Εἰ γὰρ καὶ ἀνθρώπινον ἐξέχεεν αἷμα, ἀλλὰ τῶν ἀνθρώπων οὐδενὸς ἦν, ἀλλ’ ἐμαυτοῦ, φησίν, τῆς ἐμῆς οὐσίας, ἣν ἐλθὼν εἰς γῆν ἐκτησάμην.
Καὶ διὰ τοῦτο «τῶν ἐθνῶν οὐκ ἔστι, φησίν, ἀνὴρ μετ’ ἐμοῦ».
Οὐκοῦν τοῦ σωτηρίου σώματος, ὡς μὲν ἀνθρώπου φύσεως τῶν κοινῶν ἁμαρτημάτων εἰκὸς ἦν ἀπολογίαν εἶναι τὴν τιμωρίαν, ὡς δὲ Θεοῦ καὶ τοῦ μεγέθους ἐφικέσθαι τῶν ἐγκλημάτων καὶ λύειν τὸν ἄνθρωπον τῆς εὐθύνης ἱκανὴν εἶναι. Τὸ μὲν γὰρ ἀνθρώπου τὸν Θεὸν ἀτιμάσαντος, ἀνθρώπου φύσιν ἀτιμασθῆναι δίκαιον μέν, οὐκ ἀντίρροπον δέ, τῆς τῶν προσώπων ἀνισότητος τὴν δίκην τοῖς ἐγκλήμασιν ἐξισωθῆναι μὴ συγχωρούσης· τὸ δ’ ἀνθρώπων ἠδικηκότων Θεὸν ἀνελέσθαι τὴν μέμψιν, μέγα μέν, πρὸς δὲ τὸ δίκαιον οὐδέν, οὓς ἔδει δοῦναι δίκην μὴ δεδωκότων, ὃ δὲ πρὸς τοῦτο κἀκεῖνο φέρει καὶ δι’ ἀμφοτέρων πᾶν τὸ δίκαιον σώζει φύσις ἀνθρώπου, πρόσωπον ἔχουσα τὸν Θεόν, τῷ γένει τῶν ἀνθρώπων ἀμύνει, ὁμότιμος μὲν τῷ ἠδικημένῳ ὁμοφυὴς δὲ τοῖς ἠδικηκόσιν, ἵνα τῷ μὲν ἄνθρωπος εἶναι τῇ τῶν ἀνθρώπων ἀπολογίᾳ προσήκῃ, τῷ δὲ Θεὸς εἶναι πρὸς τὴν ἀπόδοσιν δυνηθῇ, καὶ τούτων ἕνεκα τοῖς πάθεσι τοῦ Σωτῆρος ἡμεῖς σὺν οὐδενὶ πόνῳ πρὸς τοὺς ἐν οὐρανοῖς στεφάνους χωροῦμεν. Οὓς γὰρ ἀγῶνας ἔδει τῶν ἀναδημάτων τούτων ἡγεῖσθαι, τούτους ἔφθασεν αὐτὸς εἰσενεγκὼν ὁ Χριστός, ἀντὶ πάντων ἠγωνισμένος ἀνθρώπων.