’ ὧν πρὸς ἡμᾶς παρ’ ἐκείνων ἀπεστάλησαν, τῷ τῆς προσκυνητῆς μνήμης Βονιφατίῳ τῷ Ἐπισκόπῳ, τῷ προηγησαμένῳ ὑμῶν, παρ’ ἡμῶν ἐξεπέμφθησαν: τοιοῦτο τίποτε οὐκ ἠδυνήθημεν εὑρεῖν.

Ἐκβιβαστὰς τοίνυν Κληρικοὺς ἡμῶν, τινῶν αἰτούντων, μὴ θέλετε ἀποστέλλειν, μήτε παραχωρεῖν, ἵνα μὴ τὸν καπνώδη τύφον τοῦ Κόσμου δόξωμεν εἰσάγειν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, ἥτις τὸ φῶς τῆς ἁπλότητος καὶ τῆς ταπεινοφροσύνης τὴν ἡμέραν, τοῖς τὸν Θεὸν ἰδεῖν ἐπιθυμοῦσι προσφέρει. Τοῦ γὰρ κλαυσίμου Ἀπιαρίου ἤδη ἀπὸ τοῦ ἀδελφοῦ ἡμῶν Φαυστίνου, κατὰ τὰς ἰδίας ἀθεμίτους ἀχρειοσύνας, ἐκ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας ἀποκινηθέντος, τοῦτον τῇ δοκιμῇ καὶ ῥυθμίσει τῆς σῆς ἁγιωσύνης, ἐν τῷ σώζεσθαι τὴν ἀδελφικὴν ἀγάπην, περαιτέρω ἡ Ἀφρικὴ οὐδαμῶς ὑπομένει.

Ἡ ὑπογραφή. Ὁ Θεὸς ἡμῶν τὴν ἁγιωσύνην ὑμῶν ἐπὶ μήκιστον χρόνον φυλάξοι ὑπὲρ ἡμῶν εὐχομένην, Κύριε Ἀδελφέ.

Ἑρμηνεία. Ἡ αἰτία καὶ τῶν δύω τούτων ἐπιστολῶν ἐστάθη κᾄποιος Πρεσβύτερος Σίκκης, ὀνόματι Ἀπιάριος. Συντόμως δὲ καὶ περιληπτικῶς θέλομεν ἑρμηνεύσει αὐτάς, καὶ κατὰ τὸ νόημα μόνον, ἀλλ’ οὐχὶ καὶ κατὰ λέξιν πᾶσαν, διὰ νὰ φύγωμεν τὴν πολυλογίαν. Φαίνεται λοιπὸν ὅτι ἡ ὑπόθεσις τοῦ Ἀπιαρίου τούτου οἱονεὶ οἰκονομικῶς ἠκολούθησεν, ἵνα ὑπὸ τῆς παρούσης Συνόδου στηλιτευθοῦν τὰ ὑπερήφανα νεωτερίσματα, ὁποῦ ἔμελλον νὰ ἐπινοήσουν οἱ Πάπαι τῆς Ῥώμης. Ἡ Ἀναμαρτησία, λέγω, ἡ Μοναρχία ἡ θρυλλουμένη Ἔκκλητος, καὶ ἐπὶ τούτοις ἡ νοθεία καὶ διαφθορὰ μέν, τὴν ὁποίαν ἀπὸ τότε ἐπεχείρησαν νὰ κάμουν οἱ Δυτικοὶ εἰς τὰ βιβλία τῶν ἱερῶν Συνόδων καὶ τῶν κατὰ μέρος Πατέρων, ἐκ τοῦ ἐναντίου δέ, ἡ ἐν τοῖς Γραικοῖς καὶ Ἀνατολικοῖς ἀνόθευτος φυλακὴ τῶν αὐτῶν βιβλίων, τὰ ὁποῖα πάντα ἀποδεικνύονται ἐκ τούτων τῶν δύω τῆς παρούσης Συνόδου ἐπιστολῶν. Καὶ διὰ νὰ ἀρχίσωμεν ἀπὸ τὸ πρῶτον, Ὁ Ἀπιάριος οὗτος Πρεσβύτερος ὢν εἰς τὴν ἐν Σίκκῃ Ἐπισκοπὴν τῆς Ἀφρικῆς, καὶ διὰ ἐγκλήματα κανονικὰ ὁποῦ ἔκαμεν ἐλεγχθεὶς συνοδικῶς, ἐχωρίσθη ἀπὸ τὴν κοινωνίαν τῶν Συμπρεσβυτέρων αὐτοῦ καὶ τῶν Ἐπισκόπων καὶ Κληρικῶν.

