Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸν ἅγιον Δημήτριον

Νικόλαος Καβάσιλας

Η ουράνια δόξα, η χάρη των λειψάνων και η μυροβλυσία

Η μετάβαση του αγίου στη δόξα των ουρανών, η θαυματουργική χάρη του σώματός του που αναβλύζει μύρα, και τα μεταθανάτια θαύματά του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 7 από 9

Χωρίς τε τούτου· εἰ τὸ τῶν ἀστέρων κάλλος τοσαύτην ἐνῆκε τοῖς ἀγγέλοις ἡδονήν, πάντας ἐπὶ θαῦμα τοῦ δεδημιουργηκότος κινῆσαν, πῶς ποτ’ αὐτοὺς διατεθεῖσθαι νομίζειν προσῆκεν; ἢ πῶς οὐκ ἂν ἐκπλαγῆναι; ἢ τίν’ οὐκ ἂν ᾆσαι τῷ Δεσπότῃ παιᾶνα, Δημητρίου φανέντος; Ὅσον γὰρ ἐκεῖνος τῶν ἀστέρων ἀμείνων, τοσοῦτο πολλῷ μειζόνως ἐντεῦθεν ἢ τῶν ἀστέρων ὁ Θεὸς θαυμάζεται, καὶ περιφανεστέρας ἀφορμὰς ἐκεῖθεν ἴσχει τὸ θαῦμα. Οὕτως ἄρα καὶ τὸν οὐρανὸν ἡδίω ποιήσας, οἷς ἐπέβη κεκόσμηκε. Καὶ μὴν καὶ οἷς τῶν περὶ Χριστὸν δυσσεβούντων μυρίους ἐπὶ τὴν εὐσέβειαν κινήσας, καὶ πείσας, ἁμαρτωλοὺς ὄντας, μετανοεῖν, ἀφορμὴν παρέσχε τοῖς ἄλλοις ἡδονῆς· χαρὰν γὰρ γίνεσθαι μεγάλην ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, θεία φωνή. Ὁ τοίνυν τοσαύτης αἴτιος εὐφροσύνης τοῖς οὐρανοῦ πράγμασι, πῶς οὐκ ἂν οἰκότως τὸν οὐρανὸν σεμνύνειν ἀκούοι, ἄλλως τε, καὶ μαρτύρων αὐτὸν ἔμπλεω δείξας, καὶ οἷς περιὼν ὤν, καὶ οἷς μετὰ τελευτὴν εἴργαστο;

Ἡ μὲν οὖν ψυχή, τὸν οὐρανόν, ᾗ περ ἔφην σεμνύνει, καὶ μετὰ τῶν ἀγαθῶν ἀγγέλων τῆς θείας ἀμέσως αἴγλης μετέχει, κορυφαῖος οἶμαι τῶν ἐνταῦθα γενομένων εὐδαιμονίας, τὸ σῶμα δὲ μετὰ τῶν ἀνθρώπων, οὐχ ἔτι σῶμα καὶ τῆς κάτω μερίδος, πρὸς γῆν χωρῆσαν. Ἐνῆν γὰρ αὐτὸ καὶ μετατεθῆναι καὶ μεῖζον ἢ μετὰ τῶν ἀνθρώπων εἶναι γενέσθαι, καθάπερ ἄρα πολλῶν ἑτέρων ἐπ’ ἀρετῇ θαυμασθέντων, ὧν οὐδὲν ἐκεῖνος οὐδενὸς εἵνεκα τῶν ἀγαθῶν ἔλαττον εἶχεν· ἀλλὰ διὰ φιλανθρωπίαν, καὶ τῷ τὸν Δεσπότην πάνυ τοι κἀν τούτῳ μιμηθῆναι τῷ μέρει, καὶ πάνυ τοὺς ἀνθρώπους φιλῆσαι, μετὰ τῶν ἀνθρώπων ἴσχει τὸ σῶμα. Ἐπεὶ γὰρ καὶ περὶ Χριστὸν μάλιστα πάντων ἐρωτικῶς εἶχε, καὶ θαυμαστὸν εἶχε περὶ τοὺς ἀνθρώπους τὸ φίλτρον, βουλόμενος ὥσπερ ἑκατέροις συνεῖναι καὶ μηδενὸς ἀφίστασθαι, τὴν μέν, πρὸς Θεὸν ἀνάγει, τὴν μακαρίαν ψυχήν, τὸ δὲ σῶμα τοῖς ἀνθρώποις ἀφῆκε.

