Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὴν ἀνάληψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Νικόλαος Καβάσιλας

Η ενσώματη άνοδος του Θεανθρώπου και η μαρτυρία του Πνεύματος

Εισαγωγή στο μυστήριο της Αναλήψεως, η σημασία της σταδιακής ανάβασης του Χριστού και ο ρόλος της νεφέλης ως συμβόλου της παρουσίας του Παρακλήτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 1 από 4

Λόγος εἰς τὴν Ἀνάληψιν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ Αἱ χάριτες μὲν ἐπὶ τῶν προτέρων χρόνων ἐξ οὐρανοῦ καὶ ταύτην ἐκ τοῦ παντὸς αἰῶνος ἐχώρει πᾶν ἀγαθὸν ἀπὸ τῶν ἄνω τόπων ἐπὶ τὸν κάτω κόσμον βαδίζον, τὸ δέ γε τήμερον ἔχον ἡ τάξις ἀντιστραφεῖσα τοῖς ἄνω παρὰ τῶν κάτω τὴν εὐδαιμονίαν κομίζει καὶ δεσπότην τοῖς ἀγγέλοις ἀπὸ τῆς γῆς ἄνθρωποι πέμποντες, τῷ πάντων καλλίστῳ κόσμῳ τὸν χορὸν ἐκεῖνον κοσμοῦμεν. Ἀντὶ τούτων θαυμαστῆς ἡμῖν ἡδονῆς ἀφορμὴ τὰ παρόντα, ἀνθ’ ὧν οὕτως ἀπὸ μείζονος πολλῷ τοῦ μέτρου τὸν τετιμηκότα τιμῶμεν καὶ τῇ παρ’ ἡμῶν ἀποικίᾳ τοσοῦτο μᾶλλον ἑαυτοῦ καλλίω ποιοῦμεν τὸν οὐρανὸν ἢ τοῖς παρ’ ἑαυτοῦ τὴν γῆν ἐκεῖνος ἀμείνω, ὅσο δούλων καὶ δεσπότου τὸ μέσον. Ἐκεῖνος μὲν γὰρ ἀγγέλους πέμπων σεμνὴν ἐποίει τὴν γῆν, ἡ γῆ δὲ νῦν, ᾧ δουλεύει τὰ χερουβίμ, αὐτὸν ἀπέστειλεν ἀντὶ παντὸς αὐτῷ στεφάνου καὶ κόσμου. Εἰ γὰρ ἐπὶ τὴν γῆν ὁ Σωτὴρ ἐξ οὐρανοῦ κατεληλυθέναι φησίν, ἀλλ’ ἔτι σαρκὸς ἄμοιρος ὢν καὶ μήπω λαβὼν τὸν ἄνθρωπον, ὃν κατελθεῖν οὐκ ἐξῆν οὐδὲ μεταβῆναι οὐδὲ τόπον τὸν μὲν ἀφεῖναι τὸν δὲ λαβεῖν, οὐκ ὄντος οὗ μὴ παρῆν, «τὸν γὰρ οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος», ὅτε τοῦτο ἦν αὐτὸν καταβῆναι καὶ κατελθεῖν, τὸ συγκαθεῖναι τοῖς ταπεινοῖς, καθ’ ὃν ἀμέλει λόγον, οὐκ ἐξ οὐρανοῦ μᾶλλον εἰς τὴν γῆν ἢ τῆς γῆς αὐτῆς κατελήλυθεν.

