Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸ ὅραμα τοῦ Ἰεζεκιήλ

Νικόλαος Καβάσιλας

Αναλυτική ερμηνεία: Το ιστορικό πλαίσιο και η εμφάνιση της θείας δόξης

Παράθεση και ερμηνεία των πρώτων στίχων του οράματος, με έμφαση στον συμβολισμό της αιχμαλωσίας, της καθόδου του Πνεύματος, της νεφέλης και του πυρός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 3 από 9

Σημασία εἰς τὴν ὅρασιν τοῦ προφήτου Ἰεζεκιήλ, ἐν ᾗ ἐπὶ τῶν τεσσάρων ζῴων ὁμοίωμα θρόνου καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου, ὁμοίωμα ὡς εἶδος ἀνθρώπου. Πᾶσα προφητεία καὶ θεωρία καὶ ὅρασις εἰκόνες ἦσαν τῆς τοῦ σωτῆρος ἐπιδημίας· καὶ πᾶσα δὲ Γραφὴ παλαιὰ πρὸς αὐτήν, καθάπερ εἰς τέλος, τὴν ἀναφορὰν ἔχει. Καὶ γὰρ διὰ μὲν τὴν σωτηρίαν τῶν ἀνθρώπων πᾶσα Γραφὴ λέγεται παρειλῆφθαι. Σωτηρία δὲ τῶν ἀνθρώπων μόνος αὐτός ἐστιν ὁ Χριστός· «ἡ γὰρ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν», ὁ Κύριος ἔφη, σωτηρίαν ἑαυτὸν ὀνομάζων. Αὐτὸς γὰρ μόνος ἔσωσε πάντας· τοὺς μὲν πρεσβυτέρους τῆς αὐτοῦ παρουσίας τῷ ἑαυτοῦ τύπῳ καὶ ταῖς εἰκόσι, τοὺς δὲ νεωτέρους, αὐτὸς παρὼν καὶ καθαίρων. «Οὐ γὰρ ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς», ἔφη τις τῶν ἐν τῷ νόμῳ ζησάντων τῷ παλαιῷ. «Καὶ εἶδον οἱ ὀφθαλμοί μου», φησὶ Συμεών, τὸν Κύριον ἰδών, «τὸ σωτήριόν σου». Καὶ ὅλως πολλαχοῦ τῆς Γραφῆς, ‘σωτήριον’ ὁ Χριστὸς καὶ ‘σωτηρία’ καλεῖται. Ἔτι δὲ «τὰς Γραφάς», φησὶν ὁ Κύριος, «ἐρευνᾶτε, ὅτι ἐν αὐταῖς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν»· ζωὴν αἰώνιον τὴν ἰδίαν ἐπίγνωσιν ὀνομάζων. «Αὕτη γάρ ἐστιν ἡ αἰώνιος ζωή», ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν, ὁ Κύριος πρὸς τὸν ἑαυτοῦ πατέρα φησίν. Ὥστε ἀπὸ τούτων ἐκεῖνο γίνεται δῆλον ὅτι πᾶσα Γραφὴ διὰ τὴν παρουσίαν τοῦ σωτῆρος ἐγράφη.

Καὶ οἱ μὲν προφῆται αὐτὸν ἐκεῖνον προὔλεγον μόνον. Καὶ τοῦτο ὁ Κύριος ἐδήλωσε. Φησὶ γὰρ «πάντες οἱ προφῆται ἕως Ἰωάννου προεφήτευσαν», ἑαυτὸν δεικνὺς ὑπόθεσιν εἶναι τῶν προφητῶν.

