Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸ πάθος τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ (Νόθος)

Νικόλαος Καβάσιλας

Οι καρποί του Πάθους, τα μυστήρια και η ανακαίνιση της κτίσης

Η καθολική σωτηρία που πηγάζει από τη θεία δικαιοσύνη, η οικειοποίησή της μέσω των ιερών μυστηρίων και η εσχατολογική μεταβολή όλης της δημιουργίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 5 από 6

Οὐ γὰρ ὅσον προκατεβάλλετο τὰς ἀλγηδόνας αὐτῷ, οὐδὲ σφοδρῶν αὐτῶν πεπείραται μόνον, ἀλλὰ καὶ θαυμαστοῦ τινος καὶ ὑπερφυοῦς ἠλλάξατο χρήματος, «τῆς προκειμένης αὐτῷ χαρᾶς». Συνορῶμεν γὰρ τὴν ὑπερβολήν, ἐνθυμηθέντες τίς ἡ τῷ Χριστῷ προκειμένη χαρά. Εἰ γὰρ τοῖς εἰς αὐτὸν πιστεύουσι μόνον οὕτω πάρεστι χαίρειν, ὥστε μηδ’ ἐξειπεῖν τὴν χαρὰν ἐξεῖναι, μηδὲ μηνῦσαι, («ἀγαλλιᾶσθε γάρ, φησί, χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ»), τίνα τὴν ὑπερβολὴν προσήκει νομίζειν ἐπὶ τῆς ψυχῆς ἐκείνης, ἣ πηγὴ τῆς καθαρᾶς ἐστιν εὐφροσύνης, ἐξ ἧς πάντες ἔλαβον «ἐκ τοῦ πληρώματος αὐτοῦ», φησὶν Ἰωάννης. Ἀντὶ ταύτης τῆς πάντα μὲν λόγον νικώσης χαρᾶς, πάντα δὲ νοῦν κάτω τιθείσης, ὁ Χριστὸς «ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας», ἵνα τοὐναντίον ἡμεῖς, ἀντὶ τῆς προκειμένης ἡμῖν ὀδύνης, εἰσελθεῖν δυνηθῶμεν εἰς τὴν ἐκείνου χαράν.

Καὶ τούτων ὑπάρχει τῶν χαρίτων οὐ μέρει τῆς οἰκουμένης, οὐδὲ τοῖς εἰς ἐκείνου μόνον, οὐδὲ τοῖς ἐξ Ἀδὰμ μέχρις ἐκείνου, ἀλλὰ τοῖς ἐξ Ἀδὰμ γενομένοις μέχρι παντός. Καὶ γὰρ ὑπὲρ ἁπάντων ἁμαρτωλῶν ἀποθνῄσκει καὶ πάσης ἁμαρτίας καὶ ἀσεβείας ἔδωκε δίκας τῆς τε ἤδη τολμηθείσης, τῆς τε τολμηθείσης ἂν τὸν ἔπειτα χρόνον καὶ πᾶσιν ἁπλῶς ἀνθρώποις ὁ Σωτὴρ ἀνοίγει τὸν οὐρανόν. Ὁ δὲ τρόπος· τοῖς μὲν ἐπὶ τῶν προτέρων γενομένοις χρόνων, κατελθὼν εἰς ᾅδου καὶ ψυχῇ ψυχαῖς συγγενόμενος καὶ συμμίξας καὶ ἑαυτὸν καταγγείλας καὶ διδάξας, ὑπὲρ ὧν καὶ τοὺς πεπιστευκότας καὶ δεξαμένους ἀπὸ τῆς πλευρᾶς ἐτέλεσε, λούσας καὶ θρέψας τῷ διπλῷ ῥοθίῳ τὰ μυστικά. Διὰ τοῦτο τῆς ψυχῆς ἐν ᾅδου γενομένης τῆς μακαρίας μετά γε ὡρῶν, οἶμαι, τριῶν οὐκ ἐλάττω χρόνον τὸ αἷμα καὶ τὸ ὕδωρ ἀπὸ τοῦ θείου σώματος ἡ γῆ δέχεται καὶ σώμασιν νεκροῖς καὶ ταῖς ἐν ᾅδου παραπέμπει ψυχαῖς «φῶς τοῖς ἐν σκότει τοῦ θανάτου καὶ σκιᾷ καθημένοις», μετὰ τὸ κήρυγμα τὴν τελετήν, μετὰ τὴν πίστιν τὸν φωτισμόν, μετὰ τὴν ἐπίγνωσιν τοῦ βασιλέως, δεξαμένοις τὰ δῶρα.

