Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸν ἅγιον Δημήτριον

Νικόλαος Καβάσιλας

Η δίωξη των χριστιανών και η γενναία απολογία ενώπιον του αυτοκράτορα

Ο διωγμός του Μαξιμιανού κατά της εκκλησίας, η κλήτευση του αγίου και η εκτενής απολογία του υπέρ του Σταυρού και του Πάθους του Χριστού, ελέγχοντας την ειδωλολατρία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 5 από 9

Τὸ δ’ ὅπως, δῆλον ἐκεῖθεν. Ὁ μὲν οὖν, εὖ ἐποίει τὴν οἰκουμένην, τὸν ἐπιστάντα πόλεμον διαλύων, καὶ οἷς ἐποίει καὶ οἷς ἔλεγεν, ἃ τοὺς μὲν παρόντας ἔλυσε φόβους τῇ περὶ Χριστὸν ἑταιρίᾳ, περὶ δὲ τοῦ μέλλοντος, εὐέλπιδας παρεσκεύασεν εἶναι. Βασιλεὺς δὲ ἑτέρωθεν ἐναντία καὶ βουλευόμενος καὶ πράττων, πᾶσιν οἷς εἶχε κατὰ τῆς εὐσεβείας ἐχώρει· καὶ οὐδὲν ἦν αὐτῷ τῶν ἁπάντων εἰς σπουδὴν ἀξιώτερον χρῆσθαι, οὐ πόλεων ἁλώσεις, οὐ βαρβάρων λάφυρα, οὐ τὸ χειρῶν εἴσω τοὺς πολεμίους γενέσθαι, οὐκ ἄλλο οὐδὲν τῶν τοιούτων, ὅσον τοὺς περὶ Χριστὸν εὐσεβοῦντας ἐξ ἀνθρώπων ποιῆσαι καὶ πεῖσαι πᾶσαν τὴν οἰκουμένην νομοθέτῃ τῷ βασιλεῖ πρὸς τὴν θρησκείαν κεχρῆσθαι, καὶ μετ’ αὐτοῦ τὴν αὑτοῦ ἐξώλειαν ἀγαπῆσαι, τοὺς κάκιστ’ ἀπολουμένους εἰσενεγκόντας θεούς. Δημήτριον δὲ πυθόμενος πρὸς παλινῳδίαν ἐξάγοντα, καὶ θεοὺς μὲν ἐκβάλλοντα τῶν πραγμάτων, Χριστὸν δὲ καὶ τὴν περὶ αὐτὸν ἀγαθὴν δόξαν ταῖς τῶν ἀνθρώπων ἐντιθέντα ψυχαῖς καὶ γνώμαις, καὶ πείθοντα, τοὺς μὲν πορθμὸν Σικελίας ἡγεῖσθαι, Χριστῷ δὲ μόνῳ προσέχειν τὸν νοῦν, δέον συνησθῆναι Δημητρίῳ τῆς περὶ τὸ θεῖον ἀγαθῆς ψήφου, καὶ τίθεσθαι καὶ αὐτόν. Ὁ δὲ καὶ πρὸς μόνην τὴν ἀκοὴν δυσχεράνας, δίκας τε λαβεῖν ἠπείγετο καὶ τιμωρήσασθαι τοὺς θεούς. Οὐδὲ γὰρ ἀνεκτὸν εἶναι τοῦ βασιλέως ὑπὲρ αὐτῶν πάντα ποιοῦντος, ἄλλον τινὰ τῶν ἁπάντων ἐναντία πολεμεῖν.

Δημήτριος δὲ οὐδὲν ἧττον εἰς εὐσέβειαν εἶχεν, οὐδὲ μετέγνω τι περὶ τῶν πεπραγμένων, οὐδ’ ἠγάπησεν, εἰ σώζειν ἕξει τὸ σῶμα, μελλόντων ἔτι τῶν δεινῶν· ἀλλ’ ἥσθη τε ὠργισμένον ἀκούσας, καὶ τῷ Θεῷ τὴν μεγίστην χάριν ἀνῆψε, τῶν ἐν ταῖς εὐχαῖς αὐτῷ προκεχωρηκότων ἤδη καὶ ὧν οὐδὲν ἦγε φίλτερον· λογιζόμενος, βασιλέως μὲν τὰ τοιαῦτα παραληρεῖν ἐξηπατημένου, ἑαυτοῦ δέ, τὸ μηδὲν τῶν ἐκείνου δείσαντα, τῶν περὶ Χριστὸν ἐρώτων, καὶ τοῦ δι’ ἐκεῖνον καὶ τὴν τῶν ἀνθρώπων σωτηρίαν τεθνάναι, μηδὲν τῶν ἁπάντων, μὴ τῶν ἐπὶ γῆς, μὴ τῶν κρατούντων ἂν ἀγαθῶν βέλτιον εἶναι νομίζειν. Οὕτω πάντας εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ παρήνεγκεν, ἄμφω πάντων ὁμοίως ἥδιστα κρίνων, καὶ τὸ περιεῖναι καὶ ζῆν καὶ τὸ δεινὰ παθόντα τεθνάναι διὰ τὰ Χριστοῦ βέλη καὶ φίλτρα, ὡς μήτε περιεῖναι μήτε τεθνάναι ἑλέσθαι, εἰ μὴ Χριστὸν καὶ ζῆν ἐξῇ καὶ ἀποθανεῖν.

