Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὴν κοίμησιν τῆς Θεοτόκου

Νικόλαος Καβάσιλας

Η επίγεια πολιτεία, η κοινωνία στο Πάθος και η ένδοξη Κοίμηση

Η πνευματική τελείωση της Θεοτόκου, η συμμετοχή της στα πάθη του Υιού της, ο ρόλος της μετά την Ανάσταση και η τελική μετάσταση του σώματός της στον ουρανό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 5 από 6

Οὔτε τοίνυν ἴσον τῶν ὄντων οὐδὲν τῇ περὶ ἡμᾶς τοῦ σωτῆρος οἰκονομίᾳ, καὶ τῆς μακαρίας τῷ ἴσῳ μέτρῳ τὰ κτίσματα ἐλάττω· καίτοι εἰ τοσοῦτον ἀμείνους σφῶν αὐτῶν ἐποίησε τοὺς ἀγγέλους, ὅσον οὐδὲ παραβάλλειν τῇ προτέρᾳ τὴν δευτέραν εὐδαιμονίαν τὸν ἀπόστολον ἀξιῶσαι, σκοπῶμεν τὴν ὑπερβολὴν, ὅση. Εἰ γὰρ τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται· τὸ εὖ ποιεῖν πρὸς τὸ εὖ πάσχειν τίνα ἂν ἔχοι λόγον; Διὰ τοῦτο τὴν μὲν παρθένον Θεοῦ θρόνον ὁ προφήτης ἑώρα, καὶ τοῦτον ὑψηλὸν καὶ ἐπηρμένον, τὰ δὲ χερουβὶμ περὶ τὸν θρόνον· καὶ οὐχ ἁπλῶς περὶ τὸν θρόνον, ἀλλὰ σὺν αἰδοῖ καὶ φόβῳ, καὶ οὐδ’ ἀντιβλέπειν τολμῶντα. Καὶ μὴν τὰ μὲν ἀγρυπνεῖν ἀεὶ λόγος, καὶ τῶν πρὸς Θεὸν ὑμνῶν μηδένα γινώσκειν ὅρον· περὶ δὲ τῆς μακαρίας, οὕτως ἄμεινον χρὴ ταῦτα ψηφίζεσθαι, ὅσον καὶ τῆς θείας ἀκτῖνος ᾔσθετο μᾶλλον. Καὶ οὐ λέγω μετὰ τὴν ἐνθένδεν ἀποδημίαν, ἀλλ’ ἔτι καὶ παρούσης τῷ βίῳ, ἐπεὶ καὶ ταῖς περὶ Θεὸν δυνάμεσιν ἐκεῖνο τὴν ἀγρυπνίαν ποιεῖ, καὶ τὴν περὶ Θεὸν προθυμίαν, διαφερόντως τῶν ἄλλων τὸ μάλιστα πάντων γεύσασθαι τῶν θείων χαρίτων· ὥστε, ὃ τοῖς ἄλλοις ἁγίοις μετὰ τὸ τοῦ σώματος ἀπηλλάχθαι συμβαίνει, τὴν ἀρετὴν καὶ τὸ ἀγαθὸν ἀκίνητον ἔχειν, τοῦτο τῇ παρθένῳ, καὶ πρὶν ἀποθέσθαι τὸ σῶμα.