Καὶ λύει μὲν αὐτοῖς τὸ σκότος, ἀπαλλάττει δὲ τῆς κατάρας, ἀφίησι δὲ τῶν δεσμῶν (οἵ τε ἐπόθουν ἀπόντα καὶ παραγενόμενον εἰς τὴν γῆν ἰδεῖν ἐπιθύμουν καὶ οἳ φανέντι προσέδραμον), καὶ τοὺς μὲν ἐξ Ἀδὰμ μέχρις ἐκείνου τοῦτον σώζει τὸν τρόπον, τοὺς δὲ ἐπ’ ἐκεῖνον καὶ μετ’ ἐκεῖνον διὰ τῶν ἱερῶν μυστηρίων κοινωνοὺς τοῦ πάθους λαμβάνει καὶ τῆς ταφῆς.

Ἐπεὶ γὰρ οὐκ ἐξῆν ἐφ’ ἑκάστῳ τῶν ἀνθρώπων σταυροῦσθαι καὶ ὀδυνᾶσθαι, (οὐ γὰρ ἦν τεθνάναι πολλάκις) τὴν τοῦ πάθους αὐτοῦ καὶ τοῦ θανάτου δύναμιν ἐνθεὶς τῷ λουτρῷ καὶ τῷ κοινῷ δείπνῳ τούτῳ καὶ εἰωθότι, τὸ σῶμα χρῆσθαι κατὰ τῆς ἁμαρτίας ἀφῆκε. Καὶ οὐδεὶς οὕτω μείζω συγγνώμης ἐτόλμησεν, ὃς οὐ πάσης εὐθύνης εὐθὺς ἀπήλλακται.

Προσελθὼν καὶ μετὰ τῶν ἀριστέων ἔστη στέφανον ἔχων, οὕτω κοινὴν ἀνθρώποις ἅπασιν ὁ Σωτὴρ κατεσκεύασε σωτηρίαν. Καὶ τὸ ἀληθινὸν φῶς, ἡ καθαρὰ ζωή, ζωοῖ καὶ «φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον», τὸν τὴν φθορὰν καὶ τὴν ἀπάτην εἰσενεγκόντα τύραννον ἐκβαλὼν σοφώτατά τε καὶ μεγαλοπρεπέστατα. Οὐ γὰρ νόμοις ἰσχύος, οὐ γὰρ ἐχρήσατο τῇ δυνάμει, ἀλλὰ δικαιοσύνης ἀνάγκῃ τὸ τρόπαιον ἔστησε τοῦτο. Ἄνθρωπος γὰρ οὐδὲν ὀφείλων ὑπὲρ ὁμοφύλων καταδίκων ἀγωνίζεται παρελθὼν καὶ οὐ πειρᾶται λύειν τὴν μέμψιν, οὐδ’ ὡς μηδὲν ἠδικηκότα εἶναι κακῶν ἀξιοῖ, ἀλλ’ ὡς ἀξίων τὰ πάντων χαλεπώτατα ὑπομεῖναι, τὸ μὲν ἐξελέσθαι καὶ παραιτήσασθαι περὶ αὐτῶν παντάπασιν ἀπειπών, ἔπειτα τὰς κειμένας αὐτοῖς αὐτὸς ἀναδέχεται δίκας καὶ μὴ λύσας τὰ δίκαια καὶ τὴν τοὺς ὑπευθύνους καταδικάζουσαν ψῆφον τὴν τιμωρίαν μεθίστησιν ἀπὸ τῶν κατακρίτων εἰς ἑαυτόν. Καὶ τί τούτων γένοιτ’ ἂν δικαιότερον τῶν ἀγώνων;

