Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸ πάθος τοῦ σωτῆρος (Νόθος)

Νικόλαος Καβάσιλας

Η υπεροχή της αγάπης και η μίμηση των αρετών

Η ανωτερότητα της εντολής της αγάπης έναντι των άλλων χαρισμάτων, η έμπρακτη εφαρμογή των αρετών και το πρότυπο της ταπείνωσης, της ακτημοσύνης και της θυσίας του Σωτήρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 5 από 6

Οὐδὲν τοίνυν μέγα παρ’ ἡμῶν, ὡς ἔφην, αἰτεῖ· οὐδὲν σκληρόν, οὐδὲν ἐπαχθές, οὐδὲν βίαιον, ἀλλ’ ἢ μόνον ἀγάπην πρὸς αὐτόν τε καὶ τὸν πλησίον· ἀγάπην, ἣν πρῶτος αὐτὸς ἠγάπησεν ἡμᾶς, καὶ οὕτω σφοδρῶς, ὡς καὶ ἑαυτὸν ὑπὲρ ἡμῶν ἐπιδοῦναι. Ὃ δὴ καὶ Παῦλος ἐκπληττόμενος καὶ δηλῶν ἡμῖν «περιπατεῖτε ἐν ἀγάπῃ, φησί, καθὰ καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν τῷ Θεῷ καὶ πατρὶ εἰς ὀσμὴν εὐωδίας». Ἕν τι τοίνυν καὶ ἡμεῖς ὀφείλομεν· ἀγαπᾶν ἀλλήλους, μιμούμενοι τὸν ἡμέτερον δεσπότην· καὶ ὑπὲρ ἀλλήλων εἰδότες τιθέναι καὶ τὰς ψυχὰς καὶ σπεύδειν παντὶ τρόπῳ θεραπεύειν τοὺς ὁμοδούλους καὶ ἀδελφούς, πάντα καὶ λέγοντες καὶ ποιοῦντες ὑπὲρ τῆς τούτων οἰκοδομῆς καὶ ὠφελείας καὶ βοηθείας. Ἡ γὰρ πρὸς τούτους εὔνοια καὶ χρηστότης ἡμῶν πρὸς αὐτὸν ἀναβαίνειν εἴωθεν τὸν δεσπότην. Φιλάνθρωπος γὰρ ὤν, τὰ ἡμέτερα οἰκειοῦται πάντα καὶ ἑαυτοῦ λογίζεται. Καὶ ἄλλως δέ, ὅπου κατὰ Θεὸν ἀγάπη, ἐκεῖ πᾶς ὁ κύκλος τῶν ἀρετῶν ἐπακολουθεῖ· χρηστότης, μακροθυμία, πραότης, ἀνεξικακία, μετάδοσις, ἐλεημοσύνη, συμπάθεια, τἄλλα. Τὸν γὰρ ἀγαπώμενον πάντως καὶ ἐλεήσῃ· καὶ μεταδόσῃ δεομένῳ καὶ πάσχοντι συναλγήσῃ καὶ παραστήσεται κινδυνεύοντι καὶ χεῖρα ὀρέξῃ κειμένῳ. Καὶ ὅλως χρηστὸς αὐτὸς φανεῖται καὶ συμπαθὴς καὶ φίλος.

Ὅπου τελεία ἀγάπη, ἐκεῖθεν ἀπελήλαται πάντα τὰ τοῦ πονηροῦ γεννήματα· φθόνος, φόνος, μῖσος, ἀδικία, πλεονεξία, ὕβρις, λοιδορία, καταλαλιά, ψεῦδος, ἐπιορκία.

Πάντα τὰ χείριστα οἴχεται γὰρ ὡς πορρωτάτω, διωκόμενά τε καὶ φεύγοντα ὡς ὑπὸ καπνοῦ σμῆνος, ἢ φωτὸς σκότος, ἢ μᾶλλον εἰπεῖν, ὥσπερ πρωϊνὴ διαλύεται καὶ ἀφανίζεται δρόσος, ἀναλάμψαντος τοῦ ἡλίου, οὕτω δὴ καὶ ταῦτα, φανέντος τοῦ φωτὸς τῆς μακαρίας ἀγάπης.

Τίς γὰρ ὃν ἀγαπᾷ, μισήσει ποτέ; Τίς φθονήσει; τίς ἀδικήσει; τίς πλεονεκτήσει; τίς ὑβρίσει; τίς λοιδορήσει; ἢ ὅλως ἐθελήσει κακόν τι δρᾶσαι τὸν ἀγαπώμενον; οὐδὲ εἷς· τοὐναντίον μὲν οὖν καὶ ὑπ’ ἄλλων ταῦτα πάσχοντα, παραστάς, ῥύσεται ὁ κατὰ Θεὸν ἀγαπῶν· κἂν δέῃ καὶ κινδυνεῦσαι ὑπὲρ τοῦ ἀγαπωμένου, οὐδὲ τοῦτο παραιτήσεται.