Ἀπελθὼν δὲ εἰς Ῥώμην δύω φοραῖς, καὶ εἰς τὸν καιρὸν τοῦ Ζωσίμου, καὶ εἰς τὸν καιρὸν τοῦ Κελεστίνου, ἐδέχθη εἰς κοινωνίαν παρ’ αὐτῶν, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ μὲ γράμματα συστατικὰ παρ’ αὐτῶν ἐφοδιασθείς, ὑπέστρεψεν εἰς τὴν Ἀφρικὴν μὲ τὸν Φαυστῖνον Ἐπίσκοπον, τὸν τοποτηρητὴν τῶν αὐτῶν Παπῶν, ὅστις, καὶ μὲ ὅλον ὁποῦ ἔβαλε τὰς δυνάμεις του ὅλας νὰ ἀθωώσῃ τὸν Ἀπιάριον ἀπὸ τὰ κατ’ αὐτοῦ λεγόμενα ἐγκλήματα, προστάτης μᾶλλον ἢ κριτὴς καὶ ἔκδικος, ἢ διαγνώστης γενόμενος, εἰς μάτην ἐκοπίασε. Διότι ὁ Ἀπιάριος ὑπὸ τῆς οἰκείας ἐλεγχόμενος συνειδήσεως, ὡμολόγησε φανερά, ὅτι ἀληθῶς ὑπόδικος ἦτο εἰς τὰ ἐγκλήματα ὁποῦ ἐκατηγορεῖτο, ὡς τοῦτο δείκνυται ἀπὸ τὴν βʹ. ταύτην πρὸς Κελεστῖνον ἐπιστολήν, καὶ ἰδοὺ ἡ ἀναμαρτησία τοῦ Πάπα στηλιτευομένη ὁρᾶται. Δύω γὰρ Πάπαι καὶ ὁ τοποτηρητὴς αὐτῶν τρεῖς, τῷ ἀκοινωνήτῳ ἐφάνησαν συγκοινωνοῦντες παρανόμως, καὶ ἀκολούθως ἁμαρτάνοντες.

Ἐλέγχει ἡ Σύνοδος οὕτη τὸν Κελεστῖνον λέγουσα, Κᾀνεὶς δὲν θέλει πιστεύσει ὅτι εἰς ἕνα μόνον Ἐπίσκοπον, τὸν Ῥώμης δηλαδή, δύναται νὰ δώσῃ ὁ Θεὸς ὅλην τὴν δικαιοκρισίαν, καὶ ὄχι εἰς τόσους Ἐπισκόπους ὁποῦ συναθροισθοῦν εἰς τὴν Σύνοδον. «Οὐδείς ἐστιν, ὅστις πιστεύσει ἑνὶ ᾧτινι δήποτε δύνασθαι τὸν Θεὸν ἡμῶν ἐμπνεῦσαι τὴν δικαιοσύνην, τοῖς δὲ ἀναριθμήτοις εἰς Σύνοδον συνηθροισμένοις Ἱερεῦσιν, ἀρνεῖσθαι», καὶ ἰδοὺ ἡ μοναρχία τοῦ Πάπα κατακρημνίζεται.

Δίδει Κομμονιτώριον γράμμα, ἤτοι ἐνταλτήριον καὶ προστακτήριον εἰς τὸν Φαυστῖνον τὸν τοποτηρητὴν ὁ Πάπας Ζώσιμος, μέσα εἰς τὸ ὁποῖον γράφει τὸν εʹ. Κανόνα. τῆς Σαρδικῆς, διορίζοντα ὅτι, ἐὰν Ἐπίσκοπος κατηγορηθῇ, καὶ κρίνωσιν αὐτὸν οἱ τῆς ἐπαρχίας Ἐπίσκοποι, οὗτος νὰ ἐγκαλῇ τὴν κρίσιν του εἰς τὸν Ῥώμης, ὅστις νὰ στέλλῃ κριτὰς ἀπὸ τὸ πλευρόν του διὰ νὰ κρίνωσι τὸν Ἐπίσκοπον. Ὁμοίως γράφει καὶ τὸν ιδʹ. τῆς αὐτῆς Σαρδικῆς, διορίζοντα ὅτι, οἱ Πρεσβύτεροι καὶ Διάκονοι, οἱ παρὰ ὀργίλου Ἐπισκόπου ἀφορισθέντες, νὰ ἔχωσιν ἐξουσίαν νὰ πηγαίνωσιν εἰς τοὺς πλησιοχώρους νὰ κρίνωνται. Καὶ τοὺς δύω τούτους Κανόνας ἐπιγράφει ψευδῶς, ὅτι εἶναι τῆς ἐν Νικαίᾳ αʹ. Συνόδου.