Καὶ νῦν ἔστι ψυχῆς μὲν τῆς θαυμαστῆς οὐ μετέχον, τῆς δὲ θείας ἐνεργείας καὶ χάριτος οὕτω γέμον, ὥσπερ ἄρα καὶ πρὶν ἥκειν εἰς τελευτὴν εἰκότως. Εἰ γὰρ συναμφότερον τῶν μελλόντων ἀγαθῶν ἐκείνων εἰς πεῖραν ἥξει, παντί που δῆλον, ὡς καὶ πρὶν ἀλλήλοις συγγεγονέναι τὴν θαυμαστὴν ἐκείνην συνάφειαν, τῆς αὐτῆς ἄμφω χάριτος ἀπολαύει. Ἔτι δὲ κοινῶν αὐτοῖς γενομένων καὶ τῶν ἀγώνων καὶ τῶν τροπαίων, καὶ γὰρ καὶ σῶμα σαρκικῶν παθῶν οὐκ ἀγαθῶν περιεγεγόνει, καὶ ψυχὴ νενίκηκεν, οἷς προσῆκε, κοινοὺς ἀνάγκη καὶ τοὺς στεφάνους σφίσι γενέσθαι, καὶ τῶν θείων ἀγαθῶν, τῶν τε νῦν, τῶν τε μελλόντων συναμφοτέρῳ μετεῖναι. Καὶ ὥσπερ ἐπὶ τῆς τοῦ Χριστοῦ τελευτῆς ὁρᾶν ἦν, τὴν μὲν ψυχὴν τὸ θεῖον ἐκεῖνο σῶμα καταλιποῦσαν, τὴν θεότητα δὲ οὐκ ἔτι, ἀλλὰ τῇ ψυχῇ συνημμένην, καὶ τῷ σώματι συνημμένην. Οὐ γὰρ ἄν, εἰ τῆς Θεότητος ἔρημον ἦν τὸ σῶμα, τῆς φθορᾶς ἐκράτησεν, ὡς δὲ καὶ Δημητρίῳ ξυνέβη· ἧς γὰρ περιών γε ὢν θείας μετεῖχεν ἀκτῖνος, φῶς γὰρ δικαίοις, διὰ παντὸς ταύτης ἀπιών, αὖθις αὖ ὁμοίως μετέχει, καὶ κατ’ ἄμφω τὰ μέρη. Τήν τε γὰρ ψυχὴν πάνυ δίκαιος ὢν ἐν ταῖς χερσὶν ἴσχει ταῖς θείαις, τό τε σῶμα τῶν αὐτῶν ἐκείνῃ μετέχον, δῆλον κατέστη· τοῦτο μὲν θαυμάτων αὐτουργὸν γινόμενον, τοῦτο δὲ θαυμαστὰ μύρα τῶν τραυμάτων ἀνιέν, οὐδαμόθεν νεκροῖς προσῆκον.

Οὐκ ἄν, εἰ χάριτος ἔρημον ἦν, καὶ νῦν ὁρώμενον ὑμνεῖ τὰ θεῖα, καὶ τὴν δόξαν τοῦ Θεοῦ διηγεῖται πάσης γλώσσης ἄμεινον.

Οὕτως, ὦ πάντων τῶν βελτίστων ἄγαλμα σύ, καὶ παντὸς ἀγαθοῦ κεφάλαιον, καὶ θείων χαρισμάτων τεχνῖτα, μὴ μόνον περιὼν καὶ τὸν ἥλιον βλέπων πάντα καὶ πράττων διετέλεις, καὶ λέγων ὑπὲρ Χριστοῦ, καὶ τοῦ παρὰ πάντων αὐτὸν ἀνθρώπων θαυμάζεσθαι καὶ βοᾶσθαι, ἀλλὰ τὸ πολλῷ γε μεῖζον καὶ νικῶν ἡδονῇ, καὶ μετὰ τελευτὴν τὸ περὶ Χριστὸν ἐπεδείξω φίλτρον, καὶ κείμενος πάντας τοὺς ἀνθρώπους ἐπὶ τοὺς ὕμνους τοῦ Σωτῆρος παρακαλεῖς. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ὃς προσελθὼν τῷ μεγάλῳ τῶν ἀνθρώπων θαύματι σοί, οὐκ εὐθὺς τῷ μὲν Σωτῆρι χάριτας ἔγνω, τῶν δὲ σῶν μύρων καὶ τῶν ἐκεῖθεν χαρίτων ὅλως ὑφ’ ἡδονῆς γεγονώς, συνεῖναι μὲν εἰς ἅπαν ἐθέλει, δυσχεραίνει δὲ ἀπαλλάττων· ὥστε σοι προσήκουσαν εἶναι τῷ μὲν βίῳ τὴν τελευτήν, τῇ δὲ τὰ μετὰ τελευτὴν θαύματα, καὶ μηδὲν εἶναι τῶν σῶν ἄνευ τῶν μεγίστων ἐπαίνων, καὶ τοῦ πάντας ἐκπλήττειν. Ἐπεὶ μηδ’ ἔστιν μηδέν, ὧν σοι μέτεστιν, ὃ μὴ πάντας σχεδὸν ἀνθρώπους, τοῦ κατὰ σὲ πράγματος ἔλαττον ἔχοντας, ἀποφαίνει, καὶ πόῤῥω φέροντας, δῆλον δ’ ἂν εἴη παντὶ σκοπουμένῳ τά τε σὰ τά τε τῶν ἄλλων.