Ὥστε ὁ τὴν ἀγάπην ἔχων, πάσης τέ ἐστι κακίας ἐλεύθερος καὶ πάσας ἐν ἑαυτῇ περιφέρει τὰς ἀρετάς, ὥσπέρ τινα χρυσῆν ὄντως σειρὰν ἀλλήλων ἐχομέναις καὶ ἑπομέναις τῇ πρεσβυτέρᾳ σφῶν ἀδελφῇ. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος ἐμφιλοχωρῶν τοῖς ἐγκωμίοις αὐτῆς, «ἡ ἀγάπη, φησί, μακροθυμεῖ, χρηστεύεται· οὐ ζηλοῖ· οὐ περπερεύεται· οὐ φυσιοῦται· οὐκ ἀσχημονεῖ· οὐ παροξύνεται· οὐ ζητεῖ τὰ ἑαυτῆς· οὐ λογίζεται τὸ κακόν· οὐ χαίρει τῇ ἀδικίᾳ, χαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει· πάντα πιστεύει· πάντα ἐλπίζει· πάντα ὑπομένει· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει».

Ὁρᾶτε ὅπως μείζων ἐστὶ καὶ περιεκτικὴ πασῶν ἀρετῶν ἡ ἀγάπη, Καίτοι, τί τοῦτο φημί; αὐτῶν τῶν ἀγγελικῶν γλωσσῶν, τῶν μυστηρίων, τῶν χαρισμάτων, τῶν ἀποκαλύψεων, τῆς μαρτυρίας, τῆς γνώσεως, τῆς προφητείας, αὐτῆς τῆς πίστεως, μείζων ἐστὶ καὶ ὑπέρκειται πολλῷ τινι καὶ ἀπείρῳ τῷ μέσῳ. Καὶ τοῦτο πάλιν ὁ αὐτὸς Παῦλος δηλῶν, «ἐὰν ταῖς γλώσσαις, φησί, τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον· καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ πάντα τὰ μυστήρια καὶ πᾶσαν τὴν γνῶσιν· καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν εἰμί· καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου καὶ παραδῶ τὸ σῶμά μου ἵνα καυθῇ, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι».

Ἀλλ’ ἡ ἀγάπη, ὅτι πάντα τὰ ἄλλα, φησί, «καταργοῦνται, εἴτε προφητεῖαι, εἴτε χαρίσματα, εἴτε γένη γλωσσῶν, εἴτε μυστήρια, εἴτε ἄλλο τι, μένει δὴ τρία ταῦτα· πίστις, ἐλπίς, ἀγάπη· μείζων δὲ πάντων ἡ ἀγάπη». Καὶ ὁ τρόπος; ὅτι πάντων τῶν ἄλλων καταργουμένων καὶ περιῃρημένων, ἡ ἀγάπη μένει, συνάπτουσα καὶ συνδέουσα τῷ Θεῷ τοὺς δικαίους. Ὢ μεγίστου πάντων καὶ πράγματος καὶ ὀνόματος, ὢ πασῶν ἐξῃρημένης ἀρετῆς· οὐδὲν ἄλλο ἢ θεοὺς ἐργαζομένη τοὺς ἔχοντας, ὄντως κεφαλὴ νόμου καὶ προφητῶν ἡ μακαρία ἀγάπη. Ταύτην τοίνυν κτησώμεθα καὶ ἡμεῖς ἀδελφοὶ μετὰ πολλῆς τῆς προθυμίας καὶ τῆς σπουδῆς· ταύτην ἀσπασώμεθα ὅλῃ καρδίᾳ καὶ γνώμῃ καὶ καθαρὰν ἐν ταῖς ψυχαῖς ὥσπερ ἄγαλμα περιφέρωμεν. Καὶ μὴ λόγοις μόνον ἀλλὰ καὶ ἔργοις αὐτὴν μετίωμεν· οὐ ταύτην δὲ μόνον, ἀλλὰ καὶ πάσας τὰς ἄλλας ἀρετάς, τὰς ἑπομένας αὐτῇ.