Καὶ μὴν ὅπως καὶ συνέμιξε τῷ κρατοῦντι, καὶ λόγων μετέδωκε εὐσεβείᾳ συνηγορῶν, πνεύματος θείου γεμόντων, πάντας ἐπὶ θαῦμα κινήσας, καὶ βασιλεὺς ἀπαντῶν οὐκ εἶχε τοῖς λόγοις, οὐκ ἔχων ἀντιστῆναι τῇ δυνάμει καὶ τῷ πνεύματι, ᾧ ἐλάλει, οὐ γὰρ ἐν πειθοῖ σοφίας ἀνθρωπίνης, ὥς φησι Παῦλος, ἐποιεῖτο τοὺς λόγους, γλώσσης ἀγαθῆς ἀξίως διεξιέναι.

Εὐξαίμην δ’ ἂν ἔγωγε καὶ αὐτὸν ἐνταῦθα παρεῖναι, καὶ τὴν Δημητρίου ψυχὴν νυνὶ μετὰ τῶν λόγων γενέσθαι· μόνος γὰρ εἴη τῶν αὐτοῦ πεντάθλων ἀξιόχρεως ἀθλητής. Ὁ μὲν οὖν βασιλεὺς «οὐ πάνυ τοι προσῆκον εἶναι Δημήτριον ἔφη, φρενῶν εὖ ἔχοντα καὶ σοφίας, καὶ ταύτη φάσκοντα τῶν ἄλλων κρατεῖν, περὶ τὸ πάντων μέγιστον ἁμαρτάνειν, καὶ τοὺς μὲν μόνους θεούς, τοὺς παλαιούς, τοὺς πατρῴους, καὶ ἔθη καὶ νόμους καὶ πολιτείαν ἀφεῖναι, τὸν δὲ δεινὰ πεπονθότα, τὸν γόητα, νομίζειν Θεόν, ὅς, τῷ γόης εἶναι, πάντα ποιήσας, πολλοὺς παρήνεγκε τῶν φρένας ὀλίγων, καὶ πέπεικεν υἱὸν Θεοῦ αὐτὸν προσειπόντας, τὰ δεινότατα πάντων ὑπὲρ τοῦ κατ’ αὐτὸν ἀνασχέσθαι· οἱ δὲ διὰ βίου συγγεγονότες αὐτῷ, ὁποῖοί τινες; πένητες, βάναυσοι καὶ λόγον καὶ ἦθος καὶ τρόπον, δαίμονι πονηρῷ κάτοχοι.

Οὐ γὰρ ἂν φαίην σωφρονοῦντας τοιαῦτα καὶ διανοηθῆναι καὶ πράττειν, οἳ πᾶσαν μὲν ἐπῄεσαν οἰκουμένην πάντα κινοῦντες, ἐναντία βουλευόμενοι καὶ βασιλεῦσι καὶ τοῖς θεοῖς, νόμους δὲ ἐτίθησαν αὐτοὶ τοῦ τεθνηκότος, ὑπερορίους δή τινας καὶ ἀήθεις, ἀθάνατον καὶ μετὰ τελευτὴν καὶ Θεὸν πείθοντες εἶναι τὸν ἀπογεγονότα, τὸν ἀνασταυρωθέντα, τὸν ἠτιμωμένον· καὶ πρὸς τοσοῦτον ἤλασαν κακουργίας, ὥστε τοὺς ταῦτα ἀναπεισθέντας καὶ στρεβλουμένους καὶ κατατεινομένους ἐφ’ ᾧ τῆς ἀπάτης ἀπαλλαγεῖεν, οὐδὲν μᾶλλον ἑλέσθαι, ἀλλ’ ἠπατημένους ἀποθανεῖν· θεῶν δὲ μὴ ἀνασχομένων, ἀπέθνησκον μὲν ἐκεῖνοι κακοὶ κακῶς, τὰ δ’ ἐκείνων ἐνίκα, πολλῶν μὲν ἐπιχειρεῖν τοῖς θεοῖς τολμώντων, εὐθὺς δὲ ἀπολλυμένων. Ὁρᾷς δὲ τοὺς μὲν τῶν θεῶν ἑταίρους, καὶ πλούτῳ καὶ δόξῃ πάντων κρατοῦντας, τοὺς δ’ ἐκείνοις πειθομένους, ἐν πενίᾳ καὶ δυστυχίᾳ καὶ τῷ πανταχόθεν ὡς ἀσεβεῖς ἐλαύνεσθαι· ἀρχῆς δ’ εἵνεκα, τίνες ποθ’ ἡμῖν ἴσοι καὶ παραπλήσιοι τῶν ἐκ τοῦ παντὸς αἰῶνος ἐνταῦθα γενομένων σχήματος, τῶν θεῶν εὐμενῶν ὄντων, οὐκ ἄνθρωποι μὲν πάντες ὡς θεοὺς δεδοίκασιν, εἴσω δὲ τῶν τῆς ἀρχῆς ἡμῖν ὅρων καὶ ὁ ἥλιος ἅρμα ἐλαύνει; Τούτων τοίνυν οὕτω κεχωρηκότων, οὐκ αἰσχύνῃ σαυτὸν καὶ Ἕλληνας, καὶ τὴν Ῥωμαίων ἐλευθερίαν; οὐ τὰς παρ’ ἡμῶν ταυτασὶ πολλὰς καὶ μεγάλας εὐεργεσίας; οὐ τὰς ὑπηργμένας; οὐ τὰς ἑπομένας;

Ἀλλὰ τὴν ἀγαθὴν ταύτην τύχην ἐάσας τὴν μετὰ τῶν θεῶν, Θεὸν μὲν εἶναι τὸν ἀνασταυρωθέντα, τὸν εἴρωνα, τὸν ἀπατεῶνα, τοὺς δὲ πονηροτάτους, τοὺς μηδενὸς ἀξίους ἐκείνους, πατέρας εἶναι φάσκεις τοῖς ἀνθρώποις τῆς σωτηρίας; Τίς δὲ πενίας ἔρως, καὶ τοῦ μετὰ τῶν κακούργων τετάχθαι καὶ δυστυχεῖν; Ἐγὼ μὲν οὐχ ὁρῶ».