10. Καὶ μάλιστά γε ἀκολούθως. Τὸ γὰρ σῶμα δήπουθεν, ὅπερ ἂν ἐκποδὼν ἔστη, τὴν ἐπωνυμίαν ὑπερέβη· καὶ ἦν οὐ ψυχικὸν, οὐδ’ ἄλλο τι. ἀλλ’ ὅ φησι Παῦλος, σῶμα πνευματικὸν, τοῦ Πνεύματος ἐπιδεδημηκότος αὐτῷ, καὶ τῆς φύσεως πάντας μεταθέντος τοὺς ὅρους. Χωρὶς δὲ τούτων, ὃ παρὸν ἐκείνοις οὐκ ἐᾷ στραφῆναι τὴν γνώμην, τοῦτο μεθ’ ὑπερβολῆς προσῆν τῇ μακαρίᾳ παρθένῳ. Καὶ γὰρ ἐκείνοις πάσης μὲν ἐμπλησθεῖσιν ἐπιθυμίας τῷ τῶν ἐπιθυμητῶν ἐσχάτῳ παρεῖναι· πάσης δὲ δυνάμεως νοερᾶς τῇ θεωρίᾳ τοῦ ὡς ἀληθῶς ὄντος, οὐ δυνατὸν πρὸς ἄλλο χωρῆσαι, οὐδὲ στραφῆναι, καθάπερ ὄψιν, τὴν γνώμην, παντὸς ὁρατοῦ προτεθέντος· ταῦτα δὲ, ὡς ὑπὲρ πάντα νοῦν καὶ λόγον τῇ παρθένῳ συνέβη, καὶ Θεὸν ὑπὲρ πᾶσαν παραβολὴν ἐδέξατο μόνη, τίς ἀγνοεῖ;

Ὅθεν δῆλον ὡς, καὶ πρὶν μεταθεῖναι τὸν βίον, τὴν θαυμαστὴν ἀρετὴν ἐκείνην καὶ τὸ ὑπερφυὲς ἀγαθὸν, ἀκίνητον εἶχε· καὶ παρῆν τοῖς μέλλουσιν ἀγαθοῖς, καὶ τὴν ἀποκειμένην τοῖς δικαίοις ἐβασίλευσε βασιλείαν ἐν τῷ παρόντι· καὶ τὴν ἐν Χριστῷ κεκρυμμένην ζωὴν αὐτῇ διαδειχθεῖσαν ἔζη, τὴν ἑστῶσαν ἐν τῇ ῥεούσῃ. Καὶ γὰρ ἔδει καινόν τινα τρόπον τῇ μακαρίᾳ, γενέσθαι, ᾗ καὶ φύσεως ὑπεχώρησαν νόμοι. Τοῦτο δὴ καὶ αὐτὴ δεικνῦσα, τὰς θείας εὐεργεσίας, ὧν ἔτυχεν, ἔφησεν ἀνυμνοῦσα· ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός.

11. Ὢ καινῶν ἄθλων. Ὢ καταλλήλων ἀγώνων. Οὐ μὴν ἀλλὰ καὶ μετὰ τὰ γέρα καὶ τοὺς στεφάνους, λέγω τὸν ἥλιον τῆς δικαιοσύνης, ὂν ἐδέξατο, καὶ ᾧ συνήφθη, πόνων τε ὑπὲρ ἡμῶν καὶ ἀλγηδόνων εἰς πεῖραν ἦλθεν, ἀντὶ τῆς προκειμένης αὐτῇ χαρᾶς.

Καὶ τῷ Υἱῷ τῆς αἰσχύνης καὶ τῶν ὀνειδισμῶν ἐκοινώνει, καὶ τὴν πενίαν προφερόντων, ὑπὲρ ὧν πένης ἐκεῖνος, καὶ τὴν τέχνην τοῦ γεγεννηκέναι δοκοῦντος ἠνείχετο καὶ ἐμακροθύμει, τὴν ἐμὴν σωτηρίαν τῷ Υἱῷ συμμαχοῦσα· καὶ θαυμάτων ἁψαμένῳ, καὶ τὴν φύσιν ἐπανορθοῦντι παρῆν· καὶ φθονουμένῳ παρὰ τῶν εὖ πασχόντων καὶ μισουμένῳ συνήλγει, καὶ τοῦ μίσους μετεῖχεν. Ἐπεὶ καὶ πρώτη τὸν Υἱὸν πρὸς τὰς εὐεργεσίας ἐκίνησε ταύτας, καὶ πρὸ ὥρας, φιλανθρωπίας ὑπερβολῇ· καὶ γὰρ οὔπω, φησὶν, ἥκει ἡ ὥρα μου. Τοῦτο δὲ δεικνύντος ἦν ὅσης τῇ μητρὶ μετέδωκε παρρησίας, ὥστε καὶ ὅρους ἠδύνατο καιρῶν, οὓς αὐτὸς ἔθηκεν, μεταθεῖναι.