Ἐπεὶ δὲ τὸν ἄνθρωπον ἐνέδυ καὶ κινεῖσθαι καὶ μεταβαίνειν καὶ τόπου τόπον ἀμείβειν οἷός τε ἦν, ἀπὸ τῆς γῆς ἀληθῶς ὡρμήθη καὶ πρὸς τὰ ἄλλα τῶν κτισμάτων ἐκεῖθεν ἔδραμε καὶ προόδου πάσης καὶ τῶν μετὰ σαρκὸς ἔργων καὶ λόγων ἐνθένδε εἴληφε τὴν ἀρχήν, καὶ πατρὶς εἶναι Θεοῦ καὶ πόλις, εἴ τι δεῖ τῶν ὄντων ἀπολαβόντας πατρίδα Θεοῦ τιθέναι καὶ πόλιν, ἡ γῆ νενίκηκε. Τί τούτων καινότερον; ἀπὸ τῶν δεσμωτῶν ὁ βασιλεύς, ἀπὸ τοῦ τόπου τῶν καταδίκων ὁ λύων εὐθύνης Κύριος, ἀπὸ τῶν ἐν σκότει καθημένων εἰς πᾶσαν ἐξεχέθη τὴν κτίσιν τὸ φῶς τὸ ἀληθινόν. Καὶ οὐρανὸς ὑετὸν ἀπὸ τῆς γῆς δέχεται πρώϊμον καὶ ὄψιμον τὸν αὐτὸν καὶ ἄγγελοι καὶ χερουβίμ, ἣν προσκυνοῦσιν ἀκτῖνα, τὴν ἀπόρρητον δόξαν, τὴν ἐξιστᾶσαν αὐτοὺς ἀστραπὴν ἀπὸ τῆς γῆς ἀναδιδομένην ὁρῶσιν. Καὶ κοινὸν ἀγγέλων ἐνταῦθα καὶ ἀνθρώπων γίνεται θαῦμα, τῶν μὲν πρὸς τὸν ἀνιόντα Θεὸν ἐκπληττομένων, τῶν δὲ πρὸς τὸν αἰρόμενον ἄνθρωπον. Καὶ οἱ μὲν ἐν μορφῇ Θεοῦ καθορῶντες, καινὴν ἡγοῦνται τὴν ἄνοδον, οἱ δὲ τὸν ἄνθρωπον αὐτῷ συνειδότες τὸν ὁμόφυλον θαυμάζουσιν, εἰ καταλάβοι τὸν οὐρανόν· καὶ τοῖς ὕμνοις τὰς φύσεις τοῦ διπλοῦ μερίζονται καὶ χορὸς ἑκατέρωθεν εἷς ἁρμόζεται περὶ τὸν ἐξ ἀμφοτέρων ἕνα νυμφίον, ἀγγέλων μὲν τὴν φιλανθρωπίαν ᾀδόντων, τῶν δὲ ἀνθρώπων τὴν δύναμιν.

Καὶ αὐτὸς ἄνεισι σχολῇ καὶ βάδην καὶ οὐκ ἀθρόον ἐπὶ τῶν ἄνω γίνεται τόπων. «Οὐ γὰρ ἀνήχθη, φησίν, ἀλλ’ ἀνεφέρετο εἰς τὸν οὐρανόν», καίτοι τὸ κωλῦον οὐδὲν («ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ» Παῦλος εἶπε) τὸν αὐτοῦ κομίσασθαι θρόνον, ὅπου καὶ τὰ σώματα τοῖς ἁγίοις ἐπὶ τῆς ἐσχάτης ἡμέρας αὐτὸς ἀπὸ τῆς γῆς ἁρπάσει. Χρόνου μέρος οὐδὲ μικρὸν ἀναλώσας, ἀλλ’ αὐτὸς ἐπέχων ἠρέμα καὶ κατὰ μικρὸν ἀναβαίνει, διατριβὴν τῷ θεάτρῳ παρέχων, καὶ οὐ διαφεύγει τῷ τάχει τῶν ἀπὸ γῆς ὁρώντων τὸν ὀφθαλμόν, ἵνα τοὺς μαθητὰς εὐφράνῃ καὶ τὴν γῆν τιμήσῃ καὶ τὸν φιλάνθρωπον δείξῃ, καὶ ὡς οὐ φεύγων τὸν κόσμον οὐδ’ ἀφιεὶς τοὺς ἀνθρώπους, ἀλλ’ ὑπὲρ αὐτῶν ὥδευε καὶ πρέσβυς τῷ πατρὶ περὶ τοῦ γένους καὶ παράκλητος καὶ μεσίτης καὶ τὰ τοιαῦτα φέρων ἐχώρει· καὶ ἅμα οὐκ ἀτιμάζων τὸν χρόνον, ὡς ἂν αὐτὸς γενόμενος ὑπὸ χρόνον, ὥσπερ καὶ κυοφορεῖται χρόνῳ καὶ λύει τὸ τοῦ θανάτου κράτος, καὶ λυθέντα τὸν ναὸν τοῦ σώματος εἰς τρίτην οἰκοδομεῖ. Καὶ τὴν ἀρχὴν χρόνου τινὶ μήκει καὶ ἡμερῶν ἀριθμῷ τὸ πᾶν ὑπέστησε τοῦτο. Ἔτι δὲ ἵνα, καθάπερ τὴν γῆν ἐφώτισε τῇ διατριβῇ καὶ τὸν ᾅδην, οὕτω καὶ ἀὴρ ἐπί τινα λαβὼν αὐτὸν χρόνον ἁγιασθῇ καὶ τοῖς ἐν αὐτῷ λῃσταῖς, τοῖς ἄρχουσι τοῦ σκότους, οἰκεῖος οὐδεὶς περιλειφθῇ τόπος.

