Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸ ὅραμα τοῦ Ἰεζεκιήλ

Νικόλαος Καβάσιλας

Εισαγωγή: Ο χριστοκεντρικός σκοπός των προφητειών και της δημιουργίας

Εισαγωγικές σκέψεις γύρω από την κεντρική θέση του Χριστού στο σύνολο των Γραφών και την ένσαρκη οικονομία ως τον ύψιστο σκοπό όλων των θείων έργων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 1 από 9

Λόγος εἰς τὴν τοῦ προφήτου Ἰεζεκιὴλ ὅρασιν. Σημασία ἐξ αὐτῶν τῶν θείων Γραφῶν ἔχουσα τὴν μαρτυρίαν, ἐν οἷς λέγει. Πᾶσα προφητεία καὶ ὅρασις εἰκόνες ἦσαν τῆς τοῦ σωτῆρος ἐπιδημίας. Διὰ τοῦτό φησιν ὁ Κύριος «πάντες οἱ προφῆται ἕως Ἰωάννου προεφήτευσαν», ἑαυτὸν δεικνὺς ὑπόθεσιν εἶναι τῶν προφητῶν. Φαίνεται δὲ καὶ ἑτέρωθεν τῶν λογίων ὑπὲρ τοῦ σωτῆρος πᾶσαν παρειλῆφθαι Γραφήν· «Ἐρευνᾶτε γάρ, φησί, τὰς Γραφάς, ὅτι ἐν αὐταῖς εὑρήσετε ζωὴν αἰώνιον», τὴν ἰδίαν ἐπίγνωσιν, ζωὴν αἰώνιον λέγων. «Αὕτη γάρ ἐστιν ἡ αἰώνιος ζωή», πρὸς τὸν πατέρα φησὶν ὁ Κύριος, «ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν». Ἄλλωστε πᾶσα μὲν Γραφὴ διὰ τὴν σωτηρίαν τῶν ἀνθρώπων λέγεται παρειλῆφθαι, ἡ δὲ σωτηρία τῶν ἀνθρώπων αὐτός ἐστιν ὁ Χριστός. «Ἡ γὰρ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν». Καὶ εἶπον τῇ ψυχῇ μου σωτηρία σοῦ εἰμι ἐγώ. Καὶ ὅλως σωτήριον καὶ σωτηρίαν ἡ Γραφὴ τὸν Χριστὸν καλεῖ· καὶ μόνος δέ ἐστιν αὐτὸς σωτηρία ἡ ἀληθινή.

Καὶ δῆλον· οὐδεὶς γὰρ ἂν ἐσώθη μὴ τοῦ σωτῆρος ἐπιδημήσαντος. «Πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, σωζόμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι», τὴν χάριν τοῦ βαπτίσματος ἐμφαίνων, φησὶν ὁ ἀπόστολος.

Ὅτι δὲ καὶ ἐκεῖθεν γίνεται δῆλον μὴ μόνον τὰς Γραφάς, ἀλλὰ καὶ πάντα τὰ ὄντα καὶ τὰ γινόμενα διὰ τὴν τοῦ σωτῆρος ἐπιδημίαν γενέσθαι. αʹ. Τῶν γὰρ πρὸς ἓν τέλος τεταγμένων τὸ βέλτιον τέλος τοῦ ἐλάττονος ἐστί. Πάντα δὲ τὰ ὄντα καὶ γινόμενα πρὸς ἓν τέλος τεταγμένα εἰσί, τὸν Θεόν. Τῶν τοίνυν ἔργων τοῦ Θεοῦ τὸ βέλτιστον τῶν ἄλλων τέλος ἐστί. Βέλτιστον δὲ τοῦ Θεοῦ ἔργον ἡ τοῦ σωτῆρος εἰς τοὺς ἀνθρώπους ἐπιδημία. Φαίνεται τοίνυν τέλος πρὸς τὰ ἄλλα φυλάττειν καὶ δι’ αὐτὴν πάντα γενέσθαι.

