Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὴν κοίμησιν τῆς Θεοτόκου

Νικόλαος Καβάσιλας

Η Θεοτόκος ως καρπός της κτίσης και αιτία ανακαίνισης του κόσμου

Η ερμηνεία της Παρθένου ως νέου ουρανού και νέας γης, που εκπληρώνει τις παλαιοδιαθηκικές προτυπώσεις και συμβάλλει καθοριστικά στην απαλλαγή της δημιουργίας από τη φθορά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 2 από 6

2. Προφῆται γὰρ, καὶ προφητῶν ἐμπνεύσεις καὶ λόγοι, τὴν μακαρίαν ᾖδον παρθένον, καὶ εἴ τι σεμνὸν, ἡ σκηνὴ καὶ κιβωτὸς, καὶ στρατήγια Μωσέως ὑπὲρ τὴν ἐπωνυμίαν, καὶ τἄλλα, δι’ ὧν ἐφ’ αὑτοῖς ἐφρόνουν Ἑβραῖοι, τῆς παρθένου τὸ θαῦμα.

Ταῦτα γὰρ σεμνά τε ἦν καὶ ἐγένετο τὴν ἀρχὴν, ἵν’ ἐκείνην γράψωσι μόνον, καὶ προδείξωσι τοῖς ἀνθρώποις. Καίτοι τί λέγω; Πάντας μὲν οὖν ἐπαίνους ὅσοι ᾔσθησαν ἐπ’ ἀνθρώποις, καὶ εἴ τις τὸ γένος ἐπῄνεσεν, ἢ καθ’ ἕκαστα, τῇ παρθένῳ λογιστέον ἂν εἴη. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἀγαθὸν, οὐ μικρὸν, οὐ μεῖζον, ὅθεν ἔνι καλῶς ἀκούειν, ὃ μὴ ἡ καινὴ μήτηρ καὶ ὁ καινὸς εἰσήγαγε τόκος, οὐ γενόμενος μόνον, ἀλλὰ καὶ πρὶν ἢ γενέσθαι, τῷ μέλλειν.

Εἰ γὰρ πάντα ποιοῦμεν, ἵνα Θεὸν πλουτήσωμεν, καὶ τοῦτό ἐστιν ἡμῖν τῶν ἀγαθῶν ἁπάντων τὸ τέλος, τοῦτο δὲ οὐκ ἐνῆν τοῖς ἀνθρώποις ἄνευ τῶν τῆς παρθένου χαρίτων, πῶς οὐκ ἐπ’ ἐκείνην πάντα φέρεται, ὥστε αἴτιον εἶναι τῶν μὲν ἐπαίνων, εἴ τι σεμνὸν ἐν ἀνθρώποις, τῶν δὲ ἐν ἡμῖν ἀγαθῶν ἁπάντων, τὴν μετὰ Θεοῦ συναυλίαν· τῆς δὲ, τὴν παρθένον; Καὶ διὰ τοῦτο τὴν πολυύμνητον παντὸς κόσμου καὶ σεμνότητος καὶ ὕμνων αἰτίαν εἶναι τῷ γένει, καὶ πᾶσαν εὐφημίαν πρὸς αὐτὴν ἀναφέρεσθαι μόνην· οὐ μὴν ἀλλὰ καὶ τοῦ περιεῖναι, καὶ ὅλως ἀνθρώπους εἶναι, τὴν μακαρίαν αἰτιᾶσθαι προσῆκε. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ οὐρανὸς, καὶ γῆ, καὶ ἥλιος, καὶ πᾶν τόδε, διὰ τὴν μακαρίαν παρθένον, ὥσπερ διὰ τὸν καρπὸν τὸ δένδρον, εἰς τὸ εὖ ἔχειν ἦλθε, καὶ ὅλως εἶναι. Εἰ δὲ διὰ τὸν καρπὸν εὖ ἐροῦμεν τὸ δένδρον, καὶ ὁ τούτῳ χαίρων τὸν καρπὸν ἐπῄνεσε, τίς οὐκ οἶδεν, ὡς ἡ τῶν ὄντων σεμνότης πᾶσα καὶ χάρις καὶ κόσμος, εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος, κατὰ τὸν Παύλου λόγον, τῇ παρθένῳ μόνῃ προσῆκεν; ὥστε ἐξεῖναι εἰπεῖν, ὡς ἣν ὁ Θεὸς περὶ αὐτῶν ἐξήνεγκε ψῆφον, καλὰ προσειπὼν, καὶ καλὰ διαφερόντως, εὐφημία τῆς παρθένου.

