Ἔργον
Νικόλαος Καβάσιλας – Εἰς τὸν ἅγιον Ἀνδρέαν τὸν νέον
Εγκωμιαστικός επίλογος και ικεσία
Ρητορικός έπαινος του μάρτυρος, σύγκριση των αγώνων του με τους Τρεις Παίδες και τελική προσευχητική ικεσία για πνευματική προστασία με δοξολογία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εγκωμιαστικός επίλογος και ικεσία
Ρητορικός έπαινος του μάρτυρος, σύγκριση των αγώνων του με τους Τρεις Παίδες και τελική προσευχητική ικεσία για πνευματική προστασία με δοξολογία.
Ἀλλ’, ὦ θεία καὶ τριπόθητε κεφαλὴ καὶ μάλιστα πάντων τῇ μεγίστῃ καὶ φίλῃ κεχαρισμένος Τριάδι, ἅτε καὶ μάλιστα πάντων τὰ ταύτης περὶ πλείονος ἄγων τῶν ἄλλων· ὦ καὶ παρὰ τὸ εἰκὸς τῆς φύσεως τοῖς πόνοις ἐπιβαλὼν καὶ μείζω τῶν πόνων παρὰ θεοῦ δεδεγμένος τὰ γέρα· ὦ τῶν ἀσκητικῶν ἱδρώτων ὅρος καὶ τύπος πᾶσιν ἀναφανείς, ὦ τοῖς σαυτοῦ μέλεσι δοξάσας θεὸν καὶ ὑπὲρ αὐτοῦ τε αἷμα ἐκχέας καὶ νῦν μειζόνως ὑπ’ αὐτοῦ δοξαζόμενος· ὦ διὰ πάντων ἄριστε σὺ καὶ ὑπὲρ τὰ εἰκότα θεοφιλής, ἄτ’ οὐκ ἄλλο τι τῶν πάντων οὐδὲ τὴν ἐκ στεάτων θυσίαν, ἀλλ’ ἑαυτὸν προσαγαγὼν τῷ παρηχότι θεῷ, πότερον τῶν σῶν ἄν τις ἀπολαβὼν ἐπαινέσαι, οὐχὶ τῆς ἀξίας ἐγγύς, ἀλλ’ ὅσον μὴ τῶν εἰκότων παντάπασιν ἐκπεσεῖν, τὸν μέγιστον καὶ ὑπερφυᾶ καὶ τοῦ πεφυκότος ἔξω θαυμαστὸν κατὰ φιλοσοφίαν ἀγῶνα, ὃν εὐθὺς ἐκ παιδὸς εἵλου καὶ διὰ βίου παντὸς κατώρθωσας, ἢ τὴν μείζω καὶ θαυμασιωτέραν ὑπὲρ εὐσεβείας ἔνστασιν καὶ τοὺς ὑπερφυεῖς ἐκείνους ἀγῶνας καὶ τὴν διὰ μαρτυρίου καὶ αἵματος τελετήν, καὶ τὸ οὕτω διὰ πάντων ἐληλακότα καλὴν ἐπενεγκεῖν τὴν κορωνίδα καὶ μάλα προσήκουσαν, μᾶλλον δὲ καὶ μείζω πολλῷ. δευτέρων φασὶν ἀμεινόνων;
Ἀλλ’ ἐν τούτοις μὲν οὖν, εἰ καὶ μὴ πολλούς, ἀλλ’ οὖν παραπλησίους δή τινας σχοίης καὶ τῶν ἴσων ἀμφισβητοῦντας. Τὸ δ’ οὕτω, μηδενὸς ὄντος τοῦ βιαζομένου, πρὸς τὸν ὑπὲρ εὐσεβείας θάνατον κεχωρηκέναι καὶ οὕτω πρὸς τὰς ἐπαγομένας βασάνους ἴσχειν ἀνδρείως, ὡς ὁρᾶν μᾶλλον ἢ πάσχειν ταῦτα δοκεῖν, καὶ οὕτω μὲν τῶν ἀσεβούντων, οὕτω δὲ καὶ τῶν τῆς φύσεως ἀναγκῶν εὖ μάλα περιγενέσθαι καὶ κρείττω τοῖς ὅλοις ἀναφανῆναι, τίνι τῶν πάντων οὕτω κατώρθωται καὶ οὕτως ὑπερφυῶς, ὥσθ’ ἕνεκα τούτων παραβεβλῆσθαί σοι καὶ ὁπῃοῦν; Τοὺς μὲν οὖν νέους ἐκείνους, οὓς ἡ κάμινος ἔσχεν, οὕτω γενναίως πρὸς τοὺς κρατοῦντας ἀντιστάντας καὶ τῶν πατρίων ἐπαινέσαιμι ἄν, καὶ λίαν εἰκότως· ἀλλ’ οὔπω κατὰ ταὐτὰ τοῖς σοῖς, ὦ Χριστοῦ μάρτυς· πολλοῦ γε καὶ δεῖ. Εἴπερ ἐκεῖνοι μέν, εἰ καὶ τῇ περὶ τὸ θεῖον ἀγάπῃ πάντα πάσχειν ἑτοίμως εἶχον, ἀλλά γε πρὸς ἀνάγκην ἐπὶ ταύτην ἔπειθ’ ἧκον τὴν καρτερίαν· οὐ γὰρ ἐξῆν ἄλλως αὐτοὺς εὐσεβεῖν, μὴ πεῖραν λαβόντας τῶν δυσχερῶν. Σὺ δ’ ἑκὼν πρὸς τὸν ἀγῶνα χωρεῖς καὶ παρὸν εὐσεβοῦντα ἔξω τῶν δεινῶν παντάπασι καθεστάναι τῷ περὶ Χριστὸν πόθῳ τῷ τε περιόντι τῆς καρτερίας τὸ πῦρ μὲν ἐλέγχεις τῶν βασάνων, εἰ βούλει δὲ καὶ τῶν πειρασμῶν (ὃ μεῖζον τοῦ πυρὸς ἐκείνου καὶ πολλῷ χαλεπώτερον διενεγκεῖν), διασχὼν δὲ τὴν ὕλην θεὸν καθαρῶς ὁρᾷς, οὐκ ἐν εἰκόνι δήπου, καθάπερ ἐκεῖνοι.
Τοσοῦτον τῶν σῶν κἀκείνων τὸ μέσον, καὶ οὕτω τῶν βελτίστων καὶ παρὰ πάντας ἐπ’ εὐσεβείᾳ γνωρίμων καὶ τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσι μείζων ἀνεφάνης οἷς ἔφην.
Οὕτω τοίνυν διὰ πάντων ἐλάσας καὶ τὸν δρόμον ὡς οὐκ οἶδ’ εἴ τις τελέσας, ὦ μέγα θαῦμα τῆς οἰκουμένης, νῦν καθαρῶς σύνει τῷ ἀγωνοθέτῃ θεῷ, καὶ τῆς ἐκεῖθεν ἐμφορούμενος αἴγλης μετὰ πολλοῦ τοῦ μείζονος τῶν πόνων ἀπολαμβάνεις τὰς ἀμοιβάς· οὗτος δέ σοι καὶ παρ’ ἡμῶν ὁ λόγος ἀντ’ ἄλλου τινὸς γέρως ἢ στεφάνου τῶν παρ’ ἡμῖν, τῶν μὲν πραγμάτων καὶ τῆς προθυμίας, εὖ οἶδα, παραπολύ, τῆς δὲ δυνάμεως οὐκ ἐλάττων. Σὸν δ’ ἂν εἴη καὶ τοῦ σοῦ πρὸς ἡμᾶς διακειμένου καὶ ἵλεω δοῦναι μὲν κἀπὶ τοῦ παρόντος ἀπολαῦσαι κατὰ τὸ ἔπος πάντων ὅσα γε θυμὸς ἀνώγει, καὶ τούτων ὅσα θεοφιλῆ καί σοι μάλα κεχαρισμένα, ἐπὶ δὲ τοῦ μέλλοντος βασιλείας οὐρανῶν καὶ τῶν μεγίστων καὶ ὑπερφυῶν ἐκείνων καὶ πᾶσαν αἴσθησιν ὑπερβαινόντων καινῶν, ὧν νῦν αὐτὸς ἀπολαύεις, ἵνα τῆς ἧς ἔλαχες δόξης παρὰ θεοῦ γενόμενος θεατὴς καὶ οἷ φέρεις τῆς περὶ αὐτὸν ἑταιρείας εὖ μάλα καταμαθὼν οὐχ ὁρίσωμαι τοὺς ὕμνους τῷ παρόντι μόνῳ βιοῦντι, ἀλλ’ ἔχω τοι κἀνταῦθα τοῖς σοῖς ἐπιβάλλειν ἐπαίνοις μετά γε μείζονος πολλῷ τῆς παρασκευῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.