Τίς μὲν οὖν οὕτως ἅμα τῇ γ’ εἰς τὸν βίον προόδῳ, καὶ πάντα βέλτιστος ἦν εὐθύς, ὥσπερ πρὶν ἢ γεγενῆσθαι, ταύτην ἐσχηκὼς μελέτην, τὸ πάντα βέλτιστος εἶναι; Τίς δὲ σοφίας μετασχὼν ἅ γε ἐχρῆν, ἔπειτα μόνην σπουδὴν καὶ μελέτην τὸν Χριστὸν εἶχε, καὶ τὸ λόγοις καὶ ἔργοις αὐτὸν περὶ αὐτὸν εὐσεβοῦντα, καὶ τοὺς ἄλλους ἐπὶ τὰ ἴσα προτρέπεσθαι; Τίς δ’ οὕτω χάριτος μὲν ἔμπλεως ὦπται, πρέποντα δ’ ἑαυτὸν πάντων εἵνεκα ταύτῃ παρέσχε, καὶ λόγων, καὶ βίου, καὶ τοῦ διὰ πάντων ἥκοντος, τὸ δὲ πᾶσι πρὸς τὸ τῆς ψυχῆς εὖ ἔχον κεχρῆσθαι, καὶ δόξῃ καὶ πλούτῳ καὶ τῷ συγκεχωρηκέναι τῆς τύχης, καὶ οὕτω φιλανθρωπίᾳ προσέχειν; τίς εὖ ποιοῦντα, αὐτὸν εὖ πάσχειν νομίζειν, μᾶλλον δὲ περὶ πλείονος ἄγαν θατέρου, τὸ εὖ ποιεῖν; ταῦτα δὲ τίνος ἀνύσαι κατὰ ταὐτά; καὶ μήν, τίς οὕτω συνῄδει μέν, ἃ δεῖ τῶν πάντων ἑλέσθαι ποιῆσαι, εἵλετο δὲ τοσοῦτον, ἑλόμενος δὲ μετὰ πολλοῦ τοῦ περιόντος εἴργαστο;

Τό γε μὴν θαυμαστὸν ἐσχηκέναι περὶ τὸ θεῖον ἔρωτα, καὶ οὕτως ἁλῶναι τῆς ἐκείνου κατοχῆς, ὡς μὴ μόνον ὡς μηκέτ’ ὄντα τὰ παρόντα δι’ ἐκεῖνον ἐθελῆσαι προέσθαι, ἀλλὰ καὶ τῶν μελλόντων ἀγαθῶν μηδένα ποιεῖσθαι λόγον, οὗ δεῖ τῆς εὐσεβείας προκινδυνεύειν, ἀνθ’ ὧν συνεῖναι μὲν ἑκάστοτε τοῖς λογισμοῖς τῷ Θεῷ, καὶ τῶν ἐκεῖθεν ἀμέσως ἔτι μετὰ σώματος ἀπολελαυκότα χαρίτων, τοιαύτην ἔπειτα τὴν αὐτοῦ ψυχὴν ἐξειργάσθαι, καὶ οὕτω καθᾶραι, ὡς πᾶσαν ὑπερβῆναι σωφροσύνης καὶ ἁγνείας ὑπερβολήν, καὶ πρὸς τὴν ἀγγέλων φύσιν ταυτηνὶ τὴν ἅμιλλαν ἴσχειν; Ἔπειθ’ οὕτω καθάπαξ ἀπειλικρινημένον καὶ καθαρὸν τοῖς ὅλοις φανέντα, τοσοῦτο μείζω προθυμίαν περὶ τὸν Χριστὸν ἐσχηκέναι, ὡς καὶ τῶν μελλόντων ἂν ἀγαθῶν οὐκ ἐν ἐλπίσι κειμένων, αὐτὸν ἂν μηδὲν ἧττον ὑπὲρ Χριστοῦ καὶ τῆς ἀρετῆς ἠγωνίσθαι, καὶ διὰ ταῦτα καὶ πρὶν ἐντεῦθεν ἀπᾶραι τῶν μελλόντων καὶ ἀῤῥήτων ἐκείνων ἀγαθῶν εἰς πεῖραν ἐλθεῖν. Ταῦτα τοίνυν πῶς οὐ πάντες ἡττῶνται τοῦ κατ’ αὐτὸν πράγματος;