Εἰ δὲ καὶ ἡ τοῦ Ἀδὰμ ἁμαρτία τοσοῦτον εἰκότως κατὰ παντὸς ἐδυνήθη τοῦ γένους, ὥστε δίκαις ἅπαντας ἀνθρώπους ταῖς ἐσχάταις ὑπαγαγεῖν, πόσῳ δικαιότερον ἐξέλοιτ’ ἂν ἡμᾶς ἡ τοῦ Σωτῆρος δικαιοσύνη; Τοσοῦτον οὖσα μείζων τῆς τοῦ Ἀδὰμ ἁμαρτίας καὶ δρᾶσαι δυναμένη μᾶλλον, ὅσον ὁ μὲν Ἀδὰμ οὐ τὸ πέρας αὐτὸ κατείληφε τῆς κακίας, ἡ δὲ τοῦ Σωτῆρος δικαιοσύνη πάντας ὑπερέβη τοὺς ὅρους. Καὶ Χριστὸς μὲν ἐπλήρωσε πᾶσαν δικαιοσύνην, Ἀδὰμ δὲ οὐ κατὰ πάντων ἔστη τῶν νόμων. Καὶ τὸν μὲν ἀμεῖψαι τὴν γνώμην οἷόν τε ἦν καὶ τὴν κακίαν ἰάσιμος ἦν, τὸν δὲ Χριστὸν ἀδύνατον ἦν τοῦ δέοντος ἁμαρτεῖν.

Ἄλλωστε οὐδὲ τῶν ἀνθρώπων εἷς ἀλλ’ ἀνθρώπου φύσις ἀναιρεῖται τὸν ὑπὲρ τῆς φύσεως ἆθλον. Εὔλογον δὲ τὸ κοινὸν ὑπὲρ τοῦ κοινοῦ. Οὐ γὰρ τῶν ἀνθρώπων ὁ τοῦ Θεοῦ μονογενὴς ᾤκησεν ἕνα, ἀλλ’ ἀνθρώπου φύσιν τῇ ἑαυτοῦ περιέθηκεν ὑποστάσει, ὥστε διπλοῦς μὲν εἶναι τῇ φύσει, τῇ ὑποστάσει δὲ μὴ προσθεῖναι, ἀλλ’ εἷς αὐτὸς εἶναι μηδὲν ἧττον ἢ πρὶν εἰς τὴν φύσιν καταβῆναι τὴν ἡμετέραν καὶ μόνος περὶ τῆς ἀνθρωπότητος ἠγωνίσθαι, μηδενὶ χρησάμενος τῶν ἀνθρώπων.

Ὅθεν καὶ τῶν ἀγγέλων μετὰ τὸν σταυρὸν αὐτῷ περὶ τοῦ πάθους ἐντυγχανόντων καὶ τὴν ἀναβολὴν πυνθανομένων ὅτι ἐστὶν ἐρυθρά, «ληνὸν ἐπάτησα», ὅπερ ἐστὶν αἷμα ἐξέχεα (τὸ γὰρ αἷμα ἡμῖν ὡς οἶνον ἔδωκε πίνειν), καὶ τοῦτο μονώτατος εἰργασάμην· οὐ γὰρ ἑτέρωθεν ἀλλ’ ἐξ ἐμαυτοῦ. Τοῖς μὲν γὰρ ἱερεῦσι θυομένοις οὐκ ἂν ἀρκέσαιεν πρὸς τὴν θυσίαν αἱ χεῖρες, ἀλλὰ δεῖ καὶ τοῦ προβάτου τοῦ δυναμένου τὸ αἷμα προενεγκεῖν· αὕτη δὲ ἡ θυσία τοῦ Σωτῆρος ἔργον ἐγένετο μόνου.