Δημήτριος δὲ καὶ στόμα καὶ σοφίαν, ἣν τοῖς ἀθληταῖς τῶν αὐτοῦ νόμων ἐπηγγείλατο δώσειν, ἃ Δεσπότης καὶ αὐτὸς ἐπαγγείλας, καὶ πάνυ τυχών. «Οὐ θαῦμά φησιν, ὦ βασιλεῦ, συνέσει θαυμαστῇ κεχρημένον, ᾗπερ αὐτὸς ἔφησθα, τὰ πάντων βέλτιστα περὶ ἐμαυτοῦ καὶ βεβουλεῦσθαι καὶ πρᾶξαι, τοὐναντίον μὲν οὖν ἅπαν. Εἰ μὲν γὰρ συνέσει νικῶμεν, καὶ τὰ βέλτιστα πάντων εἱλόμεθα· εἰ δ’ οὐ τὰ βέλτιστα πάντων εἱλόμεθα, σχολῇ γε φρενῶν ἔχομεν καλῶς, θεοὺς δέ, πατρῴους μὲν εἴποιμ’ ἄν, ἀγαθοὺς δὲ καὶ θεοὺς οὐδὲν μᾶλλόν γε διὰ τοῦτο.

Οὐδὲ γὰρ εἰ πατρὸς ἔτυχον τυραννίδα γε ἐπαινοῦντος, δίκαιος ἂν ἦν, ἢ τυραννεῖν αὐτός, ἢ τυραννοῦντι κεχρῆσθαι· τοὐναντίον μὲν οὖν, καὶ τὸν πατέρα ἀδικοῦντα, δυσχεραίνειν ἐχρῆν. Εἰ δὲ καὶ παλαιοὶ τοῖς Ἕλλησι, πρῶτον ἐκεῖνο, βέλτιστε, προσῆκε σκοπεῖν, εἰ χρὴ προσειπεῖν θεούς, εἶτα καὶ τὸν χρόνον εἰσάγειν οἴεσθαι· εἰ μὲν γὰρ ἀγαθοί, ὅτου χάριν μὴ τὰς ψήφους ὑπὲρ αὐτῶν ἐκεῖθεν ἐκφέρεις; ἀλλ’ ὁ χρόνος τὰ τοιαῦτα σύμμαχος. Οὐ γὰρ διὰ τοῦτο καὶ θεοὶ καὶ ἀγαθοὶ προσειρῆσθαι δίκαιοι, φαύλους δέ γε ὄντας, πολλῷ μειζόνως ἐντεῦθεν δυσχεραίνειν προσῆκεν, ἅτε πολὺν ἤδη χρόνον ψευσαμένους τοὔνομα. Καὶ μήν, καὶ μόνους ἔφησθα τοὺς θεούς, πῶς δὲ μόνοι, πλῆθος ὄντες τοσοῦτον; πρῶτον μὲν οὖν, οὐκ ἀνάγκη, παλαιοὺς τουτουσὶ καὶ πατρῴους τοῖς Ἕλλησιν ὄντας καὶ θεοὺς εἶναι. Ἔπειτα ἀνθ’ ὅτου καὶ τοὺς θεοὺς ἀφεῖναι λέγεις, τὸν μηδὲ τὴν ἀρχὴν προσελθόντα; ἐν γὰρ εὐσεβέσι καὶ νόμοις καὶ δόγμασι, καὶ τὸν ἥλιον ἐξ ἀρχῆς εἶδον, καὶ παρὰ πάντα τὸν βίον μόνον τὸν Χριστὸν τοῦ κατ’ ἐμαυτὸν προὐστησάμην.

Οὐ μόνον δέ, ἀλλὰ καὶ πονηροὺς ὄντας, καὶ ὅπως αὐτίκα ἐροῦμεν, καὶ διὰ τοῦτο μήτε θεούς. Ὁ γὰρ Θεὸς ἀγαθός, μήτε ὅλως ὑφεστηκότας (οὐ γὰρ τὸ πονηρὸν ἐν τοῖς οὖσιν), οὔτε προσελθεῖν τὴν ἀρχὴν εἴποιμ’ ἄν, οὔτε μὴ προσελθεῖν, οὔτε ἀφεῖναι. Τίνα γὰρ ἄν τις περὶ τοῦ μηκέτ’ ὄντος εἰκότως λόγον ποιοῖτο; Ἄλλως τε, βασιλεῦ, πλῆθος ὄντες μυρίον, ἢ τάξιν ἔχουσιν ἐξ ἀνάγκης, ἢ καθάπαξ ἔξω τοῦ τεταγμένου χωροῦσιν. Ἀλλ’ εἰ μὲν ἔξω τοῦ τεταγμένου, αὐτόθεν ἡ πονηρία, καὶ οὐδὲν δεῖ προστιθέναι· εἰ δὲ ἐν τάξει, καὶ μετὰ τοῦ γιγνομένου σφίσι τὰ πράγματα, πάντως ὁ τάξας καὶ κεκοσμηκὼς ἔσται (οὐ γὰρ δὴ σφᾶς αὐτούς, αὑτοὺς κεκοσμηκέναι προσῆκεν) καὶ βελτίων οὗτος τὴν φύσιν, τῶν εὖ παρ’ αὐτοῦ πεπονθότων· καὶ πᾶσα ἀνάγκη, τὸν μέν, εἶναι τὸν Θεόν, τοὺς δέ, ἐλάττους τινὸς ὄντας τὴν φύσιν, μὴ θεοὺς εἶναι.