Τίς δ’ οὕτω διὰ πάντων τῶν βελτίστων ἐλάσας, καὶ ταπεινοφροσύνης τοσοῦτον ἐποιήσατο λόγον, ὡς πάντων ἡττᾶσθαι νομίζειν πάντων εἵνεκα; κἀντεῦθεν σώματος μὲν καὶ τῶν τοῦ σώματος ἀναγκῶν οὕτω κρατῆσαι, ὡς μείζων ἢ κατ’ ἀνθρώπους τὰ τοιαῦτα γενέσθαι, τῶν δ’ ἐπανισταμένων τῇ ψυχῇ παθῶν οὑτωσὶ περιεῖναι, ὡς μὴ μόνον ἀργὰ καθάπαξ ἀποφαίνειν δύνασθαι, ὡς μηκέτι πρὸς βλάβην ἔχειν κινεῖσθαι, ἀλλὰ καὶ πρὸς τὰ βέλτιστα χρῆσθαι, καὶ δι’ ὧν ἑτέροις τὰ κατὰ ψυχὴν πράττει κακῶς, διὰ τούτων αὐτὸν εὐτυχεῖν; Τίς δ’ οὕτω πᾶσι πρὸς δόξαν τοῦ Θεοῦ κεχρημένος κατὰ τὸν Παῦλον, καὶ ταῖς ἀρχαῖς τουτονὶ τὸν τρόπον ἐχρῆτο, ὥστ’ οὐχ’ ὅπως μηδεμίαν ἐκεῖθεν βλάβην πρὸς τὴν κατὰ ψυχὴν εὐπραξίαν δεδέχθαι, ἀλλὰ καὶ πολλῷ μείζω καὶ λαμπρότερον ἐντεῦθεν, ἢ ἐξ ὧν πρόσθεν ἔδρα φανῆναι; Τίνι δὲ τοσοῦτον εὐσεβείας ἐμέλησεν καὶ τοῦ περὶ Χριστὸν ἔχειν, ὡς δόξαν μὲν καὶ πλοῦτον καὶ τὸ τῆς ἀρχῆς πρᾶγμα χαίρειν ἐᾶσαι, μόνης δὲ γενέσθαι τῆς περὶ τὸ θεῖον σπουδῆς, καὶ τοῦ πᾶσιν, οἷς ἐξῆν, τὸν ἐπιστάντα τοῖς εὐσεβέσι πόλεμον διαλῦσαι καὶ κατασκευάσαι τῷ Κυρίῳ λαὸν περιούσιον, τὸ δ’ ἐν τοσαύτῃ τῆς εὐσεβείας κινδύνων ὑπερβολῇ, καὶ μόνον αὐτὸν περὶ τὸ θεῖον εὐσεβεῖν ἔχειν;

καὶ μήτε κρατούντων εὔνοιαν περὶ πλείστου ποιεῖσθαι, μήτε δεδιέναι μηδέν, τὰ δεινότατα ἀπειλούντων, εὐσέβειαν δὲ μόνην καὶ Χριστοῦ φίλτρα, καὶ τὸ δι’ ἐκεῖνον τεθνάναι, καὶ ψυχῆς αὐτῆς προτιθέναι καὶ περὶ πλείονος ἄγειν; καὶ διὰ ταῦτα τοῦτο μὲν λόγοις πειθοῖ νικῶσιν ἀντιστῆναι πρὸς τὸν κρατοῦντα, καὶ τὸν Χριστὸν δεξιῶς ἄγαν καὶ τοῦ πνεύματος ἐπαξίως, τοῖς Ἕλλησι Θεὸν ἀποδεῖξαι, τοῦτο δὲ καὶ αὖθις τὰ δεινότατα ἀνασχόμενον ὑπὲρ αὐτοῦ, τίνι τῶν πάντων οὕτως ἐξεγένετο; τίνι δὲ τοσοῦτον μετῆν τῆς πρὸς Χριστοῦ παῤῥησίας, ὡς μὴ μόνον δεόμενον τυγχάνειν τῶν ἐν ταῖς εὐχαῖς, ἀλλὰ καὶ μόνον βουλόμενον, καὶ τοῦτο μὲν τὴν κατὰ τοῦ Λυαίου νίκην, τοῦτο δὲ τὴν κατὰ τοῦ κοινοῦ τοῦ γένους ἐχθροῦ, τῷ Νέστορι δοῦναι μετὰ θαυμαστῆς ἐξουσίας ὥσπερ ἀπόφασίν τινα ποιούμενον;