Εἰ γὰρ καὶ ἀνθρώπινον ἐξέχεεν αἷμα, ἀλλὰ τῶν ἀνθρώπων οὐδενὸς ἦν, ἀλλ’ ἐμαυτοῦ, φησίν, τῆς ἐμῆς οὐσίας, ἣν ἐλθὼν εἰς γῆν ἐκτησάμην. Καὶ διὰ τοῦτο «τῶν ἐθνῶν οὐκ ἔστι, φησίν, ἀνὴρ μετ’ ἐμοῦ». Οὐκοῦν τοῦ σωτηρίου σώματος, ὡς μὲν ἀνθρώπου φύσεως τῶν κοινῶν ἁμαρτημάτων εἰκὸς ἦν ἀπολογίαν εἶναι τὴν τιμωρίαν, ὡς δὲ Θεοῦ καὶ τοῦ μεγέθους ἐφικέσθαι τῶν ἐγκλημάτων καὶ λύειν τὸν ἄνθρωπον τῆς εὐθύνης ἱκανὴν εἶναι. Τὸ μὲν γὰρ ἀνθρώπου τὸν Θεὸν ἀτιμάσαντος, ἀνθρώπου φύσιν ἀτιμασθῆναι δίκαιον μέν, οὐκ ἀντίρροπον δέ, τῆς τῶν προσώπων ἀνισότητος τὴν δίκην τοῖς ἐγκλήμασιν ἐξισωθῆναι μὴ συγχωρούσης· τὸ δ’ ἀνθρώπων ἠδικηκότων Θεὸν ἀνελέσθαι τὴν μέμψιν, μέγα μέν, πρὸς δὲ τὸ δίκαιον οὐδέν, οὓς ἔδει δοῦναι δίκην μὴ δεδωκότων, ὃ δὲ πρὸς τοῦτο κἀκεῖνο φέρει καὶ δι’ ἀμφοτέρων πᾶν τὸ δίκαιον σώζει φύσις ἀνθρώπου, πρόσωπον ἔχουσα τὸν Θεόν, τῷ γένει τῶν ἀνθρώπων ἀμύνει, ὁμότιμος μὲν τῷ ἠδικημένῳ ὁμοφυὴς δὲ τοῖς ἠδικηκόσιν, ἵνα τῷ μὲν ἄνθρωπος εἶναι τῇ τῶν ἀνθρώπων ἀπολογίᾳ προσήκῃ, τῷ δὲ Θεὸς εἶναι πρὸς τὴν ἀπόδοσιν δυνηθῇ, καὶ τούτων ἕνεκα τοῖς πάθεσι τοῦ Σωτῆρος ἡμεῖς σὺν οὐδενὶ πόνῳ πρὸς τοὺς ἐν οὐρανοῖς στεφάνους χωροῦμεν. Οὓς γὰρ ἀγῶνας ἔδει τῶν ἀναδημάτων τούτων ἡγεῖσθαι, τούτους ἔφθασεν αὐτὸς εἰσενεγκὼν ὁ Χριστός, ἀντὶ πάντων ἠγωνισμένος ἀνθρώπων.

Καὶ ἀδελφὸς μὲν οὐ λυτροῦται· οὐδ’ ἔνεστιν ἀδελφῷ τὴν τοῦ ἀδελφοῦ δικαιοσύνην ἀρκέσαι, οὐδὲ πατὴρ ἀγαθὸς παισὶν ῥαθύμοις τὸν τρόπον τοῦτον γένοιτ’ ἂν ἐν καιρῷ· οἱ δὲ τοῦ Σωτῆρος ἱδρῶτες ἀκριβῶς ἡμέτεροι, ὥστε μηδὲν ἀμείνω πεποιηκότες (ἐκεῖνον οὐ γὰρ ἐδεῖτο), τὴν ἁπασῶν μεγίστην εὐδοκίμησιν ἡμῖν παρέσχον εὐδοκιμεῖν. Οἱ μὲν γὰρ συγγενεῖς ἀλλήλοις, ὁ δὲ Σωτὴρ τοῖς τὰ αὐτοῦ τετελεσμένοις ἄλλος αὐτός. Καὶ γὰρ καὶ σῶμα καὶ αἷμα καὶ πνεῦμα καὶ πάντα ταῦτα κοινά. Καὶ γὰρ «ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι», καὶ «μέλη Χριστοῦ», φησί, τοῖς μεμυημένοις τὰ μέλη.