Θεὸς γάρ, οὗ μεῖζον οὐδέν· καὶ οὕτω πάλιν ἀνάγκη μηδ’ εἶναι καθάπαξ θεούς. Χωρὶς δὲ τούτων, εἰ τὸ μὲν θεῖον ἀνενδεές, οὗτοι δὲ τοῦ κοσμοῦντος ἐπιδεεῖς, πῶς οὐ πόῤῥω δήπου τῆς θείας ἐπωνυμίας; Ὅτι δὲ καὶ πονηρὸς καὶ πονηρὸν παράδειγμα τῷ βίῳ τὸ κατ’ αὐτούς, ποιηταὶ πάντες, οἷς λέγουσι, πείθουσιν· καὶ πρό γε πάντων, ὁ τοῦ χοροῦ κορυφαῖος, πολέμους καὶ στάσεις καταλέγων θεῶν καὶ οὐρανὸν ἀνάστατον.

Τὸ δὲ γαστρὶ δουλεύειν, καὶ πάθεσιν αἰσχροῖς ὑποκεῖσθαι, καὶ νῦν μὲν ἐπανίστασθαι καὶ ποιεῖν καὶ λέγειν κακῶς, νῦν δὲ τοὺς γονέας τοῖς υἱέσιν ἐπιβουλεύειν, τίνων ἢ τουτωνὶ τῶν θεῶν;» «Ἔθη δὲ καὶ νόμοι καὶ πολιτεῖαι, εἰ μὲν σεμνότερον ἔχουσι τῶν θεῶν, θαυμάζοιμ’ ἄν, εἰ δὲ τοῦτο μὲν οὐκ ἄν, οὐδ’ ἔχει τις ἂν εἰπεῖν, ἀλλὰ τὰ μὲν παραδείγματα ἐκεῖθεν αὐτοῖς, ὁποῖα δὴ τὰ τοιαῦτα νομίζειν προσῆκον, τῶν τιθέντων οὕτω φαυλότατα ἐχόντων. Πρὸς τοιούτους, ὦ βασιλεῦ, τοὺς θεούς, τοὺς παλαιούς, τοὺς πατρῴους, καὶ ἔθη καὶ νόμους καὶ πολιτείαν ἀηδῶς ἔχων, οὐκ ἀδικῶ· Χριστῷ δὲ τῷ μόνῳ Κυρίῳ, μόνῳ Θεῷ, ὃν ἔγωγε προσκυνῶν πάντων ἀνθρώπων εὐδαιμονέστατον ἐμαυτὸν ἡγοῦμαι, εἰπάτω τις παρελθών, ἢ σύ, βασιλεῦ, εἴτι φαῦλον σύνοισθα. Σταυρὸν ἐρεῖς, οἶμαι, καὶ τὸ τεθνάναι; ἀλλὰ μάλιστα μὲν οὐδὲν πρὸς τὸν λόγον. Οὐ γὰρ πονηρευόμενος καὶ κακουργῶν ἐτεθνήκει, ἵνα φαῦλος ἀκούσῃ.

Τί γὰρ παρὰ τοῦτο φαῦλος ἐγώ, Σωκράτης ὁ σὸς ἑταῖρός φησιν, ἂν ὁ δεῖνα ἐπὶ κόῤῥης ἀδίκως πατάξῃ με; ἔπειτα, μὴ τοῦτο σκόπει μόνον, ὡς ἀνεσταύρωται, καὶ τεθνήκει, ἀλλ’ ὅτι καὶ ἑκών, καὶ ἵνα τὴν ἁμαρτίαν ἀνασταυρώσῃ· καὶ ὡς οἷς μὲν ἄνθρωπος ἦν, τὰ δεινὰ ἐπεπόνθει, οἷς δὲ θεὸς (ἄμφω γὰρ ἦν), ἀπαθὴς κακῶν ἔμεινε, καὶ τεθνηκὼς ἀνεβίω. Σὺ δέ, ἃ μὲν βούλει παράγεις, καὶ σταυρὸν ἄνω καὶ κάτω καὶ τὸ τεθνάναι προφέρεις, τὸ δ’ ἀνθ’ ὅτου, καὶ μέχρι τίνος μετὰ τῶν ἀπογεγονότων ἐγεγόνει, παρῆκας. Ἔπειτα, εἰ καὶ τουτονὶ τὸν θάνατον εἰς μέσον ἀγάγοις, οὐκ οἶδα πῶς ἂν ἑτέρως ὑπὲρ ἡμῶν ἐχρήσω τῇ γλώσσῃ. Οὕτω πολλῶν καὶ μεγάλων ἀγαθῶν αἴτιος τοῖς ἀνθρώποις οὗτος κατέστη, καὶ τοσούτων ἠξίωσε τῶν χαρίτων.» «Ἐντεῦθεν γὰρ πᾶσα μὲν πόλις, πάντα δὲ ἔθνη, φιλοσοφίας τεχνῖται, καὶ ὃ οἱ περὶ Πλάτωνα καὶ Σωκράτην, πάντα καὶ λέγοντες καὶ ποιοῦντες πείθειν οὐκ εἶχον, τό, τῶν παρόντων, ὡς μηκέτ’ ὄντων, μηδένα λόγον ποιεῖσθαι, καὶ σώματος καὶ τοῦ κατὰ σῶμα περιόντος καταφρονεῖν, τοῦτ’ ἐκεῖνος ἐπὶ τῶν δεινῶν κατωρθώκει· μᾶλλον δὲ τὸ μεῖζον καὶ διὰ τουτωνὶ τῶν δεινῶν, ὃ καὶ τῆς θείας καὶ ὑπερφυοῦς καὶ μείζονος ἢ κατ’ ἀνθρώπους ἰσχύος ἐκείνου, τεκμήριον ἐναργές.

