Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸν ἅγιον Ἀνδρέαν τὸν νέον

Νικόλαος Καβάσιλας

Καταγωγή και νεανική ηλικία του αγίου

Εξαίρεται ο ευσεβής βίος των προγόνων του αγίου, η αφοσίωσή του από νεαρή ηλικία στα πνευματικά αγαθά και η απόρριψη της κοσμικής δόξας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 2 από 6

Οὐ γὰρ τὸ μὲν τῶν σῶν πρὸς ἔπαινον φέρει, τὸ δ’ οὔ, οὐδὲ τὸ μὲν μᾶλλον, τὸ δ’ ἧττον, ὡς ἐντεῦθεν ἧττον ἐργώδη τὴν εὐφημίαν εἶναι· ἀλλ’ ὥσπερ εἰς ἀνάγκην δή τινα καταστὰς διὰ πάντων τὴν εὐδαιμονίαν ἔχειν ἰοῦσαν, ὥσπερ δήπου συγκεκληρωμένης πᾶσι τοῖς σοῖς, οὕτω πάντα τὰ σὰ κατὰ πᾶν ἀπήντησε τὸ εἰκὸς καὶ σοὶ καθάπαξ προσήκει καὶ πᾶσαν ἐπαίνων ὑπερβολὴν ὑπερβαίνει.

Οὕτω διὰ πάντων νικᾷ· οὐ γὰρ τοιοῦτος μὲν οὗτος, οἷον ἅπαντες ἴσμεν, καὶ τῷ καλῶς ἑαυτὸν παρὰ πάντας ... μεθ’ ὑπερβολῆς ἐξεφάνη; τό γε μὴν εἰς πατέρας ἧκον ἑτέρων ἡττᾶτο; ἢ τούτων μὲν εὖ ἔχειν ἔσχε καὶ ὡς οὐκ οἶδ’ εἴ τις τῶν πάντων, ἡ δέ γε πατρὶς ἐκείνῳ φαύλη τις ἦν καὶ μὴ τοιοῖσδε ἀνδράσι συμβαίνουσα; ἢ ταῦτα μὲν καλῶς καὶ ὡς προσῆκεν ἐκείνῳ, τἆλλα δ’ εἰς ἔλαττον φέρει καὶ οὐ τῆς αὐτῆς ἐστιν εὐφημίας αὐτῷ; Ἀλλὰ πάντα καθάπαξ τὰ ἐκείνου ἐκείνῳ τε καὶ ἀλλήλοις προσῆκεν, ὡς εἶναι πάντα τῶν ἴσων καὶ τοῦ αὐτοῦ φασι γυμνασίου· καὶ ἵνα τἆλλα πάντα παρῶ, ὅσα τε εἰς πατρίδα φέρει καὶ προγόνους καὶ ἔθνη (εἰ γὰρ καὶ τῶν ἐν ὀφθαλμοῖς τρόπον τινὰ ὄντων μνησθῆναι βραχέα γένοιτο, καὶ τούτων ὅσα γε πρὸς τὸν παρόντα τείνει λόγον, ἀγαπῴην ἂν τοὺς αἰτίους ἐκείνῳ τῆς εἰς τὸν βίον προόδου), τίς οὐκ ἂν ἀγασθείη ἐκείνοις τοίνυν, πλούτῳ καὶ δόξῃ καὶ τῷ γένους εὖ ἔχειν φιλοτιμεῖσθαι περιττῶς ἔχουσιν οὐχ ἧττον, εἰ μὴ καὶ μᾶλλον τῆς ἐν τούτοις φιλοτιμίας;

καὶ ἡ ἐπ’ ἀρετῇ καὶ τρόποις χρηστοῖς περὶ κυρίου καὶ δόξα γὰρ ἐκείνοις καὶ πλοῦτος καὶ τὸ συγκεχωρηκέναι τῆς τύχης λόγου τινὸς ἄξια κατεφαίνετο οὐκ ἐφ’ ᾧ κατεπαίρεσθαι τῶν ἡττόνων καὶ τῆς ἐλασσουμένης μερίδος, ἀλλ’ ἐφ’ ᾧ μὲν τοῖς ἀτυχοῦσι χεῖρα ὀρέγειν καὶ ὅσα γε ἦν δυναμένοις ἐπικουφίζειν καὶ παραμυθεῖσθαι σφίσι τὰ δυσχερῆ, διαθρύπτειν δὲ πεινῶσιν ἄρτον καὶ πτωχὸν κατὰ τὸν ψαλμῳδὸν ἐλεεῖν, κἀντεῦθεν ὑπόχρεων ἑαυτοῖς· καθιστάναι τὸν τῶν ὅλων θεόν. Οὕτω τοίνυν ἀρετῆς καὶ τρόπων χρηστῶν ἐσχηκότι καὶ τοῦτ’ ἐξ ἀνάγκης ἀπήντα, τυγχάνειν μὲν εἰσάπαν εὐμενοῦς τοῦ θεοῦ, πάντων δ’ εἰς πεῖραν ἥκειν εὖ μάλα τῶν κατὰ τὸν βίον βελτίστων καὶ διὰ πάντων εἰς εὐδαιμονοῦντας τελεῖν. Ταῦτ’ ἄρα κἀν ταῖς γοναῖς εὐδοκιμηκέναι τοσοῦτον καὶ καταλλήλων πᾶσιν οἷς εἶχον ἀγαθοῖς καὶ τούτων τυχεῖν ὑπῆρξε σφίσιν· ὑπὲρ οὓς ἄν τις καὶ φαίη καὶ πατέρας γενέσθαι παιδός, οἷον ἐγὼ οὐδένα οὐ πώποτε εἶδον, ὡς θαυμασθῆναι μὲν ὑφ’ ἁπάντων διὰ τὴν ἐν πᾶσιν ἀγαθοῖς εὐκληρίαν, θαυμασθῆναι δὲ οὐδὲν ἧττον διὰ τὸν παῖδα.