Ἀλλὰ ἡ Σύνοδος αὕτη, καὶ μὲ τὰ ἀντίγραφα ἴσα τῶν Κανόνων, ὁποῦ ἔφερε πρῶτον ὁ Καικιλιανός, καὶ μὲ τὰ αὐθεντικὰ καὶ ἀληθέστατα ἴσα τῶν αὐτῶν Κανόνων τῆς ἐν Νικαίᾳ, ὁποῦ ἐστάλησαν ὕστερον τόσον ἀπὸ τὸν Κωνσταντινουπόλεως Ἀττικόν, ὅσον καὶ τὸν Ἀλεξανδρείας Κύριλλον, διὰ Ἰννοκεντίου Πρεσβυτέρου καὶ Μαρκέλλου Ὑποδιακόνου, (διὰ μέσου τῶν ὁποίων ἐστάλησαν τὰ αὐτὰ καὶ εἰς τὸν Βονιφάτιον Ῥώμης ὑπὸ τῆς αὐτῆς Συνόδου,) παραβάλλουσα τοὺς δύω Κανόνας αὐτούς, καὶ μηδὲν τοιοῦτον διορίζοντας εὑροῦσα τοὺς ἐν Νικαίᾳ Κανόνας, ἀπέδειξε ψευδόμενον τὸν Ζώσιμον, καὶ ἀκολούθως ψευδεπίπλαστον τὴν παρ’ αὐτοῦ ζητουμένην ἔκκλητον τῶν μὴ ὑποκειμένων αὐτῷ Ἐπισκόπων, καὶ Πρεσβυτέρων, καὶ Διακόνων. Διὸ καὶ τὴν ἔκκλητον ταύτην τὴν εἰς τὸν Ῥώμης, ἵνα κατὰ κράτος ἀποβάλλῃ εἰς τὸ μετὰ ταῦτα, οὐ μόνον περὶ τούτου ἐπίτηδες ἐξέθετο τοὺς δύω Κανόνας τὸν λϛʹ. καὶ ρλδʹ. ἀλλὰ δὴ καὶ εἰς τὸν Κελεστῖνον προστακτικῶς γράφει· «Ἐκβιβαστὰς τοίνυν Κληρικοὺς ὑμῶν, τινῶν αἰτούντων μὴ θέλετε ἀποστέλλειν, μήτε παραχωρεῖν, ἵνα μὴ τὸν καπνώδη τύφον τοῦ κόσμου δόξωμεν εἰσάγειν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, ἥτις τὸ φῶς τῆς ἁπλότητος, καὶ τῆς ταπεινοφροσύνης τὴν ἡμέραν, τοῖς τὸν Θεὸν ἰδεῖν ἐπιθυμοῦσι προσφέρει».

Καὶ πάλιν· «Τοὺς ἐντεῦθεν παραγινομένους εὐχερῶς μὴ προσδέχεσθε, μηδὲ τοὺς παρ’ ἡμῶν ἀποκοινωνητέους εἰς κοινωνίαν τοῦ λοιποῦ θελήσετε δέξασθαι». Ἀλλὰ καὶ περὶ τοῦ Ἀπιαρίου γράφει. Ἐὰν θέλῃ νὰ ἀθωώσῃ αὐτὸν ὁ Πάπας, ὅτι ἡ Ἀφρικὴ τοῦτον δὲν ὑπομένει εἰς τὸ ἑξῆς, ἀλλὰ τυχὸν ὡς παράνομον καταφρονήσει· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ διαφθορεῖς τῶν βιβλίων τοὺς Δυτικοὺς ἡ Σύνοδος αὕτη ἀπέδειξεν, ἀληθεῖς δὲ τοὺς Ἀνατολικούς. Ἐν γὰρ τῇ παρούσῃ πρὸς Βονιφάτιον ἐπιστολῇ τάδε φησί· «Τίς γὰρ ἀμφιβάλλει τὰ ἴσα ἀληθέστατα εἶναι ἐν Γραικοῖς, τῆς ἐν Νικαίᾳ συναθροισθείσης Συνόδου; ἅτινα ἀπὸ οὕτω διαφόρων τόπων καὶ ἐπισήμων Γραικῶν προσενεχθέντα καὶ συγκριθέντα, ὁμονοοῦσιν.»