Τῶν γὰρ ἀνθρώπων περιόντων, καὶ καλῶς πραττόντων νικώντων, αὐτὸς δεινὰ πάσχων καὶ θνήσκων, τὰς τῶν ἀνθρώπων παρεστήσατο γνώμας, καὶ τὸ μέγιστον ἁπάντων, οὕτως ἔπεισε φιλοσοφεῖν, καὶ τοιαύτην ὑπὲρ αὐτοῦ γνώμην τοὺς ἀνθρώπους παρεσκεύασεν ἔχειν, ὥστε υἱὸν Θεοῦ προσειπόντας, οὕτω πρὸς ὕβριν ἀποθανόντα, τὰ δεινότατα πάντων ὑπὲρ τοῦ κατ’ αὐτὸν ἀνασχέσθαι· καὶ τῶν σωμάτων αὐτοῖς κατακοπτομένων, καὶ μελῶν περιαιρουμένων, τὴν ψυχὴν ἀκίνητον εἶχον, ὥσπερ ἑτέρων ταῦτα πασχόντων. Οὕτως ὑπερφυῶς τοῖς ὅλοις ὁ Χριστὸς εἶχε, καὶ τὸν Θεὸν ἔδειξε κἂν αὐτῷ τῷ τεθνάναι· ὥσθ’ ὅσον τὸν σταυρὸν καὶ τὸν θάνατον, καὶ τὸ δεινὰ πεπονθέναι προάγεις, τοσοῦτον κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς, τὸν Χριστὸν ὑπερφυᾶ ἀποφαίνων, καὶ σαυτῷ περιπίπτων. Τὸ δὲ νῦν μὲν νεκροὺς ἀνιστάναι, νῦν δὲ τυφλοὺς βλέποντας εἶναι παρασκευάζειν, καὶ τοῦτο μὲν ἀπαλλάττειν μανίας, τοῦτο δὲ δυσχεροῦς παντὸς ὁτουοῦν, καὶ θάλασσαν καὶ ἀνέμους πρὸς τὴν ἑαυτοῦ γνώμην μετάγειν, καὶ πάντα νεύματι μόνῳ κινεῖν, καὶ μετατιθέναι πράγματα, ταῦτα δέ, πῶς οὐ Θεὸν αὐτὸν ἀτεχνῶς, ἀποδείκνυσι, καὶ τεθνηκότα μὲν ἀλλ’ ἑκόντα, καὶ αὖθις ἀθάνατον ὄντα; Ὁ γὰρ πολλοῖς ἑτέροις τοῦ περιεῖναι καὶ ζῆν αἴτιος γενόμενος, σχολῇ γ’ ἂν ἑαυτὸν οὐκ ὀνήσειν ἔμελλε τὰ τοιαῦτα.» «Ταῦτα δὲ καὶ Ἑλλήνων καὶ βαρβάρων βοώντων ἔστιν ἀκούειν.

Καὶ σοί, βασιλεῦ, πλήρης μὲν ἀκοὴ τῶν τοιούτων, πολλῶν δὲ καὶ αὐτὸς θεατὴς κατέστης ἐπὶ τῶν ὑπὲρ Χριστοῦ διαύλων τῶν ἀθλητῶν ἐπιδεικνυμένων. Ἐπεὶ δὲ κατὰ Χριστοῦ καὶ γοητεία συνήθης, προσῆκε μὲν ἀπὸ τῶν ἐκείνου τρόπων τὰς περὶ αὐτοῦ ψήφους ποιεῖσθαι καὶ μὴ μάτην οὑτωσὶ διαβάλλειν. Φέρε δή, πόθεν περὶ τοῦ Χριστοῦ μαγγανείας δόξαν ἀλείφεις; ἀπὸ τῶν ἠθῶν; ἀλλὰ τούτων εἵνεκα πάντα μᾶλλον, ἢ γόης. Τὸ γὰρ οὕτω μὲν σωφροσύνῃ προσέχειν, ὡς μηδ’ ἁπλῶς οὑτωσὶ πρὸς ἀκολασίαν ὁρᾶν, δικαιοσύνῃ δὲ τοσοῦτον κεχρῆσθαι, ὡς μὴ μόνον μηδένα ἀδικεῖν, ἀλλὰ καὶ ἀδικούμενον πάνυ μεγαλοψύχως ἔχειν προστεταχέναι, οὕτω δὲ πενίαν εἰσάγειν καὶ τὸ μὴ δόξης ἡττᾶσθαι, ὡς μόνους τοὺς τοιούτους τῶν θείων πραγμάτων ἀξιόχρεως εἶναι ψηφίσασθαι. Ταῦτα τοίνυν, ὅπως γόητι προσῆκε, συνιδεῖν οὐκ ἔχω. Τί δὲ ταῖς μαγγανείαις ἐχρήσατ’ ἄν; χρημάτων εἵνεκα; ἀλλὰ πενίαν καὶ λόγοις καὶ ἔργοις ἐνομοθέτει, καὶ πάντες ἴσασιν.

