Καὶ μὴν καὶ δεινὰ παθεῖν ὑπὲρ ἡμῶν τὸν σωτῆρα καὶ τεθνάναι δεῆσαν, πηλίκαις ἡ παρθένος ὡμίλησεν ἀλγηδόσιν; Τίνων ἐπειράθη βελῶν; Εἰ γὰρ ἄνθρωπος ἦν μόνον, καὶ οὐδὲν ἦν ἄλλο, προσθεῖναι οὐδὲν ἦν ἀλγεινότερον μητρί. Νῦν δὲ καὶ Υἱὸς, καὶ μόνης, καὶ μόνος, καὶ παραδόξως, καὶ λυπήσας οὔτε αὐτὴν οὔτε τῶν πάντων οὐδένα, καὶ τοσαύτας καταθέμενος πᾶσιν εὐεργεσίας, ὡς τὰς ἐλπίδας πάσας νικῆσαι· τίνα δὴ ψυχὴν ἔχειν εἰκὸς τηνικαῦτα τὴν μακαρίαν, ὁρῶσαν ἐν οὕτω χαλεποῖς τὸν Υἱὸν, τὸν κοινὸν τῆς· φύσεως εὐεργέτην, τὸν πρᾶον, τὸν ταπεινὸν τῇ καρδίᾳ, ὃς οὐκ ἦν ἐρίζων οὐδὲ κραυγάζων, ᾧ γε οὐδεὶς εἶχεν οὐδὲν περὶ οὐδενὸς ἐγκαλεῖν, ὑπὸ τῶν ἀγρίων θηρῶν ἐκείνων ἑλκόμενον, γυμνούμενον, μαστιζόμενον, ὥσπερ ἐν τυραννίδι, νόμων ἔξω πάντων καὶ δίκης, τῶν αἰσχίστων ψήφων ἀξιωθέντα, τὸν αἴσχιστον θάνατον μετὰ τῶν πονηροτάτων ἀνθρώπων ἀποθανεῖν; Ἐγὼ νομίζω μηδὲν ὅμοιον ἄλγος ἀνθρώποις γενέσθαι. Εἴτε γὰρ ἐπὶ τοῖς ἠδικημένοις ἀνάγκη δακρύειν, οὐδὲν πορρώτερον δικαιοσύνης τοῦ κατὰ τὸν σωτῆρα θανάτου· καίτοι οὐδεὶς παντάπασιν ἠδικήθη, καὶ εἰ μηδὲν ἑαυτῷ σύνοιδεν, ὑπὲρ ὧν ἔδωκε δίκην· ἔπραξε γὰρ ὑπὲρ ὧν δικαίως ἂν ἐγκαλοῖτο. Περὶ δὲ τοῦ σωτῆρος, ἁμαρτίαν, φησὶν ὁ προφήτης, οὐκ ἐποίησεν· εἴτε ταῖς τῶν οἰκείων οὐκ ἔνι μὴ δάκνεσθαι συμφοραῖς, οὐδεὶς οὕτως οὐδενὶ προσῆκεν, ὡς ἡ παρθένος τῷ σωτῆρι.