Καὶ τοίνυν, εἰ μὲν κατὰ τὸν παλαιὸν ἄνθρωπον ἀγωνίζεσθαι δεῖ, καὶ οὗτος ἐπὶ τοῦ βαπτίσματος ἀπεπνίγη, εἰ δὲ καθ’ ὃν ἄρτι ζῶσιν οἱ μεμυημένοι, τὸν νέον, καὶ οὗτός ἐστιν ὃς ἠγώνισται ἤδη καὶ τοὺς μυρίους ἤνεγκε πόνους. Ὅθεν οἷς μὲν συνέβη μετὰ τὸ λουτρὸν εὐθὺς ἀπελθεῖν πρὸς τὴν ἀποκειμένην εὐδαιμονίαν οὐδενὸς ἐδέησε πόνου, τοῦ παλαιοῦ κόμματος οὐδὲν ἐπιφερομένοις, οἳ δὲ μετὰ τὸ λουτρὸν ἔζησαν τὴν βασιλείαν τῶν οὐρανῶν, πολλῶν ὠνήσαντο πόνων ὅτι μὴ τὸν ἀριστέα μόνον καθαρῶς εἶχον, οὐδὲ τῷ νικητῇ μόνῳ προσέσχον, ἀλλὰ καὶ τὸν ἡττημένον καὶ τὸν ὑπεύθυνον ἐπεισήγαγον. Οὕτω μετὰ παντὸς τοῦ δικαίου τοῖς πόνοις τοῦ Σωτῆρος ὡς οἰκείοις εὐδοκιμοῦμεν, ὅς γε τῷ αὐτῷ χρώμενος κανόνι καὶ νόμῳ, καθάπερ δι’ ἑαυτὸν ἡμᾶς, οὕτω δι’ ἡμᾶς καὶ πᾶσαν τὴν κτίσιν, τὸν ὁρώμενον τουτονὶ κόσμον, ἄφθαρτον ἐπὶ τοῦ μέλλοντος ἀναδείξει, ἵν’ ἡμῖν ἐπὶ τῆς βασιλείας ἐκείνης συνεορτάσῃ καὶ κοινωνὸς γένηται τῆς λαμπρότητος.

Καὶ καθάπερ βασιλεῖ γάμους τῷ παιδὶ ποιουμένῳ κοσμεῖν, οὐ τὸν νυμφίον ἔπεισι μόνον ἀλλὰ καὶ τὴν οἰκίαν αὐτήν, καὶ οὐ ταύτην μόνην ἀλλὰ καὶ τὴν πόλιν ἅπασαν, οἷς ἔξεστιν ἐργάζεται καλλίω καὶ λαμπροτέραν, τὸν ἴσον τρόπον καὶ ὁ κοινὸς ἁπάντων δεσπότης εἰς τὴν κληρονομίαν τῆς αὐτοῦ βασιλείας εἰσάγων τὸν ἄνθρωπον καὶ τὴν μεγάλην ταύτην οἰκίαν, τὸν κόσμον, φαιδρότερον ἀποδείκνυσι καὶ καλλίω. Καὶ γὰρ «ἐλευθερωθήσεται, φησίν, ἡ κτίσις τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ».

Καὶ ἐπεὶ τούτων ἁπάντων ὁ τοῦ Χριστοῦ θάνατος αἴτιος ἦν, διὰ τοῦτο τοῦ Σωτῆρος ἐπὶ τοῦ σταυροῦ σφαττομένου, πᾶσα ἡ κτίσις ἐσείσθη καὶ ἠλλοιώθη, τὴν ἀλλοίωσιν τὴν τελευταίαν αἰνιττομένη. Καὶ ἥλιος μὲν ἀναστρέψας τὴν ἀκτῖνα, πάλιν καθῆκε μετὰ τρεῖς ἀναλάμψας ὥρας, ἵνα καὶ τὴν δύσιν τοῦ τῆς δικαιοσύνης ἡλίου καὶ τὴν ἀνατολὴν προκηρύξῃ μετὰ τρεῖς ἡμέρας ἐγειρομένου. Καὶ γῆ σείεται ἀπὸ φθορᾶς ἐπὶ τὴν ἀφθαρσίαν ἐπειγομένη καὶ πέτραι ῥήγνυνται, σύστασιν καλλίω ζητοῦσαι καὶ νεκροὶ τῶν τάφων ἀποπηδῶσιν, ὡς ἤδη τοῦ θανάτου καταλυθέντος, καὶ «τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω», τῶν ἁγίων ἀνεῳγότων, «ὅπου πρόδρομος μὲν ὑπὲρ ἡμῶν εἰσῆλθεν Χριστός», ἑπομένους δὴ καὶ ἡμᾶς ὁ μέλλων ὄψεται βίος.