Πάντων ἤδη δεξαμένων τὸν ἥλιον, νεφέλης δὲ ἐπιβαίνει, ἵνα καὶ ἀέρος τὸ σῶμα δείξῃ κουφότερον καὶ ὡς οὗτος ἐκεῖνος, «ὁ τιθεὶς μὲν νέφη τὴν ἐπίβασιν, ἐπὶ δὲ πτερύγων ἀνέμων περιπατῶν». Ἡ νεφέλη δὲ καὶ τὴν μορφὴν ἀμείβοντα περιείληφε καὶ τὴν ἐσχάτην ἡμέραν εἰς τὴν γῆν κατερχόμενον κομιεῖ καὶ τοὺς ἐκλεκτοὺς αὐτῷ νεφέλη πανταχόθεν ἀθροίσει. Καὶ ὅλως αὐτῷ χρεία πανταχοῦ τῆς νεφέλης· πρῶτον μὲν ὅτι τὴν κοινὴν κτίσιν, ἧς μόνος αὐτὸς ἀφῖκτο τεχνίτης, ὑπὲρ ἧς πάντα μὲν εἰργάσατο, πάντα δὲ ἐπεδείξατο, πνεῦμα συνίστησιν αὐτῷ καὶ ὕδωρ, ἐκ τούτων δὲ ἡ νεφέλη· ἔπειθ’ ὅτι καὶ ἁπλῶς τοῦ ὁμοτίμου καὶ τὸν ἀεὶ παρόντος χρόνον τοῦ Παρακλήτου σύμβολον ἦν, ὃ καὶ ὕδωρ λέγεται καὶ πνεῦμα καλεῖται, δι’ οὗ τε ἡ ὁμόθεος ἐκείνη σὰρξ τῷ Σωτῆρι συνέστη καὶ ᾧ τῶν ὑπερφυῶν ἔργων αὐτουργὸς ἦν καὶ ὃς τὴν θεότητα βαπτιζομένῳ παρελθὼν ἐμαρτύρει καὶ ὃς παρῆν μεταμορφουμένῳ τῇ νεφέλῃ δεικνύμενος καὶ συμπληρῶν τὴν Τριάδα καὶ ἑαυτὸν τῷ μαρτυροῦντι καὶ τῷ μαρτυρουμένῳ τρίτον συνάπτων. Ἔδει γὰρ καὶ τηνικαῦτα τοῦ υἱοῦ μὲν ἀνερχομένου, τοῦ πατρὸς δὲ τῇ τοῦ παιδὸς ὁρμῇ δεικνυμένου, ποῦ γὰρ ἀποκαθιστάμενον τὸν υἱόν, εἰκὸς ἑτέρωσε σπεύδειν καὶ τὸν Παράκλητον διὰ τῆς νεφέλης φανῆναι, ἀνάγοντα τὸν ὁμότιμον εἰς τὸν οὐρανόν, ὥσπερ πρότερον εἰς τὴν ἔρημον· («ἀνήχθη γάρ, φησίν, ὑπὸ τοῦ Πνεύματος εἰς τὴν ἔρημον»).