Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸ πάθος τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ (Νόθος)

Νικόλαος Καβάσιλας

Επίλογος: Τα παράδοξα της θείας οικονομίας και τελική δοξολογία

Συμπερασματική αναφορά στα παράδοξα του σταυρικού θανάτου, τη διαρκή μεσιτεία του Σωτήρος μέσω των τραυμάτων Του και καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 6 από 6

Οἱ πρὸς τὴν ἀπόρρητον καὶ ξένην ἐπιστραφέντες φιλανθρωπίαν, τὸν κοινὸν ᾐδέσθησαν εὐεργέτην, ὃς καὶ πάντα δύναται καὶ περὶ τῶν δούλων ἀγωνιᾷ καὶ τὰ μέγιστα τῶν ἀγαθῶν ἡμᾶς ἐργάζεται καὶ σαρκὸς ἀσθενείᾳ ταῦτα ποιεῖ, τὸν προδιδόμενον Σωτῆρα, τὸν λύοντα δεσμώτην, τὸν πιπρασκόμενον δεσπότην, τὸν ἀπὸ τῆς σφαγῆς ἀριστέα, τὸν ἐπὶ τοῦ σταυροῦ νικηφόρον, τὸν ἀπὸ τοῦ τάφου ζωοδότην, σῶμα Θεοῦ πληγαῖς εἶκον, αἷμα Θεοῦ χεόμενον, Θεὸν ἀποθνῄσκοντα, νεκρὸν ἀνθρώπου τὴν γῆν σείοντα καὶ ἡλίῳ τὴν ἀκτῖνα σβεννύντα καὶ σελήνῃ δρόμους ἀμείβοντα καὶ ζωὴν νεκροῖς ἐπανάγοντα, ἐν λύπαις τὴν ἀληθινὴν χαράν, ἐν ἀλγηδόσιν τὴν καθαρὰν εὐφροσύνην, ἐν γεύσει χολῆς τὸ νέκταρ, τὸν πάντα κοσμοῦντα γυμνόν, τὸν ζωὴν ἐντιθέντα πᾶσιν νεκρόν, τὸν ἐν ᾅδου Θεόν, τὸν ὑπὲρ τὸν οὐρανὸν ἄνθρωπον, ὃς ἐν ἀθανάτῳ σώματι, τὰ τῶν πληγῶν ὑπέδειξεν ἴχνη, λογίζεσθαι παρέχων, ὅπως ἐφίλησε τὴν ὑπὲρ τῶν δούλων σφαγήν. Καὶ τὸν Θωμᾶν ἐντεῦθεν ἐπάγεται καὶ τοὺς ἀγγέλους ἐκπλήττει καὶ τὴν φιλανθρωπίαν ἐκφαίνει καὶ τὴν σοφίαν ὅση διδάσκει. Καὶ τί γὰρ περὶ τῶν πληγῶν τούτων πυνθανόμενον μὲν τὸν πατέρα, τὸν δὲ υἱὸν ἀποκρινόμενον ὁ Ζαχαρίας εἰσάγων· «Καὶ εἶπε, φησὶ Κύριος, τί αἱ πληγαὶ αὗται ἀναμέσον τῶν χειρῶν σου;

Καὶ ἐρεῖ, ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου», ἢ τοῦτο σημαίνων ἐκ τοῦ πατρὸς διὰ τοῦ μονογενοῦς τὸ βάθος ἀποκεκαλύφθαι τοῦ μυστηρίου, «ἵνα γνωσθῇ», φησὶ Παῦλος, «ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις». Μετὰ τούτων τῷ πατρὶ φαινόμενος τῶν πληγῶν, παράκλητός ἐστι πρὸς αὐτὸν ὑπὲρ ἡμῶν δι’ αἰῶνος, καὶ δυσωπεῖ τὸν πατέρα τὰ τοῦ μονογενοῦς τραύματα, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.