Καίτοι τί λέγω; τοσοῦτον γὰρ αὐτοῖς ἐκ τοῦ παιδὸς τὰ τῶν ἐπαίνων ἐπέδωκεν, ὡς θαυμαστούς τινας οἴκοθεν ὄντας καὶ τὰ βέλτιστα πᾶσι καὶ δοκοῦντας καὶ ὄντας ἀναφανέντας πολλῷ θαυμαστοτέρους ἐντεῦθεν φανῆναι καὶ μείζω δεχομένους ἔπαινον· οὐ γὰρ εἰς κενὴν οἶδε δόξαν Ἀνδρέας κατὰ τοὺς ἄλλους, οὐδ’ ἠσπάσατο πλοῦτον τὸν ἄπιστον καὶ δραπέτην, οὐδ’ ἄλλων ἔσχε λόγον οὐδένα τῶν ὅσα τοὺς προστετηκότας ἀπάγειν οἶδε θεοῦ· ἀλλ’ ἐκείνοις μόνοις διὰ βίου παντὸς προσεῖχε τὸν νοῦν, ὅσα τοὺς κατορθοῦντας κοινωνοὺς οἶδε παρασκευάζειν τῶν Ὀλύμπου πραγμάτων καὶ θεῷ συνιστάναι καὶ τοῖς ἀΰλοις καὶ οὐρανίοις ἐξ ἐφαμίλλου χωρεῖν. Ἀλλὰ μήπω ταῦτα· ἀλλ’ ἅ γ’ εὐθὺς ἐκ πρώτης ὡς εἰπεῖν τῆς τριχὸς καὶ προοιμίων αὐτῶν κατώρθου, τίνι χρὴ προσθεῖναι τῷ θαύματι;

Πάντα μὲν οὖν εὐθὺς τἆλλα τοῖς ἄλλοις παρῆκεν, οἷς γε παῖδας ὄντας χαίρειν εἰκός· ἐκεῖνα δὲ μόν’ ἀξιόχρεω σπουδῆς ἡγεῖτο, ἃ καὶ ἀνθρώπῳ μάλα πρὸς τρόπου καὶ κεχαρισμένα θεῷ, καὶ ἅ γε μόνα πρὸς ἀρετὴν φέρει καὶ ἠθῶν εὐκοσμίαν, μείζων μὲν ἁπάσης ὁμηλικίης κατὰ τὸν ποιητήν, μείζων δὲ προσέτι καὶ ἑαυτοῦ τοῖς ὅλοις φαινόμενος, καὶ τῶν μὲν καθάπαξ ἐν πᾶσι κρατῶν, τοῖς δέ γ’ ἐν τοῖς ἐπιλόγοις οὖσιν ἤδη τοῦ βίου καὶ πολλὰ καμοῦσιν ἐπ’ ἀρετῇ τῶν ἴσων ἀμφισβητῶν, καὶ καθάπαξ εἰπεῖν παράδειγμα καλοῦ παντὸς καὶ τύπος προκείμενος καὶ πρὸς αὐτὸν πείθων ὁρῶντας ὥσπερ εἰς ἀρχέτυπον ἀρετῆς, εὖ τιθέναι τὰ καθ’ αὑτούς, καὶ τῇ τῶν τρόπων μουσικῇ πρὸς ἔκπληξιν πάντας ἐνάγων καὶ θαῦμα καὶ πείθων πολλοῦ τινος ἀξίαν ἡγεῖσθαι τὴν ἀρετὴν καὶ τοῦ γ’ ὑπὲρ γῆν τε καὶ ὑπὸ γῆν χρυσοῦ περὶ πλείονος ἄγειν κατὰ τὸν Πλάτωνος λόγον.