Ἀλλὰ πρὸς δόξαν ἑώρα; ἀλλὰ τὸ μὴ δόξης ἡττᾶσθαι πολλοῦ τινος ἦγεν, ὃς καὶ τὸν σταυρὸν καὶ τὴν ἀτιμίαν δόξαν ἑαυτοῦ προσειρήκει· γοήτων γάρ, ἂν δόξαν καὶ τρυφὴν περιέλῃς, οὐδενὸς ἀξία σφίσιν ἡ τέχνη δοκεῖ. Πῶς δὲ ἀπατεὼν καὶ εἴρων δίκαιος ἐκεῖνος ἀκούειν, οὐδὲν πρὸς ἡδονὴν οὐδενὶ τῶν ἀνθρώπων, οὐ τῶν πενήτων, οὐ τῶν τῆς ἑτέρας μερίδος, οὐ λέγων, οὐ πράττων, ἀήθεις δὲ πάνυ καὶ δυσχερεῖς νόμους εἰς τὸν βίον εἰσάγων, καὶ νῦν μέν, σώματος καταφρονεῖν, νῦν δέ, ἡδονὰς φεύγειν, νῦν δέ, ἀδοξίαν καὶ τὸ τεθνάναι διώκειν, οὐκ ἂν εἴ γε παράγειν ἐγνώκει; τοὺς γὰρ ἀπατᾶν ᾑρημένους, ὡς τῶν ἡδίστων ἀνάγκη μεμνῆσθαι, καὶ ἃ πρὸς ῥᾳστώνην φέρει, τίς οὐκ οἶδε τῶν πάντων; Οὕτως οὐκ ἔχει λόγον, τὸ τοιαῦτα τοῦ Χριστοῦ κατηγορεῖν, ὅς γε τοσοῦτον ἀπεῖχε τοῦ πρὸς ἀπάτην ἢ πρὸς ἡδονὴν τοῖς ἀνθρώποις κεχρῆσθαι, ὥστε καὶ τοῖς ἀνασταυροῦσι καὶ τὰ πάντων δεινότατα κατὰ τῆς αὐτοῦ τετολμηκόσι κεφαλῆς, τὰ πάντων βέλτιστα καὶ συνεβούλευε καὶ συνηύχετο, καὶ ταῦτα ἐν αὐτῷ τῷ σταυρῷ.

Ποῦ τοίνυν ἔγνως ἢ τοιούτους γοήτας ὄντας, οἶος ἐκεῖνος, ἢ Χριστόν, οἷα γόησι προσῆκεν, ἢ εἰπόντα πώποτε, ἢ πεποιηκότα; Πολλοῦ μέν τ’ ἂν ἦν γοητεία καὶ ἀπάτη καὶ εἰρωνεία, εἰ τὸν Χριστὸν ἐντεῦθεν ἐνῆν προσειπεῖν.» «Ἐπεὶ δὲ καὶ ἀπὸ τῶν ὡμιληκότων τοῦ διδασκάλου κατεψηφίσω, πένητας εἰπὼν καὶ μηδὲν εἰδέναι, ἐντεῦθεν οἶμαι δεῖν καὶ αὐτὸς τοὺς ὑπὲρ αὐτοῦ ποιήσασθαι λόγους. Τοῦτο γὰρ τὸ μέγιστον καὶ ὑπερφυές, ὅτι μηδενὸς ὄντες ἄξιοι καὶ τύχης εἵνεκα καὶ σοφίας, τοὺς ἀήθεις καὶ ὑπερορίους νόμους ἐκείνους πάντας ἔπεισαν ἀνθρώπους ἑλέσθαι, καὶ πᾶσαν ἴσχυσαν, ὥσπερ ὑπόπτεροι, τὴν οἰκουμένην περιελθεῖν, καὶ ἡττᾶτο τῆς τῶν βαρβάρων ἐκείνων γλώττης καὶ βασιλέων δύναμις καὶ θεῶν, καὶ οὐδεὶς ἀντιπεῖν ἐτόλμα τῶν πάντων. Ἐπεὶ τοίνυν ταυτησὶ τῆς πειθοῦς οὐκ ἔστιν οὐδὲν οὐδ’ ὁτιοῦν τῶν ἐν ἀνθρώποις αἰτιᾶσθαι πραγμάτων, οὐ δόξαν, οὐ σοφίαν, οὐ πλοῦτον οὐ τὸ φρενῶν εὖ ἔχειν, καὶ μὴν οὐδὲ τὸ τὰ ἥδιστα νομοθετεῖν, οὐ τὸ ἐπαγωγὸν εἶναι τὸ δόγμα (τὸν γὰρ ἀνασταυρωθέντα καὶ τεθνηκότα, Θεὸν εἶναι καὶ ἀθάνατα ζῆν ἐβόων), οὐ πάνυ τοι δῆλον, ὡς τῆς τοῦ κεκινηκότος δυνάμεως; Τίς δὲ ὁ κινήσας; οὐχ ὁ Χριστός; Τί δέ; οὐχ ὑπερφυὴς αὕτη σοι δοκεῖ; καί τοι, εἰ μὲν ὑπερφυέσιν ἔργοις καὶ θαύμασιν ἐπιστοῦντο τοὺς λόγους, ὅθεν αὐτοῖς τὰ τοιαῦτα πράττειν δύνασθαι; δῆλον, καὶ Θεὸς οὗτος ἀνάγκη.