3. Οὕτω πόρρωθεν ὑμνεῖτο. Καὶ μὴν, ὅτι καρπός ἐστι τῶν κτισμάτων, καὶ τοῦτον πρὸς τὸ πᾶν ἡ μακαρία τὸν λόγον ἔχει, δῆλον ἐκεῖθεν. Ἐπεὶ γὰρ ἐν ἅπασιν ἐκεῖνο καρπὸς, ὃ πρὸς τὸ μηκέτ’ εἶναι χωροῦσαν τῷ γεννῶντι τὴν φύσιν ἐπανάγει, καὶ νέαν ἐξαρχῆς ἀποφαίνει, τίς ἀνέπλασε τοὺς ἀνθρώπους;

Πόθεν ἡ καινὴ κτίσις; Τίς ἠλλοίωσε τὸ πᾶν τόδε; Καὶ γοῦν ὁ μὲν οὐρανὸς νέους τινὰς ἐδέξατο πολίτας ἀναπλασθέντας· τούτους ἐκ τῆς γῆς μετήνεγκεν ἡ παρθένος. Γῆ δὲ τὸν καινὸν ἄνθρωπον, αὐτὸν τὸν οὐρανοῦ δεσπότην, ἔνοικον εἶχεν· ἐπεὶ μὴ τὸν παλαιὸν τῆς ἁμαρτίας καρπὸν, ἀκάνθας καὶ τριβόλους, ἀλλὰ νέον δικαιοσύνης ἄνθος, τὴν παρθένον ἀνῆκεν. Οὐ ταύτῃ δὲ μόνον τὸ γῆρας ἐκ μέσου πεποίηκε, καὶ παρέσχε πᾶσιν ὥσπερ ἀναβιῶναι, ἀλλ’ ὅτι καὶ αὐτὸς ὁ οὐρανὸς ἄμεινον δι’ αὐτῆς ἀπολήψεται τὸ σῶμα, καὶ φθορᾶς καθαρὸν ἁπάσης, καὶ σελήνη, καὶ γῆ, καὶ ἀστέρες. Ἐπεὶ τὴν μὲν κτίσιν οὐκ ἔνι τῆς φθορᾶς ἀναστῆναι, μὴ τῶν τέκνων τοῦ Θεοῦ τῆς ἐλευθερίας τυχόντων· ταύτης δὲ τῆς ἐλευθερίας τὸ λύτρον εἰσήνεγκεν ἡ παρθένος, τὸν πρωτότοκον τῶν νεκρῶν.

Καὶ γῆν δὲ τῆς φθορᾶς ἀπολύσει, καὶ στήσει, τῆς ἐπιθυμίας, ἀποδοῦσα τὴν ἀφθαρσίαν, ἣν ἐκδεχομένην στενάζειν Παύλου φωνὴ, ὥστε καὶ ὅ φησι πρὸς τὸν Θεὸν ὁ προφήτης· ἀπὸ καρποῦ τῶν ἔργων σον χορτασθήσεται ἡ γῆ, πρὸς τοῦτον φέρειν· καὶ τοῦτον τὸν καρπὸν, τὴν παρθένον, καὶ ταύτην τῆς γῆς αἰνίττεσθαι τὴν ἐπιθυμίαν· χορτασθήσεται γὰρ καὶ αὐτὴ, κατὰ τὸ λόγιον, τῆς δόξης τοῦ σωτῆρος φανείσης. Εἰ δὲ καὶ γῆν ἡ Γραφὴ καλεῖ τοὺς ἀνθρώπους, καὶ τούτοις δι’ αὐτῆς τυχεῖν ἐγένετο τῶν εὐχῶν, καὶ ἐλθεῖν εἰς ἐκείνην τὴν ἡμέραν, ἣν ἐπεθύμησαν οἱ προφῆται. Μόνη γὰρ τὴν εὐδαιμονίαν, ἣν ἀπολέσαντες, ἐξ οὗ γεγόναμεν, ἐποθοῦμεν, καὶ πρὸς ἣν οὐδεὶς ἤρκεσεν ἡμῶν, οὐ τῶν ἀγγέλων, οὐ τῶν ἀνθρώπων, ἀλλ’ ἐπράττομεν χεῖρον ἢ διὰ τούτων δύνασθαι τυχεῖν ἐπανόδου, καὶ τοῦτ’ αὐτὸ μόνον ποθοῦντες ἐστένομεν, ταύτην ἡμῖν αὖθις ἡ μακαρία παρέσχεν εὐδαιμονεῖν, καὶ τὴν ἐπιθυμίαν ἐνέπλησε, τὸν μόνον ἐπιθυμητὸν, καὶ οὗ τυχοῦσιν οὐκ ἔνι ζητεῖν περαιτέρω, οὕτως ἀκριβῶς συνάψασα τοῖς ἀνθρώποις, ὥστε οὐ διαίτης μόνον καὶ τόπου, ἀλλὰ καὶ φύσεως ἡμῖν κοινωνῆσαι.

