Ἔργον
Νικόλαος Καβάσιλας – Εἰς τὸ πάθος τοῦ σωτῆρος (Νόθος)
Τα πάθη, ο εμπαιγμός και η Σταύρωση
Η κακοποίηση και ο χλευασμός του Ιησού στο πραιτώριο, η άνοδος στον Γολγοθά και η οδύνη της δημιουργίας μπροστά στη σταύρωση του Θεού Λόγου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Τα πάθη, ο εμπαιγμός και η Σταύρωση
Η κακοποίηση και ο χλευασμός του Ιησού στο πραιτώριο, η άνοδος στον Γολγοθά και η οδύνη της δημιουργίας μπροστά στη σταύρωση του Θεού Λόγου.
Ὢ τῆς ἀνίας, ὢ τῆς κουφότητος! μᾶλλον δὲ κᾀκεῖνα ψυχῆς ἦσαν δειλίας καὶ πονηρᾶς καὶ ταῦτα γνώμης ἀκολάστου καὶ τολμηρᾶς. «Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον, συνήγειρον ἐπ’ αὐτὸν ὅλην τὴν σπεῖραν· καὶ ἐκδύσαντες αὐτὸν τὰ ἱμάτια αὐτοῦ, περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον λέγοντες· χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων». Τὸ στρατιωτικὸν τοῦτό φασιν καὶ ἄλλως ἀκόλαστόν τε καὶ δύστροπον, ἀλλὰ τότε μᾶλλον γίνεται χεῖρον, ὅταν καὶ καιρὸν λάβῃ καὶ χώραν τοῦ κακουργεῖν· εἰ δὲ καὶ πρὸς ἀργύριόν τι ποιεῖ ἃ πρὸς χάριν τινῶν, βαβαὶ τῆς πονηρίας, ἀκρατέστατον πάνυ καὶ μανιῶδες. Τοιούτους εὑρίσκομεν καὶ τοὺς δεσπότας καὶ τούτους δημίους· οὐκ ἀρκοῦνται τῷ ὁρισθέντι θανάτῳ, οὐ τιμωρίαις ὁρίσαι, ἀλλ’ ἐμπαροινοῦσι πρότερον καὶ ὑβρίζουσι καὶ ἐπάγονται τῷ δεσπότῃ πικρῶς· ποιοῦνται δὲ τὰς ὕβρεις ποικίλας καὶ διαφόρους.
Τὴν γὰρ θείαν ἐκείνην ἀρετήν, ποτὲ μὲν ἐκολάφιζον ἀπηνῶς, ποτὲ δὲ τῷ καλάμῳ ἔτυπτον, ποτὲ δὲ τῷ στεφάνῳ τῷ ἀκανθίνῳ ὕβριζον, ἄνδρες ἐναγεῖς τε καὶ μιαροί· οὐχ ἡ κεφαλὴ δὲ μόνη, ἀλλὰ καὶ ἅπαν τὸ σῶμα ὅλον διόλου ὑβρίζετο· τὸ πρόσωπον ἐμπτυόμενον, αἱ σιαγόνες ῥαπιζόμεναι, τὸ σῶμα ὅλον ταῖς μάστιξι, τῇ προβολῇ τῆς χλανίδος, τῇ προσποιητῇ προσκυνήσει, αἱ χεῖρες τῇ καλάμῃ, ἣν ἔδωκαν ἀντὶ σκήπτρου κατέχειν· τὸ στόμα τῇ τοῦ ὄξους προσκομιδῇ, τὰ ὦτα ταῖς δυσφημίαις· ἁπλῶς εἰπεῖν, οὐδὲν τῶν ἁπαλῶν ἐκείνων μελῶν ἀνύβριστον ἔμεινεν. Ὅπως γὰρ δεδιότες μὴ δόξωσι καταλιπεῖν τι τῶν χειρίστων ἀτόλμητον, οὕτως ἅπαντα πράττουσιν.
Τελέσαντες δὲ πᾶν εἶδος παροινίας καὶ ὕβρεως καὶ μηδὲν τῶν χειρίστων ὀκνήσαντες, οὕτως ἀνάγουσιν ἐπὶ τὸν σταυρόν. Ὢ ψυχῶν μιαρῶν, ὢ τόμης ἀπανθρώπου, ὢ πράξεως ἐξαγίστου, ὢ καινοτάτου πάντων ἀκούσματος καὶ θεάματος· Θεὸς ἐν σταυρῷ, Θεὸς ἐπὶ ξύλου γυμνός, Θεὸς ἐν μέσῃ τῇ οἰκουμένῃ, ὡς ἐν μέσῳ θεάτρῳ ὑπὲρ ἀνθρώπων ἀγωνιζόμενος, ὑπ’ ἀνθρώπων θανατούμενος καὶ σφαττόμενος.
Τίς εἶδε; τίς ἤκουσεν τοιοῦτον ἄκουσμά τε καὶ θέαμα; μᾶλλον δὲ τίς ὄψις ἤνεγκέ ποτε; τίς ἐχώρησεν ἀκοή; ποῖος ἐδέξατο λογισμός; Καὶ ἡ μὲν κτίσις τὴν θέαν οὐκ ἤνεγκεν, ἀλλὰ στυγνάζει πᾶσα καὶ κατηφείας πληροῦται· καὶ ἥλιος μὲν τὴν ἀκτῖνα κρύπτει, γῆ δὲ κυμαίνεται σειομένη, πέτραι ῥήγνυνται, νεκροὶ ἀνίστανται, στοιχεῖα κλονεῖται· σκότος τοῦ παντὸς ἄπειρον καταχεῖται· τὰ πάντα συμπάσχει πάσχοντι τῷ δημιουργῷ. Ἄνθρωποι δέ, ὑπὲρ ὧν ἅπας ἀγὼν καὶ πᾶσα γέγονεν οἰκονομία καὶ πρᾶξις, κατὰ τοῦ ἰδίου μαίνονται δεσπότου καὶ εὐεργέτου καὶ λυττῶσι καὶ ἑαυτοὺς ἀγνοοῦσι καὶ τῶν χειρίστων εἰσὶν αὐτουργοί. Σταυρῷ προσηλοῦσιν, ἥλοις τὰς χεῖρας διαπερονήσαντες καὶ τοὺς πόδας, λόγχῃ διορύττουσι τὴν πλευράν, χολὴν σὺν ὄξει ποτίζουσι, τἄλλ’ ἅπαντα τολμῶσιν ἀνυπερθέτως.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.