Οὐ γὰρ πρὸς ἀνθρώπων τά γε τοιαῦτα. Εἰ δὲ λόγοις ἔπειθον μόνον ἔτι πολλῷ μείζω τὴν ὑπερβολὴν ἔχει θαῦμα, καὶ μεῖζον ἢ κατ’ ἀνθρώπους ὄν, δῆλον τίνος ἦν καὶ ὅτῳ προσῆκεν. Ἀλλὰ γόητες, οἵ γε τοὺς γόητας τῷ Χριστῷ προσιόντας, οὐδὲν μᾶλλον προσίεντο, εἰ μὴ τὸ μὲν γόητες εἶναι καθάπαξ ἀπωθοῖντο, τὰ δὲ βιβλία κατακαύσειεν δημοσίᾳ; Οὕτω τοίνυν τὰ πάντων μέγιστα καὶ ὑπερφυᾶ καὶ διανοηθέντας καὶ πράξαντας, εἰ μὲν δαίμονι πονηρῷ κατόχους προσείποις, πῶς καὶ διανοηθέντες ἔπραξαν; ἢ πολλοῦ γε ἄξιον τὸ μὴ σωφρονεῖν, εἰ δ’ ἐσωφρόνουν, ὥσπερ οὖν ἐσωφρόνουν, οὐ μάτην ἂν ἑαυτοὺς εἰς τὸν ἀγῶνα τὸν θαυμαστὸν ἐκεῖνον καὶ τοὺς κινδύνους καθῆκαν, εἰ μὴ σαφῶς, ἤδεσαν δυνάμενον σώζειν, καὶ Θεὸν ὄντα τὸν ἐπὶ ταῦτα κεκινηκότα.

Οὕτως ἔξω λόγου παντός, καὶ παρὰ πᾶν τὸ κατ’ ἀνθρώπους εἰκός, ὁ Χριστὸς νενικήκει. Οὐκ οὖν, ὦ βασιλεῦ, τῶν ἀνθρώπων ἀπὸ σοφίας, ἢ τοῦ φρενῶν εὖ ἥκειν, ἢ τοῦ χρήμασι περιῤῥεῖσθαι, ἢ τὸ νικᾶν ἢ τὸ πείθειν ἐχόντων, αὐτός, οἷς οὐκ εἶχεν, ἐντεῦθεν δῆλος ἐγένετο, μείζων ἔχων ἢ κατ’ ἀνθρώπους.» «Ἔτι τοίνυν τὰ μὲν τῶν ἀνθρώπων πράγματα, γαλήνης ἀπολαύοντα, καὶ πάντων συναιρουμένων, καὶ ἔστι καὶ αὔξει καὶ μετὰ τῆς ἀγαθῆς τύχης ἵσταται, ἀπὸ δ’ αὖ τῶν ἐναντίων, τἀναντία γίγνεται. Τῶν τοῦ Χριστοῦ πραγμάτων ἐλαυνομένων, μείζων ἡ δόξα, ὥσπερ ἂν εἰ πάντες συνεμάχουν ἄνθρωποι, καὶ δῆλον ἐξ ὧν πάντα ποιοῦντες, ἐφ’ ᾧ τοὺς τοῦ Χριστοῦ νόμους καὶ τὴν εἰς αὐτὸν εὐσέβειαν ἐκ μέσου ποιῆσαι, λελήθατε ἑαυτούς, πολλοὺς μὲν ἑταίρους τῷ Χριστῷ προστιθέντες, πᾶσαν δ’ ὡς εἰπεῖν οἰκουμένην ἐφ’ ὑμᾶς αὐτοὺς καὶ τουτουσὶ τοὺς θεοὺς κινοῦντες. Οὕτως ὑπὲρ ἀνθρώπους ἐστὶ τῷ Χριστῷ τὰ πράγματα, καὶ πιπτόντων μὲν τῶν θαυμαστῶν τῆς εὐσεβείας ἡμῶν πατέρων, πιπτόντων δὲ τῶν ἑκάστοτε τοὺς ὑπὲρ Χριστοῦ πεντάθλους ἠγωνισμένων, λαμπρὸν ἀφ’ ὑμῶν ἵσταται τρόπαιον, πᾶσαν κατασεῖον τὴν οἰκουμένην.» «Ἀλλ’ ὑμεῖς γε, ὦ βέλτιστοι, καὶ τὰ τῶν Θεῶν νικᾷ, τῶν ἀπὸ Χριστοῦ καλουμένων ἀπολλυμένων.