Ὁ δὲ νόμος καὶ ἱστορίαι καὶ παραινέσεις ἐπαίδευον μὲν τὰ τῶν ἀνθρώπων ἤθη καὶ ἀξίους ἐποίουν τῆς τοῦ σωτῆρος ὑποδοχῆς, ὑπέφαινον δὲ καί τινας εἰκόνας τῆς ἐκείνου πρὸς τοὺς ἀνθρώπους ἐπιδημίας. Αἱ δὲ τῶν προφητῶν θεωρίαι καὶ ὁράσεις τελεώτερον τὴν ἐνανθρώπησιν ἔγραψαν τοῦ Θεοῦ καὶ τὴν τῶν ἀνθρώπων πρὸς αὐτὸν διὰ τῆς πίστεως προσαγωγήν. Ὧν οὐδεμιᾶς ἥττων ἡ τοῦ Ἰεζεκιὴλ θεωρία ἐρχόμενον εἰς τοὺς ἀνθρώπους ἔδειξε τὸν σωτῆρα καὶ τὸν ὑπὲρ τοῦ εὐαγγελίου δρόμον τῶν ἀποστόλων καὶ τὴν τοῦ κηρύγματος δύναμιν, λέγω δὲ ἦν εἶδεν ἐπὶ τῆς αἰχμαλωσίας βασιλέως Ἰωακεὶμ ἐπὶ τοῦ ποταμοῦ Χοβάρ. Ἐν αὐτῇ γὰρ τὰ κατὰ τὸν σωτῆρα πάντα σχεδὸν ἐμυήθη. Δῆλον δὲ ἔσται κατὰ μέρος ἐπελθοῦσι τὰ ὁραθέντα. «Ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει ἐν τῷ τετάρτῳ μηνί, πέμπτῃ τοῦ μηνὸς καὶ ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ, καὶ ἀνεῴχθησαν οἱ οὐρανοί, καὶ εἶδον ὅρασιν Θεοῦ πέμπτῃ τοῦ μηνός. Τοῦτο τὸ ἔτος πέμπτον τῆς αἰχμαλωσίας τοῦ βασιλέως Ἰωακείμ».

Πᾶσα μὲν οὖν ἡ θεωρία τὴν οἰκονομίαν τοῦ σωτῆρος ἐδίδαξε τὸν προφήτην. Τὸ δὲ «ἐν μέσῳ τῆς αἰχμαλωσίας» ἰδεῖν, ὅτι ὁ ἐρχόμενος ἐπὶ τῷ λῦσαι τὴν αἰχμαλωσίαν ἐπεδήμησε τῶν ἀνθρώπων καὶ κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ προφήτου, «κηρῦξαι αἰχμαλώτοις ἄφεσιν». Καὶ ὁ χρόνος δὲ τῆς αἰχμαλωσίας, καθ’ ὃν ταῦτα ἑώρακεν ὁ προφήτης, ἔχει τινὰ εἰκόνα τῶν καιρῶν τοῦ σωτῆρος, καθ’ οὓς ἐπεδήμησεν, ἔτι δουλεύουσιν τοῖς ἀνθρώποις. Τὸ μὲν γὰρ «πέμπτον ἔτος ἦν», ὁ δὲ Κύριος πεντακισχιλίους ἤδη ἐνιαυτοὺς πρὸς πεντακοσίοις καὶ πέντε πόρρω τῆς πατρίδος πλανωμένους τοὺς ἀνθρώπους καὶ δουλεύοντας τῇ κακίᾳ μετ’ αὐτῶν γενόμενος ἔλυσε καὶ τὴν ἀρχαίαν αὐτοῖς ἔδωκε πόλιν. Ὥστε εἰκόνας εἶναι τὴν μὲν τῶν Ἑβραίων αἰχμαλωσίαν τῆς κοινῆς τῶν ἀνθρώπων, τὸν δὲ χρόνον τοῦ χρόνου· τὸ δὲ ὁραθέν, τοῦ σωτῆρος καὶ τῆς αὐτοῦ περὶ τοὺς ἀνθρώπους προνοίας. «Ἐπὶ τοῦ ποταμοῦ δέ», ὅτι ἐν ὕδατι τὴν ἐλευθερίαν εὕρομεν. Καὶ «ἀνεῴχθησαν δὲ οἱ οὐρανοί», ὅτι οἱ ἐν οὐρανοῖς κοινωνήσουσι τοῖς ἀνθρώποις καὶ ἄνθρωποι τῆς ἄνω κληρονομήσουσιν Ἰερουσαλήμ. Ὁ γὰρ ἐρχόμενος δι’ ἑαυτοῦ τὰς ὁδοὺς ἐγκαινίσει καὶ τὴν ἀπὸ τῶν ἀγγέλων εἰς ἡμᾶς καὶ τὴν ἐξ ἡμῶν εἰς ἐκείνους, τὴν μὲν κατελθὼν διὰ τῆς σαρκός, τὴν δὲ ἀνελθὼν αὖθις ἐν δόξῃ μετὰ τῆς προσληφθείσης σαρκός. Διὰ τοῦτο «ἁνεῴχθησαν οἱ οὐρανοὶ» ταῖς εἰκόσι τῆς τοῦ σωτῆρος ἐπιδημίας.

Τὸ γὰρ μεσότοιχον ὁ Κύριος καταλύσει καὶ οὐδὲν ἔσται μεταξὺ Θεοῦ καὶ ἡμῶν. «Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιήλ, υἱὸν Βουζῆ τὸν ἱερέα ἐν γῇ Χαλδαίων ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ ἐγένετο ἐπ’ ἐμὲ χεὶρ Κυρίου, καὶ εἶδον».