Καὶ μὴν οὐ τοὺς ἀνθρώπους καὶ τουτονὶ τὸν κόσμον εὖ πεποίηκε μόνον, ὡς ἂν τῶν χαρίτων ὅρον ποιησαμένη τὸν οὐρανὸν, ἀλλὰ καὶ τοῦτον ὑπερβαίνει, καὶ τοῦτον ἀρετῇ καλύπτει· Καὶ γὰρ τοῖς ἀγγέλοις, αὐταῖς ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν καιρῷ γέγονε καὶ φῶς ἀνέτειλε, καὶ σοφωτέραις ἑαυτῶν παρέσχε καὶ καθαρωτέραις γενέσθαι καὶ τὴν ἀγαθότητα τοῦ Θεοῦ καὶ τὴν σοφίαν ἄμεινον ἢ πρόσθεν εἰδέναι. Ἡ γὰρ πολυποίκιλος Θεοῦ σοφία δι’ αὐτῆς ἐγνωρίσθη ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις, καὶ τὸ βάθος τοῦ πλούτου τῆς σοφίας καὶ τῆς γνώσεως τοῦ Θεοῦ, καθάπερ δι’ ὀφθαλμῶν ἢ φωτὸς τῆς μακαρίας, πάντες κατεῖδον. Μόνη γὰρ ἡγεμὼν ὑπῆρξε πάσῃ ψυχῇ καὶ νῷ τῆς περὶ Θεὸν ἀληθείας.

4. Οὕτως οὐρανὸν καινὸν καὶ γῆν καινὴν ἐποίησεν ἡ παρθένος· μᾶλλον δὲ αὕτη ἐστὶν ἡ καινὴ γῆ καὶ ὁ καινὸς οὐρανός· γῆ μὲν, ὅτι ἐκεῖθεν· καινὴ δὲ, ὅτι τοῖς προγόνοις οὐδαμόθεν προσῆκεν, οὐδὲ τῆς παλαιᾶς ἐκληρονόμησε ζύμης, ἀλλ’ αὐτὴ, κατὰ τὸν τοῦ Παύλου λόγον, φύραμα νέον κατέστη, καὶ νέου τινὸς ἤρξατο γένους. Ἀλλὰ μὴν ἀνθ’ ὧν οὐρανός ἐστι τίς ἀγνοεῖ; καινὸς δὲ, ὅτι τε πόρρω παντὸς γήρως, ἅτε φθορᾶς ἁπάσης κρείττων διαφερόντως, καὶ ὅτι χθὲς καὶ πρώην, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων, τοῖς ἀνθρώποις ἐδόθη, κατὰ τὴν θείαν ἐπαγγελίαν, ἣν ἐμήνυσεν Ἠσαΐας· οὐρανὸν καινὸν καὶ γῆν καινὴν δώσω ὑμῖν. Εἰ βούλει δὲ, καὶ ὑπερφυής τις καὶ ξένη γῆ, καὶ οὐρανός ἐστιν ἡ παρθένος, ὅτι τῆς μὲν γῆς ἀνέσχε, τὸν δὲ οὐρανὸν ὑπερέβη καὶ καθαρότητι καὶ μεγέθει· τὸ μὲν, ὅτι, ὃν ἐκεῖνος οὐκ εἶχε χωρῆσαι, τοῦτον ἔνοικον εἶχε· καθαρότητι δέ· καὶ γὰρ ὧν οὐκ ἐνῆν αὐτόπτας γενέσθαι τοὺς ἀνθρώπους, μὴ τῶν οὐρανῶν ῥαγέντων, ἢ ἀνοιγέντων, τούτων οὐδὲν κωλύει δι’ αὐτῆς ἀπολαύειν· μᾶλλον δὲ, ἡ μὲν καὶ ἡγεῖται τοῖς πρὸς Θεὸν αἰρομένοις, ὁ δὲ προσίσταται. Καὶ τὸν μὲν ἐκ μέσου δεῖ γενέσθαι τῆς δὲ, μὴ Θεοῦ καὶ ἀνθρώπων μέσης λειφθείσης, οὐκ ἐνῆν κοινωνοὺς τοὺς κάτω τῶν ὑπερκοσμίων γενέσθαι.

