Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸ ὅραμα τοῦ Ἰεζεκιήλ

Νικόλαος Καβάσιλας

Η πνευματική ανάσταση, η εν Χριστώ πολιτεία της Εκκλησίας και η τελική δοξολογία

Η έγερση των αναπλασθέντων σωμάτων ως σύμβολο απελευθέρωσης, η αποκάλυψη της ταυτότητας των οστών ως της στρατευομένης Εκκλησίας και η είσοδος στην ουράνια κληρονομία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 9 από 9

Ὁ γὰρ Κύριος συνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ, φησίν, ἐκ τῶν τεσσάρων ἀνέμων», τουτέστι πανταχόθεν. Τοῦ Πνεύματος δὲ ἐπιδημήσαντος, οὐδενὸς ἔτι δεόμεθα πρὸς τὴν μακαρίαν ζωήν. Ὅθεν ἐπάγει· «καὶ ἔζησαν καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν»· τῷ πλείστῳ μέρει τῆς γῆς καὶ τῶν γηίνων ἀπαναστάντες καὶ τοσοῦτον ψαύοντες μόνον, ὅσον ἀνάγκη, πρὸς δὲ τὸν οὐρανὸν νεύοντες ἤδη καὶ τὴν ἐνταῦθα ζωήν· τοιούτους γὰρ ἡμᾶς ὁ σωτὴρ ἐποίησε τῷ ἑαυτοῦ μέρει. Καὶ πρῶτον μὲν ὀστᾶ πολλὰ καὶ ξηρὰ ἦμεν, νῦν δὲ συναγωγή, πρὸς τὸ κυρίως ἓν ἀφομοιωθέντες καὶ τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνην ἐν ἑαυτοῖς ἔχοντες.

Ταύτας θεασάμενος τὰς εἰκόνας, ἔπειτα μυεῖταί τι βούλονται καὶ πρὸς τί φέρουσι καὶ τίνων αἰνίγματά ἐστι τὰ ἑωραμένα. Τὰ μὲν οὖν ὀστᾶ τοὺς ἀξίους τῆς κλήσεως τοῦ σωτῆρος, τὴν τῶν πιστῶν ἐκκλησίαν ᾐνίξατο· φησί «τὰ γὰρ ὀστᾶ ταῦτα, πᾶς οἶκος Ἰσραὴλ ἐστίν».

Ἰσραὴλ γὰρ ἡ τῶν χριστιανῶν Ἐκκλησία, διὰ τὸν ἀρχηγὸν τοῦ γένους. Ἰσραὴλ γὰρ ὁ Κύριος κατὰ σάρκα, καθάπερ καὶ Ἰακὼβ πατὴρ γενόμενος τῶν Ἑβραίων, μετέδωκε τῆς ἐπωνυμίας τῷ γένει. Τὸ δὲ ξηρὰ εἶναι, τὸ μηδεμίαν εἶναι σωτηρίας ἐλπίδα. Καὶ γὰρ φησί· «αὐτοὶ λέγουσι, ξηρὰ γέγονεν τὰ ὀστᾶ ἡμῶν», τουτέστι «ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν. Διὰ τοῦτο προφήτευσον καὶ εἰπὲ αὐτοῖς». «Ἰδοὺ ἀνοίγω τὰ μνήματα ὑμῶν καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν τάφων ὑμῶν, λαός μου». Ταῦτα δὲ τὴν σωτηρίαν ἔγραψε πᾶσαν. «Καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν», τὴν τῶν πραέων, ἣν ἐπηγγειλάμην καὶ «ἣν ἡτοίμασα ὑμῖν πρὸ καταβολῆς κόσμου». Τῶν ἁγίων γὰρ ἡ τοιαύτη γῆ· καὶ γὰρ κλῆρός ἐστι πατρῷος εἰς αὐτοὺς καταβαίνων.

Τοῦ Θεοῦ γάρ ἐστιν, ὃν ἐπιγράφονται πατέρα, διὰ τὸ ἐκεῖθεν εἶναι καὶ καθ’ ὁμοίωσιν ἐκείνου καὶ πλασθῆναι καὶ τηρηθῆναι. Διὰ τοῦτο καὶ κληρονομίαν αὐτὴν τῶν δικαίων ὁ Κύριος ὀνομάζει· «κληρονομήσατε γάρ, φησί, τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν». Καὶ «γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν τοῦ ἀναγαγεῖν ὑμᾶς ἐκ τῶν τάφων ὑμῶν, λαός μου». Διὰ τῆς ἀναπλάσεως γνώσεσθε ἐμὲ μόνον εἶναι δεσπότην ὑμέτερον καὶ δημιουργόν.

Τοῦ γὰρ αὐτοῦ ἐστιν ἐκ τοῦ μὴ ὄντος τε παραγαγεῖν καὶ ἀπολλυμένους ἐπανάγειν καὶ σώζειν· «ἀνάξω ὑμᾶς ἐκ τῶν τάφων ὑμῶν καὶ δώσω εἰς ὑμᾶς, φησί, τὸ πνεῦμά μου καὶ ζήσεσθε». «Ζωὴ γάρ εἰμι». «Καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν», «ὁδὸς γάρ εἰμι». «Ταῦτα ἐλάλησα καὶ ποιήσω». Καὶ γὰρ «ἐγώ εἰμι ἡ ἀλήθεια», «λέγει Κύριος, Κύριος». Αὐτὸς γάρ ἐστιν «ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή»· αὐτῷ πρέπει δόξα αἰώνιος. Ἀμήν!