βʹ. Ὅτι δὲ τῶν πρὸς ἓν τέλος ἐστί, δῆλον· εἰ γὰρ μὴ ἀλλὰ πρὸς ἄλλο τέλος ὁρᾷ, ἔλαττον ἔσται τοῦ ἰδίου τέλους. Δι’ ἐκεῖνο γάρ ἐστι, τοῦτο δὲ οὐχ ὑπόκειται· ἀπὸ τούτου δὲ δῆλον καὶ ὅτι ὁ Θεὸς τέλος ἐστὶν ἁπάντων τῶν ὄντων.

γʹ. Ἔτι τοῦ νοῦ τέλος ἐστὶν ἡ ἀλήθεια. Νοῦς δέ ἐστιν ὁ αἴτιος τῶν ὄντων Θεός. Τέλος ἄρα τῶν ἰδίων ἔργων ἔχει τὴν ἀλήθειαν· αὐτὸς δέ ἐστιν ἡ ἀλήθεια κυρίως, ὅτι καὶ κυρίως ὄν. Αὐτὸς ἄρα τῶν ἰδίων ἔργων τέλος ἔχει ἑαυτόν.

δʹ. Ἔτι πρίν τι δημιουργῆσαι τὸ τέλος ὁ δημιουργὸς ὁρᾷ καὶ πρὸς τοῦτο βλέπων δημιουργεῖ. Πρὸς ὃ τοίνυν μόνον ὁρᾷ, ἐκεῖνο τέλος τῶν δημιουργημάτων ποιεῖται. Ὁ δὲ Θεὸς πρὶν δημιουργῆσαι τὰ ὄντα πρὸς οὐδὲν ἄλλο εἶχεν ὁρᾶν ἢ πρὸς ἑαυτόν. Αὐτὸς ἄρα ἑαυτὸν τῶν δημιουργημάτων τῶν ἰδίων ἐποιήσατο τέλος.

εʹ. Ἔτι τὸ τέλος κινεῖ τὸν δημιουργὸν ἐπὶ τὸ ἔργον. Εἰ τοίνυν ἕτερόν τι παρὰ τὸν Θεὸν ἐκίνησεν αὐτὸν εἰς τὸ δημιουργεῖν, οὐκ ἔσται δημιουργὸς κυρίως, ὅτι μὴ μόνος· ὅπερ ἀδύνατον. «Ὁ πλάσας γάρ, φησί, κατὰ μόνας τὰς καρδίας ἡμῶν».

στʹ. Ἔτι τὸ δι’ ἑαυτὸ πρότερον τοῦ δι’ ἄλλο. Ἀνάγκη δὲ τὸν Θεὸν τῷ βελτίονι τρόπῳ δημιουργεῖν. Δι’ ἑαυτὸν ἄρα ὁ Θεὸς δημιουργεῖ. ζʹ. Ὅτι δὲ ἡ τοῦ σωτῆρος ἐπιδημία τῶν θείων ἔργων τὸ βέλτιστον ἦν, δῆλον ἀπὸ τοῦ τέλους. Οὐδὲν γὰρ τῶν θείων ἔργων τὸν ἄνθρωπον Θεὸν ἐποίησεν. Εἰ τοίνυν βέλτιστον τῶν θείων ἔργων ἁπάντων, ἡ ἔνσαρκος οἰκονομία τοῦ Χριστοῦ, φαίνεται δι’ ἐκείνην πάντα παρῆχθαι τὰ ὄντα καὶ τὰ γινόμενα καὶ πᾶσαν προφητείαν καὶ ὅρασιν εἰκόνας ἐκείνης εἶναι. Εἰ τοίνυν καὶ τὴν ὅρασιν τοῦ Ἰεζεκιὴλ εἰς τὴν οἰκονομίαν ἐκληψόμεθα τοῦ Χριστοῦ καὶ ταύτης αἴνιγμα γενέσθαι φήσομεν, οὐ πόρρω τῆς ἀληθείας ἐροῦμεν.