Καὶ γοῦν τὸν μὲν οὐρανὸν λόγος οὐκ ἐνεγκεῖν τὴν θείαν ἀκτῖνα, ἀλλὰ διϊούσης ῥαγῆναι· τοῦ γὰρ Πνεύματος ἐπὶ τὸν ὁμότιμον κατιόντος, Ἰωάννῃ τῷ πάνυ σχιζομένους ὦφθαι τοὺς οὐρανοὺς. Ἡ δὲ μακαρία, τοῦ Πνεύματος ἐπελθόντος, μείζονος ἀπήλαυσε τῆς εἰρήνης, ἣν Παῦλος εἶπε πάντα νοῦν ὑπερέχειν· καὶ τῆς ὑποστάσεως αὐτοῦ τοῦ σωτῆρος, ἧς οὐδεὶς ὅρος, ὑπερφυὴς ἐγένετο τόπος. Καὶ ἤνεγκεν οὕτω σὺν πολλῇ τῇ ῥᾳστώνῃ, ὥστε καὶ ἐκύει καὶ ἔτικτεν ἄνευ ὠδίνων· ὥστε, ὃν ὁ προφήτης οὐρανόν φησιν οὐρανοῦ, καὶ τῷ Θεῷ μόνον μόνῳ προσήκειν· ὁ γὰρ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ· τὴν μακαρίαν εἶναι παρθένον. Οὐδὲ αὐτὸς ὁ οὐρανὸς, φησὶ, καθαρὸς ἐνώπιόν σου· ἡ δὲ πλησίον τοῦ Θεοῦ, οὐ καθαρὰ μόνον κακῶν, ἀλλὰ καὶ καλή ἐστιν ἡ παρθένος· καὶ οὐχ ἁπλῶς, ἀλλὰ καθάπαξ καλή· ὅλη γὰρ εἶ καλή, φησι. Καὶ ἡ ψῆφος οὐκ ἀνθρωπίνη, ἀλλ’ ὁ Θεὸς αὐτὸς τὴν μακαρίαν ἀνακηρύττει. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ σὺν θαύματι· Τί γὰρ εἶ καλὴ, ἡ πλησίον μου; Καίτοι πᾶσαν ἀνθρωπίνην δικαιοσύνην ἐνώπιον τοῦ Θεοῦ φησὶ τὸ λόγιον παντὸς μύσους εἶναι μιαρωτέραν, καὶ πονηρίαν ἀποκαλεῖ. Καὶ, ὡς ἔοικεν, ἡ τῆς παρθένου δικαιοσύνη οὐκ εἴσω τῶν ἀνθρωπίνων ἔπιπτεν ὅρων· οὐδὲ μικρὸν ὑπερέβη, οὐδὲ μέγα μὲν, ἀλλ’ ὅσον λαβεῖν εἰκόνα, ἀλλὰ τοσοῦτον παρήλλαξε τὴν κοινὴν φύσιν, ὅσον οὐδὲ ἔστιν εὑρεῖν τὸ μέσον.