Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὴν γέννησιν τῆς Θεοτόκου

Νικόλαος Καβάσιλας

Υμνολογικός επίλογος και δοξολογία

Προσευχητική αναφορά προς τη Θεοτόκο για τον αγιασμό της ψυχής και κατακλείδα του λόγου με τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 8 από 8

Ὅθεν ἄληκτός ἐστιν εὐφημία παρὰ τῆς κτίσεως ἑκατέρας αὐτῇ, καὶ πᾶσα γλῶσσα τὰ αὐτῆς ᾄδει, μίαν ταύτην ἀφιεῖσα φωνήν· καὶ διηνεκεῖς ὕμνων ἐργάται τῇ μητρὶ τοῦ Θεοῦ πάντες μὲν ἄνθρωποι, πάντες δὲ ἀγγέλων χοροί. Ταῦτα καὶ ἡμῖν ὑμνεῖται καὶ συνεισενήνεκται τῇ κοινῇ φορᾷ, ἐλάττω μὲν ἤπερ ὠφείλομεν καὶ ἦν προσῆκον προθυμηθεῖσιν· ἐλάττω δὲ ἢ προὐθυμήθημεν, εἰπεῖν δυνηθεῖσιν.

Οὕτω τῶν ὀφειλομένων παρὰ πολύ. Σὸν δὲ, πολυύμνητε, καὶ τῆς σῆς φιλανθρωπίας, μηδενὶ τῶν ἡμετέρων, τῇ δὲ σαύτης μεγαλοπρεπείᾳ μετρῆσαι τὴν χάριν· καὶ καθάπερ αὐτὴ, δῶρον τῷ Θεῷ τοῦ κοινοῦ γένους ἐξαιρεθεῖσα, τὸ λοιπὸν τῶν ἀνθρώπων ἐκόσμησας, οὕτω καὶ ἡμῖν, δι’ ὧν ἀφιεροῦμεν τουτωνὶ λόγων, τὸν τῶν λόγων ἁγίασον θησαυρὸν, καὶ δεῖξον τὴν τῆς ψυχῆς χώραν πονηροῦ παντὸς ἄγονον, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σοῦ Υἱοῦ, τοῦ Κυρίου. καὶ Θεοῦ, καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.