Ἐπεὶ οὐδὲν ὄφελος ἀπὸ τῶν λόγων, τῶν ἔργων οὐκ ὄντων, διὰ τοῦτο γὰρ καὶ ὁ δεσπότης ἡμῶν πάντα ὅσα λόγοις καὶ παραινέσεσιν ὠφέλησεν ἡμᾶς καὶ διὰ τῶν ἔργων ἐπλήρωσεν, πρῶτος αὐτὸς εἰς ἑαυτὸν ἀναδεξάμενος πάντα. Διὸ καὶ ἔλεγεν· «ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν, ἵνα καὶ ὑμεῖς ὁμοίως ποιῆτε». Ἐπεὶ οὐ δι’ ἑαυτὸν ταῦτα ἔπραττε, (τίς γὰρ χρεία τούτων αὐτῷ;) ἀλλὰ δι’ ἡμᾶς καὶ τὴν ἡμετέραν ὠφέλειαν, σκοπῶμεν δέ, ἐκέλευσεν, ἀνεξικάκους εἶναι καὶ μὴ ὀργίζεσθαι τῷ κακόν τι πεποιηκότι. Τοῦτο διὰ τῶν ἔργων δείκνυσι πρῶτος αὐτός. Παίσαντος γὰρ αὐτὸν ἐπὶ κόρρης τοῦ ἀγνώμονος ἐκείνου δούλου καὶ μιαροῦ, οὐ πρὸς ὀργὴν ἐξήχθη, οὐδὲ ἐζήτησεν ὅπως ἀμύνηται τὸν ἀδικοῦντα, ἀλλὰ ὡσανεὶ φίλος πρὸς φίλον περὶ τῆς πληγῆς αὐτῷ διαλέγεται καὶ φησίν· «εἰ μὲν κακῶς ἐλάλησα μαρτύρησον περὶ τοῦ κακοῦ, εἰ δὲ καλῶς, τί μὲ δέρεις;». Ἐδίδαξε περὶ ταπεινώσεως εἰπὼν «μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι» καὶ «οἱ ταπεινοὶ τῇ καρδίᾳ». «Ἐζώσατο λέντιον καὶ ἔνιψε τοὺς πόδας τῶν μαθητῶν». Εἶπεν· «αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ», τοὺς περὶ ἀκτημοσύνης λόγους εἰσάγων ἡμῖν.

Οὐκ εἶχεν οἰκίαν οὐδαμοῦ, οὐ στέγην, οὐ καταγώγιον, οὐ κατάλυμα ἴδιον, οὐ καλύβην, τὸ εὐτελέστερον· ἀλλ’ ὅπου περ ἂν ὁ τῆς ἑσπέρας καιρὸς αὐτὸν κατελάμβανεν, ἐνταῦθα κατέλυε· καὶ τἄλλα ὡσαύτως. Τέλος, εἶπεν· «ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι». Κελεύων καὶ μέχρι θανάτου κινδυνεύειν ἐθέλειν ἡμᾶς ὑπὲρ τοῦ καλοῦ καὶ τῆς ἀρετῆς, ἐπλήρωσε τὸν αὐτοῦ νόμον πρῶτος αὐτός, «μαρτυρήσας ἐπὶ Ποντίου Πιλάτου» τῇ ἀληθείᾳ καὶ «τὴν καλὴν ὁμολογίαν» ὁμολογήσας ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ καὶ πατρὸς καὶ πληγὰς ἐνεγκὼν καὶ ἀποθανὼν ἐπὶ τοῦ σταυροῦ καὶ θάνατον τὸν ἐπονείδιστον καὶ βιαιότατον πάντων, ὃν πόρρωθεν Ἠσαΐας προφητικοῖς ἰδὼν ὀφθαλμοῖς, ἀδακρυτὶ τὸν Θεὸν οὐκ ἤνεγκεν. Ἀλλὰ καὶ οὗτος, ὡς ἐπὶ νεκρῷ μονῳδῶν, τὴν ἐλέους γέμουσαν ἐκείνην ἀφῆκε φωνήν· «καὶ εἴδομεν αὐτόν, φησί, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον τὸ εἶδος αὐτοῦ παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων».

Τί τῆς συμπαθείας ταύτης καὶ τῶν θρήνων συμπαθέστερον γένοιτ’ ἄν; Τί τούτου τοῦ ἐλέους ἐλεεινότερον; μᾶλλον δὲ τί τῆς ἀγάπης ἴσον, ἥτις ἐκίνησε τὸν σωτῆρα καὶ δημιουργὸν καὶ δεσπότην τοιαῦτα παθεῖν ὑπὲρ τῶν ἀγνωμόνων, τῶν πονηρῶν, τῶν ἐναγῶν δούλων ἡμῶν; Διὸ καὶ ἔλεγε «μείζονα ταύτης ἀγάπην οὐκ ἔχει τις, πλὴν ἵνα θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν φίλων αὐτοῦ». Ἡμεῖς οὐκ ἦμεν φίλοι τὸ τηνικαῦτα, ἀλλ’ ἐχθροὶ μιαροὶ καὶ ἀπηχθημένοι. Καὶ ταῦτα πάντα φιλανθρώπως ὑπέμεινε δι’ ἡμᾶς, σπλάγχνοις ἰδίοις κινούμενος, καὶ τὸ ἴδιον αἷμα ἐξέχεεν ἐπὶ τοῦ σταυροῦ καὶ λύτρον ἔδωκε καὶ κατήλλαξε τῷ Θεῷ καὶ πατρὶ διὰ τὴν ἁμαρτίαν ἐκπεπολεμωμένους.