Γῆ δὲ εὐθεῖα, ἡ ἀγαθὴ ἂν εἴη καρδία, ἥτις καὶ γῆ ἀγαθὴ παρὰ τοῦ Κυρίου καλεῖται, ἐφ’ ἣν οὐ μάτην ὁ τῆς διδασκαλίας ἔπεσε σπόρος, ἧς τὸ πρόσωπον ἅπαν ὁ τῆς δικαιοσύνης ἥλιος καταλάμπει, μηδενὸς ἐπιπροσθοῦντος πονηροῦ πάθους, ὅθεν ἡ σκιὰ τοῦ θανάτου, καὶ ἢ κατασπῶντος καὶ ταπεινοῦντος τὴν πονηρὰν ταπείνωσιν, «καθ’ ἥν, φησίν, ἔκυψεν ἄνθρωπος καὶ ἐταπεινώθη ἀνήρ», ἢ καλῶς κουφίζοντος, κατὰ τὸ γεγραμμένον, «οὐχ ὑψώθη ἡ καρδία μου». Τὸ γὰρ ἀνώμαλον τοῦτο, τὸ σκότος ἐν ταῖς καρδίαις εἰσάγει, τὴν δὲ ὁμαλὴν καὶ εὐθεῖαν καρδίαν οὐδὲν κωλύει φωτεινὴν ἅπασαν εἶναι, τοῦ ἡλίου τῆς δικαιοσύνης εἰς αὐτὴν ὁρῶντος. «Θεὸς γάρ, φησίν, εἰς τὴν καρδίαν ὁρᾷ», τὴν ἀγαθὴν δηλονότι. «Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους». Οὗ χάριν καὶ δικαιοσύνης ἥλιος ὁ Κύριος, οἶμαι, καλεῖται, διότι ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν. Ἡ γὰρ εὐθύτης εἰς ἴσον ἔρχεται τῇ δικαιοσύνῃ. Καὶ γὰρ Σολομὼν «βλέπε, φησί, λεῖα, ἵνα δικαιωθῇς», ἀντὶ τοῦ δίκαιος ἔσο. Ἐν ἰσότητι γὰρ καὶ εὐθύτητι ὁ τῆς δικαιοσύνης ἵσταται λόγος. «Ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου». «Καρδίαν καθαρὰν ἔκτισεν ἐν ἐμοὶ» καὶ ἐν αὐτῇ τὸ μέλλον ὑπέδειξεν.