Ὁ Κύριος αὐτὸς ἑαυτὸν ὑπέδειξε τῷ προφήτῃ κατὰ τὴν ἐπαγγελίαν ἣν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν· εἰπὼν γὰρ «ὁ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου καὶ ἐγὼ ἀγαπήσω αὐτόν», ἐπήγαγε «καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν». Διὰ τοῦτό φησιν «ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιήλ· καὶ ἐγένετο ἐπ’ ἐμὲ χεὶρ Κυρίου», ἃ τὸν σωτῆρα ἐδήλουν, ὃς καὶ Λόγος ἐστὶ τοῦ πατρὸς καὶ δύναμις. Δι’ αὐτοῦ γὰρ τὰ πάντα ἐποίησε καὶ διὰ τοῦτο «χεὶρ Κυρίου» καὶ «βραχίων», καὶ «δεξιὰ» καὶ τὰ τοιαῦτα καλεῖται. »... Καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ βορρᾶ καὶ νεφέλη μεγάλη ἐπ’ αὐτὸ καὶ φέγγος κύκλῳ αὐτοῦ καὶ πῦρ ἐξαστράπτον καὶ ἐν τῷ μέσῳ αὐτοῦ, ὡς ὅρασις ἠλέκτρου ἐν μέσῳ τοῦ πυρὸς καὶ φέγγος ἐν αὐτῷ». «Πνεῦμα, φησίν, ἤρχετο» καὶ τὸ ὁρώμενον ἐκίνει ὅτι λέγεται περὶ τοῦ σωτῆρος· «τὸ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου». «Καὶ ἀπὸ βορρᾶ»· ἐκ δεξιῶν γὰρ τοῦ πατρός, ὃς ἀνατολὴ καλεῖται.

Τῆς γὰρ ἀνατολῆς τοῦ Θεοῦ καὶ πατρὸς νοουμένου πρὸς τὰς δυσμὰς βλέπειν καὶ τὰ ταπεινὰ ἐφορᾶν. Τὸ βορέον μέρος ἐκ δεξιῶν αὐτοῦ νοηθήσεται. «Καὶ νεφέλη περὶ αὐτό». Τὸ Πνεῦμα τὸ ἅγιον, ὃ διὰ τῆς νεφέλης πολλαχοῦ τῆς Γραφῆς δηλοῦται, ὃ τὴν ἁγίαν ἐκείνην σάρκα δημιουργῆσαν ἐν τῇ τῆς ἁγίας Παρθένου γαστρί, παρῆν μέν τινα χρόνον ἀφανῶς τῷ σωτῆρι ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ, παρῆν δὲ ὕστερον φανερώτερον, ὅτε καὶ ἐδόξαζεν αὐτὸν διὰ τῶν Θεῷ προσηκόντων ἔργων. Καὶ διὰ τοῦτο νῦν μὲν ὡς πνεῦμα, νῦν δὲ ὡς νεφέλη περὶ τὸ φαινόμενον ἑωρᾶτο. «Καὶ μεγάλη δὲ ἡ νεφέλη» διὰ τὴν θεότητα, ἣν καὶ τὸ φέγγος καὶ τὸ ἐξαστράπτον πῦρ ὑπεδείκνυ. «Καὶ ἐν μέσῳ αὐτοῦ τοῦ πυρός, ὃ περὶ τὴν νεφέλην, ὡς ὅρασις ἠλέκτρου», ὃ τὴν τοῦ σωτῆρος σάρκα ἐδήλου καὶ καθ’ ἑαυτὴν λαμπρὰν καὶ καθαρὰν καὶ ἀξίαν τοῦ μονογενοῦς οὖσαν. Τὸ δὲ «ἐν τῷ ἠλέκτρῳ φέγγος», ἡ ἐγκεκρυμμένη τῷ ἀνθρώπῳ θεότης. «Καὶ ἐν τῷ μέσῳ ὡς ὁμοίωμα τεσσάρων ζῴων· καὶ αὕτη ἡ ὅρασις αὐτῶν· ὁμοίωμα ἀνθρώπου ἐν αὐτοῖς καὶ τέσσαρα πρόσωπα τῷ ἑνὶ καὶ τέσσαρες πτέρυγες τῷ ἑνί. Καὶ τὰ σκέλη αὐτῶν ὀρθὰ καὶ πτερωτοὶ οἱ πόδες αὐτῶν καὶ σπινθῆρες, ὡς ἐξαστράπτων χαλκός».