Οἱ γʹ. Κανόνες τῆς ἐν τῷ Ναῷ τῆς ἁγίας Σοφίας συστάσης Συνόδου Ἑρμηνευόμενοι. ΚΑΝΩΝ Αʹ.
Ὤρισεν ἡ ἁγία καὶ Οἰκουμενικὴ Σύνοδος αὕτη ὥστε, οἵτινες τῶν ἐξ Ἰταλίας Κληρικῶν, ἢ λαϊκῶν, ἢ Ἐπισκόπων, ἐν τῇ Ἀσίᾳ, ἢ Εὐρώπῃ, ἢ Λιβύῃ διατρίβοντες ὑπὸ δεσμόν, ἢ καθαίρεσιν, ἢ ἀναθεματισμόν, παρὰ τοῦ ἁγιωτάτου Πάπα Ἰωάννου ἐγένοντο, ἵνα ὦσιν οἱ τοιοῦτοι καὶ παρὰ τοῦ ἁγιωτάτου Φωτίου Πατριάρχου Κωνσταντινουπόλεως ἐν τῷ αὐτῷ τῆς ἐπιτιμίας ὅρῳ, τοῦτ’ ἔστιν, ἢ καθῃρημένοι, ἢ ἀναθεματισμένοι, ἢ ἀφωρισμένοι. Οὓς μέντοι Φώτιος ὁ ἁγιώτατος ἡμῶν Πατριάρχης, Κληρικούς, ἢ λαϊκούς, ἢ τοῦ Ἀρχιερατικοῦ καὶ ἱερατικοῦ τάγματος, ἐν οἱᾳδήποτε παροικίᾳ, ὑπὸ ἀφορισμόν, ἢ καθαίρεσιν, ἢ ἀναθεματισμὸν ποιήσει, ἵνα ἔχῃ αὐτοὺς καὶ ὁ ἁγιώτατος Πάπας Ἱωάννης, καὶ ἡ κατ’ αὐτὸν ἁγία τοῦ Θεοῦ Ῥωμαίων Ἐκκλησία ἐν τῷ αὐτῷ τῆς ἐπιτιμίας κρίματι, μηδὲν τῶν προσόντων πρεσβείων τῷ ἁγιωτάτῳ θρόνῳ τῆς Ῥωμαίων Ἐκκλησίας, μηδὲ τῷ ταύτης προέδρῳ, τὸ σύνολον καινοτομουμένων, μηδὲ νῦν, μηδὲ εἰς τὸ μετέπειτα.