Καὶ μὴν καὶ δεινὰ παθεῖν ὑπὲρ ἡμῶν τὸν σωτῆρα καὶ τεθνάναι δεῆσαν, πηλίκαις ἡ παρθένος ὡμίλησεν ἀλγηδόσιν; Τίνων ἐπειράθη βελῶν; Εἰ γὰρ ἄνθρωπος ἦν μόνον, καὶ οὐδὲν ἦν ἄλλο, προσθεῖναι οὐδὲν ἦν ἀλγεινότερον μητρί. Νῦν δὲ καὶ Υἱὸς, καὶ μόνης, καὶ μόνος, καὶ παραδόξως, καὶ λυπήσας οὔτε αὐτὴν οὔτε τῶν πάντων οὐδένα, καὶ τοσαύτας καταθέμενος πᾶσιν εὐεργεσίας, ὡς τὰς ἐλπίδας πάσας νικῆσαι· τίνα δὴ ψυχὴν ἔχειν εἰκὸς τηνικαῦτα τὴν μακαρίαν, ὁρῶσαν ἐν οὕτω χαλεποῖς τὸν Υἱὸν, τὸν κοινὸν τῆς· φύσεως εὐεργέτην, τὸν πρᾶον, τὸν ταπεινὸν τῇ καρδίᾳ, ὃς οὐκ ἦν ἐρίζων οὐδὲ κραυγάζων, ᾧ γε οὐδεὶς εἶχεν οὐδὲν περὶ οὐδενὸς ἐγκαλεῖν, ὑπὸ τῶν ἀγρίων θηρῶν ἐκείνων ἑλκόμενον, γυμνούμενον, μαστιζόμενον, ὥσπερ ἐν τυραννίδι, νόμων ἔξω πάντων καὶ δίκης, τῶν αἰσχίστων ψήφων ἀξιωθέντα, τὸν αἴσχιστον θάνατον μετὰ τῶν πονηροτάτων ἀνθρώπων ἀποθανεῖν; Ἐγὼ νομίζω μηδὲν ὅμοιον ἄλγος ἀνθρώποις γενέσθαι. Εἴτε γὰρ ἐπὶ τοῖς ἠδικημένοις ἀνάγκη δακρύειν, οὐδὲν πορρώτερον δικαιοσύνης τοῦ κατὰ τὸν σωτῆρα θανάτου· καίτοι οὐδεὶς παντάπασιν ἠδικήθη, καὶ εἰ μηδὲν ἑαυτῷ σύνοιδεν, ὑπὲρ ὧν ἔδωκε δίκην· ἔπραξε γὰρ ὑπὲρ ὧν δικαίως ἂν ἐγκαλοῖτο. Περὶ δὲ τοῦ σωτῆρος, ἁμαρτίαν, φησὶν ὁ προφήτης, οὐκ ἐποίησεν· εἴτε ταῖς τῶν οἰκείων οὐκ ἔνι μὴ δάκνεσθαι συμφοραῖς, οὐδεὶς οὕτως οὐδενὶ προσῆκεν, ὡς ἡ παρθένος τῷ σωτῆρι.