Οὐκοῦν, εἰ μὲν αὐτὸ τοῦτο καὶ ὑμῖν ἔστι βουλομένοις καὶ τοῖς θεοῖς σωμάτων περιγενέσθαι καὶ αἱμάτων γεύσασθαι, τοῦτο δὴ τὸ τῶν ἀνδροφόνων καὶ τυμβωρύχων καὶ λῃστῶν, χαρίεντές γε τὴν Καδμείαν νίκην νικῶντες. Εἰ δὲ τοῦτο μὲν οὐδαμῶς, ψυχῶν δὲ κρατῆσαι, καὶ παραστήσασθαι γνώμας, καὶ πεῖσαι τοὺς ἀνθρώπους θεοὺς μὲν ἡγεῖσθαι, Χριστὸν δὲ ἀπελαύνειν, βούλεσθε μὲν πάντα διὰ τοῦτο καὶ λέγοντες καὶ ποιοῦντες, ἐλέγχεσθε δὲ ἀνήνυτα πονοῦντες, μᾶλλον δὲ τοσοῦτον ἡττώμενοι καὶ καθ’ ὑμῶν αὐτῶν ἐγχειροῦντες, ὅσον ἔγνωτε καθ’ ἡμῶν τῶν εὐσεβούντων, ἀποθνήσκειν μᾶλλον μετὰ τῆς εὐσεβείας, ἢ πεισθέντας περιεῖναι, καὶ ζῆν βουλομένων, πῶς οὐ φανερόν, ὡς μετὰ τῶν Χριστιανῶν ἡ νίκη; καὶ πρόσεστιν ἐκείνοις μὲν τὸ ὑπερφυῶς περιεῖναι μετὰ γὰρ πληγῶν καὶ θανάτου, ὑμῖν δέ, τὸ μετ’ αἰσχύνης ἡττᾶσθαι, μετὰ πλούτου παρατεταγμένοις καὶ δόξης. καὶ τοῦ δεδωκότος τῆς ἀρχῆς, ἣν ὅσῳ γ’ ἂν μείζονα δείξαις, τὴν αἰσχύνην ηὔξησας. Οὕτω καὶ ἐξ ὧν πράττων νικᾶν ᾤου, τὴν ἧτταν ἔδειξας, καὶ οἷς καθ’ ἡμῶν ἐπεχείρησας λόγοις, κατὰ σαυτοῦ φανερῶς ἐχρήσω, ὥσπερ ἄν, εἰ πῦρ σβεννύειν ἐθέλων, πίτταν ἐπέθηκας φέρων· ὡσὰν ὑμεῖς μὲν καὶ λόγοις καὶ ἔργοις μετὰ Χριστοῦ χωρεῖν ἐγνωκότες καὶ ἄκοντες εἶναι τἀναντία πράττοιτε συμμαχοῦντες, ἡ δὲ Χριστοῦ θεότης, ὑπερφυὴς οὖσα, πᾶσιν ἀναφανείη διὰ τῶν ἐναντίων νικῶσα.

Οὐ γὰρ δὴ γεωμέτρην μέν, ὅτι γεωμετρεῖν οἷός τε ἐγένετο προσεροῦμεν, καὶ ἀριθμητικός γε ἀπὸ τῆς περὶ τὸν ἀριθμὸν ἐπιστήμης, Χριστὸς δ’ ὑπερφυὴς καὶ Θεὸς οὐκ ἂν εἴη, ἐκεῖνα καὶ λέγων καὶ πράττων καὶ πείθων καὶ δυνάμενος, ἃ τοῦ μὲν πεφυκότος ἔξω, Θεῷ δὲ μόνῳ προσῆκε· καὶ τίν’ ἔχει τοῦτο λόγον;» Βουλόμενον δὲ Δημήτριον καὶ τἆλλα προσθεῖναι, ὁ βασιλεὺς οὐκ ἐάσας, οὐ γὰρ ἠνείχετο τῶν ἐλέγχων· «Ἅλις μέν, ἔφη, τῶν σοφισμάτων, Δημήτριε, καὶ οὐδὲν δεῖ προστιθέναι, οὐδὲ καὶ τὰς συμφορὰς συνιδὼν καὶ τοὺς πόνους, ἃ τοῖς περὶ Χριστὸν εὐσεβοῦσιν ἐξ ἀνάγκης ἕπεται, ὅπως καὶ σαυτὸν καὶ τοὺς Ἕλληνας εὖ ποιήσῃς· σεαυτὸν μὲν τῶν δυσχερῶν ἀπαλλάξας, τοῖς Ἕλλησι δὲ τὰ λυσιτελῆ δράσῃς, σαυτὸν ἀποδούς».

Δημήτριος δὲ «καὶ πάνυ, φησίν, ὦ βασιλεῦ, ᾔδειν τὸν ὑπὲρ εὐσεβείας ἀγῶνα, μετὰ τῶν ἐσχάτων ὄντα κινδύνων ἀλλὰ τοσοῦτον ἀπέσχον τοῦ φοβηθῆναι, ὥστε καὶ συνηυχόμην θᾶττον ἐμαυτῷ τουτονὶ γενέσθαι· καὶ ἡδέως ἂν ἐκείνην τὴν ἡμέραν ἴδοιμι, ἐν ᾗ, σῶμα μὲν κατατεινόμενον, θεάσομαι στρεβλούμενον, τὰ δεινότατα πάσχον διὰ Χριστόν, αἷμα δὲ καταῤῥέον, μέλη δὲ τεμνόμενα· οὐκοῦν κομιδῇ γελοῖον, εἰ, ἅπερ ὅπως ἔσται, δι’ εὐχῆς ἐποιούμην, τούτοις ἤδη παροῦσι δυσχερανῶ, ὥσπερ ἄν, εἰ νίκην ἀπὸ τῶν πολεμίων εὐξάμενος, ἔπειτα τυχών, ἠνιώμην. Εἰ δὲ καὶ τῷ Θεῷ προσήκειν πέρας εὐδαιμονίας, Θεὸς δὲ ὁ ἐμὸς ἀνεσταύρωται, πόσου τινὸς αὐτὸς ἄξιος ἂν γενοίμην, δεινὰ παθὼν ὑπὲρ ἐκείνου καὶ τεθνηκώς;