Διὰ ταῦτα ὑπερφυής τις καὶ ξένη κατέσχε τὴν παρθένον ἀνία, καὶ οἵα οὐδένα ἀνθρώπων, εὐγνώμονά τε οὖσαν καὶ μητέρα, καὶ τὴν ἀδικίαν ὁρᾶν δυναμένην. 12. Ἔδει γὰρ διὰ πάντων τῆς περὶ ἡμᾶς προνοίας τῷ Υἱῷ κοινωνῆσαι. Καὶ καθάπερ σαρκὸς καὶ αἵματος μετέδωκεν αὐτῷ, καὶ αὖ τῶν χαρίτων μετειλήφει τῶν ἐκείνου, τὸν ἴσον τρόπον, καὶ τῶν ἀλγεινῶν ἁπάντων καὶ τῆς ὀδύνης. Καὶ ὁ μὲν ἐπὶ τοῦ σταυροῦ δεθεὶς ἐδέξατο τῇ πλευρᾷ τὸ δόρυ, τῆς δὲ τὴν καρδίαν διῆλθε ῥομφαία, καθὼς ὁ θειότατος ἐμήνυσε Συμεών· καὶ τἄλλα δὲ κοινὰ τῷ Υἱῷ καὶ τῇ μητρὶ προσῆγον οἱ κύνες ἐκεῖνοι, τῶν τε προτέρων λόγων ὡς ἀλαζόνος μεμνημένοι, καὶ πλάνον ἀποκαλοῦντες, καὶ πειρώμενοι τὴν πλάνην ἐλέγχειν.

Οὕτω πρώτη σύμμορφος ἐγένετο τῷ ὁμοίῳ μετὰ τοῦ θανάτου τοῦ σωτῆρος, καὶ διὰ τοῦτο καὶ τῆς ἀναστάσεως πρὸ πάντων μετέσχεν. Ἐπεὶ γὰρ τοῦ Υἱοῦ τὴν τυραννίδα τοῦ ᾅδου λελυκότος καὶ ἀναστάντος καὶ θέας ἔτυχε καὶ προσρήματος, καὶ εἰς οὐρανὸν, ἕως ἐξῆν, παρέπεμψεν ἀπιόντα, καὶ ἀπελθόντος, τοῖς ἀποστόλοις ἀντ’ ἐκείνου κατέστη, καὶ τοῖς ἄλλοις τοῦ σωτῆρος ἑταίροις ταῖς εὐεργεσίαις προστιθεῖσα, αἷς τὴν κοινὴν εὖ πεποίηκεν φύσιν, ἀναπληροῦσα τὸ ὑστέρημα τοῦ Χριστοῦ, παντὸς δικαιότερον ἄλλου. Τίνι γὰρ ἢ τῇ μητρὶ τὰ τοιαῦτα προσῆκεν;

Ἔδει δὲ τὴν παναγίαν ψυχὴν ἐκείνην τοῦ σώματος ἐκείνου τοῦ παναγεστάτου λυθῆναι. Λύεται μὲν καὶ τῇ τοῦ Υἱοῦ συνήφθη, τῷ πρώτῳ φωτὶ τὸ δεύτερον. Τὸ δὲ σῶμα, μικρὸν παραμεῖναν τῇ γῇ, καὶ αὐτὸ συναπῆλθε. Καὶ γὰρ ἔδει διὰ πασῶν ἐλθεῖν τῶν ὁδῶν, δι’ ὧν ὁ σωτὴρ, καὶ τοῖς ζῶσι λάμψαι καὶ τοῖς νεκροῖς, καὶ διὰ πάντων ἁγιάσαι τὴν φύσιν, καὶ αὖθις τὴν γιγνομένην χώραν ἀπολαβεῖν. Καὶ τοίνυν ἐδέξατο μὲν ὁ τάφος ἐπὶ μικρὸν, ἐξεδέχετο δὲ ὁ οὐρανὸς τὴν καινὴν γῆν ἐκείνην, τὸ πνευματικὸν σῶμα, τὸν θησαυρὸν τῆς ἡμετέρας ζωῆς, τὸ σεμνότερον ἀγγέλων, τὸ ἁγιώτερον ἀρχαγγέλων. Καὶ ἀπεδόθη ὁ θρόνος τῷ βασιλεῖ, ὁ παράδεισος τῷ τῆς ζωῆς ξύλῳ, ὁ δίσκος τῷ φωτὶ, τῷ καρπῷ τὸ δένδρον, ἡ μήτηρ τῷ Υἱῷ· πρέπουσα γὰρ διὰ πάντων τῷ γένει.